|
1.
Εἰ μὲν ὅμοια τοῖς ἄλλοις ἱστορίαν ἐπραγματευόμεθα, σχεδὸν ἦν ἐν τῷ προοιμίῳ περί τινων διαλεχθέντας ἐφ' ὅσον ἦν εὔκαιρον, οὕτως ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάζειν τὸν λόγον· ὀλίγον γὰρ χρόνον ἀπολαβόντες τῇ γραφῇ, τὴν ἀναστροφὴν ἂν εἴχομεν τὸν ἀπὸ τῶν προοιμίων καρπὸν προσλαμβάνεσθαι·
[2]
Ἐπεὶ δὲ ἐν ὀλίγαις βίβλοις ἐπηγγειλάμεθα μὴ μόνον τὰς πράξεις ἐφ' ὅσον ἂν δυνώμεθα γράψειν, ἀλλὰ καὶ περιλήψεσθαι χρόνον πλείονα τῶν χιλίων καὶ ἑκατὸν ἐτῶν, ἀναγκαῖόν ἐστι τὸν πολὺν λόγον τῶν προοιμίων παραπέμψαντας ἐπ' αὐτὰς ἔρχεσθαι τὰς πράξεις, τοῦτο μόνον προειπόντας, ὅτι κατὰ μὲν τὰς προηγουμένας ἓξ βίβλους ἀνεγράψαμεν τὰς ἀπὸ τῶν Τρωικῶν πράξεις ἕως εἰς τὸν ὑπὸ τῶν ᾿Αθηναίων ψηφισθέντα πόλεμον ἐπὶ Συρακοσίους, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἐστὶν ἔτη ἑπτακόσια ἑξήκοντα ὀκτώ·
[3]
Ἐν ταύτῃ δὲ προσαναπληροῦντες τὸν συνεχῆ χρόνον, ἀρξόμεθα μὲν ἀπὸ τῆς ἐπὶ Συρακοσίους στρατείας, καταλήξομεν δ' ἐπὶ τὴν ἀρχὴν τοῦ δευτέρου πολέμου Καρχηδονίοις πρὸς Διονύσιον τὸν Συρακοσίων τύραννον.
2.
Ἐπ' ἄρχοντος γὰρ ᾿Αθήνησι Χαβρίου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων κατέστησαν χιλιάρχους τρεῖς, Λεύκιον Σέργιον, Μάρκον Παπίριον, Μάρκον Σερουίλιον.
Ἐπὶ δὲ τούτων ᾿Αθηναῖοι ψηφισάμενοι τὸν πρὸς Συρακοσίους πόλεμον τάς τε ναῦς ἐπεσκεύασαν καὶ χρήματα συναγαγόντες μετὰ πολλῆς σπουδῆς ἅπαντα τὰ πρὸς τὴν στρατείαν παρεσκευάζοντο. ᾑρημένοι δὲ τρεῖς στρατηγούς, ᾿Αλκιβιάδην, Νικίαν, Λάμαχον, αὐτοκράτορας αὐτοὺς κατέστησαν ἁπάντων τῶν κατὰ τὸν πόλεμον.
[2] Tῶν δὲ ἰδιωτῶν οἱ ταῖς οὐσίαις εὐποροῦντες τῇ προθυμίᾳ τοῦ δήμου χαρίζεσθαι βουλόμενοι τινὲς μὲν ἰδίας τριήρεις κατεσκεύασαν, τινὲς δὲ χρήματα δώσειν εἰς τὰς τροφὰς τῆς δυνάμεως ἐπηγγέλλοντο· πολλοὶ δὲ καὶ τῶν δημοτικῶν πολιτῶν καὶ ξένων, ἔτι δὲ συμμάχων, ἑκουσίως προσιόντες τοῖς στρατηγοῖς διεκελεύοντο καταγράφειν ἑαυτοὺς εἰς τοὺς στρατιώτας. οὕτως ἅπαντες μεμετεωρισμένοι ταῖς ἐλπίσιν ἐξ ἑτοίμου κατακληρουχεῖν ἤλπιζον τὴν Σικελίαν.
[3]
Ἤδη δὲ τοῦ στόλου παρεσκευασμένου, τοὺς ἑρμᾶς τοὺς κατὰ τὴν πόλιν παμπληθεῖς ὄντας συνέβη ἐν μιᾷ νυκτὶ περικοπῆναι.
Ὁ μὲν οὖν δῆμος, οὐχ ὑπὸ τῶν τυχόντων νομίσας γεγενῆσθαι τὴν πρᾶξιν, ἀλλ' ὑπὸ τῶν προεχόντων ταῖς δόξαις ἐπὶ τῇ καταλύσει τῆς δημοκρατίας, ἐμισοπονήρει καὶ τοὺς πράξαντας ἐζήτει μεγάλας δωρεὰς προθεὶς τῷ μηνύσαντι.
[4]
Προσελθὼν δέ τις τῇ βουλῇ τῶν ἰδιωτῶν ἔφησεν εἰς οἰκίαν μετοίκου τινὰς ἑωρακέναι τῇ νουμηνίᾳ περὶ μέσας νύκτας εἰσιόντας, ἐν οἷς καὶ τὸν ᾿Αλκιβιάδην.
Ἀνακρινόμενος δ' ὑπὸ τῆς βουλῆς, πῶς νυκτὸς οὔσης ἐπεγίνωσκε τὰς ὄψεις, ἔφησε πρὸς τὸ τῆς σελήνης φῶς ἑωρακέναι. οὗτος μὲν οὖν αὑτὸν ἐξελέγξας κατεψευσμένος ἠπιστήθη, τῶν δ' ἄλλων οὐδ' ἴχνος οὐδεὶς τῆς πράξεως εὑρεῖν ἠδυνήθη.
