|
Φλαυίου Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας ΒΙΒΛΙΟΝ ΙΘ' texte mis en page par François-Dominique FOURNIER
|
||
|
si vous voulez la traduction française d'un chapitre, cliquer sur le numéro
|
||
|
|
Liber XIX Τάδε ἔνεστιν ἐν τῇ ιθ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας α. Ὡς Γάιος Καῖσαρ ἐπιβουλευθεὶς ὑπὸ Κασσίου Χαιρέου ἀνῃρέθη καὶ ὡς Κλαύδιος ὁ θεῖος αὐτοῦ βιασθεὶς ὑπὸ τῶν στρατιωτῶν τὴν ἀρχὴν παρέλαβεν. β. Στάσις τῆς βουλῆς καὶ τοῦ δήμου πρὸς αὐτὸν καὶ τὰ σὺν αὐτῷ στρατεύματα. γ. Πρεσβεία τοῦ βασιλέως Ἀγρίππα πρὸς τὴν βουλήν, καὶ ὡς συνθέμενοι οἱ στρατιῶται οἱ μετὰ τῆς βουλῆς ἀπεχώρησαν πρὸς Κλαύδιον καὶ κύριον αὐτὸν κατέστησαν τῶν πραγμάτων, ἡ δὲ βουλὴ μονωθεῖσα παρεκάλει Κλαύδιον αὐτῇ διαλλαγῆναι. δ. Ὡς Κλαύδιος Καῖσαρ ἀποδίδωσιν Ἀγρίππᾳ τὴν πατρῴαν αὐτοῦ βασιλείαν ἅπασαν προσθεὶς αὐτῷ καὶ τὴν Λυσανίου τετραρχίαν.
ε. Προγράμματα Κλαυδίου Καίσαρος ἐν Ἀλεξανδρείᾳ ὑπὲρ τῶν ἐκεῖ Ἰουδαίων καὶ ἐν
πάσῃ αὐτοῦ ἀρχῇ. η. Ὡς βασιλεὺς Ἀγρίππας τὰ Ἱεροσολύμων τείχη πολυτελῶς κατασκευάζων ἀτελῆ τὴν σπουδὴν ἔσχεν μεταξὺ τελευτήσας. θ. Ὅσα ἔπραξεν ἐν τρισὶν ἔτεσιν ἄχρι τῆς τελευτῆς αὐτοῦ καὶ ὃν τρόπον τὸν βίον κατέστρεψεν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν γ μηνῶν ς. I (1)[1] Γάιος δὲ οὐκ εἰς μόνους Ἰουδαίους τοὺς ἐν Ἱεροσολύμοις καὶ τοὺς ὁπόσοι τῇδε οἰκοῦσιν ἐπεδείκνυτο τῆς ὕβρεως τὴν μανίαν, ἀλλὰ διὰ πάσης ἐσομένην γῆς καὶ θαλάσσης ἔστελλεν αὐτήν, ὁπόση Ῥωμαίοις ὑπακούει, μυρίων τε ἀνέπλησεν αὐτὴν κακῶν ὁπόσα μὴ ἱστόρητο πρότερον. [2] Μάλιστα δὲ ᾐσθάνετο τοῦ δεινοῦ τῶν πρασσομένων ἡ Ῥώμη κατ' οὐδὲν αὐτὴν τιμιωτέραν τῶν λοιπῶν πόλεων ἡγουμένου, ἀλλὰ τούς τε ἄλλους ἄγοντος καὶ φέροντος καὶ μάλιστα τὴν σύγκλητον καὶ ὁπόσοι τούτων εὐπατρίδαι καὶ προγόνων ἐπιφανείαις τιμώμενοι. [3] Μυρία τε εὑρίσκετο καὶ κατὰ τῶν ἱππέων μὲν καλουμένων, ἀξιώματι δὲ καὶ δυνάμει χρημάτων ὅμοια τοῖς συγκλητικοῖς ὑπὸ τῆς πόλεως ἀγομένων διὰ τὸ ἐκ τούτων εἰς τὴν βουλὴν εἶναι κατακλήσεις· ὧν ἀτίμωσις ἦν καὶ μετανάστασις κτεινομένων τε καὶ τὰ χρήματα συλωμένων διὰ τὸ καὶ τὰς σφαγὰς ὡς τὸ πολὺ ἐπ' ἀφαιρέσει τῶν χρημάτων αὐτοῖς συντυγχάνειν. [4] Ἐξεθείαζέν τε ἑαυτὸν καὶ τὰς τιμὰς οὐκέτ' ἀνθρωπίνως ἠξίου γίνεσθαι παρὰ τῶν ὑπηκόων αὐτῷ· εἴς τε τοῦ Διὸς φοιτῶν τὸ ἱερόν, ὃ Καπετώλιον μὲν καλοῦσιν τιμιώτατον δ' ἄρα αὐτοῖς ἐστιν ἱερῶν, ἀδελφὸν ἐτόλμησε προσαγορεύειν τὸν Δία· [5] καὶ τἆλλα ἔπρασσεν μανίας οὐδὲν ἀπολελειμμένα, ἐπεὶ καὶ ἀπὸ Δικαιαρχείας τῆς πόλεως ἐν Καμπανίᾳ κειμένης εἰς Μισηνοὺς ἑτέραν πόλιν ἐπιθαλάσσιον, καὶ τὴν διάβασιν δεινὸν ἡγούμενος τριήρει περατοῦν, [6] καὶ ἄλλως ἐπιβάλλειν ἡγούμενος αὐτῷ δεσπότῃ ὄντι τῆς θαλάσσης ταῦτα καὶ ὁποῖα καὶ παρὰ γῆς ἀπαιτεῖν, ἀπ' ἄκρων ἐπ' ἄκρα σταδίους τριάκοντα μέτρον τῆς θαλάσσης [ζεύξας] καὶ εἴσω τὸν κόλπον ἀπολαβὼν πάντα ἤλαυνεν ἐπὶ τῇ γεφύρᾳ τὸ ἅρμα· θεῷ γὰρ ὄντι τοιαύτας ποιεῖσθαι καλῶς ἔχειν τὰς ὁδούς. [7] Τῶν τε ἱερῶν τῶν Ἑλληνικῶν οὐδὲν ἔτι ἀσύλητον κατέλιπεν, ὁπόσα γραφῆς ἢ γλυφῆς ἐχόμενα καὶ τὰς λοιπὰς κατασκευὰς ἀνδριάντων καὶ ἀναθημάτων ἄγεσθαι κελεύσας παρ' αὐτόν· οὐ γὰρ ἐν ἑτέρῳ τὰ καλὰ κεῖσθαι καλῶς ἔχειν ἢ ἐν τῷ καλλίστῳ, τυγχάνειν δὲ τοῦτο οὖσαν τὴν Ῥωμαίων πόλιν. [8] Ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν. Ἐπεὶ καὶ τὸν Ὀλύμπιον τιμώμενον Δία ὑπὸ τῶν Ἑλλήνων καὶ οὕτως ὠνομασμένον Ὀλύμπιον Φειδίου τοῦ Ἀθηναίου πεποιηκότος ἐτόλμησε κελεῦσαι εἰς τὴν Ῥώμην μεταφέρειν. [9] Οὐ μὴν ἔπραξέν γε τῶν ἀρχιτεκτόνων φαμένων πρὸς Μέμμιον Ῥῆγλον, ὃς ἐπετέτακτο τῇ κινήσει τοῦ Διός, ἀπολεῖσθαι τοὖργον κινήσεως αὐτοῦ γενομένης. Λέγεται δὲ Μέμμιον διὰ ταῦτα καὶ σημείων μειζόνων γενομένων, ἢ ὡς ἄν τινα μὴ πιστὰ ἡγεῖσθαι, ὑπερβαλέσθαι τὴν ἀναίρεσιν. [10] Καὶ γράφει τάδε πρὸς τὸν Γάιον ἐπ' ἀπολογίᾳ τοῦ ἐκλιπεῖν ἀδιακόνητον τὴν ἐπιστολήν, ἀπολέσθαι τε ἐκ τούτων αὐτῷ κινδύνου γενομένου σώζεται φθάνοντος ἤδη Γαίου τελευτῆσαι. (2)[11] Εἰς τοῦτο δὲ προύβη τὸ μανικὸν αὐτῷ, ὥστε δὴ καὶ θυγατρὸς αὐτῷ γενομένης ἀνακομίσας ἐπὶ τὸ Καπετώλιον ἐπὶ τοῖς γόνασι κατατίθεται τοῦ ἀγάλματος, κοινὸν αὐτῷ τε καὶ τῷ Διὶ γεγονέναι τὸ τέκνον καὶ δύο χειροτονεῖν αὐτῆς πατέρας, ὁπότερον μείζονα φάμενος ἐν μέσῳ τε καταλιμπάνειν. [12] Καὶ τάδε ἠνείχοντο πράσσοντα αὐτὸν οἱ ἄνθρωποι. Ἐπεχείρησε δὲ καὶ τοῖς οἰκέταις κατηγορίας ποιεῖσθαι τῶν δεσποτῶν ἐφ' οἷστισιν ἐθελήσειαν ἐγκλήμασιν· δεινὰ γὰρ πάντα ἦν, ὁπόσα μέλλοι λέγεσθαι, διὰ τὸ χάριτί τε καὶ ὑπαγορεύσει τῇ ἐκείνου τὰ πολλὰ γίνεσθαι, [13] ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης ὁ δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπ' ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν. [14] Οὐ μὴν ἐξεγένετό γε αὐτῷ. Ἀναπεπληρωκότι δὲ αὐτῷ συκοφαντιῶν καὶ κακῶν πᾶσαν τὴν οἰκουμένην, ἧς ἐπῆρχεν, καὶ πολλὴν τὴν δουλοκρατίαν ἐπῃρμένου τοῖς δεσπόταις ἐπιβουλαὶ τὰ πολλὰ ἤδη συνίσταντο, τῶν μὲν ἐπ' ἀμύνῃ ὧν πάθοιεν ὀργὴν ποιουμένων, τῶν δὲ πρὶν ἐμπεσόντες κακῶν τυχεῖν μεγάλων τιθεμένων τὸ μεταχειρίσασθαι τὸν ἄνθρωπον. [15] Ὅθεν, ἐπειδὴ τοῖς τε ἁπάντων νόμοις καὶ τῷ ἀσφαλεῖ μεγάλην συνήνεγκεν εὐδαιμονίας ῥοπὴν ὁ θάνατος αὐτοῦ ἔθνει τε τῷ ἡμετέρῳ οὐδὲ εἰς ὀλίγον ἐξεγεγόνει μὴ οὐκ ἀπολωλέναι μὴ ταχείας αὐτῷ τελευτῆς παραγενομένης, βούλομαι [δὲ] δι' ἀκριβείας τὸν πάντα περὶ αὐτοῦ λόγον διελθεῖν, [16] ἄλλως τε ἐπειδὴ καὶ πολλὴν ἔχει πίστιν τοῦ θεοῦ τῆς δυνάμεως καὶ παραμυθίαν τοῖς ἐν τύχαις κειμένοις καὶ σωφρονισμὸν τοῖς οἰομένοις ἀίδιον τὴν εὐτυχίαν, ἀλλὰ μὴ ἐπιμεταφέρειν κακῶς ἀρετῆς αὐτῇ μὴ παραγενομένης. (3)[17] Ὁδοὺς μὲν δὴ τρεῖς ὁ θάνατος αὐτοῦ παρεσκευάζετο καὶ τούτων ἑκάστης ἄνδρες ἀγαθοὶ τὴν ἡγεμονίαν εἶχον. Αἰμίλιός τε γὰρ Ῥῆγλος ἐκ Κορδύβης τῆς ἐν Ἰβηρίᾳ γένος συνεῖχέν τινας ἢ δι' ἐκείνων ἢ δι' αὐτοῦ πρόθυμος ὢν ἄρασθαι Γάιον. [18] Ἑτέρα δὲ αὐτοῖς συνεκροτεῖτο, ἧς Χαιρέας Κάσσιος χιλίαρχος ἡγεμὼν ἦν. Μινουκιανὸς δὲ Ἄννιος οὐκ ὀλίγη μοῖρα τῶν ἐπὶ τὴν τυραννίδα παρεσκευασμένων ἦν. [19] Αἰτία δ' αὐτοῖς μίσους τοῦ πρὸς Γάιον συνελθεῖν, Ῥήγλῳ μὲν τὸ ἐπὶ πᾶσιν ὀργίλον καὶ μίσει χρώμενον πρὸς τὰ μετ' ἀδικίας ἐξαγόμενα· καὶ γὰρ ἔχει τι θυμοειδὲς ἐν τῇ διανοίᾳ καὶ ἐλευθέριον, ὑφ' οὗ μηδὲ στέγειν προστίθεσθαι τῶν βουλευμάτων· πολλοῖς γοῦν ἀνεκοινώσατο καὶ φίλοις καὶ ἄλλοις δοκοῦσιν αὐτῷ δραστηρίοις. [20] Μινουκιανὸς δὲ τὰ μὲν Λεπίδου τε ἐκδικία, φίλον γὰρ αὐτῷ τὰ μάλιστα ὄντα τοῦτον καὶ τῶν πολιτῶν σὺν ὀλίγοις ἀναιρεῖ Γάιος, καὶ ἄλλως φοβηθεὶς τὰ περὶ αὐτὸν διὰ τὸ πᾶσιν ὁμοίως τὸν Γάιον ἐπὶ θάνατον ἀνακειμένην ἐπαφιέναι τὴν ὀργὴν ἐπὶ τὴν ἐγχείρησιν ἐλθεῖν. [21] Χαιρέαν δὲ αἰσχύνην φέροντα ὀνείδη τε εἰς τὴν ἀνανδρίαν ὑπὸ τοῦ Γαίου προφερομένου, καὶ ἄλλως τὸ ἐφ' ἡμέρᾳ κινδυνεύειν φιλίᾳ καὶ θεραπείᾳ τὴν Γαίου τελευτὴν οὐ πάντ' ἐλεύθερον ὑπολαμβάνων. [22] Οἱ δὲ καὶ πᾶσι κοινῇ προτεθῆναι τὴν ἐπὶ τῷ πράγματι σκέψιν τήν τε ὕβριν θεωμένοις καὶ ἐπιθυμοῦσιν ἀκμὴν ἐπ' ἀλλήλων ἀκμάζουσαν διαφυγεῖν ἀραμένοις τὸν Γάιον· ἴσως μὲν γὰρ ἂν κατορθῶσαι, καλῶς δὲ κατορθοῦσι τηλικούτων ἀγαθῶν σχεῖν ἐπὶ σωτηρίᾳ τῆς τε πόλεως καὶ τῆς ἡγεμονίας πονοῦσι καὶ μετὰ ὀλέθρου ἅπτεσθαι τοῦ πράγματος. [23] Παρὰ πάντα δὲ Χαιρέαν ἐπείγεσθαι ὀνόματός τε ἐπιθυμίᾳ μείζονος καὶ ἄλλως ὑπὸ τοῦ ἀδεέστερον προσιέναι τῷ Γαίῳ διὰ τὴν χιλιαρχίαν ῥᾳστώνης αὐτῷ κτείνειν ἐσομένης. (4)[24] Ἐν τούτῳ δ' ἱπποδρομίαι ἦσαν· καὶ σπουδάζεται γὰρ Ῥωμαίοις ἥδε ἡ θεωρία δεινῶς, συνίασίν τε προθύμως εἰς τὸν ἱππόδρομον καὶ ἐφ' οἷς χρῄζοιεν δέονται τῶν αὐτοκρατόρων κατὰ πλῆθος συνελθόντες, οἱ δὲ ἀναντιλέκτους τὰς δεήσεις κρίνοντες οὐδαμῶς ἀχαριστοῦσιν. [25] Ἐκέλευον δὴ καὶ τὸν Γάιον ἐκθύμῳ τῇ ἱκετείᾳ χρώμενοι τῶν τε τελῶν ἐπανιέναι καὶ τῶν φόρων ἐπικουφίζειν τι τοῦ ἐπαχθοῦς. Ὁ δ' οὐκ ἠνείχετο, καὶ πλέον τι τῇ βοῇ χρωμένων ἄλλους ἄλλῃ διαπέμψας κελεύει τοὺς βοῶντας λαβεῖν τε καὶ μηδὲν εἰς ἀναβολὰς ἀνελεῖν προαγαγόντας. [26] Καὶ ὁ μὲν ἐκέλευε ταῦτα καὶ οἷς προσετέτακτο ἔπρασσον, πλεῖστοί τε ἦσαν οἱ ἐπὶ τοιούτοις ἀποθανόντες. Καὶ ὁ δῆμος ἑώρα μέν, ἠνείχετο δὲ παυσάμενος τῆς βοῆς, ἐν ὀλίγῳ ἕνεκα τῶν χρημάτων ὀφθαλμοῖς ὁρῶντες τὴν