|
|
|
|
|
ANTIQUITES JUDAÏQUES
Flavius Josèphe
texte numérisé et mis en page par François-Dominique FOURNIER
le texte grec a été vérifié et remis en UNICODE (F.-D. F)
Traduction de Julien Weill
Sous la direction de
Théodore
Reinach Membre de l’Institut
1900 Ernest Leroux, éditeur - Paris
si vous voulez la traduction française d'un chapitre, cliquer sur le numéro
Liber XIΤάδε ἔνεστιν ἐν τῇ ἑνδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίαςα. Ὡς Κῦρος ὁ Περσῶν βασιλεὺς τοὺς Ἰουδαίους ἀπολύσας ἐκ Βαβυλῶνος εἰς τὴν οἰκείαν ἐπέτρεψεν αὐτοῖς οἰκοδομῆσαι τὸν ναὸν δοὺς αὐτοῖς χρήματα. β. ὅτι διεκώλυσαν αὐτοὺς οἱ τοῦ βασιλέως ἡγεμόνες κατασκευάσαι τὸ ἱερὸν ἐμποδὼν γενόμενοι τοῖς ἔργοις. γ. Ὡς Κύρου τελευτήσαντος Καμβύσης ὁ παῖς αὐτοῦ παραλαβὼν τὴν ἡγεμονίαν ἐκ παντὸς ἀπηγόρευσε τοῖς Ἰουδαίοις οἰκοδομῆσαι τὸν ναόν. δ. ὅτι Δαρεῖος ὁ Ὑστάσπεω βασιλεύσας Περσῶν ἐτίμησεν τὸ τῶν Ἰουδαίων ἔθνος καὶ τὸν ναὸν αὐτῶν ἀνῳκοδόμησεν. ε. Ὡς μετ' αὐτὸν καὶ ὁ παῖς αὐτοῦ Ξέρξης οἰκείως πρὸς τοὺς Ἰουδαίους διετέθη. ς. ὅτι βασιλεύοντος Ἀρταξέρξου Ἰουδαίων πᾶν τὸ ἔθνος ἐκινδύνευσεν. ζ. Ὡς Βαγώας ὁ Ἀρταξέρξου τοῦ νεωτέρου στρατηγὸς πολλὰ εἰς τοὺς Ἰουδαίους ἐξύβρισεν. η. Ὡς ὁ Μακεδόνων βασιλεὺς Ἀλέξανδρος εὐεργέτησεν αὐτοὺς κρατήσας τῆς Ἰουδαίας. περιέχει ἡ βίβλος χρόνον ἐτῶν σμγ μηνῶν ε.
I(1)[1] Τῷ δὲ πρώτῳ τῆς Κύρου βασιλείας ἔτει, τοῦτο δ' ἦν ἑβδομηκοστὸν ἀφ' ἧς ἡμέρας μεταναστῆναι τὸν λαὸν ἡμῶν ἐκ τῆς οἰκείας εἰς Βαβυλῶνα συνέπεσεν, ἠλέησεν ὁ θεὸς τὴν αἰχμαλωσίαν καὶ τὴν συμφορὰν ἐκείνων τῶν ταλαιπώρων, καὶ καθὼς προεῖπεν αὐτοῖς διὰ Ἱερεμίου τοῦ προφήτου πρὶν ἢ κατασκαφῆναι τὴν πόλιν, [2] ὡς μετὰ τὸ δουλεῦσαι Ναβουχοδονοσόρῳ καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ ταύτην ὑπομεῖναι τὴν δουλείαν ἐπὶ ἔτη ἑβδομήκοντα πάλιν αὐτοὺς εἰς τὴν πάτριον ἀποκαταστήσει γῆν καὶ τὸν ναὸν οἰκοδομήσουσι καὶ τῆς ἀρχαίας ἀπολαύσουσιν εὐδαιμονίας, ταῦτ' αὐτοῖς παρέσχεν. [3] Παρορμήσας γὰρ τὴν Κύρου ψυχὴν ἐποίησεν αὐτὸν γράψαι κατὰ πᾶσαν τὴν Ἀσίαν, ὅτι Κῦρος ὁ βασιλεὺς λέγει· “ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι, ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. [4] Καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν αὐτοῦ οἰκοδομήσω ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ.” (2)[5] Ταῦτα δ' ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἡσαίας κατέλιπεν πρὸ ἐτῶν διακοσίων καὶ δέκα· οὗτος γὰρ ἐν ἀπορρήτῳ εἶπε ταῦτα λέγειν τὸν θεόν, ὅτι βούλομαι Κῦρον ἐγὼ πολλῶν ἐθνῶν καὶ μεγάλων ἀποδείξας βασιλέα πέμψαι μου τὸν λαὸν εἰς τὴν ἰδίαν γῆν καὶ οἰκοδομῆσαί μου τὸν ναόν. [6] Ταῦτα Ἡσαίας προεφήτευσεν ἔμπροσθεν ἢ κατασκαφῆναι τὸν ναὸν ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα. Ταῦτ' οὖν ἀναγνόντα τὸν Κῦρον καὶ θαυμάσαντα τὸ θεῖον ὁρμή τις ἔλαβεν καὶ φιλοτιμία ποιῆσαι τὰ γεγραμμένα, καὶ καλέσας τοὺς ἐπιφανεστάτους τῶν ἐν Βαβυλῶνι Ἰουδαίων συγχωρεῖν αὐτοῖς ἔφη βαδίζειν εἰς τὴν αὐτῶν πατρίδα καὶ ἀναστῆσαί τε τὴν πόλιν Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ ναόν· [7] ἔσεσθαι γὰρ αὐτοῖς καὶ τοῦτον σύμμαχον αὐτόν τε γράψειν τοῖς γειτονεύουσιν ἐκείνῃ τῇ χώρᾳ τῶν ἰδίων ἡγεμόνων καὶ σατραπῶν, ἵνα συμβάλωνται χρυσὸν αὐτοῖς καὶ ἄργυρον εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ πρὸς τούτοις θρέμματα πρὸς τὰς θυσίας. (3)[8] Ταῦτα Κύρου καταγγείλαντος τοῖς Ἰσραηλίταις ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς Ἰούδα καὶ Βενιαμίτιδος οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς εἰς τὰ Ἱεροσόλυμα. Πολλοὶ γὰρ κατέμειναν ἐν τῇ Βαβυλῶνι τὰ κτήματα καταλιπεῖν οὐ θέλοντες. [9] Καὶ παραγενομένοις αὐτοῖς οἱ τοῦ βασιλέως φίλοι πάντες ἐβοήθουν καὶ συνεισέφερον εἰς τὴν τοῦ ναοῦ κατασκευὴν οἱ μὲν χρυσὸν οἱ δ' ἄργυρον οἱ δὲ βοσκημάτων πλῆθος σὺν ἵπποις. Καὶ τάς τε εὐχὰς ἀπεδίδοσαν τῷ θεῷ καὶ τὰς νομιζομένας κατὰ τὸ παλαιὸν θυσίας ἐπετέλουν, ὥσπερ ἀνακτιζομένης αὐτοῖς τῆς πόλεως καὶ ἀναβιούσης τῆς ἀρχαίας περὶ τὴν θρησκείαν συνηθείας. [10] Ἀπέπεμψε δ' αὐτοῖς Κῦρος καὶ τὰ σκεύη τοῦ θεοῦ, ἃ συλήσας τὸν ναὸν ὁ βασιλεὺς Ναβουχοδονόσορος εἰς τὴν Βαβυλῶνα ἐκόμισεν. [11] Παρέδωκεν δὲ ταῦτα φέρειν Μιθριδάτῃ τῷ γαζοφύλακι αὐτοῦ προστάξας δοῦναι αὐτὰ Ἀβεσσάρῳ, ὅπως φυλάττῃ μέχρι τῆς οἰκοδομίας τοῦ ναοῦ, τελεσθέντος δὲ αὐτοῦ παραδῷ τοῖς ἱερεῦσιν καὶ ἄρχουσιν τοῦ πλήθους εἰς τὸν ναὸν ἀποθησομένοις. [12] Πέμπει δὲ καὶ ἐπιστολὴν πρὸς τοὺς ἐν Συρίᾳ σατράπας Κῦρος τάδε λέγουσαν· “βασιλεὺς Κῦρος Σισίνῃ καὶ Σαραβασάνῃ χαίρειν. Ἰουδαίων τῶν ἐν τῇ ἐμῇ χώρᾳ κατοικούντων ἐπέτρεψα τοῖς βουλομένοις εἰς τὴν ἰδίαν ἀπελθοῦσι πατρίδα τήν τε πόλιν ἀνακτίζειν καὶ τὸν ναὸν οἰκοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ ἐπὶ τοῦ αὐτοῦ τόπου, ἐφ' οὗ καὶ πρότερον. [13] Κατέπεμψα δέ μου καὶ τὸν γαζοφύλακα Μιθριδάτην καὶ Ζοροβάβηλον τὸν ἄρχοντα τῶν Ἰουδαίων, ἵνα θεμελίους βάλωνται τοῦ ναοῦ καὶ οἰκοδομήσωσιν αὐτὸν ὕψος μὲν ἑξήκοντα πηχῶν τῶν δ' αὐτῶν καὶ τὸ εὖρος, λίθου μὲν ξεστοῦ τρεῖς ποιησάμενοι δόμους καὶ ἕνα ξύλινον ἐγχώριον, ὁμοίως δὲ καὶ θυσιαστήριον, ἐφ' οὗ θύσουσιν τῷ θεῷ. [14] Τὴν δὲ εἰς ταῦτα δαπάνην ἐκ τῶν ἐμαυτοῦ γενέσθαι βούλομαι. Καὶ τὰ σκεύη δέ, ἃ ἐσύλησεν ἐκ τοῦ ναοῦ Ναβουχοδονόσορος ὁ βασιλεύς, ἔπεμψα παραδοὺς Μιθριδάτῃ τῷ γαζοφύλακι καὶ Ζοροβαβήλῳ τῷ ἄρχοντι τῶν Ἰουδαίων, ἵνα διακομίσωσιν εἰς Ἱεροσόλυμα καὶ ἀποκαταστήσωσιν εἰς τὸν ναὸν τοῦ θεοῦ. [15] Ὁ δ' ἀριθμὸς αὐτῶν ἐστιν τοσοῦτος· ψυκτῆρες χρύσεοι πεντήκοντα, ἀργύρεοι τετρακόσιοι, θηρίκλεια χρύσεα πεντήκοντα, ἀργύρεα τετρακόσια, κάδοι χρύσεοι πεντήκοντα, ἀργύρεοι πεντακόσιοι, σπονδεῖα χρύσεα τεσσαράκοντα, ἀργύρεα τριακόσια, φιάλαι χρυσαῖ τριάκοντα, ἀργύρεαι δισχίλιαι τετρακόσιαι, σκεύη τε ἄλλα μεγάλα χίλια. [16] Συγχωρῶ δὲ αὐτοῖς καὶ τὴν ἐκ προγόνων εἰθισμένην τιμὴν κτηνῶν καὶ οἴνου καὶ ἐλαίου δραχμὰς εἴκοσιν μυριάδας καὶ πεντακισχιλίας πεντακοσίας καὶ εἰς σεμίδαλιν πυρῶν ἀρτάβας δισμυρίας πεντακοσίας. Κελεύω δὲ τὴν τούτων χορηγίαν ἐκ τῶν Σαμαρείας γίνεσθαι φόρων. [17] Ἐποίσουσι δὲ τὰ ἱερὰ ταῦτα κατὰ τοὺς Μωυσέως νόμους οἱ ἱερεῖς ἐν Ἱεροσολύμοις καὶ προσφέροντες εὔξονται τῷ θεῷ περὶ σωτηρίας τε τοῦ βασιλέως καὶ τοῦ γένους αὐτοῦ, ὅπως ἡ Περσῶν βασιλεία διαμείνῃ. Τοὺς δὲ παρακούσαντας τούτων καὶ ἀκυρώσαντας ἀνασταυρωθῆναι [18] βούλομαι καὶ τὰς οὐσίας αὐτῶν εἶναι βασιλικάς.” καὶ ἡ μὲν ἐπιστολὴ ταῦτα ἐδήλου· τῶν δ' ἐκ τῆς αἰχμαλωσίας συνελθόντων εἰς Ἱεροσόλυμα μυριάδες ἦσαν τέσσαρες καὶ δισχίλιοι τετρακόσιοι ἑξήκοντα δύο.