[5] Τριήρων μὲν ἑκατὸν τεσσαράκοντα ἑτοιμασμένων, ὁλκάδων δὲ καὶ τῶν ἱππαγωγῶν, ἔτι δὲ τῶν τὸν σῖτον καὶ τὴν ἄλλην παρασκευὴν κομιζόντων πολύς τις ἀριθμὸς ἦν· ὁπλῖται δὲ καὶ σφενδονῆται, πρὸς δὲ τούτοις ἱππεῖς καὶ τῶν συμμάχων πλείους τῶν ἑπτακισχιλίων ἐκτὸς τῶν ἐν τοῖς πληρώμασι.
[6] Τότε μὲν οὖν οἱ στρατηγοὶ μετὰ τῆς βουλῆς ἐν ἀπορρήτῳ συνεδρεύοντες ἐβουλεύοντο, πῶς χρὴ διοικῆσαι τὰ κατὰ τὴν Σικελίαν, ἐὰν τῆς νήσου κρατήσωσιν. ἔδοξεν οὖν αὐτοῖς Σελινουντίους μὲν καὶ Συρακοσίους ἀνδραποδίσασθαι, τοῖς δ' ἄλλοις ἁπλῶς τάξαι φόρους, οὓς κατ' ἐνιαυτὸν οἴσουσιν ᾿Αθηναίοις.
3. Τῇ δ' ὑστεραίᾳ κατέβαινον οἱ στρατηγοὶ μετὰ τῶν στρατιωτῶν εἰς τὸν Πειραιέα, καὶ συνηκολούθει πᾶς ὁ κατὰ τὴν πόλιν ὄχλος ἀναμὶξ ἀστῶν τε καὶ ξένων, ἑκάστου τοὺς ἰδίους συγγενεῖς τε καὶ φίλους προπέμποντος.
[2] Αἱ μὲν οὖν τριήρεις παρ' ὅλον τὸν λιμένα παρώρμουν κεκοσμημέναι τοῖς ἐπὶ ταῖς πρῴραις ἐπισήμασι καὶ τῇ λαμπρότητι τῶν ὅπλων· ὁ δὲ κύκλος ἅπας τοῦ λιμένος ἔγεμε θυμιατηρίων καὶ κρατήρων ἀργυρῶν, ἐξ ὧν ἐκπώμασι χρυσοῖς ἔσπενδον οἱ τιμῶντες τὸ θεῖον καὶ προσευχόμενοι κατατυχεῖν τῆς στρατείας.
[3]
Ἀναχθέντες οὖν ἐκ τοῦ Πειραιέως περιέπλευσαν τὴν Πελοπόννησον καὶ κατηνέχθησαν εἰς Κόρκυραν· ἐνταῦθα γὰρ παραμένειν παρήγγελτο καὶ προσαναλαμβάνειν τοὺς παροίκους τῶν συμμάχων.
Ἐπεὶ δ' ἅπαντες ἠθροίσθησαν, διαπλεύσαντες τὸν ᾿Ιόνιον πόρον πρὸς ἄκραν ᾿Ιαπυγίαν κατηνέχθησαν, κἀκεῖθεν ἤδη παρελέγοντο τὴν ᾿Ιταλίαν.
[4]
Ὑπὸ μὲν οὖν Ταραντίνων οὐ προσεδέχθησαν, Μεταποντίνους δὲ καὶ ῾Ηρακλειώτας παρέπλευσαν· εἰς δὲ Θουρίους κατενεχθέντες πάντων ἔτυχον τῶν φιλανθρώπων. ἐκεῖθεν δὲ καταπλεύσαντες εἰς Κρότωνα, καὶ λαβόντες ἀγορὰν παρὰ τῶν Κροτωνιατῶν, τῆς τε Λακινίας ῞Ηρας τὸ ἱερὸν παρέπλευσαν καὶ τὴν Διοσκουριάδα καλουμένην ἄκραν ὑπερέθεντο.
[5] Μετὰ δὲ ταῦτα τὸ καλούμενόν τε
Σκυλήτιον καὶ Λοκροὺς παρήλλαξαν, καὶ τοῦ ῾Ρηγίου καθορμισθέντες ἐγγὺς ἔπειθον τοὺς ῾Ρηγίνους συμμαχεῖν· οἱ δὲ ἀπεκρίναντο βουλεύσεσθαι μετὰ τῶν ἄλλων ᾿Ιταλιωτῶν.
4. Συρακόσιοι δ' ἀκούσαντες ἐπὶ τοῦ πορθμοῦ τὰς δυνάμεις εἶναι τῶν ᾿Αθηναίων, στρατηγοὺς κατέστησαν αὐτοκράτορας τρεῖς, ῾Ερμοκράτην, Σικανόν, ῾Ηρακλείδην, οἳ τοὺς στρατιώτας κατέγραφον καὶ πρέσβεις ἐπὶ τὰς κατὰ Σικελίαν πόλεις ἀπέστελλον, δεόμενοι τῆς κοινῆς σωτηρίας ἀντιλαμβάνεσθαι· τοὺς γὰρ ᾿Αθηναίους τῷ μὲν λόγῳ πρὸς Συρακοσίους ἐνίστασθαι τὸν πόλεμον, τῇ δ' ἀληθείᾳ καταστρέψασθαι βουλομένους ὅλην τὴν νῆσον.
[2] ᾿Ακραγαντῖνοι μὲν οὖν καὶ Νάξιοι συμμαχήσειν ἔφησαν ᾿Αθηναίοις, Καμαριναῖοι δὲ καὶ Μεσσήνιοι τὴν μὲν εἰρήνην ἄξειν ὡμολόγησαν, τὰς δ' ὑπὲρ τῆς συμμαχίας ἀποκρίσεις ἀνεβάλοντο· ῾Ιμεραῖοι δὲ καὶ Σελινούντιοι, πρὸς δὲ τούτοις Γελῷοι καὶ Καταναῖοι, συναγωνιεῖσθαι τοῖς Συρακοσίοις ἐπηγγείλαντο.