ἐπὶ τοιούτοις παραίτησιν εἰς θάνατον αὐτοῖς φέρουσαν. [27] Ταῦτα Χαιρέαν ἐνήγαγεν μειζόνως ἅπτεσθαί τε τῆς ἐπιβουλῆς καὶ παύειν κατὰ τῶν ἀνθρώπων ἐξηγριωκότα τὸν Γάιον, καὶ πολλάκις μὲν καὶ παρὰ τὰς ἑστιάσεις ἐμέλλησεν ἐπιχειρεῖν, οὐ μὴν ἀλλ' ἐπείχετο λογισμῷ, τὸ μὲν κτείνειν οὐκέτ' ἐνδοιαστὸν κεκρικώς, τὸν δὲ καιρὸν περισκοπῶν, ὅπως μὴ εἰς κενόν, ἀλλ' ἐπὶ καταπράξει τῶν βεβουλευμένων ταῖς χερσὶ χρῷτο. (5)[28] Ἐστρατεύετο δὲ πολὺν ἤδη χρόνον οὐχ ἡδονῇ φέρων Γαίου τὴν ἀναστροφήν. Ἐπεὶ δὲ αὐτὸν ἵσταται Γάιος εἰσπραξόμενον τούς τε φόρους καὶ ὅσα ἄλλα καταβαλλόμενα εἰς τὸν Καίσαρος θησαυρὸν ἐφυστερήκει τοῖς καιροῖς διὰ τὸ ἐπιδιπλασιάζεσθαι τὴν δύναμιν αὐτῶν, χρόνον ἐκεῖ ποιεῖται τῇ εἰσπράξει τρόπῳ τῷ αὐτοῦ χρώμενος μᾶλλον ἢ τῇ Γαίου προστάξει, [29] διὰ τὸ φειδοῖ χρῆσθαι τὰς τύχας οἴκτῳ λαμβάνων τῶν ὑπὸ τὴν εἴσπραξιν εἰς ὀργὴν προυκαλεῖτο τὸν Γάιον μαλακίαν ἐπικαλοῦντα αὐτῷ τοῦ σχολῇ συνάγεσθαι αὐτῷ τὰ χρήματα. Καὶ δὴ τά τε ἄλλα ὕβριζεν εἰς αὐτὸν καὶ ὁπότε τὸ σημεῖον αὐτῷ τὸ τῆς ἡμέρας καθηκούσης εἰς αὐτόν, θήλεά τε ἐδίδου τὰ ὀνόματα, [30] καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν. [31] Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δ' ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρ' αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν. [32] Διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπ' ὀλίγοις ὀργῇ χρώμενος. Καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δ' ἄλλως καὶ δι' αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου. [33] Τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαίου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ. [34] Καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν ὁ Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλ' εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας. [35] Κυιντιλία δ' ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετ' ἀνδραγαθίας. Βασανίζει δ' αὐτὴν ὠμῶς ὁ Χαιρέας, ἄκων μέν, κατ' ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαίου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι. [36] Καὶ ὁ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων. (6)[37] Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαίου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπ' αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν, [38] « ἀλλ' ἐπὶ φυλακῇ γε, ὦ Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται· τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν; » [39] Σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς, [40] Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος ὁ τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος, [41] τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, ὦ Κλήμης, καὶ οὑτοσὶ ὁ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαίου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν, [42] εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδ' ἀρχῆς τῶν Ῥωμαίων, ἀλλ' ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθ' ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθ' ἡμῶν διακονήσεται τοιαῦτα Γαίῳ. [43] Οὐ γὰρ εὐνοίᾳ γε πολιτεύσει διὰ τάδε πρὸς ἡμᾶς, δι' ὑφοράσεως δὲ μᾶλλον καὶ ἄλλως τοῦ πολλοῦ τῶν ἀπολλυμένων ἀποδεδωκότος· οὐ γὰρ δὴ στήσεταί ποτε Γαίῳ τὰ τῆς ὀργῆς διὰ τὸ μὴ δίκην ἀλλ' ἡδονὴν πέρας αὐτῆς τυγχάνειν· σκοποὶ δὲ προσκεισόμεθα καὐτοί, δέον καὶ τοῖς πᾶσιν τὸ ἀνεπιβούλευτόν τε καὶ ἐλεύθερον βεβαιοῦν καὶ ἡμῖν κινδύνων ἀπαλλαγὰς ψηφίσασθαι. (7)[44] Κλήμης δὲ τὴν μὲν διάνοιαν τὴν Χαιρέου φανερὸς ἦν ἐπαινῶν, σιγᾶν δ' ἐκέλευε, μὴ καὶ φοιτῶντος εἰς πλείονας τοῦ λόγου καὶ διαχεομένων ὁπόσα κρύπτεσθαι καλῶς ἔχοι πρὶν τυχεῖν πράξαντας ἐκπύστου τοῦ ἐπιβουλεύματος γενομένου κολασθεῖεν, χρόνῳ δὲ τῷ αὖθις καὶ τῇ ἀπ' αὐτοῦ ἐλπίδι παραδιδόναι τὰ πάντα ὡς παραγενησομένης τινὸς αὐτοῖς ἐπικουρίας τυχαίου· [45] αὐτὸν μὲν γὰρ ὑπὸ γήρως ἀφῃρῆσθαι τὴν ἐπὶ τοιοῖσδε τόλμαν, τῶν μέντοι γε ὑπὸ σοῦ, Χαιρέα, συντεθέντων τε καὶ ῥηθέντων ἀσφαλέστερα μὲν ἴσως ἂν ὑποθοίμην, [46] εὐπρεπέστερα δὲ πῶς ἄν τις καὶ δύναιτο; » καὶ Κλήμης μὲν ὡς αὑτὸν ἀναλύει διὰ λογισμῶν τῶν τε ἀκροαθέντων καὶ ὁπόσων αὐτὸς εἰρήκει περιφερόμενος. Χαιρέας δὲ δείσας ὡς Κορνήλιον Σαβῖνον ἠπείγετο καὶ αὐτὸν μὲν χιλίαρχον ὄντα, ἀξιόλογον δ' ἄλλως ἐξεπιστάμενος αὐτὸν καὶ τοῦ ἐλευθέρου ἐραστὴν καὶ δι' αὐτὸ τῇ καταστάσει τῶν πραγμάτων πολεμίως διακείμενον, [47] χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπ' αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος. (8)[48] Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου. [49] Τρέπονταί τε ὡς Μινουκιανόν, αὐτοῖς μὲν ἐπιτηδεύσει ἀρετῆς καὶ τῷ ὁμοζήλῳ τοῦ μεγαλόφρονος συγγενῆ, Γαίῳ δ' ὕποπτον τῆς Λεπίδου τελευτῆς, πάνυ γὰρ δὴ φίλοι ἐγένοντο Μινουκιανός τε καὶ Λέπιδος, καὶ δείματι κινδύνων τῶν καθ' αὑτόν. [50] Πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπ' αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος, [51] φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ δι' αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι. (9)[52] Γενομένων δ' αὐτοῖς ἀξιώσεων ἐπείπερ συνέβαλον, εἰωθότες καὶ πρότερον ὁπότε συνέλθοιεν τίμιον ἡγεῖσθαι τὸν Μινουκιανὸν ὑπεροχῇ τε ἀξιώματος, γενναιότατος γὰρ ἦν τῶν πολιτῶν, καὶ τῷ ἐπὶ πᾶσιν ἐπαινουμένῳ, [53] μᾶλλον