II(1)[19] Βαλλομένων δὲ τοὺς θεμελίους τοῦ ναοῦ καὶ περὶ τὴν οἰκοδομίαν αὐτοῦ λίαν ἐσπουδακότων, τὰ πέριξ ἔθνη καὶ μάλιστα τὸ Χουθαίων, οὓς ἐκ τῆς Περσίδος καὶ Μηδικῆς ἀγαγὼν Σαλμανασσάρης ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατῴκισεν ἐν Σαμαρείᾳ, ὅτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀνάστατον ἐποίησεν, παρεκάλουν τοὺς σατράπας καὶ τοὺς ἐπιμελουμένους ἐμποδίζειν τοὺς Ἰουδαίους πρός τε τὴν τῆς πόλεως ἀνάστασιν καὶ τὴν τοῦ ναοῦ κατασκευήν. [20] Οἱ δὲ καὶ χρήμασιν διαφθαρέντες ὑπ' αὐτῶν ἀπημπόλησαν τοῖς Χουθαίοις τὸ περὶ τοὺς Ἰουδαίους ἀμελὲς καὶ ῥᾴθυμον τῆς οἰκοδομῆς· Κύρῳ γὰρ περί τε ἄλλους ἀσχοληθέντι πολέμους ἄγνοια τούτων ἦν καὶ στρατευσαμένῳ γε ἐπὶ Μασσαγέτας εὐθὺς συνέβη τελευτῆσαι τὸν βίον. [21] Καμβύσου δὲ τοῦ Κύρου παιδὸς τὴν βασιλείαν παραλαβόντος οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ καὶ Ἀμμανίτιδι καὶ Μωαβίτιδι καὶ Σαμαρείᾳ γράφουσιν ἐπιστολὴν Καμβύσῃ δηλοῦσαν τάδε· [22] “δέσποτα, οἱ παῖδές σου Ῥάθυμος ὁ πάντα τὰ πραττόμενα γράφων καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τῆς βουλῆς τῆς ἐν Συρίᾳ καὶ Φοινίκῃ κριταί. Γινώσκειν σε δεῖ, βασιλεῦ, ὅτι Ἰουδαῖοι οἱ εἰς Βαβυλῶνα ἀναχθέντες ἐληλύθασιν εἰς τὴν ἡμετέραν καὶ τήν τε πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰς ἀγορὰς αὐτῆς καὶ ἐπισκευάζουσιν τὰ τείχη καὶ ναὸν ἀνεγείρουσιν. [23] ἴσθι μέντοι γε τούτων γενομένων οὔτε φόρους αὐτοὺς τελεῖν ὑπομενοῦντας οὔτε δὲ ὑπακούειν ἐθελήσοντας, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται καὶ ἄρχειν μᾶλλον ἢ ὑπακούειν ἐθελήσουσιν. [24] Ἐνεργουμένων οὖν τῶν περὶ τὸν ναὸν καὶ σπουδαζομένων καλῶς ἔχειν ἔδοξεν ἡμῖν γράψαι σοι, βασιλεῦ, καὶ μὴ περιιδεῖν, ὅπως ἐπισκέψῃ τὰ τῶν πατέρων σου βιβλία· εὑρήσεις γὰρ ἐν αὐτοῖς ἀποστάτας καὶ τῶν βασιλέων ἐχθροὺς Ἰουδαίους καὶ τὴν πόλιν αὐτῶν, ἣ διὰ τοῦτο καὶ νῦν ἠρημώθη. [25] Ἔδοξε δ' ἡμῖν καὶ τοῦτό σοι δηλῶσαι ἀγνοούμενον ἴσως, ὅτι τῆς πόλεως οὕτως συνοικισθείσης καὶ τὸν κύκλον τῶν τειχῶν ἀπολαβούσης ἀποκλείεταί σοι ἡ ὁδὸς ἡ ἐπὶ κοίλην Συρίαν καὶ Φοινίκην.” (2)[26] Ἀναγνοὺς δὲ ὁ Καμβύσης τὴν ἐπιστολὴν καὶ φύσει πονηρὸς ὢν κινεῖται πρὸς τὰ δεδηλωμένα καὶ γράφει τάδε λέγων· “βασιλεὺς Καμβύσης Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελζέμῳ καὶ Σεμελίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Φοινίκῃ τάδε λέγει. [27] Ἀναγνοὺς τὰ πεμφθέντα παρ' ὑμῶν γράμματα ἐκέλευσα ἐπισκέψασθαι τὰ τῶν προγόνων μου βιβλία, καὶ εὑρέθη ἡ πόλις ἐχθρὰ βασιλεῦσιν ἀεὶ γεγενημένη, καὶ στάσεις καὶ πολέμους οἱ ἐνοικοῦντες πραγματευσάμενοι, καὶ βασιλεῖς αὐτῶν ἔγνωμεν δυνατοὺς καὶ βιαίους φορολογήσαντας κοίλην Συρίαν καὶ Φοινίκην. [28] Ἐγὼ τοίνυν προσέταξα μὴ συγχωρεῖν τοῖς Ἰουδαίοις οἰκοδομεῖν τὴν πόλιν, μὴ ἐπὶ πλέον αὐξηθῇ τὰ τῆς κακίας αὐτῶν, ᾗ χρώμενοι πρὸς τοὺς