Αἱ δὲ τῶν Σικελῶν πόλεις τῇ μὲν εὐνοίᾳ πρὸς Συρακοσίους ἔρρεπον, ὅμως δ' ἐν ἡσυχίᾳ μένουσαι τὸ συμβησόμενον ἐκαραδόκουν.
[3] Τῶν δ' Αἰγεσταίων οὐχ ὁμολογούντων δώσειν πλέον τῶν τριάκοντα ταλάντων, οἱ στρατηγοὶ τῶν ᾿Αθηναίων ἐγκαλέσαντες αὐτοῖς ἀνήχθησαν ἐκ ῾Ρηγίου μετὰ τῆς δυνάμεως, καὶ κατέπλευσαν τῆς Σικελίας εἰς Νάξον.
Δεξαμένων δ' αὐτοὺς τῶν ἐν τῇ πόλει φιλοφρόνως, παρέπλευσαν ἐκεῖθεν εἰς Κατάνην.
[4] Τῶν δὲ Καταναίων εἰς μὲν τὴν πόλιν οὐ δεχομένων τοὺς στρατιώτας, τοὺς δὲ στρατηγοὺς ἐασάντων εἰσελθεῖν καὶ παρασχομένων ἐκκλησίαν, οἱ στρατηγοὶ τῶν ᾿Αθηναίων περὶ συμμαχίας διελέγοντο.
[5]
Δημηγοροῦντος δὲ τοῦ ᾿Αλκιβιάδου τῶν στρατιωτῶν τινες διελόντες πυλίδα παρεισέπεσον εἰς τὴν πόλιν· δι' ἣν αἰτίαν ἠναγκάσθησαν οἱ Καταναῖοι κοινωνεῖν τοῦ κατὰ τῶν Συρακοσίων πολέμου.
5. Τούτων δὲ πραττομένων οἱ κατὰ τὴν ἰδίαν ἔχθραν μισοῦντες τὸν ᾿Αλκιβιάδην ἐν ᾿Αθήναις, πρόφασιν ἔχοντες τὴν τῶν ἀγαλμάτων περικοπήν, διέβαλον αὐτὸν ἐν ταῖς δημηγορίαις ὡς συνωμοσίαν κατὰ τοῦ δήμου πεποιημένον.
Συνελάβετο δ' αὐτῶν ταῖς διαβολαῖς τὸ πραχθὲν παρὰ τοῖς ᾿Αργείοις· οἱ γὰρ ἰδιόξενοι συνθέμενοι καταλῦσαι τὴν ἐν ῎Αργει δημοκρατίαν πάντες ὑπὸ τῶν πολιτῶν ἀνῃρέθησαν.
[2]
Πιστεύσας οὖν ὁ δῆμος ταῖς κατηγορίαις, καὶ δεινῶς ὑπὸ τῶν δημαγωγῶν παροξυνθείς, ἀπέστειλε τὴν Σαλαμινίαν ναῦν εἰς Σικελίαν, κελεύων τὴν ταχίστην ἥκειν ᾿Αλκιβιάδην ἐπὶ τὴν κρίσιν. παραγενομένης οὖν τῆς νεὼς εἰς τὴν Κατάνην, ᾿Αλκιβιάδης, ἀκούσας τῶν πρέσβεων τὰ δόξαντα τῷ δήμῳ,τοὺς συνδιαβεβλημένους ἀναλαβὼν εἰς τὴν ἰδίαν τριήρη μετὰ τῆς Σαλαμινίας ἐξέπλευσεν.
[3]
Ἐπεὶ δ' εἰς Θουρίους κατέπλευσεν, εἴτε καὶ συνειδὼς αὑτῷ τὴν ἀσέβειαν ὁ ᾿Αλκιβιάδης εἴτε καὶ φοβηθεὶς τὸ μέγεθος τοῦ κινδύνου, μετὰ τῶν συνδιαβεβλημένων διαδρὰς ἐκποδὼν ἐχωρίσθη.
Οἱ δ' ἐν τῇ Σαλαμινίᾳ νηὶ παραγενόμενοι τὸ μὲν πρῶτον ἐζήτουν τοὺς περὶ τὸν ᾿Αλκιβιάδην· ὡς δ' οὐχ εὕρισκον, ἀποπλεύσαντες εἰς ᾿Αθήνας ἀπήγγειλαν τῷ δήμῳ τὰ πεπραγμένα.
[4] Οἱ μὲν οὖν ᾿Αθηναῖοι παραδόντες δικαστηρίῳ τοῦ τε ᾿Αλκιβιάδου καὶ τῶν ἄλλων τῶν συμφυγόντων τὰ ὀνόματα δίκην ἐρήμην κατεδίκασαν θανάτου.
Ὁ δ' ᾿Αλκιβιάδης ἐκ τῆς ᾿Ιταλίας διαπλεύσας ἐπὶ Πελοπόννησον ἔφυγεν εἰς Σπάρτην, καὶ τοὺς Λακεδαιμονίους παρώξυνεν ἐπιθέσθαι τοῖς ᾿Αθηναίοις.
6. Οἱ δ' ἐν Σικελίᾳ στρατηγοὶ μετὰ τῆς τῶν ᾿Αθηναίων δυνάμεως παραπλεύσαντες εἰς Αἴγεσταν, ῞Υκκαρα μὲν Σικελικὸν πολισμάτιον ἑλόντες ἐκ τῶν λαφύρων συνήγαγον ἑκατὸν τάλαντα· κομισάμενοι δὲ καὶ τριάκοντα τάλαντα παρὰ τῶν Αἰγεσταίων κατέπλευσαν εἰς Κατάνην.