ὡς ἅπτοιτό τινος λόγου φθάσαι κἀκεῖνος εἴ ποτε Χαιρέαν, ὅ τι καὶ παραλάβοι σημεῖον τῆς ἡμέρας ἐκείνης· ἀοίδιμος γὰρ διὰ τῆς πόλεως ἦν ἡ εἰς τὸν Χαιρέαν διὰ τῶν σημείων τῆς δόσεως πρασσομένη ὕβρις. [54] Ὁ δὲ χάρματι τοῦ λόγου μηδὲν μελλήσας ἠμείβετο τοῦ Μινουκιανοῦ τὸ ἐπὶ τοιοῖσδε πιστεῦσαν ὁμιλίᾳ χρήσασθαι πρὸς αὐτόν, καί « σύ μοι δίδως, εἶπεν, σημεῖον ἐλευθερίας, χάρις δέ σοι τοῦ ἀνεγείραντός με μειζόνως ἤπερ εἴωθα ἐμαυτὸν ὁρμᾶν, [55] Οὐδέν μοι χρεία πλειόνων ἔτι λόγων, οἵ με θαρσοῖεν, εἰ δὴ καὶ σοὶ ταῦτα δοκεῖ, γνώμης τε τῆς αὐτῆς κοινωνοὶ καὶ πρότερον ἢ συνελθεῖν γεγόναμεν. Καὶ ἓν μὲν ὑπέζωμαι ξίφος, ἀμφοῖν δ' ἂν ἀρκέσειεν. [56] Ὥστε ἴθι καὶ ἔργων ἐχώμεθα, ἡγεμών τ' ἴσθι, ᾗ βούλοιο αὐτὸς κελεύων με χωρεῖν, ᾗ καὶ προσοίσομαι, ἐπικουρίᾳ τῇ σῇ συμπράσσοντος τε πίσυνος. Οὐδὲ ἀπορία σιδήρου τοῖς τὴν ψυχὴν εἰς τὰ ἔργα προσφερομένοις, δι' ἣν καὶ ὁ σίδηρος δραστήριος εἴωθεν εἶναι. [57] Ὥρμηκά τε εἰς τὴν πρᾶξιν οὐχ ὧν ἂν αὐτὸς πάθοιμι ἐλπίδι περιφερόμενος· οὐ γὰρ σχολὴ κινδύνους μοι κατανοεῖν τοὺς ἐμαυτοῦ δουλώσει τε πατρίδος ἐλευθερωτάτης ἐπαλγοῦντι τῶν νόμων τῆς ἀρετῆς ἀφῃρημένης τούς τε πάντας ἀνθρώπους ὀλέθρου διὰ Γάιον κατειληφότος. [58] Ἄξιος δ' ἂν εἴην παρὰ σοὶ δικαστῇ πίστεως ἐπὶ τοιούτοις τυγχάνειν ὑπὸ τοῦ ὅμοια φρονεῖν αὐτοῖς καὶ σὲ μὴ ἀπηλλάχθαι. » (10)[59] Μινουκιανὸς δὲ τὴν ὁρμὴν τῶν λόγων θεασάμενος ἠσπάζετό τε ἀσμένως καὶ προσπαρίστατο τὴν τόλμαν αὐτοῦ ἐπαινέσας τε καὶ ἀσπασάμενος μετ' εὐχῶν καὶ ἱκετείας ἀπελύοντο. [60] Καὶ ἰσχυρίζοντό τινες ὡς βεβαιοῦν τὰ εἰρημένα Εἰσιόντος γὰρ εἰς τὸ βουλευτήριον Χαιρέου φωνὴν ἐκ τοῦ πλήθους γενέσθαι τινὸς ἐπ' ἐξορμήσει κελεύοντος περαίνειν μὲν δὴ τὸ πρακτέον καὶ προσλαμβάνειν τὸ δαιμόνιον. [61] Καὶ τὸν Χαιρέαν τὸ μὲν πρῶτον ὑπιδέσθαι, μὴ καί τινος τῶν συνωμοτῶν προδότου γεγονότος ἁλίσκοιτο, καὶ τέλος συνέντα ἐπὶ προτροπῇ φέρειν πρῶτον εἴτε παραινέσει τῶν συνεγνωκότων ἀντισημαίνοντός τινος, εἴτε δὴ καὶ τοῦ θεοῦ, ὃς ἐφορᾷ τὰ ἀνθρώπινα, αἴροντος αὐτόν. [62] Διεληλύθει δὲ διὰ πολλῶν τὸ ἐπιβούλευμα καὶ πάντες ἐν ὅπλοις παρῆσαν, οἱ μὲν τῶν βουλευτῶν ὄντες οἱ δὲ ἱππεῖς καὶ ὁπόσοι τοῦ στρατιωτικοῦ συνῄδεσαν· οὐδεὶς γὰρ ἦν, ὃς μὴ ἐν εὐδαιμονίᾳ ἂν ἠρίθμει τὴν Γαίου μετάστασιν· [63] καὶ δι' αὐτὸ πάντες ἠπείγοντο ὁποίῳ δύναιτό τις τρόπῳ μηδὲ ἑκὼν εἶναι τῆς ἐπὶ τοιούτοις ἀρετῆς ὑστερεῖν, ἀλλ' ὡς ἔχοι προθυμίας ἢ δυνάμεως καὶ λόγοις καὶ δι' ἔργων ἦρτο ἐπὶ τῇ τυραννοκτονίᾳ, [64] ἐπεὶ καὶ Κάλλιστος, ἀπελεύθερος δ' ἦν Γαίου πλεῖστά τε ἀνὴρ εἷς οὗτος ἐπὶ μέγιστον δυνάμεως ἀφίκετο καὶ οὐδὲν ἄλλο ἢ ἰσοτύραννον εἶχε τὴν δύναμιν φόβῳ τε τῶν πάντων καὶ μεγέθει χρημάτων, ἅπερ ἐγένετο