βασιλεῖς διατετελέ [29] κασιν.” τούτων ἀναγνωσθέντων τῶν γραμμάτων ὁ Ῥάθυμος καὶ Σεμέλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντεταγμένοι παραχρῆμα ἐπιπηδήσαντες ἵπποις ἔσπευσαν εἰς Ἱεροσόλυμα πλῆθος ἐπαγόμενοι πολύ, καὶ διεκώλυσαν οἰκοδομεῖν τοὺς Ἰουδαίους τὴν πόλιν καὶ τὸν ναόν. [30] Καὶ ταῦτα μὲν ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς Δαρείου βασιλείας τοῦ Περσῶν ἐπ' ἄλλα ἔτη ἐννέα· Καμβύσης γὰρ ἓξ ἔτη βασιλεύσας, καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον ὑποστρέψας ἐτελεύτησεν ἐν Δαμασκῷ.
III(1)[31] Μετὰ δὲ τὴν τῶν μάγων ἀναίρεσιν, οἳ μετὰ τὸν Καμβύσου θάνατον τὴν Περσῶν ἀρχὴν ἐνιαυτῷ κατέσχον οἱ λεγόμενοι ἑπτὰ οἶκοι τῶν Περσῶν τὸν Ὑστάσπου παῖδα Δαρεῖον ἀπέδειξαν βασιλέα. Οὗτος ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ, ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι, πέμψειν εἰς τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις. [32] Ἔτυχεν δὲ κατ' ἐκεῖνον τὸν καιρὸν ἀφικόμενος πρὸς Δαρεῖον ἐξ Ἱεροσολύμων Ζοροβάβηλος, ὃς τῶν αἰχμαλώτων Ἰουδαίων ἡγεμὼν ἀπεδέδεικτο· πάλαι γὰρ ἦν αὐτῷ φιλία πρὸς τὸν βασιλέα, δι' ἣν καὶ σωματοφυλακεῖν αὐτὸν μετ' ἄλλων δύο κριθεὶς ἄξιος ἀπέλαυεν ἧς ἤλπισεν τιμῆς. (2)[33] Τῷ δὲ πρώτῳ τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμπρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούς τε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν. [34] Ἐπεὶ δὲ κατευωχηθέντες ἄχρι κόρου καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρ' αὐτοὺς ἕκαστοι, Δαρεῖος ὁ βασιλεὺς ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ μηκέτι κατακοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωματοφυλάκων, [35] καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, καὶ μετ' αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου, [36] ἔφη, κληθήσεται.” ταύτας ἐπαγγειλάμενος αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ ὁ οἶνος ὑπερισχύει, τὸν δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες ἢ τούτων μᾶλλον ἡ ἀλήθεια. Ταῦτα προθεὶς αὐτοῖς ζητεῖν ἡσύχασεν. [37] ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγιστᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν ᾧ χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων. (3)[38] Καὶ ὁ πρῶτος ἤρξατο λέγειν τὴν τοῦ οἴνου δύναμιν οὕτως αὐτὴν ἐμφανίζων· “ἄνδρες γὰρ εἶπεν, ἐγὼ τὴν ἰσχὺν τοῦ οἴνου τεκμαιρόμενος πάντα ὑπερβάλλουσαν εὑρίσκω τούτῳ τῷ τρόπῳ· [39] σφάλλει γὰρ τῶν πινόντων αὐτὸν καὶ ἀπατᾷ τὴν διάνοιαν καὶ τὴν τοῦ βασιλέως τῇ τοῦ ὀρφανοῦ καὶ δεομένου κηδεμόνος ὁμοίαν τίθησιν, καὶ τὴν τοῦ δούλου διεγείρει πρὸς παρρησίαν τοῦ ἐλευθέρου, ἥ τε τοῦ πένητος ὁμοία γίνεται τῇ τοῦ πλουσίου· [40] μεταποιεῖ γὰρ καὶ μεταγεννᾷ τὰς ψυχὰς ἐν αὐταῖς ἐγγενόμενος, καὶ τῶν μὲν ἐν συμφορᾷ καθεστηκότων