[2] Βουλόμενοι δὲ τὸν πρὸς τῷ μεγάλῳ λιμένι τόπον Συρακοσίων ἀκινδύνως καταλαβέσθαι, πέμπουσιν ἄνδρα Καταναῖον, ἑαυτοῖς μὲν πιστόν, τοῖς δὲ Συρακοσίων στρατηγοῖς πιθανόν,διακελευσάμενοι λέγειν τοῖς ἡγεμόσι τῶν Συρακοσίων, ὅτι τινὲς Καταναίων συστάντες βούλονται συχνοὺς τῶν ᾿Αθηναίων αὐλιζομένους ἀπὸ τῶν ὅπλων ἐν τῇ πόλει νυκτὸς ἄφνω συλλαβόντες τὰς ἐν τῷ λιμένι ναῦς ἐμπρῆσαι· πρὸς δὲ τὴν τούτων συντέλειαν ἀξιοῦν τοὺς στρατηγοὺς ἐπιφανῆναι μετὰ δυνάμεως, μήποτε τῆς ἐπιβολῆς ἀποτύχωσιν.
[3] Ἐλθόντος δὲ τοῦ Καταναίου πρὸς τοὺς ἡγεμόνας τῶν Συρακοσίων καὶ δηλώσαντος τὰ προειρημένα, πιστεύσαντες περὶ τούτων οἱ στρατηγοὶ συνετάξαντο νύκτα καθ' ἣν ἐξάξουσι τὴν δύναμιν, καὶ τὸν ἄνθρωπον ἐξαπέστειλαν εἰς τὴν Κατάνην.
[4] Οἱ μὲν οὖν Συρακόσιοι κατὰ τὴν τεταγμένην νύκτα ἦγον τὸ στρατόπεδον ἐπὶ τὴν Κατάνην, οἱ δὲ ᾿Αθηναῖοι παραπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων μετὰ πολλῆς ἡσυχίας τοῦ τε ᾿Ολυμπίου κύριοι κατέστησαν καὶ πάντα τὸν περικείμενον τόπον καταλαβόμενοι παρεμβολὴν ἐποιήσαντο.
[5] Οἱ δὲ στρατηγοὶ τῶν Συρακοσίων ὡς ᾔσθοντο τὴν ἀπάτην, ταχέως ἀναστρέψαντες προσέβαλον τῇ παρεμβολῇ τῶν ᾿Αθηναίων. ἐπεξελθόντων οὖν τῶν πολεμίων συνέστη μάχη, καθ' ἣν οἱ ᾿Αθηναῖοι τετρακοσίους τῶν ἐναντίων ἀνελόντες φυγεῖν ἠνάγκασαν τοὺς Συρακοσίους.
[6] Οἱ δὲ τῶν ᾿Αθηναίων στρατηγοὶ θεωροῦντες τοὺς πολεμίους ἱπποκρατοῦντας, καὶ βουλόμενοι βέλτιον τὰ πρὸς τὴν πολιορκίαν κατασκευάσασθαι, πάλιν ἀπέπλευσαν εἰς τὴν Κατάνην. πέμψαντες δ' εἰς ᾿Αθήνας τινὰς ἔγραψαν πρὸς τὸν δῆμον ἐπιστολάς, ἐν αἷς ἠξίουν ἱππεῖς ἀποστεῖλαι καὶ χρήματα· πολυχρόνιον γὰρ ἔσεσθαι τὴν πολιορκίαν ὑπελάμβανον.
Οἱ δ' ᾿Αθηναῖοι τριακόσια τάλαντα καὶ τῶν ἱππέων τινὰς ἐψηφίσαντο πέμπειν εἰς τὴν Σικελίαν.
[7] Τούτων δὲ πραττομένων Διαγόρας ὁ κληθεὶς ἄθεος, διαβολῆς τυχὼν ἐπ' ἀσεβείᾳ καὶ φοβηθεὶς τὸν δῆμον, ἔφυγεν ἐκ τῆς ᾿Αττικῆς· οἱ δ' ᾿Αθηναῖοι τῷ ἀνελόντι Διαγόραν ἀργυρίου τάλαντον ἐπεκήρυξαν.
[8] Κατὰ δὲ τὴν ᾿Ιταλίαν ῾Ρωμαῖοι πρὸς Αἴκους πόλεμον ἔχοντες Λαβικοὺς ἐξεπολιόρκησαν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
7. Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησι Τισάνδρου ῾Ρωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον
Λοκρήτιον, Γάιον Σερουίλιον, ᾿Αγρίππαν Μενήνιον, Σπούριον Οὐετούριον.
Ἐπὶ δὲ τούτων Συρακόσιοι πρέσβεις ἀποστείλαντες εἴς τε Κόρινθον καὶ Λακεδαίμονα παρεκάλουν βοηθῆσαι καὶ μὴ περιορᾶν αὐτοὺς περὶ τῶν ὅλων κινδυνεύοντας.
[2] Συνηγορήσαντος δ' αὐτοῖς ᾿Αλκιβιάδου Λακεδαιμόνιοι μὲν ψηφισάμενοι βοηθεῖν τοῖς Συρακοσίοις στρατηγὸν εἵλοντο Γύλιππον, Κορίνθιοι δὲ πλείονας μὲν τριήρεις παρεσκευάζοντο πέμπειν, τότε δὲ μετὰ Γυλίππου Πύθην μετὰ δύο τριήρων προαπέστειλαν εἰς Σικελίαν.
[3] Ἐν δὲ τῇ Κατάνῃ Νικίας καὶ Λάμαχος οἱ τῶν ᾿Αθηναίων στρατηγοί, παραγενομένων αὐτοῖς ἐξ ᾿Αθηνῶν ἱππέων μὲν διακοσίων πεντήκοντα, ἀργυρίου δὲ ταλάντων τριακοσίων, ἀναλαβόντες τὴν δύναμιν ἔπλευσαν εἰς Συρακούσας.
Καὶ προσενεχθέντες τῇ πόλει νυκτὸς ἔλαθον τοὺς Συρακοσίους καταλαβόμενοι τὰς ᾿Επιπολάς. αἰσθόμενοι δ' οἱ Συρακόσιοι κατὰ τάχος ἐβοήθουν, καὶ ἀποβαλόντες τῶν στρατιωτῶν τριακοσίους εἰς τὴν πόλιν συνεδιώχθησαν.
[4] Μετὰ δὲ ταῦτα παραγενομένων τοῖς ᾿Αθηναίοις ἐξ Αἰγέστης τριακοσίων μὲν ἱππέων, παρὰ δὲ τῶν Σικελῶν ἱππέων διακοσίων πεντήκοντα, συνήγαγον ἱππεῖς τοὺς πάντας ὀκτακοσίους. κατασκευάσαντες δὲ περὶ τὸ Λάβδαλον ὀχύρωμα, τὴν πόλιν τῶν Συρακοσίων ἀπετείχιζον καὶ πολὺν φόβον τοῖς Συρακοσίοις ἐπέστησαν.
[5] Διόπερ ἐπεξελθόντες ἐκ τῆς πόλεως ἐπεχείρησαν διακωλύειν τοὺς οἰκοδομοῦντας τὸ τεῖχος· γενομένης δ' ἱππομαχίας συχνοὺς ἀποβαλόντες ἐτράπησαν.
Οἱ δ' ᾿Αθηναῖοι τῷ μέρει τῆς δυνάμεως τὸν ὑπερκείμενον τοῦ λιμένος τόπον κατελάβοντο, καὶ τὴν καλουμένην Πολίχνην τειχίσαντες τό τε τοῦ Διὸς ἱερὸν περιεβάλοντο καὶ ἐξ ἀμφοτέρων τῶν μερῶν τὰς Συρακούσας ἐπολιόρκουν.
[6] Τοιούτων δὲ ἐλαττωμάτων περὶ τοὺς Συρακοσίους γενομένων ἠθύμουν οἱ κατὰ τὴν πόλιν· ὡς δ' ἤκουσαν Γύλιππον εἰς ῾Ιμέραν καταπεπλευκέναι καὶ στρατιώτας ἀθροίζειν, πάλιν ἐθάρρησαν.
[7] Ὁ
γὰρ Γύλιππος μετὰ τεττάρων τριήρων καταπλεύσας εἰς ῾Ιμέραν τὰς μὲν ναῦς ἐνεώλκησε, τοὺς δ' ῾Ιμεραίους πείσας συμμαχεῖν τοῖς Συρακοσίοις, παρά τε τούτων καὶ Γελῴων, ἔτι δὲ Σελινουντίων καὶ Σικανῶν ἤθροιζε στρατιώτας.
Συναγαγὼν δὲ τοὺς ἅπαντας τρισχιλίους μὲν πεζούς, διακοσίους δ' ἱππεῖς, διὰ τῆς μεσογείου παρῆγεν εἰς Συρακούσας.
8. Καὶ μετ' ὀλίγας ἡμέρας μετὰ τῶν Συρακοσίων ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς ᾿Αθηναίους. γενομένης δὲ μάχης ἰσχυρᾶς Λάμαχος ὁ τῶν ᾿Αθηναίων στρατηγὸς μαχόμενος ἐτελεύτησε· πολλῶν δὲ παρ' ἀμφοτέρων ἀναιρεθέντων ἐνίκησαν ᾿Αθηναῖοι.
[2] Μετὰ δὲ τὴν μάχην παραγενομένων τρισκαίδεκα τριήρων ἐκ Κορίνθου, τοὺς ἐκ τῶν πληρωμάτων ἀναλαβὼν ὁ Γύλιππος μετὰ τῶν Συρακοσίων προσέβαλε τῇ παρεμβολῇ τῶν πολεμίων, καὶ τὰς ᾿Επιπολὰς ἐπολιόρκει. ἐξελθόντων δὲ τῶν ᾿Αθηναίων συνῆψαν μάχην οἱ Συρακόσιοι, καὶ πολλοὺς τῶν ᾿Αθηναίων ἀποκτείναντες ἐνίκησαν, καὶ δι' ὅλης τῆς ᾿Επιπολῆς τὸ τεῖχος κατέσκαψαν· οἱ δ' ᾿Αθηναῖοι καταλιπόντες τὸν πρὸς ταῖς ᾿Επιπολαῖς τόπον πᾶσαν τὴν δύναμιν εἰς τὴν ἄλλην παρεμβολὴν μετήγαγον.
[3] Τούτων δὲ πραχθέντων οἱ Συρακόσιοι μὲν πρέσβεις ἀπέστειλαν εἰς Κόρινθον καὶ Λακεδαίμονα περὶ βοηθείας· οἷς ἀπέστειλαν Κορίνθιοι μετὰ Βοιωτῶν μὲν καὶ Σικυωνίων χιλίους, Σπαρτιᾶται δ' ἑξακοσίους·
[4] Γύλιππος δὲ περιπορευόμενος τὰς κατὰ Σικελίαν πόλεις πολλοὺς προετρέπετο συμμαχεῖν, καὶ λαβὼν στρατιώτας παρά τε τῶν ῾Ιμεραίων καὶ Σικανῶν τρισχιλίους ἦγε διὰ τῆς μεσογείου.
Πυθόμενοι δὲ οἱ ᾿Αθηναῖοι τὴν παρουσίαν αὐτῶν, ἐπιθέμενοι τοὺς ἡμίσεις ἀνεῖλον· οἱ δὲ περιλειφθέντες διεσώθησαν εἰς Συρακούσας.
[5]
Ἐλθόντων δὲ τῶν συμμάχων οἱ Συρακόσιοι βουλόμενοι καὶ τῶν κατὰ θάλατταν ἀγώνων ἀντιποιεῖσθαι, τάς τε προϋπαρχούσας ναῦς καθείλκυσαν καὶ ἄλλας προσκατασκευάσαντες.
Ἐν τῷ μικρῷ λιμένι τὰς ἀναπείρας ἐποιοῦντο.