αὐτῷ· [65] δωροδοκώτατος γὰρ ἦν καὶ ὑβριστότατος παρ' ὁντινοῦν γίνεται, ἐξουσίᾳ χρησάμενος παρὰ τὸ εἰκός· καὶ ἄλλως τε τοῦ Γαίου τὴν φύσιν ἐξεπιστάμενος ἀνήκεστον οὖσαν καὶ ἐφ' οἷστισι κρίνειεν οὐδαμῶς ἀντισπάσματι χρωμένην, αὐτῷ τε πολλὰς μὲν καὶ ἄλλας αἰτίας τοῦ κινδυνεύειν, οὐχ ἥκιστα δὲ τὸ μέγεθος τῶν χρημάτων· [66] ὥστε δὴ καὶ Κλαύδιον ἐθεράπευε κρυπτῶς μετακαθίζων πρὸς αὐτὸν ἐλπίδι τοῦ κἂν εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν Γαίου μεταστάντος, αὐτῷ τὴν ὑπόθεσιν τῆς τιμῆς τὴν ἐφ' ὁμοίοις ἰσχὺν προκαταθέμενος χάριν καὶ φιλανθρωπίας λόγον. [67] Ἐτόλμησεν γοῦν εἰπεῖν, ὡς κελευσθεὶς διαχρήσασθαι φαρμάκῳ τὸν Κλαύδιον μυρίας εὕροιτο τοῦ χρήματος τὰς ὑπερβολάς. [68] Δοκεῖν δὲ προσεποιεῖτο Κάλλιστος ἐπὶ θήρᾳ τῇ Κλαυδίου τὸν λόγον τοῦτον, ἔπειτα οὔτε Γάιος ὡρμηκὼς μεταχειρίσασθαι Κλαύδιον ἠνείχετο τῶν Καλλίστου προφάσεων οὔτε Κάλλιστος κελευσθείς που τὴν πρᾶξιν εὐκτὸν ὑπελάμβανεν ἢ κακουργῶν εἰς τοῦ δεσπότου τὰς ἐπιστολὰς οὐκ ἂν ἐκ τοῦ παραχρῆμα τὸν μισθὸν ἐκομίζετο. [69] Ἀλλὰ δὴ Κλαυδίῳ μὲν ἔκ τινος θείας δυνάμεως χρήσασθαι μανιῶν τῶν Γαίου, Κάλλιστος προσποιήσασθαι χάριτος κατάθεσιν μηδαμῶς ὑπ' αὐτοῦ γενομένης. (11)[70] Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθ' ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων. [71] Καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαίου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δ' ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν ἃ συνίστατο· [72] πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν, [73] αὐτῷ δ' ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. Οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας ὁ Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν. [74] Οἱ δὲ ἑώρων μὲν νομίμων τε χρῄζοντα καὶ ἐπ' ἀγαθοῖς τοῖς αὐτῶν ἐπειγόμενον, οὐ μὴν ἀλλ' ἠξίουν εἰς ὀλίγον γοῦν ὑπερβολῇ χρήσασθαι, μὴ καί πῃ σφάλματος τῇ ἐπιχειρήσει συνελθόντος ταράξαιεν τὴν πόλιν ζητήσεων τῶν συνεγνωκότων τὴν πρᾶξιν γινομένων καὶ τοῖς αὐτοῖς μελλήσουσιν ἐπιχειρεῖν ἄπορον τὴν ἀνδραγαθίαν φραξαμένου Γαίου πρὸς αὐτοὺς μειζόνως. [75] Καλῶς οὖν ἔχειν θεωριῶν ἐν τῷ Παλατίῳ ἐπιτελουμένων ἅπτεσθαι τοῦ χρήματος· ἄγονται δὲ ἐπὶ τιμῇ τοῦ πρώτου μεταστησαμένου τὴν ἀρχὴν τοῦ δήμου Καίσαρος εἰς αὐτὸν μικρόν τε πρὸ τοῦ βασιλείου καλύβης πηκτοῦ γενομένης, καὶ Ῥωμαίων τε οἱ εὐπατρίδαι θεωροῦσιν ὁμοῦ παισὶν καὶ γυναιξὶν καὶ ὁ Καῖσαρ· [76] ῥᾳστώνην τε αὐτοῖς ἔσεσθαι πολλῶν μυριάδων ἀνθρώπων εἰς ὀλίγον χωρίον καθειργνυμένων ὥστε εἰσιόντι τὴν ἐπιχείρησιν ποιήσασθαι δυνάμεως τοῖς ὑπασπισταῖς, εἰ καί τινες προθυμοῖντο, μὴ παρατευξομένης αὐτῷ βοηθεῖν. (12)[77] Εἴχετο