σβέννυσι τὸ λυποῦν, τοὺς δὲ ἀλλότρια χρέα λαβόντας εἰς λήθην ἄγει καὶ ποιεῖ δοκεῖν αὐτοὺς ἁπάντων πλουσιωτάτους, ὡς μηδὲν μικρὸν φθέγγεσθαι, ταλάντων δὲ μεμνῆσθαι καὶ τῶν τοῖς εὐδαίμοσι προσηκόντων ὀνομάτων. [41] Ἔτι γε μὴν στρατηγῶν καὶ βασιλέων ἀναισθήτους ἀπεργάζεται καὶ φίλων καὶ συνήθων ἐξαιρεῖ μνήμην· ὁπλίζει γὰρ τοὺς ἀνθρώπους καὶ κατὰ τῶν φιλτάτων καὶ δοκεῖν ποιεῖ πάντων ἀλλοτριωτάτους. [42] Καὶ ὅταν νήψαντες τύχωσιν καὶ καταλίπῃ διὰ τῆς νυκτὸς αὐτοὺς ὁ οἶνος κοιμωμένους, ἀνίστανται μηθὲν ὧν ἔπραξαν παρὰ τὴν μέθην εἰδότες. Τούτοις ἐγὼ τεκμαιρόμενος εὑρίσκω τὸν οἶνον ὑπερκρατοῦντα πάντων καὶ βιαιότατον.” (4)[43] Ὡς δὲ ὁ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, ὁ μετ' αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν ἢ σύνεσιν δοκεῖ. Τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν· [44] πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς ἃ θέλουσιν, τούτων δ' ἄρχουσιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν· οἱ δὲ τοῦ κρατίστου καὶ ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ τὴν ἰσχὺν εἰκότως ἂν εἶεν. [45] Ἀμέλει πολέμους ἐπιτάττοντες καὶ κινδύνους τοῖς ἀρχομένοις ἀκούονται, καὶ πέμποντες αὐτοὺς ἐπ' ἐχθροὺς καταπειθεῖς διὰ τὴν ἰσχὺν τὴν αὐτῶν ἔχουσιν, καὶ ὄρη μὲν κατεργάζεσθαι καὶ τείχη κατασπᾶν καὶ πύργους κελεύουσιν, καὶ κτείνεσθαι δ' οἱ κελευσθέντες καὶ κτείνειν ὑπομένουσιν, ἵνα μὴ τὰ τοῦ βασιλέως δόξωσι παραβαίνειν προστάγματα, νικήσαντες δὲ τὴν ὠφέλειαν τὴν ἐκ τοῦ πολέμου τῷ βασιλεῖ κομίζουσιν. [46] Καὶ οἱ μὴ στρατευόμενοι [δὲ ἀλλὰ] γῆν ἐργαζόμενοι καὶ ἀροῦντες ὅταν πονήσαντες καὶ ἅπασαν τὴν τῶν ἔργων ταλαιπωρίαν ὑπομείναντες θερίσωσιν καὶ τοὺς καρποὺς συνέλωσιν, τοὺς φόρους τῷ βασιλεῖ κομίζουσιν. [47] Ὃ δ' ἂν οὗτος εἴπῃ καὶ κελεύσῃ τοῦτο ἐξ ἀνάγκης οὐδὲν ὑπερβαλομένων γίνεται. Ἔτι ὁ μὲν τρυφῆς ἁπάσης καὶ ἡδονῆς ἀναπιμπλάμενος καθεύδει, φυλάσσεται δὲ ὑπὸ γρηγορούντων καὶ ὡσανεὶ δεδεμένων ὑπὸ φόβου· [48] καταλιπεῖν γὰρ οὐδὲ εἷς τολμᾷ κοιμώμενον οὐδὲ τῶν ἰδίων ἀναχωρήσας ποιεῖσθαι πρόνοιαν, ἀλλ' ἓν ἔργον ἡγούμενος τῶν ἀναγκαίων τὸ φυλάττειν τὸν βασιλέα τούτῳ προσμένει. Πῶς οὖν οὐκ ἂν ὁ βασιλεὺς δόξειεν τὴν πάντων ἰσχὺν ὑπερβάλλειν, ᾧ τοσοῦτο πλῆθος πείθεται κελεύοντι;” (5)[49] Σιωπήσαντος δὲ καὶ τούτου περὶ τῆς τῶν γυναικῶν καὶ τῆς ἀληθείας ὁ τρίτος Ζοροβάβηλος διδάσκειν αὐτοὺς ἤρξατο λέγων οὕτως· “ἰσχυρὸς μὲν καὶ ὁ οἶνος καὶ ὁ βασιλεύς, ᾧ πάντες ὑπακούουσιν, ἀλλὰ κρείττους τὴν δύναμιν τούτων αἱ γυναῖκες· [50] τόν τε γὰρ βασιλέα γυνὴ παρήγαγεν εἰς τὸ φῶς καὶ τοὺς φυτεύσαντας ἀμπέλους, αἳ ποιοῦσιν τὸν οἶνον, γυναῖκές εἰσιν αἱ τίκτουσαί τε καὶ τρέφουσαι, καθόλου δ' οὐδέν ἐστιν, ὃ μὴ παρ' αὐτῶν ἔχομεν· καὶ γὰρ τὰς ἐσθῆτας αὗται ὑφαίνουσιν ἡμῖν καὶ τὰ κατ' οἶκον διὰ ταύτας ἐπιμελείας καὶ φυλακῆς ἀξιοῦται. [51] Καὶ οὐκ ἔστιν ἡμῖν ἀποζευχθῆναι γυναικῶν, ἀλλὰ χρυσὸν πολὺν κτησάμενοι καὶ ἄργυρον καὶ ἄλλο τι τῶν πολυτελῶν καὶ σπουδῆς ἀξίων, ὅταν ἴδωμεν εὔμορφον γυναῖκα, πάντα ἐκεῖνα ἀφέντες τῷ εἴδει τῆς ὁραθείσης προσκεχήναμεν καὶ ὑπομένομεν παραχωρῆσαι τῶν ὄντων ἡμῖν, ἵνα τοῦ κάλλους ἀπολαύσωμεν καὶ μεταλάβωμεν. [52] Ἐγκαταλείπομεν δὲ καὶ πατέρας [καὶ μητέρας] καὶ τὴν θρεψαμένην γῆν, καὶ τῶν φιλτάτων πολλάκις λήθην ἔχομεν διὰ τὰς γυναῖκας, καὶ τὰς ψυχὰς ἀφιέναι μετ' αὐτῶν καρτεροῦμεν. Οὕτως δ' ἂν μάλιστα τὴν ἰσχὺν τῶν γυναικῶν κατανοήσαιτε· [53] οὐχὶ πονοῦντες καὶ πᾶσαν ταλαιπωρίαν ὑπομένοντες καὶ διὰ γῆς καὶ διὰ θαλάττης, ὅταν ἡμῖν ἐκ τῶν πόνων περιγένηταί τινα, αὐτὰ φέροντες ὡς δεσποίναις ταῖς γυναιξὶν διδόαμεν; [54] Καὶ τὸν βασιλέα δὲ τὸν τοσούτων κύριον εἶδόν ποτε ὑπὸ τῆς Ῥαβεζάκου τοῦ Θεμασίου παιδὸς Ἀπάμης παλλακῆς δ' αὐτοῦ ῥαπιζόμενον, καὶ τὸ διάδημα ἀφαιρουμένης καὶ τῇ ἰδίᾳ κεφαλῇ περιτιθείσης ἀνεχόμενον καὶ μειδιώσης μὲν μειδιῶντα ὀργιζομένης δὲ σκυθρωπάζοντα καὶ τῇ τῶν παθῶν μεταβολῇ κολακεύοντα τὴν γυναῖκα καὶ διαλλάττοντα ἐκ τοῦ σφόδρα ταπεινὸν αὑτὸν ποιεῖν, εἴ ποτε δυσχεραίνουσαν ἔβλεπεν.” (6)[55] Εἰς ἀλλήλους δὲ ἀφορώντων τῶν σατραπῶν καὶ ἡγεμόνων περὶ τῆς ἀληθείας ἤρξατο λέγειν “ἀπέδειξα μέν, εἰπών, ὅσον αἱ γυναῖκες ἰσχύουσιν, ἀσθενέστεραι δ' ὅμως καὶ αὗται καὶ ὁ βασιλεὺς τῆς ἀληθείας ὑπάρχουσιν. Εἰ γάρ ἐστιν ἡ γῆ μεγίστη καὶ ὑψηλὸς ὁ οὐρανὸς καὶ ταχὺς ὁ ἥλιος, ταῦτα δὲ πάντα κινεῖται κατὰ βούλησιν τοῦ θεοῦ, ἀληθινὸς δέ ἐστιν καὶ δίκαιος οὗτος, ἀπὸ τῆς αὐτῆς αἰτίας δεῖ καὶ τὴν ἀλήθειαν ἰσχυροτάτην ἡγεῖσθαι καὶ μηδὲν πρὸς αὐτὴν τὸ ἄδικον δυνάμενον. [56] Ἔτι γε μὴν τὰ μὲν ἄλλα θνητὰ καὶ ὠκύμορα εἶναι συμβέβηκεν τῶν ἰσχὺν ἐχόντων, ἀθάνατον δὲ ἡ ἀλήθεια χρῆμα καὶ ἀίδιον. Παρέχει δ' ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὐδὲ περιουσίαν ἀφαιρετὴν ὑπὸ τύχης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα, διακρίνουσα ἀπ' αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.” (7)[57] Καταπαύει μὲν ὁ Ζοροβάβηλος τὸν περὶ τῆς ἀληθείας λόγον, ἐπιβοήσαντος δὲ τοῦ πλήθους ὡς ἄριστα εἰπόντος, καὶ ὅτι τὸ ἀληθὲς ἰσχὺν ἄτρεπτον καὶ ἀγήρω μόνον ἔχοι, προσέταξεν αὐτὸν ὁ βασιλεὺς αἰτήσασθαί τι πάρεξ ὧν αὐτὸς ἦν ὑπεσχημένος· δώσειν γὰρ ὄντι σοφῷ καὶ τῶν ἄλλων μᾶλλον φανέντι συνετῷ· “συγκαθεσθήσῃ δέ μοι, [58] φησίν, καὶ κεκλήσῃ συγγενὴς ἐμός.” ταῦτ' εἰπόντος ὑπέμνησεν αὐτὸν τῆς εὐχῆς, ἧς ἐποιήσατο, εἰ λάβοι τὴν βασιλείαν· αὕτη δ' ἂν εἴη οἰκοδομῆσαι μὲν Ἱεροσόλυμα, κατασκευάσαι δὲ ἐν αὐτοῖς τὸν τοῦ θεοῦ ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη, ὅσα συλήσας Ναβουχοδονόσορος εἰς Βαβυλῶνα ἐκόμισεν. Καὶ τοῦτ', ἔφη, τοὐμὸν αἴτημά ἐστιν, ὅ μοι νῦν ἐπιτρέπεις αἰτήσασθαι κριθέντι σοφῷ καὶ συνετῷ.” (8)[59] Ἡσθεὶς ἐπὶ τούτοις ὁ βασιλεὺς ἀναστὰς κατεφίλησέν τε αὐτὸν