[6] Νικίας δὲ ὁ τῶν ᾿Αθηναίων στρατηγὸς ἀπέστειλεν εἰς ᾿Αθήνας ἐπιστολάς, ἐν αἷς ἐδήλου ὅτι πολλοὶ πάρεισι σύμμαχοι τοῖς Συρακοσίοις, καὶ διότι ναῦς οὐκ ὀλίγας πληρώσαντες ναυμαχεῖν διέγνωσαν· κατὰ τάχος οὖν ἠξίου τριήρεις τε πέμπειν καὶ χρήματα καὶ στρατηγοὺς τοὺς συνδιοικήσοντας τὸν πόλεμον· ᾿Αλκιβιάδου μὲν γὰρ πεφευγότος, Λαμάχου δὲ τετελευτηκότος αὐτὸν μόνον ἀπολελεῖφθαι, καὶ ταῦτ' ἀσθενῶς διακείμενον.
[7] Οἱ δ' ᾿Αθηναῖοι μετ' Εὐρυμέδοντος μὲν τοῦ στρατηγοῦ δέκα ναῦς ἀπέστειλαν εἰς Σικελίαν καὶ ἀργυρίου τάλαντα ἑκατὸν τεσσαράκοντα περὶ τὰς χειμερινὰς τροπάς· περὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μέγαν στόλον ἀποστέλλειν.
Διόπερ στρατιώτας τε πανταχόθεν παρὰ τῶν συμμάχων κατέγραφον καὶ χρήματα συνήθροιζον.
[8] Κατὰ δὲ τὴν Πελοπόννησον οἱ Λακεδαιμόνιοι παροξυνθέντες ὑπὸ ᾿Αλκιβιάδου τὰς σπονδὰς ἔλυσαν τὰς πρὸς ᾿Αθηναίους, καὶ ὁ πόλεμος οὗτος διέμεινεν ἔτη δώδεκα.
9. Τοῦ δὲ ἔτους τούτου διελθόντος Κλεόκριτος μὲν ἄρχων ᾿Αθηναίων ἦν, ἐν ῾Ρώμῃ δ' ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες ὑπῆρχον, Αὖλος Σεμπρώνιος καὶ Μάρκος Παπίριος, Κόιντος Φάβιος, Σπόριος Ναύτιος.
[2]
Ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων ἐνέβαλον εἰς τὴν ᾿Αττικήν, ῎Αγιδός ἡγουμένου καὶ ᾿Αλκιβιάδου τοῦ ᾿Αθηναίου.
Καταλαβόμενοι δὲ χωρίον ὀχυρὸν Δεκέλειαν φρούριον ἐποίησαν κατὰ τῆς ᾿Αττικῆς· διὸ καὶ συνέβη τὸν πόλεμον τοῦτον Δεκελεικὸν προσαγορευθῆναι. ᾿Αθηναῖοι δὲ περὶ μὲν τὴν Λακωνικὴν τριάκοντα τριήρεις ἀπέστειλαν καὶ Χαρικλέα στρατηγόν, εἰς δὲ τὴν Σικελίαν ἐψηφίσαντο πέμπειν ὀγδοήκοντα μὲν τριήρεις, ὁπλίτας δὲ πεντακισχιλίους.
[3] Οἱ δὲ Συρακόσιοι κρίναντες ναυμαχεῖν, καὶ πληρώσαντες ὀγδοήκοντα τριήρεις, ἐπέπλεον τοῖς πολεμίοις.
Τῶν δὲ ᾿Αθηναίων ἑξήκοντα ναυσὶν ἀνταναχθέντων, καὶ τῆς ναυμαχίας ἐνεργοῦ γενομένης ἤδη, πάντες οἱ ἀπὸ τῶν φρουρίων ᾿Αθηναῖοι κατέβησαν ἐπὶ τὴν θάλατταν· οἱ μὲν γὰρ θεάσασθαι τὴν μάχην ἐπεθύμουν, οἱ δ', εἴ τι πταίσειαν ἐν τῇ ναυμαχίᾳ, βοηθήσειν τοῖς φεύγουσιν ἤλπιζον.
[4] Οἱ δὲ τῶν Συρακοσίων στρατηγοὶ προϊδόμενοι τὸ γινόμενον ἀπεστάλκεισαν τοὺς κατὰ τὴν πόλιν ἐπὶ τὰ τῶν ᾿Αθηναίων ὀχυρώματα, χρημάτων καὶ ναυτικῶν σκευῶν, ἔτι δὲ τῆς ἄλλης παρασκευῆς ὑπάρχοντα πλήρη· ἃ δὴ καταλαβόντες οἱ Συρακόσιοι παντελῶς ὑπ' ὀλίγων τηρούμενα... καὶ τῶν ἀπὸ τῆς θαλάττης προσβοηθούντων πολλοὺς ἀπέκτειναν.
[5] Κραυγῆς δὲ πολλῆς γενομένης περὶ τὰ φρούρια καὶ τὴν παρεμβολήν, οἱ ναυμαχοῦντες ᾿Αθηναῖοι καταπλαγέντες ἐτράπησαν καὶ πρὸς τὸ λειπόμενον τῶν φρουρίων ἔφυγον.
Τῶν δὲ Συρακοσίων ἀτάκτως διωκόντων οἱ ᾿Αθηναῖοι πρὸς τὴν γῆν καταφεύγειν οὐ δυνάμενοι διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν, ἠναγκάσθησαν ἐξ ὑποστροφῆς πάλιν ναυμαχῆσαι.
[6] Τῶν δὲ Συρακοσίων λελυκότων τὰς τάξεις καὶ κατὰ τὸν διωγμὸν διερριμμένων, ἀθρόαις ταῖς ναυσὶν ἐπιπλεύσαντες ἕνδεκα μὲν κατέδυσαν, τὰς δὲ λοιπὰς ἕως τῆς Νήσου κατεδίωξαν.
Διαλυθείσης δὲ τῆς μάχης ἑκάτεροι τρόπαιον ἔστησαν, οἱ μὲν ᾿Αθηναῖοι τῆς ναυμαχίας, οἱ δὲ Συρακόσιοι τῶν ἐπὶ τῆς γῆς κατωρθωμένων.
10. Τῆς δὲ ναυμαχίας τοιοῦτο τέλος λαβούσης, οἱ μὲν ᾿Αθηναῖοι πυνθανόμενοι τὸν μετὰ Δημοσθένους στόλον ἐν ὀλίγαις ἡμέραις ἥξειν, ἔκριναν μηκέτι διακινδυνεύειν, ἕως ἂν ἡ δύναμις ἐκείνη παραγένηται, οἱ δὲ Συρακόσιοι τοὐναντίον βουλόμενοι πρὶν ἐλθεῖν τὴν μετὰ Δημοσθένους στρατιὰν περὶ τῶν ὅλων διακριθῆναι, καθ' ἡμέραν ἐπιπλέοντες ταῖς τῶν ᾿Αθηναίων ναυσὶν ἐξήπτοντο τῆς μάχης.
[2]
Συμβουλεύσαντος δ' αὐτοῖς ᾿Αρίστωνος τοῦ Κορινθίου κυβερνήτου τὰς πρῴρας τῶν νεῶν ποιῆσαι βραχυτέρας καὶ ταπεινοτέρας, πεισθέντες οἱ Συρακόσιοι πολλὰ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς μετὰ ταῦτα κινδύνοις ἐπλεονέκτησαν.
[3] Αἱ μὲν γὰρ ᾿Αττικαὶ τριήρεις ἦσαν ἀσθενεστέρας ἔχουσαι τὰς πρῴρας καὶ μετεώρους· διὸ συνέβαινεν αὐτῶν τὰς ἐμβολὰς τιτρώσκειν τοὺς ὑπερέχοντας τῆς θαλάττης τόπους, ὥστε τοὺς πολεμίους μὴ μεγάλοις ἐλαττώμασι περιπίπτειν· αἱ δὲ τῶν Συρακοσίων τὸν περὶ τὴν πρῴραν τόπον ἰσχυρὸν ἔχουσαι καὶ ταπεινόν, κατὰ τὰς τῶν ἐμβολῶν δόσεις μιᾷ πολλάκις πληγῇ κατέδυον τὰς τῶν ᾿Αθηναίων τριήρεις.
[4]
Ἐπὶ μὲν οὖν συχνὰς ἡμέρας οἱ Συρακόσιοι τῇ παρεμβολῇ τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προσβάλλοντες οὐδὲν ἤνυον, τῶν ᾿Αθηναίων ἀγόντων ἡσυχίαν· ἐπειδὴ δέ τινες τῶν τριηράρχων οὐκέτι δυνάμενοι καρτερεῖν τὴν τῶν Συρακοσίων καταφρόνησιν ἀντανήχθησαν τοῖς πολεμίοις ἐν τῷ μεγάλῳ λιμένι,
[καὶ] συνέστη πασῶν τῶν τριήρων ναυμαχία.
[5] Οἱ μὲν οὖν ᾿Αθηναῖοι ταχυναυτούσας ἔχοντες τριήρεις, καὶ ταῖς κατὰ θάλατταν ἐμπειρίαις, ἔτι δὲ ταῖς τῶν κυβερνητῶν τέχναις προτεροῦντες, ἄπρακτον εἶχον τὴν ἐν τούτοις ὑπεροχήν, τῆς ναυμαχίας ἐν στενῷ τόπῳ γινομένης· οἱ δὲ Συρακόσιοι συμπλεκόμενοι καὶ τοῖς πολεμίοις οὐδεμίαν διδόντες ἀναστροφήν, τούς τε ἐπὶ τῶν καταστρωμάτων ἠκόντιζον καὶ λιθοβολοῦντες λιπεῖν ἠνάγκαζον τὰς πρῴρας, ἁπλῶς δὲ πολλαῖς τῶν ἐμπιπτουσῶν νεῶν ἐμβολὰς διδόντες καὶ εἰς τὰς τῶν ἐναντίων ναῦς εἰσαλλόμενοι πεζομαχίαν ἐν ταῖς ναυσὶ συνίσταντο.
[6]
Θλιβόμενοι δὲ πανταχόθεν οἱ ᾿Αθηναῖοι πρὸς φυγὴν ὥρμησαν· οἱ δὲ Συρακόσιοι διώξαντες ἑπτὰ μὲν τριήρεις κατέδυσαν, πολλὰς δὲ ἀχρήστους ἐποίησαν.
11. Τῶν δὲ Συρακοσίων ἐπηρμένων ταῖς ἐλπίσι διὰ τὸ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν τοὺς πολεμίους νενικηκέναι, παρῆν Εὐρυμέδων καὶ Δημοσθένης, καταπεπλευκότες μὲν ἐξ ᾿Αθηνῶν μετὰ δυνάμεως πολλῆς, ἐν δὲ τῷ παράπλῳ παρὰ Θουρίων καὶ Μεσσαπίων προσειληφότες συμμαχίαν.
[2]
Ἦγον δὲ τριήρεις πλείους τῶν ὀγδοήκοντα, στρατιωτῶν δὲ χωρὶς τῶν ἐν τοῖς πληρώμασι πεντακισχιλίους· ὅπλα δὲ καὶ χρήματα, πρὸς δὲ τούτοις τὰ πρὸς πολιορκίαν ὄργανα καὶ τὴν ἄλλην παρασκευὴν ἐν στρογγύλοις πλοίοις ἐκόμιζον.
Δι' ἣν αἰτίαν οἱ Συρακόσιοι πάλιν ἐταπεινοῦντο ταῖς ἐλπίσι, νομίζοντες μηκέτι ῥᾳδίως ἐξισωθῆναι τοῖς πολεμίοις δυνήσεσθαι.