δὲ Χαιρέας, καὶ τῶν θεωριῶν ἐπελθουσῶν τῇ πρώτῃ δεδογμένον ἅπτεσθαι τῆς πράξεως ἰσχυρότερον ἦν τοῦ κατ' ἐκείνους προβεβουλευκότος τὸ τῆς τύχης συγχωροῦν ὑπερβολάς, καὶ τὰς τρεῖς ὑπερβαλλομένου ταῖς νομίμοις ἡμέραις μόλις κατὰ τὴν τελευταίαν αὐτοῖς ἐπράχθη τὸ ἔργον. [78] Χαιρέας δὲ συγκαλέσας τοὺς συνωμότας « πολὺς μέν, εἶπεν, καὶ ὁ παρεληλυθὼς χρόνος ὀνειδίσαι τὸ ἐπιμέλλον ἡμῶν ἐπὶ τοῖς οὕτω βουλευθεῖσιν μετ' ἀρετῆς, δεινὸν δέ, εἰ καὶ μηνύματος γενομένου διαπεσεῖται ἡ πρᾶξις καὶ Γάιος ὑβριεῖ μειζόνως. [79] ἢ οὐχ ὁρῶμεν, ὡς τῆς ἐλευθερίας ἀφαιροῦμεν ὁπόσας τῶν ἡμερῶν προσθήκην τῇ Γαίου τυραννίδι χαριζόμεθα, δέον αὐτούς τ' ἀδεεῖς τὸ λοιπὸν εἶναι καὶ τοῖς ἄλλοις αἰτίαν τοῦ εὐδαίμονος παρασχόντας δι' αἰῶνος τοῦ ἅπαντος τοῖς αὖθις ἐν θαύματι μεγάλῳ [80] καὶ τιμῇ καταστῆναι; » τῶν δὲ οὔτε ἀντειπεῖν ὡς οὐ πάνυ καλοῖς δυναμένων οὔτε τὴν πρᾶξιν ἄντικρυς δεχομένων σιγῇ δὲ καταπεπληγότων « τί, φησίν, ὦ γενναῖοι, διαμέλλομεν; ἢ οὐχ ὁρᾶτε τὴν σήμερον τῶν θεωριῶν ἡμέραν ὑστάτην οὖσαν καὶ Γάιον ἐκπλευσού [81] μενον; » ἐπὶ γὰρ Ἀλεξανδρείας παρεσκεύαστο πλεῖν κατὰ θεωρίαν τῆς Αἰγύπτου. « καλὸν δὲ ἡμῖν προέσθαι τῶν χειρῶν τὸ ὄνειδος τῇ Ῥωμαίων μεγαλαυχίᾳ πομπεῦσον διά τε γῆς καὶ θαλάσσης. [82] Πῶς δ' οὐκ ἂν δικαίως κρίνοιμεν αὐτοὺς αἰσχύνῃ τῶν γενησομένων, εἴ τις αὐτὸν Αἰγύπτιος κτείνειεν τὴν ὕβριν οὐχ ἡγησάμενος ἀνασχετὸν τοῖς ἐλευθέροις γεγονόσιν; [83] Ἐγὼ μὲν οὖν οὐκέτι εἰς πλείονα ἀνέξομαι τὰς σκήψεις ὑμῶν, χωρήσω δὲ τοῖς κινδύνοις ὁμοῦ σήμερον ἡδονῇ φέρων πᾶν ὅ τι καὶ γένοιτο ἐξ αὐτῶν, οὐδ' ἂν ὑπερβαλλοίμην εἴπερ εἴη· τί γὰρ δὴ καὶ γένοιτ' ἂν ἀνδρὶ φρόνημα ἔχοντι τούτου σχετλιώτερον, ἕτερον Γάιον ἀναιρεῖν ἐμοῦ ζῶντος ἐμὲ τὴν ἐπὶ τῷδε ἀρετὴν ἀφῃρημένον; » (13)[84] Καὶ ὁ μὲν ταῦτα εἰπὼν αὐτός τε ὡρμήκει πράξων τὸ ἔργον καὶ τοῖς λοιποῖς ἐνεποίησε θάρσος πᾶσίν τε ἦν ἔρως ἅπτεσθαι τοῦ ἐγχειρήματος μηδὲν ὑπερβαλλομένοις, [85] ἕωθέν τε ἐπὶ τοῦ Παλατίου εἰώθει τὸ ξίφος ὑπεζωσμένος τῶν ἱππικῶν· ἔθος γὰρ δὴ τοῖς χιλιάρχοις τοῦτο ἐζωσμένοις αἰτεῖν παρὰ τοῦ αὐτοκράτορος τὸ σημεῖον, ἦν τε ἡ ἡμέρα καθήκουσα εἰς αὐτὸν τῆς παραλήψεως τοῦ σημείου. [86] Ἄρτι τε συνῄει πληθὺς εἰς τὸ Παλάτιον ἐπὶ προκαταλήψει θέας πολλῷ θορύβῳ καὶ ὠθισμῷ, χαρᾷ φέροντος Γαίου τὴν ἐπὶ τοιοῖσδε τῶν πολλῶν σπουδήν, παρὸ καὶ διακέκριτο οὐδὲν οὔτε τῇ συγκλήτῳ χωρίον οὔτε τοῖς ἱππεῦσιν, φύρδην δὲ ἕζοντο καὶ τοῖς ἀνδράσιν ὁμοῦ αἱ γυναῖκες καὶ τῷ δούλῳ ἀναμεμιγμένον τὸ ἐλεύθερον. [87] Γάιος δὲ προόδων αὐτῷ γενομένων ἔθυσε τῷ Σεβαστῷ Καίσαρι, ᾧ δὴ καὶ τὰ τῆς θεωρίας ἤγετο, καὶ πίπτοντος τῶν ἱερείων τινὸς συνέβη αἵματι τὴν Ἀσπρήνα στολὴν ἑνὸς τῶν συγκλητικῶν ἀνάπλεων γενέσθαι. Τοῦτο |