καὶ τοῖς τοπάρχαις καὶ σατράπαις γράφει κελεύων προπέμψαι τὸν Ζοροβάβηλον καὶ τοὺς σὺν αὐτῷ μέλλοντας ἐπὶ τὴν οἰκοδομὴν ἐξιέναι τοῦ ναοῦ. [60] Ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ καὶ Φοινίκῃ ξύλα κέδρινα κατακομίζειν ἐκ τοῦ Λιβάνου τεμόντας εἰς Ἱεροσόλυμα, καὶ συγκατασκευάζειν αὐτῷ τὴν πόλιν, καὶ πάντας ἔγραψεν ἐλευθέρους εἶναι τοὺς εἰς τὴν Ἰουδαίαν τῶν αἰχμαλώτων ἀπελθόντας. [61] Καὶ τοὺς ἐπιτρόπους τοὺς αὐτοῦ καὶ σατράπας ἐκώλυσεν ἐπιτάττειν τοῖς Ἰουδαίοις τὰς βασιλικὰς χρείας, ἀνῆκέ τε πᾶσαν ἣν ἂν κατασχεῖν δυνηθῶσιν τῆς χώρας ἀτελῆ φόρων αὐτοῖς νέμεσθαι. Προσέταξε δὲ καὶ τοὺς Ἰδουμαίους καὶ Σαμαρείτας καὶ τοὺς ἐκ τῆς κοίλης Συρίας ἀφεῖναι τὰς κώμας, ἃς τῶν Ἰουδαίων κατεῖχον, καὶ προσέτι τάλαντα πεντήκοντα εἰς τὴν οἰκοδομίαν τοῦ ἱεροῦ δοθῆναι. [62] Θύειν τε αὐτοῖς τὰς νενομισμένας θυσίας ἐπέτρεψε καὶ τὴν χορηγίαν ἅπασαν καὶ τὴν ἱερὰν στολήν, ᾗ θεραπεύουσι τὸν θεὸν ὅ τε ἀρχιερεὺς καὶ οἱ ἱερεῖς, ἐκ τῶν ἰδίων γίνεσθαι, καὶ τοῖς Λευίταις τὰ ὄργανα, [63] οἷς ὑμνοῦσι τὸν θεόν, καὶ τοῖς φύλαξι τῆς πόλεως καὶ τοῦ ναοῦ προσέταξεν κλήρους γῆς δοθῆναι καὶ κατὰ ἕκαστον ἔτος ὡρισμένον τι πρὸς τὴν τοῦ βίου χρείαν ἀργύριον, πέμψαι δὲ καὶ τὰ σκεύη, καὶ πάντα, ὅσα Κῦρος πρὸ αὐτοῦ ἐβουλήθη περὶ τῆς τῶν Ἰουδαίων ἀποκαταστάσεως, ταῦτα καὶ Δαρεῖος διετάξατο. (9)[64] Τυχὼν οὖν τούτων παρὰ τοῦ βασιλέως Ζοροβάβηλος ἐξελθὼν ἀπὸ τῶν βασιλείων καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐχαριστεῖν ἤρξατο τῷ θεῷ τῆς σοφίας καὶ τῆς ἐπ' αὐτῇ νίκης, ἣν Δαρείου παρόντος ἔλαβεν· οὐ γὰρ ἂν τούτων ἀξιωθῆναι μὴ σοῦ, φησί, δέσποτα, [65] τυχὼν εὐμενοῦς.” ταῦτ' οὖν περὶ τῶν παρόντων εὐχαριστήσας τῷ θεῷ καὶ πρὸς τὰ μέλλοντα δεηθεὶς αὑτὸν παρέχειν ὅμοιον, ἧκεν εἰς Βαβυλῶνα καὶ τοῖς ὁμοφύλοις εὐηγγελίσατο τὰ παρὰ τοῦ βασιλέως. [66] Οἱ δὲ ἀκούσαντες εὐχαριστοῦσι μὲν τῷ θεῷ πάλιν αὐτοῖς ἀποδιδόντι τὴν πάτριον γῆν, εἰς δὲ πότον καὶ κώμους τραπέντες ἐφ' ἡμέρας ἑπτὰ διήγαγον εὐωχούμενοι καὶ τὴν ἀνάκτησιν καὶ παλιγγενεσίαν τῆς πατρίδος ἑορτάζοντες. [67] Ἔπειτα τοὺς ἀναβησομένους εἰς τὰ Ἱεροσόλυμα ἡγεμόνας ἐκ τῶν πατρίων φυλῶν σὺν γυναιξὶ καὶ τέκνοις καὶ ὑποζυγίοις ἐπελέξαντο, οἳ Δαρείου συμπέμψαντος ἕως τῶν Ἱεροσολύμων ὥδευον μετὰ χαρᾶς καὶ τρυφῆς, ψαλλόμενοι καὶ καταυλούμενοι καὶ περιψοφούμενοι τοῖς κυμβάλοις. Προέπεμπε δὲ αὐτοὺς καὶ τὸ ὑπολειπόμενον τῶν Ἰουδαίων πλῆθος μετὰ παιδιᾶς. (10)[68] Καὶ οἱ μὲν οὕτως ἀπῄεσαν ἐξ ἑκάστης πατριᾶς ἀριθμὸς ὄντες ὡρισμένος. Ἐμοὶ δὲ οὐκ ἔδοξε τὰ τῶν πατριῶν καταλέγειν ὀνόματα, ἵνα μὴ τὴν τῶν ἀναγινωσκόντων διάνοιαν τῆς συναφῆς τῶν πραγμάτων ἀποσπάσας δυσπαρακολούθητον αὐτοῖς ποιήσω τὴν διήγησιν. [69] Τὸ δὲ κεφάλαιον τῶν ἀπερχομένων περὶ ἔτη δώδεκα τὴν ἡλικίαν γεγονότων ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος ἦν μυριάδες τετρακόσιαι