[3] Δημοσθένης δὲ πείσας τοὺς συνάρχοντας ἐπιθέσθαι ταῖς ᾿Επιπολαῖς
-- ἄλλως γὰρ οὐ δυνατὸν ἦν ἀποτειχίσαι τὴν πόλιν
--, ἀναλαβὼν μυρίους μὲν ὁπλίτας, ἄλλους δὲ τοσούτους ψιλούς, νυκτὸς ἐπέθετο τοῖς Συρακοσίοις.
Ἀπροσδοκήτου δὲ γενομένης τῆς ἐφόδου φρουρίων τέ τινων ἐκράτησαν καὶ παρεισπεσόντες ἐντὸς τοῦ τειχίσματος τῆς ᾿Επιπολῆς μέρος τι τοῦ τείχους κατέβαλον.
[4] Τῶν δὲ Συρακοσίων πανταχόθεν συνδραμόντων ἐπὶ τὸν τόπον, ἔτι δὲ ῾Ερμοκράτους μετὰ τῶν ἐπιλέκτων ἐπιβοηθήσαντος, ἐξεώσθησαν οἱ ᾿Αθηναῖοι καὶ νυκτὸς οὔσης διὰ τὴν ἀπειρίαν τῶν τόπων ἄλλοι κατ' ἄλλους τόπους ἐσκεδάσθησαν.
[5] Οἱ δὲ Συρακόσιοι μετὰ τῶν συμμάχων καταδιώξαντες, δισχιλίους μὲν καὶ πεντακοσίους τῶν πολεμίων ἀποκτείναντες, οὐκ ὀλίγους δὲ τραυματίας ποιήσαντες, πολλῶν ὅπλων ἐκυρίευσαν.
[6] Μετὰ δὲ τὴν μάχην Συρακόσιοι μὲν Σικανὸν ἕνα τῶν στρατηγῶν μετὰ δώδεκα τριήρων ἀπέστειλαν εἰς τὰς ἄλλας πόλεις, τήν τε νίκην ἀπαγγελοῦντα τοῖς συμμάχοις καὶ βοηθεῖν ἀξιοῦντα.
12. ᾿Αθηναῖοι δέ, τῶν πραγμάτων αὐτοῖς ἐπὶ τὸ χεῖρον ἐκβάντων καὶ διὰ τὸ τὸν περικείμενον τόπον ὑπάρχειν ἑλώδη λοιμικῆς καταστάσεως εἰς τὸ στρατόπεδον ἐμπεσούσης, ἐβουλεύοντο, πῶς δεῖ χρῆσθαι τοῖς πράγμασιν.
[2] Δημοσθένης μὲν οὖν ᾤετο δεῖν ἀποπλεῖν τὴν ταχίστην εἰς ᾿Αθήνας φάσκων αἱρετώτερον εἶναι πρὸς Λακεδαιμονίους ὑπὲρ τῆς πατρίδος κινδυνεύειν ἢ καθημένους εἰς Σικελίαν μηδὲν τῶν χρησίμων ἐπιτελεῖν· ὁ δὲ Νικίας οὐκ ἔφη δεῖν αἰσχρῶς οὕτως ἐγκαταλιπεῖν τὴν πολιορκίαν, καὶ τριήρων καὶ στρατιωτῶν, ἔτι δὲ χρημάτων εὐποροῦντας· πρὸς δὲ τούτοις, ἐὰν ἄνευ τῆς τοῦ δήμου γνώμης εἰρήνην ποιησάμενοι πρὸς τοὺς Συρακοσίους ἀποπλεύσωσιν εἰς τὴν πατρίδα, κίνδυνον αὐτοῖς ἐπακολουθήσειν ἀπὸ τῶν εἰωθότων τοὺς στρατηγοὺς συκοφαντεῖν.
[3] Τῶν δὲ εἰς τὸ συμβούλιον παρειλημμένων οἱ μὲν τῷ Δημοσθένει συγκατέθεντο περὶ τῆς ἀναγωγῆς, οἱ δὲ τῷ Νικίᾳ τὴν αὐτὴν γνώμην ἀπεφαίνοντο· διόπερ οὐδὲν σαφὲς ἐπικρίναντες ἐφ' ἡσυχίας ἔμενον.
[4] Τοῖς δὲ Συρακοσίοις παραγενομένης συμμαχίας παρά τε Σικελῶν καὶ Σελινουντίων, ἔτι δὲ Γελῴων, πρὸς δὲ τούτοις ῾Ιμεραίων καὶ Καμαριναίων, οἱ μὲν Συρακόσιοι μᾶλλον ἐθάρρουν, οἱ δ' ᾿Αθηναῖοι περιδεεῖς ἐγίνοντο. τῆς δὲ νόσου μεγάλην ἐπίτασιν λαμβανούσης πολλοὶ τῶν στρατιωτῶν ἀπέθνησκον, καὶ πάντες μετεμέλοντο διὰ τὸ μὴ πάλαι τὸν ἀπόπλουν πεποιῆσθαι.
[5]
Διὸ καὶ τοῦ πλήθους θορυβοῦντος, καὶ τῶν ἄλλων πάντων ἐπὶ τὰς ναῦς ὁρμώντων, ὁ Νικίας ἠναγκάσθη συγχωρῆσαι περὶ τῆς εἰς οἶκον ἀναγωγῆς.
Ὁμογνωμόνων δὲ ὄντων τῶν στρατηγῶν, οἱ στρατιῶται τὰ σκεύη ἐνετίθεντο καὶ τὰς τριήρεις πληρώσαντες ᾖρον τὰς κεραίας· καὶ παρήγγειλαν οἱ στρατηγοὶ τοῖς πλήθεσιν, ὅταν σημήνῃ, μηδένα τῶν κατὰ τὸ στρατόπεδον ὑστερεῖν, ὡς ἀπολειφθησόμενον τὸν βραδύνοντα.
[6] Μελλόντων δ' αὐτῶν τῇ ὑστεραίᾳ πλεῖν, ἐξέλιπεν ἡ σελήνη τῆς ἐπιούσης νυκτός.
|