ἑξηκονταδύο καὶ ὀκτακισχίλιοι, Λευῖται δὲ τέσσαρες καὶ ἑβδομήκοντα, γυναικῶν δὲ ἀναμὶξ καὶ νηπίων σώματα ἦν τετρακισμύρια ἑπτακόσια τεσσαρακονταδύο. [70] Πάρεξ δὲ τούτων Λευῖται μὲν ἦσαν ὑμνῳδοὶ ἑκατὸν εἰκοσιοκτώ, πυλωροὶ δὲ ἑκατὸν δέκα, δοῦλοι δὲ ἱεροὶ τριακόσιοι ἐνενηκονταδύο, ἄλλοι τε πρὸς τούτοις λέγοντες μὲν εἶναι τῶν Ἰσραηλιτῶν οὐ δυνάμενοι δὲ ἐπιδεῖξαι τὸ γένος αὐτῶν ἑξακόσιοι πεντηκονταδύο. [71] Ἐξεβλήθησαν δὲ καὶ τῶν ἱερέων ἐκ τῆς τιμῆς ἠγμένοι γυναῖκας, ὧν οὔτ' αὐτοὶ τὸ γένος εἶχον εἰπεῖν οὔτ' ἐν ταῖς γενεαλογίαις τῶν Λευιτῶν καὶ ἱερέων εὑρέθησαν· ἦσαν δὲ ὡς πεντακόσιοι καὶ πέντε καὶ εἴκοσι. [72] Τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. [73] Ἡγεμὼν δὲ τῆς κατηριθμημένης πληθύος ἦν ὁ Σαλαθιήλου παῖς Ζοροβάβηλος ἐκ τῶν υἱῶν ὢν τῶν Δαυίδου γεγονὼς ἐκ τῆς Ἰούδα φυλῆς, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδέκου τοῦ ἀρχιερέως. Πρὸς τούτοις ὁ Μαρδοχαῖος καὶ Σερεβαῖος ἐκ τοῦ πλήθους κεκριμένοι ἄρχοντες ἦσαν, οἳ καὶ συνεβάλοντο μνᾶς μὲν χρυσίου ἑκατὸν ἀργύρου δὲ πεντακισχιλίας. [74] Οὕτως μὲν οὖν οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται καὶ μέρος τι τοῦ παντὸς λαοῦ τῶν Ἰουδαίων, ὃς ἦν ἐν τῇ Βαβυλῶνι, κατῳκίσθησαν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ ἄλλο πλῆθος εἰς τὰς ἰδίας ἀνεχώρησεν πατρίδας.
IV(1)[75] Ἑβδόμῳ δὲ μηνὶ τῆς ἀπὸ Βαβυλῶνος αὐτῶν ἐξόδου περιπέμψαντες ὅ τε ἀρχιερεὺς Ἰησοῦς καὶ Ζοροβάβηλος ὁ ἄρχων τοὺς ἀπὸ τῆς χώρας συνήγαγον εἰς Ἱεροσόλυμα πανδημεὶ μηδὲν προθυμίας ἀπολιπόντες, [76] κατεσκεύασάν τε θυσιαστήριον ἐφ' οὗ καὶ πρότερον ἦν ᾠκοδομημένον τόπου, ὅπως τὰς νομίμους ἀναφέρωσι θυσίας ἐπ' αὐτοῦ τῷ θεῷ κατὰ τοὺς Μωυσέως νόμους. Ταῦτα δὲ ποιοῦντες οὐκ ἦσαν ἐν ἡδονῇ τοῖς προσχωρίοις ἔθνεσιν πάντων αὐτοῖς ἀπεχθανομένων. [77] ἤγαγον δὲ καὶ τὴν σκηνοπηγίαν κατ' ἐκεῖνον τὸν καιρόν, ὡς ὁ νομοθέτης περὶ αὐτῆς διετάξατο, καὶ προσφορὰς μετὰ ταῦτα καὶ τοὺς καλουμένους ἐνδελεχισμοὺς καὶ τὰς θυσίας τῶν σαββάτων καὶ πασῶν τῶν ἁγίων ἑορτῶν, οἵ τε πεποιημένοι τὰς εὐχὰς ἀπεδίδοσαν θύοντες ἀπὸ νουμηνίας τοῦ ἑβδόμου μηνός. [78] ἤρξαντο δὲ καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ πολλὰ τοῖς τε λατόμοις καὶ τέκτοσι χρήματα δόντες καὶ τὰ πρὸς τροφὴν τῶν εἰσαγομένων, τοῖς τε Σιδωνίοις ἡδὺ καὶ κοῦφον ἦν τά τε κέδρινα κατάγουσιν ἐκ τοῦ Λιβάνου ξύλα δήσασιν αὐτὰ καὶ σχεδίαν πηξαμένοις εἰς τὸν τῆς Ἰόππης κομίζειν λιμένα· τοῦτο γὰρ πρῶτος μὲν Κῦρος ἐκέλευσεν, τότε δὲ Δαρείου κελεύσαντος ἐγίνετο. (2)[79] Ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο ἡ τοῦ ναοῦ κατασκευή· καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ. [80] Καὶ ὁ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον ἢ προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. Ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ |