RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE FLAVIUS JOSEPHE

 
 

Φλαυίου Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

ΒΙΒΛΙΟΝ Κ'

texte  mis en page par François-Dominique FOURNIER

 

 
 

traduction française

si vous voulez la traduction française d'un chapitre, cliquer sur le numéro

 

 

livre I
livre II
livre III
livre IV
livre V
livre VI
livre VII
livre VIII
livre IX
livre X
livre XI
livre XII
livre XIII
livre XIV
livre XV (grec)
livre XVI (grec)
livre XVII (grec)
livre XVIII (grec)
livre XΙX (grec)

 

 

 

 

 

I

(1)[1] Τελευτήσαντος δὲ τοῦ βασιλέως Ἀγρίππα, καθὼς ἐν τῇ πρὸ ταύτης ἀπηγγέλκαμεν βίβλῳ, πέμπει Μάρσῳ διάδοχον Κλαύδιος Καῖσαρ Κάσσιον Λογγῖνον, μνήμῃ τῇ τοῦ βασιλέως τοῦτο χαριζόμενος, πολλὰ διὰ γραμμάτων ὑπ' αὐτοῦ περιόντος ἀξιωθεὶς μηκέτι Μάρσον τῶν κατὰ τὴν Συρίαν πραγμάτων προίστασθαι. [2] Φᾶδος δὲ ὡς εἰς τὴν Ἰουδαίαν ἐπίτροπος ἀφίκετο, καταλαμβάνει στασιάσαντας τοὺς τὴν Περαίαν κατοικοῦντας Ἰουδαίους πρὸς Φιλαδελφηνοὺς περὶ ὅρων κώμης μιᾶς λεγομένης πολεμίων ἀνδρῶν ἀνάπλεω· καὶ δὴ οἱ τῆς Περαίας χωρὶς γνώμης τῆς τῶν πρώτων παρ' αὐτοῖς ἀναλαβόντες τὰ ὅπλα πολλοὺς τῶν Φιλαδελφηνῶν διαφθείρουσιν. [3] Ταῦτα πυθόμενον τὸν Φᾶδον σφόδρα παρώξυνεν, ὅτι μὴ τὴν κρίσιν αὐτῷ παραλίποιεν, εἴπερ ὑπὸ τῶν Φιλαδελφηνῶν ἐνόμιζον ἀδικεῖσθαι, ἀλλ' ἐφ' ὅπλα χωρήσειαν. [4] Λαβὼν οὖν τρεῖς τοὺς πρώτους αὐτῶν τοὺς καὶ τῆς στάσεως αἰτίους δῆσαι προσέταξεν, εἶτα τὸν μὲν αὐτῶν ἀνεῖλεν, Ἀννίβας δ' ἦν ὄνομα τούτῳ, Ἀμαράμῳ δὲ καὶ Ἐλεαζάρῳ τοῖς δυσὶ φυγὴν ἐπέβαλεν. [5] Ἀναιρεῖται δὲ καὶ Θολομαῖος ὁ ἀρχιλῃστὴς μετ' οὐ πολὺν χρόνον ἀχθεὶς ἐπ' αὐτὸν διατεθεικὼς μέγιστα κακὰ τὴν Ἰδουμαίαν καὶ τοὺς Ἄραβας, ἐκαθάρθη τε λῃστηρίων ἅπασα τοὐντεῦθεν Ἰουδαία προνοίᾳ καὶ φροντίδι τῇ Φάδου· [6] ὃς δὴ καὶ τότε μεταπεμψάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς πρώτους τῶν Ἱεροσολυμιτῶν παρῄνεσεν αὐτοῖς τὸν ποδήρη χιτῶνα καὶ τὴν ἱερὰν στολήν, ἣν φορεῖν μόνος ὁ ἀρχιερεὺς ἔθος ἔχει, εἰς τὴν Ἀντωνίαν, ἥπερ ἐστὶ φρούριον, καταθέσθαι κεισομένην ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ δὴ καὶ πρότερον ἦν. [7] Οἱ δὲ ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δ' ὅμως τόν τε Φᾶδον καὶ τὸν Λογγῖνον, ἀφίκετο γὰρ καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος δύναμιν φόβῳ τοῦ μὴ τὰ προστάγματα Φάδου τὸ πλῆθος τῶν Ἰουδαίων νεωτερίζειν ἀναγκάσῃ, πρῶτον μὲν αὐτοῖς ἐπιτρέψαι πρέσβεις ὡς Καίσαρα πέμψαι τοὺς αἰτησομένους παρ' αὐτοῦ τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, εἶτα δὲ περιμεῖναι μέχρις ἂν γνῶσιν, τί πρὸς ταῦτα Κλαύδιος ἀποκρίναιτο. [8] Οἱ δὲ ἐπιτρέψειν αὐτοῖς ἔφασαν ἀποστεῖλαι τοὺς πρέσβεις, εἰ λάβοιεν τοὺς παῖδας ὁμηρεύσοντας. Ὑπακουσάντων δ' ἑτοίμως ἐκείνων καὶ δόντων ἐξεπέμφθησαν οἱ πρέσβεις. [9] Παραγενομένων δὲ εἰς τὴν Ῥώμην αὐτῶν γνοὺς ὁ νεώτερος Ἀγρίππας ὁ τοῦ τετελευτηκότος παῖς, καθ' ἣν ἥκουσιν αἰτίαν, ἐτύγχανεν δὲ ὢν παρὰ Κλαυδίῳ Καίσαρι, καθὼς καὶ πρότερον εἴπομεν, παρακαλεῖ τὸν Καίσαρα συγχωρῆσαι τοῖς Ἰουδαίοις ἅπερ ἠξίουν περὶ τῆς ἱερᾶς στολῆς καὶ Φάδῳ περὶ τούτων ἐπιστεῖλαι.

(2)[10] Καλέσας δὲ Κλαύδιος τοὺς πρέσβεις ἔφη ταῦτα συγχωρεῖν καὶ ἐκέλευεν αὐτοὺς Ἀγρίππᾳ χάριν εἰδέναι, ταῦτα γὰρ ἐκείνου ποιεῖν ἀξιώσαντος, ἐπί τε ταῖς ἀποκρίσεσιν τοιαύτην ἐπιστολὴν ἔδωκεν· [11] “Κλαύδιος Καῖσαρ Γερμανικὸς δημαρχικῆς ἐξουσίας τὸ πέμπτον ὕπατος ἀποδεδειγμένος τὸ τέταρτον αὐτοκράτωρ τὸ δέκατον πατὴρ πατρίδος Ἱεροσολυμιτῶν ἄρχουσι βουλῇ δήμῳ Ἰουδαίων παντὶ ἔθνει χαίρειν. [12] Ἀγρίππα τοῦ ἐμοῦ, ὃν ἐγὼ ἔθρεψα καὶ ἔχω σὺν ἐμαυτῷ εὐσεβέστατον ὄντα, προσαγαγόντος μοι τοὺς ὑμετέρους πρέσβεις εὐχαριστοῦντας ἐφ' ᾗ πεποίημαι τοῦ ἔθνους ὑμῶν κηδεμονίᾳ, καὶ αἰτησαμένων σπουδαίως καὶ φιλοτίμως τὴν ἱερὰν ἐσθῆτα καὶ τὸν στέφανον ὑπὸ τὴν ἐξουσίαν ὑμῶν εἶναι, συγχωρῶ καθὼς ὁ κράτιστος καί μοι τιμιώτατος Οὐιτέλλιος ἐποίησεν. [13] Συγκατεθέμην δὲ τῇ γνώμῃ ταύτῃ πρῶτον διὰ τὸ ἐμαυτοῦ εὐσεβὲς καὶ τὸ βούλεσθαι ἑκάστους κατὰ τὰ πάτρια θρησκεύειν, ἔπειτα δὲ εἰδώς, ὅτι καὶ αὐτῷ βασιλεῖ Ἡρώδῃ καὶ Ἀριστοβούλῳ τῷ νεωτέρῳ, ὧν τὴν πρὸς ἐμαυτὸν εὐσέβειαν καὶ τὴν περὶ ὑμᾶς γινώσκω σπουδήν Ταῦτα ποιήσας, πρὸς οὓς ἔστι μοι πλεῖστα δίκαια φιλίας κρατίστους ὄντας κἀμοὶ τιμίους. [14] Ἔγραψα δὲ περὶ τούτων καὶ Κουσπίῳ Φάδῳ τῷ 'μῷ ἐπιτρόπῳ. Οἱ τὰ γράμματα κομίζοντες Κορνήλιος Κέρωνος Τρύφων Θευδίωνος Δωρόθεος Ναθαναήλου Ἰωάννης Ἰωάννου. Ἐγράφη πρὸ τεσσάρων καλανδῶν ἐΠὶ ὑπάτων Ῥούφου καὶ Πομπηίου Σιλουανοῦ.”

(3)[15] Ἠιτήσατο δὲ καὶ Ἡρώδης, ὁ ἀδελφὸς μὲν Ἀγρίππα τοῦ τετελευτηκότος, Χαλκίδος δὲ τὴν ἀρχὴν κατὰ τὸν χρόνον ἐκεῖνον πεπιστευμένος, Κλαύδιον Καίσαρα τὴν ἐξουσίαν τοῦ νεὼ καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρχιερέων χειροτονίαν, πάντων τε ἐπέτυχεν. [16] Ἐξ ἐκείνου τε πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ παρέμεινεν ἡ ἐξουσία μέχρι τῆς τοῦ πολέμου τελευτῆς. Καὶ δὴ ὁ Ἡρώδης μεθίστησιν τῆς ἀρχιερωσύνης τὸν ἐπικαλούμενον Κανθήραν Ἰωσήπῳ τῷ Καμεὶ ἀντ' ἐκείνου τὴν διαδοχὴν τῆς τιμῆς παρασχόμενος.

II

(1)[17] Κατὰ τοῦτον δὲ τὸν καιρὸν τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων ἔθη τὸν βίον μετέβαλον διὰ τοιαύτην αἰτίαν· [18] Μονόβαζος ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι τῇ πρὸς γάμου κοινωνίᾳ ἄγεται καὶ κατέστησεν ἐγκύμονα. Συγκαθεύδων δέ ποτε τῇ γαστρὶ τῆς γυναικὸς τὴν χεῖρα προσαναπαύσας ἡνίκα καθύπνωσεν, φωνῆς τινος ἔδοξεν ὑπακούειν κελευούσης αἴρειν ἀπὸ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος θεοῦ προνοίᾳ καὶ ἀρχῆς τυχὸν καὶ τέλους εὐτυχοῦς τευξόμενον. [19] Ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς εὐθὺς διεγερθεὶς ἔφραζε τῇ γυναικὶ ταῦτα, καί γε τὸν υἱὸν Ἰζάτην ἐπεκάλεσεν. [20] Ἦν δὲ αὐτῷ Μονόβαζος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης γενόμενος ἄλλοι τε παῖδες ἐξ ἑτέρων γυναικῶν. Τὴν μέντοι πᾶσαν εὔνοιαν ὡς εἰς μονογενῆ τὸν Ἰζάτην ἔχων φανερὸς ἦν. [21] Φθόνος δὲ τοὐντεῦθεν τῷ παιδὶ παρὰ τῶν ὁμοπατρίων ἀδελφῶν ἐφύετο κἀκ τούτου μῖσος ηὔξετο λυπουμένων ἁπάντων, ὅτι τὸν Ἰζάτην αὐτῶν ὁ πατὴρ προτιμῴη. [22] Ταῦτα δὲ καίπερ σαφῶς αἰσθανόμενος ὁ πατὴρ ἐκείνοις μὲν συνεγίνωσκεν ὡς μὴ διὰ κακίαν αὐτὸ πάσχουσιν ἀλλ' ἤτοι παρὰ τοῦ πατρὸς αὐτῶν ἕκαστον ἀξιῶν εὐνοίας τυγχάνειν, τὸν δὲ νεανίαν, σφόδρα γὰρ ἐδεδοίκει περὶ αὐτοῦ, μὴ μισούμενος ὑπὸ τῶν ἀδελφῶν πάθοι τι, πολλὰ δωρησάμενος πρὸς Ἀβεννήριγον ἐκπέμπει τὸν Σπασίνου χάρακος βασιλέα, παρακατατιθέμενος ἐκείνῳ τὴν τοῦ παιδὸς σωτηρίαν. [23] Ὁ δὲ Ἀβεννήριγος ἄσμενός τε δέχεται τὸν νεανίαν καὶ διὰ πολλῆς εὐνοίας ἄγων γυναῖκα μὲν αὐτῷ τὴν θυγατέρα, Σαμαχὼς δ' ἦν ὄνομα ταύτῃ, δίδωσι· δωρεῖται δὲ χώραν, ἐξ ἧς μεγάλας λήψοιτο προσόδους.

(2)[24] Μονόβαζος δὲ ἤδη γηραιὸς ὢν καὶ τοῦ ζῆν ὀλίγον αὐτῷ τὸν λοιπὸν ὁρῶν χρόνον ἠθέλησεν εἰς ὄψιν ἀφικέσθαι τῷ παιδὶ πρὸ τοῦ τελευτῆσαι. Μεταπεμψάμενος οὖν αὐτὸν ἀσπάζεται φιλοφρονέστατα, καὶ χώραν δίδωσιν Καρρῶν λεγομένην. [25] Φέρειν δ' ἡ γῆ πλεῖστον τὸ ἄμωμον ἀγαθή· ἔστι δ' ἐν αὐτῇ καὶ τὰ λείψανα τῆς λάρνακος, ᾗ Νῶχον ἐκ τῆς ἐπομβρίας διασεσῶσθαι λόγος ἔχει, καὶ μέχρι νῦν ταῦτα τοῖς ἰδεῖν βουλομένοις ἐπιδείκνυται. [26] Διέτριβεν οὖν ὁ Ἰζάτης ἐν τῇ χώρᾳ ταύτῃ μέχρι τῆς τελευτῆς τοῦ πατρός. ᾗ δ' ἐξέλιπεν ἡμέρᾳ τὸν βίον ὁ Μονόβαζος ἡ βασιλὶς Ἑλένη μεταπέμπεται πάντας τοὺς μεγιστᾶνας καὶ τῆς βασιλείας σατράπας καὶ τοὺς τὰς δυνάμεις πεπιστευμένους. [27] Οἷς ἀφικομένοις, “ὅτι μὲν ὁ ἐμὸς ἀνήρ, εἶπε, τῆς βασιλείας αὐτῷ διάδοχον Ἰζάτην ηὔξατο γενέσθαι καὶ τοῦτον ἄξιον ἔκρινεν, οὐδ' ὑμᾶς λεληθέναι δοκῶ, περιμένω δὲ ὅμως καὶ τὴν ὑμετέραν κρίσιν· μακάριος γὰρ οὐχ ὁ παρ' ἑνός, [28] ἀλλὰ πλειόνων καὶ θελόντων τὴν ἀρχὴν λαμβάνων.” ἡ μὲν ταῦτ' εἶπεν ἐπὶ πείρᾳ τοῦ τί φρονοῖεν οἱ συγκληθέντες· οἱ δὲ ἀκούσαντες πρῶτον μὲν προσεκύνησαν τὴν βασιλίδα, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἶτ' ἔφασαν τὴν τοῦ βασιλέως γνώμην βεβαιοῦν καὶ ὑπακούσεσθαι χαίροντες Ἰζάτῃ δικαίως ὑπὸ τοῦ πατρὸς προκριθέντι τῶν ἀδελφῶν κατὰ τὰς εὐχὰς τὰς ἁπάντων. [29] Βούλεσθαί τ' ἔφασαν προαποκτεῖναι πρῶτον αὐτοῦ τοὺς ἀδελφοὺς καὶ συγγενεῖς ὑπὲρ τοῦ τὴν ἀρχὴν Ἰζάτην μετ' ἀσφαλείας κατασχεῖν· φθαρέντων γὰρ ἐκείνων καθαιρεθήσεσθαι πάντα τὸν φόβον τὸν ὑπὸ μίσους τοῦ παρ' αὐτῶν καὶ φθόνου γινόμενον. [30] Πρὸς ταῦτα ἡ Ἑλένη χάριν μὲν αὐτοῖς ὡμολόγει τῆς πρὸς αὐτὴν καὶ τὸν Ἰζάτην εὐνοίας ἔχειν, παρεκάλει δ' ὅμως ἐπισχεῖν τὴν περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν γνώμην μέχρι ἂν Ἰζάτης παραγενόμενος συνδοκιμάσῃ. [31] Οἱ δ' ἐπεὶ ἀνελεῖν συμβουλεύσαντες οὐκ ἔπεισαν, ἀλλὰ φυλάσσειν αὐτοὺς δεσμίους παρῄνουν μέχρι τῆς ἐκείνου παρουσίας ὑπὲρ ἀσφαλείας τῆς ἑαυτῶν. Συνεβούλευον δ' αὐτῇ μεταξὺ προστήσασθαί τινα τῆς ἀρχῆς ἐπίτροπον, ᾧ μάλιστα πιστεύει. [32] Πείθεται τούτοις ἡ Ἑλένη, καὶ καθίστησι τὸν πρεσβύτατον παῖδα Μονόβαζον βασιλέα περιθεῖσα τὸ διάδημα καὶ δοῦσα τὸν σημαντῆρα τοῦ πατρὸς δακτύλιον τήν τε σαμψηρὰν ὀνομαζομένην παρ' αὐτοῖς, διοικεῖν τε τὴν βασιλείαν παρῄνεσεν μέχρι τῆς τοῦ ἀδελφοῦ παρουσίας. [33] ἧκε δ' οὗτος ταχέως ἀκούσας τὴν τοῦ πατρὸς τελευτὴν καὶ διαδέχεται τὸν ἀδελφὸν Μονόβαζον ὑπεκστάντος τῆς ἀρχῆς αὐτῷ.

(3)[34] Καθ' ὃν δὲ χρόνον ὁ Ἰζάτης ἐν τῷ Σπασίνου χάρακι διέτριβεν Ἰουδαῖός τις ἔμπορος Ἀνανίας ὄνομα πρὸς τὰς γυναῖκας εἰσιὼν τοῦ βασιλέως ἐδίδασκεν αὐτὰς τὸν θεὸν σέβειν, ὡς Ἰουδαίοις πάτριον ἦν, [35] καὶ δὴ δι' αὐτῶν εἰς γνῶσιν ἀφικόμενος τῷ Ἰζάτῃ κἀκεῖνον ὁμοίως συνανέπεισεν μετακληθέντι τε ὑπὸ τοῦ πατρὸς εἰς τὴν Ἀδιαβηνὴν συνεξῆλθεν κατὰ πολλὴν ὑπακούσας δέησιν· συνεβεβήκει δὲ καὶ τὴν Ἑλένην ὁμοίως ὑφ' ἑτέρου τινὸς Ἰουδαίου διδαχθεῖσαν εἰς τοὺς ἐκείνων μετακεκομίσθαι νόμους. [36] Ὁ δ' Ἰζάτης ὡς παρέλαβεν τὴν βασιλείαν, ἀφικόμενος εἰς τὴν Ἀδιαβηνὴν καὶ θεασάμενος τούς τε ἀδελφοὺς καὶ τοὺς ἄλλους συγγενεῖς δεδεμένους ἐδυσχέρανεν τῷ γεγονότι. [37] Καὶ τὸ μὲν ἀνελεῖν ἢ φυλάττειν δεδεμένους ἀσεβὲς ἡγούμενος, τὸ δὲ μνησικακοῦντας ἔχειν σὺν αὐτῷ μὴ δεδεμένους σφαλερὸν εἶναι νομίζων, τοὺς μὲν ὁμηρεύσοντας μετὰ τέκνων εἰς τὴν Ῥώμην ἐξέπεμψε Κλαυδίῳ Καίσαρι, τοὺς δὲ πρὸς Ἀρταβάνην τὸν Πάρθον ἐφ' ὁμοίαις προφάσεσιν ἀπέστειλεν.

(4)[38] Πυθόμενος δὲ πάνυ τοῖς Ἰουδαίων ἔθεσιν χαίρειν τὴν μητέρα τὴν ἑαυτοῦ ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μεταθέσθαι, νομίζων τε μὴ ἂν εἶναι βεβαίως Ἰουδαῖος, εἰ μὴ περιτέμνοιτο, πράττειν ἦν ἕτοιμος. [39] Μαθοῦσα δ' ἡ μήτηρ κωλύειν ἐπειρᾶτο ἐπιφέρειν αὐτῷ κίνδυνον λέγουσα· βασιλέα γὰρ εἶναι, καὶ καταστήσειν εἰς πολλὴν δυσμένειαν τοὺς ὑπηκόους μαθόντας, ὅτι ξένων ἐπιθυμήσειεν καὶ ἀλλοτρίων αὐτοῖς ἐθῶν, οὐκ ἀνέξεσθαί τε βασιλεύοντος αὐτῶν Ἰουδαίου. [40] Καὶ ἡ μὲν ταῦτ' ἔλεγεν καὶ παντοίως ἐκώλυεν. Ὁ δ' εἰς τὸν Ἀνανίαν τοὺς λόγους ἀνέφερεν. Τοῦ δὲ τῇ μητρὶ συμφάσκοντος καὶ συναπειλήσαντος ὡς εἰ μὴ πείθοι καταλιπὼν ἄπεισιν· [41] δεδοικέναι γὰρ ἔλεγεν, μὴ τοῦ πράγματος ἐκδήλου πᾶσιν γενομένου κινδυνεύσειε τιμωρίαν ὑποσχεῖν ὡς αὐτὸς αἴτιος τούτων καὶ διδάσκαλος τῷ βασιλεῖ ἀπρεπῶν ἔργων γενόμενος, δυνάμενον δ' αὐτὸν ἔφη καὶ χωρὶς τῆς περιτομῆς τὸ θεῖον σέβειν, εἴγε πάντως κέκρικε ζηλοῦν τὰ πάτρια τῶν Ἰουδαίων· τοῦτ' εἶναι κυριώτερον τοῦ περιτέμνεσθαι· [42] συγγνώμην δ' ἕξειν αὐτῷ καὶ τὸν θεὸν φήσαντος μὴ πράξαντι τὸ ἔργον δι' ἀνάγκην καὶ τὸν ἐκ τῶν ὑπηκόων φόβον, ἐπείσθη μὲν τότε τοῖς λόγοις ὁ βασιλεύς. [43] Μετὰ ταῦτα δέ, τὴν γὰρ ἐπιθυμίαν οὐκ ἐξεβεβλήκει παντάπασιν, Ἰουδαῖός τις ἕτερος ἐκ τῆς Γαλιλαίας ἀφικόμενος Ἐλεάζαρος ὄνομα πάνυ περὶ τὰ πάτρια δοκῶν ἀκριβὴς εἶναι προετρέψατο πρᾶξαι τοὖργον. [44] Ἐπεὶ γὰρ εἰσῆλθεν ἀσπασόμενος αὐτὸν καὶ κατέλαβε τὸν Μωυσέος νόμον ἀναγινώσκοντα, “λανθάνεις, εἶπεν, ὦ βασιλεῦ, τὰ μέγιστα τοὺς νόμους καὶ δι' αὐτῶν τὸν θεὸν ἀδικῶν· οὐ γὰρ ἀναγινώσκειν σε δεῖ μόνον αὐτούς, ἀλλὰ καὶ πρότερον τὰ προστασσόμενα ποιεῖν ὑπ' αὐτῶν. [45] Μέχρι τίνος ἀπερίτμητος μενεῖς; ἀλλ' εἰ μήπω τὸν περὶ τούτου νόμον ἀνέγνως, ἵν' εἰδῇς τίς ἐστιν ἡ ἀσέβεια, νῦν [46] ἀνάγνωθι.” ταῦτα ἀκούσας ὁ βασιλεὺς οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, μεταστὰς δ' εἰς ἕτερον οἴκημα καὶ τὸν ἰατρὸν εἰσκαλεσάμενος τὸ προσταχθὲν ἐτέλει καὶ μεταπεμψάμενος τήν τε μητέρα καὶ τὸν διδάσκαλον Ἀνανίαν ἐσήμαινεν αὐτὸν πεπραχέναι τοὖργον. [47] Τοὺς δ' ἔκπληξις εὐθὺς ἔλαβεν καὶ φόβος οὔτι μέτριος, μὴ τῆς πράξεως εἰς ἔλεγχον ἐλθούσης κινδυνεύσειεν μὲν ὁ βασιλεὺς τὴν ἀρχὴν ἀποβαλεῖν οὐκ ἀνασχομένων τῶν ὑπηκόων ἄρχειν αὐτῶν ἄνδρα τῶν παρ' ἑτέροις ζηλωτὴν ἐθῶν, κινδυνεύσειαν δὲ καὶ αὐτοὶ τῆς αἰτίας ἐπ' αὐτοῖς ἐνεχθείσης. [48] Θεὸς δ' ἦν ὁ κωλύσων ἄρα τοὺς ἐκείνων φόβους ἐλθεῖν ἐπὶ τέλος· πολλοῖς γὰρ αὐτόν τε τὸν Ἰζάτην περιπεσόντα κινδύνοις καὶ παῖδας τοὺς ἐκείνου διέσωσεν ἐξ ἀμηχάνων πόρον εἰς σωτηρίαν παρασχών, ἐπιδεικνὺς ὅτι τοῖς εἰς αὐτὸν ἀποβλέπουσιν καὶ μόνῳ πεπιστευκόσιν ὁ καρπὸς οὐκ ἀπόλλυται ὁ τῆς εὐσεβείας. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἀπαγγελοῦμεν.

(5)[49] Ἑλένη δὲ ἡ τοῦ βασιλέως μήτηρ ὁρῶσα τὰ μὲν κατὰ τὴν βασιλείαν εἰρηνευόμενα, τὸν δὲ υἱὸν αὐτῆς μακάριον καὶ παρὰ πᾶσι ζηλωτὸν καὶ τοῖς ἀλλοεθνέσι διὰ τὴν ἐκ τοῦ θεοῦ πρόνοιαν, ἐπιθυμίαν ἔσχεν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ἀφικομένη τὸ πᾶσιν ἀνθρώποις περιβόητον ἱερὸν τοῦ θεοῦ προσκυνῆσαι καὶ χαριστηρίους θυσίας προσενεγκεῖν, ἐδεῖτό τε τοῦ παιδὸς ἐπιτρέψαι. [50] Τοῦ δὲ πάνυ προθύμως τῇ μητρὶ παρακαλούσῃ κατανεύσαντος καὶ πολλὴν παρασκευὴν τῶν εἰς τὴν ἀποστολὴν ἑτοιμασαμένου καὶ χρήματα πλεῖστα δόντος, καταβαίνει εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν προπέμποντος ἐπὶ πολὺ τοῦ παιδός. [51] Γίνεται δὲ αὐτῆς ἡ ἄφιξις πάνυ συμφέρουσα τοῖς Ἱεροσολυμίταις· λιμοῦ γὰρ αὐτῶν τὴν πόλιν κατὰ τὸν καιρὸν ἐκεῖνον πιεζοῦντος καὶ πολλῶν ὑπ' ἐνδείας ἀναλωμάτων φθειρομένων ἡ βασιλὶς Ἑλένη πέμπει τινὰς τῶν ἑαυτῆς, τοὺς μὲν εἰς τὴν Ἀλεξάνδρειαν πολλῶν σῖτον ὠνησομένους χρημάτων, τοὺς δ' εἰς Κύπρον ἰσχάδων φόρτον οἴσοντας. [52] Ὡς δ' ἐπανῆλθον ταχέως κομίζοντες τοῖς ἀπορουμένοις διένειμε τροφὴν καὶ μεγίστην αὐτῆς μνήμην τῆς εὐποιίας ταύτης εἰς τὸ πᾶν ἡμῶν ἔθνος καταλέλοιπε. [53] Πυθόμενος δὲ καὶ ὁ παῖς αὐτῆς Ἰζάτης τὰ περὶ τὸν λιμὸν ἔπεμψε πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν. Ἀλλὰ γὰρ ἃ τοῖς βασιλεῦσιν εἰς τὴν πόλιν ἡμῶν ἀγαθὰ πέπρακται μετὰ ταῦτα δηλώσομεν.

III

(1)[54] Ὁ δὲ τῶν Πάρθων βασιλεὺς Ἀρταβάνης αἰσθόμενος τοὺς σατράπας ἐπιβουλὴν ἐπ' αὐτὸν συντεθεικότας, μένειν παρ' αὐτοῖς ἀσφαλὲς οὐχ ὁρῶν ἔγνω πρὸς Ἰζάτην ἀπαίρειν, πόρον παρ' αὐτοῦ βουλόμενος σωτηρίας εὑρέσθαι καὶ κάθοδον εἰς τὴν ἀρχήν, εἰ δυνηθείη. [55] Καὶ δὴ ἀφικνεῖται συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους τὸν ἀριθμὸν ἐπαγόμενος συντυγχάνει τε τῷ Ἰζάτῃ καθ' ὁδόν. [56] Αὐτός τε σαφῶς ἐκεῖνον ἐπιστάμενος, ὑπ' Ἰζάτου δὲ οὐ γινωσκόμενος, πλησίον καταστὰς πρῶτον μὲν κατὰ τὸ πάτριον προσεκύνησεν αὐτόν, εἶτα “βασιλεῦ, φησίν, μὴ περιίδῃς με τὸν σὸν ἱκέτην μηδ' ὑπερηφανήσῃς δεομένου· ταπεινὸς γὰρ ἐκ μεταβολῆς γενόμενος καὶ ἐκ βασιλέως ἰδιώτης τῆς σῆς ἐπικουρίας χρῄζω. [57] Βλέψον οὖν εἰς τὸ τῆς τύχης ἄστατον καὶ κοινὴν εἶναι νόμισον καὶ ὑπὲρ σαυτοῦ πρόνοιαν· ἐμοῦ γὰρ ἀνεκδικήτου περιοφθέντος ἔσονται θρασύτεροι πολλοὶ καὶ κατὰ τῶν ἄλλων βασιλέων. [58] Ὁ μὲν ταῦτ' ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, ὁ δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καί “θάρσησον, [59] εἶπεν, ὦ βασιλεῦ, μηδέ σε συγχείτω τὸ παρὸν ὡς ἀνήκεστον· ταχεῖα γὰρ ἔσται τῆς λύπης ἡ μεταβολή. Φίλον δέ με καὶ σύμμαχον εὑρήσεις κρείττω τῆς ἐλπίδος· ἢ γὰρ εἰς τὴν Πάρθων σε καταστήσω βασιλείαν πάλιν ἢ τῆς ἐμῆς ἐκστήσομαι.”

(2)[60] Ταῦτα εἰπὼν ἀνεβίβαζεν τὸν Ἀρταβάνην ἐπὶ τὸν ἵππον, παρείπετο δ' αὐτὸς πεζὸς τιμὴν ἀπονέμων ταυτηνὶ ὡς ἂν μείζονι βασιλεῖ. Θεασάμενος δ' Ἀρταβάνης βαρέως ἤνεγκεν καὶ τὴν ἐφεστῶσαν αὐτῷ τύχην καὶ τιμὴν ἐπωμόσατο καταβήσεσθαι μὴ 'κείνου πάλιν ἀναβάντος καὶ προηγουμένου. [61] Ὁ δὲ πεισθεὶς ἐπὶ τὸν ἵππον ἥλατο καὶ ἀγαγὼν αὐτὸν εἰς τὴν βασιλείαν πᾶσαν τιμὴν ἀπένειμεν ἔν τε συνεδρίαις καὶ ταῖς περὶ τὰς ἑστιάσεις προκατακλίσεσιν, οὐκ εἰς τὸ παρὸν αὐτοῦ τῆς τύχης ἀποβλέπων, ἀλλ' εἰς τὸ πρότερον ἀξίωμα, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης. [62] Γράφει τε πρὸς τοὺς Πάρθους πείθων αὐτοὺς τὸν Ἀρταβάνην ὑποδέξασθαι, πίστιν προτείνων τῆς τῶν πεπραγμένων ἀμνηστίας δεξιὰν καὶ ὅρκους καὶ μεσιτείαν τὴν αὐτοῦ. [63] Τῶν δὲ Πάρθων δέξασθαι μὲν αὐτὸν θέλειν οὐκ ἀρνουμένων, μὴ δύνασθαι δὲ λεγόντων διὰ τὸ τὴν ἀρχὴν ἑτέρῳ πεπιστευκέναι, Κίνναμος δ' ἦν ὄνομα τῷ παρειληφότι, καὶ δεδοικέναι, μὴ στάσις αὐτοὺς ἐκ τούτου καταλάβῃ, [64] μαθὼν τὴν προαίρεσιν αὐτῶν ὁ Κίνναμος ταύτην αὐτὸς γράφει τῷ Ἀρταβάνῃ, τέθραπτο γὰρ ὑπ' αὐτοῦ καὶ φύσει δ' ἦν καλὸς καὶ ἀγαθός, παρακαλῶν αὐτῷ πιστεύσαντα παραγενέσθαι τὴν ἀρχὴν ἀποληψόμενον τὴν αὐτοῦ. [65] Καὶ ὁ Ἀρταβάνης πιστεύσας παρῆν. Ὑπαντᾷ δ' αὐτῷ ὁ Κίνναμος καὶ προσκυνήσας βασιλέα τε προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα ἀφελὼν τῆς ἑαυτοῦ.

(3)[66] Καὶ Ἀρταβάνης οὕτω διὰ Ἰζάτου πάλιν εἰς τὴν ἀρχὴν καθίσταται πρότερον αὐτῆς ἐκπεσὼν διὰ τοὺς μεγιστᾶνας. Οὐκ ἐγένετο μὴν ἀμνήμων τῶν εἰς αὐτὸν εὐεργεσιῶν, ἀλλ' ἀντιδωρεῖται τὸν Ἰζάτην ταῖς μεγίσταις τιμαῖς παρ' αὐτοῖς· [67] Τήν τε γὰρ τιάραν ὀρθὴν ἐπέτρεψεν αὐτῷ φορεῖν καὶ ἐπὶ κλίνης χρυσῆς καθεύδειν, ἅπερ μόνων ἐστὶ γέρα καὶ σημεῖα τῶν Πάρθων βασιλέων. [68] Ἔδωκεν δὲ καὶ χώραν πολλὴν αὐτῷ κἀγαθὴν τοῦ τῶν Ἀρμενίων βασιλέως ἀποτεμόμενος, Νίσιβις δέ ἐστιν ὄνομα τῇ γῇ, καὶ ἐν αὐτῇ πρότερον Μακεδόνες ἐκτίσαντο πόλιν Ἀντιόχειαν, ἣν Ἐπιμυγδονίαν προσηγόρευσαν. Ταύταις μὲν δὴ ταῖς τιμαῖς ὁ Ἰζάτης ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως ἐτιμήθη.

(4)[69] Μετ' οὐ πολὺν δὲ χρόνον Ἀρταβάνης τελευτᾷ τὴν βασιλείαν τῷ παιδὶ Οὐαρδάνῃ καταλιπών. Οὗτος δὴ πρὸς τὸν Ἰζάτην ἀφικόμενος ἔπειθεν αὐτὸν μέλλων πρὸς Ῥωμαίους πόλεμον ἐκφέρειν συστρατεύεσθαι καὶ συμμαχίαν ἑτοιμάζειν. [70] Οὐ μὴν ἔπειθεν· ὁ γὰρ Ἰζάτης τὴν Ῥωμαίων δύναμίν τε καὶ τύχην ἐπιστάμενος ἀδυνάτοις αὐτὸν ἐνόμιζεν ἐπιχειρεῖν. [71] Ἔτι τε πεπομφὼς πέντε μὲν τὸν ἀριθμὸν υἱοὺς τὴν ἡλικίαν νέους γλῶτταν τὴν παρ' ἡμῖν πάτριον καὶ παιδείαν ἀκριβῶς μαθησομένους, τὴν δὲ μητέρα προσκυνήσουσαν τὸ ἱερόν, ὡς προεῖπον, ὀκνηρότερος ἦν καὶ τὸν Οὐαρδάνην ἐκώλυεν συνεχῶς διηγούμενος τὰς Ῥωμαίων δυνάμεις τε καὶ πράξεις, διὰ τούτων οἰόμενος αὐτὸν φοβήσειν καὶ παύσειν ἐπιθυμοῦντα τῆς ἐπ' αὐτοὺς στρατείας. [72] Παροξυνθεὶς δ' ἐπὶ τούτοις ὁ Πάρθος πόλεμον εὐθὺς πρὸς Ἰζάτην κατήγγειλεν. Οὐ μὴν ἔλαβεν οὐδὲ τῆς ἐπὶ τούτῳ στρατείας ὄνησιν τοῦ θεοῦ τὰς ἐλπίδας αὐτοῦ πάσας ὑποτεμόντος· [73] μαθόντες γὰρ οἱ Πάρθοι τὴν διάνοιαν τοῦ Οὐαρδάνου καὶ ὡς ἐπὶ Ῥωμαίους στρατεύειν ἔκρινεν, αὐτὸν μὲν ἀναιροῦσιν, τὴν ἀρχὴν δὲ τῷ ἀδελφῷ Κοτάρδῃ παρέδοσαν. [74] Καὶ τοῦτον δὲ μετ' οὐ πολὺν χρόνον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός, ὃς δὴ καὶ τοῖς ὁμοπατρίοις δυσὶν ἀδελφοῖς δυναστείας ἐπίστευσεν, Πακόρῳ μὲν τῷ καὶ πρεσβυτέρῳ τὴν Μήδων, Τιριδάτῃ δὲ τῷ νεωτέρῳ τὴν Ἀρμενίαν.

 

IV

(1)[75] Ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς θεωροῦντες τὸν Ἰζάτην διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν ζηλωτὸν παρὰ πᾶσιν ἀνθρώποις γεγενημένον ἔσχον ἐπιθυμίαν καὶ αὐτοὶ τὰ πάτρια καταλιπόντες ἔθεσι χρῆσθαι τοῖς Ἰουδαίων. [76] Γίνεται δ' ἡ πρᾶξις αὐτῶν κατάφωρος τοῖς ὑπηκόοις, κἀπὶ τούτῳ χαλεπήναντες οἱ μεγιστᾶνες οὐκ ἐφανέρουν μὲν τὴν ὀργήν, κατὰ νοῦν δὲ ἔχοντες καιρὸν ἐπιτήδειον ἐζήτουν δίκην εἰσπράξασθαι σπεύδοντες παρ' αὐτῶν. [77] Καὶ δὴ γράφουσιν πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα χρήματα πολλὰ δώσειν ὑπισχνούμενοι στρατεύσασθαι θελήσαντι κατὰ τοῦ παρ' αὐτοῖς βασιλέως, ἐπηγγέλλοντο δὲ καὶ περὶ τὴν πρώτην συμβολὴν ἐγκαταλείψειν τὸν βασιλέα· θέλειν γὰρ αὐτὸν τιμωρήσασθαι μισήσαντα τὰ παρ' αὐτοῖς ἔθη· καὶ ὅρκοις τὴν πρὸς ἀλλήλους ἐνδησάμενοι πίστιν σπεύδειν παρεκάλουν. [78] Πείθεται δὲ ὁ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. Μελλούσης δὲ τῆς πρώτης συμβολῆς πρὶν εἰς χεῖρας ἐλθεῖν καταλείπουσιν τὸν Ἰζάτην ἐκ συνθήματος πάντες ὡς πανικῷ δείματι κατασχεθέντες, καὶ τὰ νῶτα τοῖς πολεμίοις ἐντρέψαντες ἔφευγον. [79] Οὐ μὴν ὁ Ἰζάτης κατεπλάγη, νοήσας δὲ προδοσίαν ὑπὸ τῶν μεγιστάνων γεγενῆσθαι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον ὑπεχώρησεν, καὶ τὴν αἰτίαν ζητήσας ὡς ἔμαθεν συντεταγμένους πρὸς τὸν Ἄραβα, τοὺς μὲν αἰτίους ἀναιρεῖ, τῇ δ' ἐπιούσῃ συμβαλὼν πλείστους μὲν ἀπέκτεινε, [80] πάντας δὲ φυγεῖν ἠνάγκασεν, αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον, καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν, πολλὴ δὲ ἦν, ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα· περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν.

(2)[81] Ἀποτυχόντες δὲ οἱ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες τῆς πρώτης ἐπιχειρήσεως παραδόντος αὐτοὺς τοῦ θεοῦ τῷ βασιλεῖ οὐδ' ὣς ἠρέμουν, ἀλλὰ γράφουσιν πάλιν Οὐολογέσῃ, βασιλεὺς δὲ Πάρθων οὗτος ἦν, παρακαλοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δ' αὐτοῖς ἕτερον δυνάστην καὶ τῷ γένει Πάρθον· μισεῖν γὰρ ἔλεγον τὸν ἑαυτῶν βασιλέα καταλύσαντα μὲν τὰ πάτρια, ξένων δ' ἐραστὴν ἐθῶν γενόμενον. [82] Ταῦτα ἀκούσας ὁ Πάρθος ἐπήρθη πρὸς τὸν πόλεμον, καὶ προφάσεως δικαίας μηδεμίαν ἀφορμὴν ἔχων τὰς ὑπὸ τοῦ πατρὸς αὐτῷ δοθείσας τιμὰς ἔπεμψεν ἀπαιτῶν, ἀπειθήσαντι δὲ πόλεμον κατήγγελλεν. [83] Ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως ὁ Ἰζάτης, ὡς ἤκουσεν ταῦτα, κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας. [84] Εἰδὼς δέ, ὅτι καὶ ἀπολαβὼν ὁ Πάρθος τὰς τιμὰς οὐκ ἂν ἠρεμήσειεν, ἔκρινεν ἐπιτρέψαι τῷ κηδεμόνι θεῷ τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον, [85] καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα, τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις ἐΜπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς, ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους. [86] Παραγενομένου δὲ τοῦ Πάρθου μετὰ πολλῆς δυνάμεως πεζῶν τε καὶ ἱππέων θᾶττον ἐλπίδος, ὥδευσε γὰρ συντόνως, βαλλομένου τε χάρακα πρὸς τῷ ποταμῷ τῷ τὴν Ἀδιαβηνὴν καὶ τὴν Μηδίαν ὁρίζοντι, τίθησι καὶ ὁ Ἰζάτης τὸ στρατόπεδον οὐκ ἄπωθεν ἔχων περὶ αὐτὸν ἱππεῖς τὸν ἀριθμὸν ἑξακισχιλίους. [87] Ἀφικνεῖται δὲ πρὸς τὸν Ἰζάτην ἄγγελος παρὰ τοῦ Πάρθου πεμφθείς, ὃς τὴν Πάρθων δύναμιν ὅση τίς ἐστιν ἤγγελλεν ἀπὸ Εὐφράτου ποταμοῦ μέχρι Βάκτρων τοὺς ὅρους αὐτῆς τιθέμενος καὶ τοὺς ὑπηκόους αὐτῆς βασιλέας καταλέγων. [88] ἠπείλει δὲ δώσειν αὐτὸν δίκας ἀχάριστον περὶ δεσπότας τοὺς ἑαυτοῦ γενόμενον, καὶ ῥύεσθαι τῶν βασιλέως αὐτὸν χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. [89] Ταῦτα τοῦ ἀγγέλου φράσαντος ὁ Ἰζάτης εἰδέναι μὲν τὴν Πάρθων δύναμιν ἔφη πολὺ τῆς αὐτοῦ διαφέρουσαν, γινώσκειν δ' οὖν ἔτι μᾶλλον πάντων ἀνθρώπων ἔλεγεν κρείσσω τὸν θεόν. Καὶ τοιαύτην δοὺς τὴν ἀπόκρισιν ἐπὶ τὴν ἱκετείαν ἐτρέπετο τοῦ θεοῦ, χαμαί τε ῥίψας αὑτὸν καὶ σποδῷ τὴν κεφαλὴν καταισχύνας μετὰ γυναικὸς καὶ τέκνων ἐνήστευεν ἀνακαλῶν τὸν θεὸν καὶ λέγων, [90] “εἰ μὴ μάτην, ὦ δέσποτα κύριε, τῆς σῆς ἐγενόμην χρηστότητος, τῶν πάντων δὲ δικαίως μόνον καὶ πρῶτον ἥγημαι κύριον, ἐλθὲ σύμμαχος οὐχ ὑπὲρ ἐμοῦ μόνον ἀμυνούμενος τοὺς πολεμίους, ἀλλ' ὅτι καὶ τῆς σῆς δυνάμεως [91] κατατετολμήκασιν.” ὁ μὲν ταῦτ' ἐποτνιᾶτο δακρύων καὶ ὀδυρόμενος, ἐπήκοος δὲ ὁ θεὸς ἐγίνετο, καὶ κατ' ἐκείνην εὐθὺς τὴν νύκτα δεξάμενος Οὐολογέσης ἐπιστολάς, ἐν αἷς ἐγέγραπτο Δαῶν καὶ Σακῶν χεῖρα μεγάλην καταφρονήσασαν αὐτοῦ τῆς ἀποδημίας ἐπιστρατευσαμένην διαρπάζειν τὴν Παρθυηνῶν, ἄπρακτος ἀνέζευξεν εἰς τοὐπίσω. Καὶ Ἰζάτης οὕτω κατὰ θεοῦ πρόνοιαν τὰς ἀπειλὰς τοῦ Πάρθου διαφεύγει.

(3)[92] Μετ' οὐ πολὺν δὲ χρόνον πεντηκοστὸν μὲν καὶ πέμπτον ἀπὸ γενεᾶς πληρώσας ἔτος τέταρτον δὲ πρὸς εἰκοστῷ δυναστεύσας, καταλιπὼν παῖδας ἄρρενας εἰκοσιτέσσαρας καὶ θυγατέρας εἰκοσιτέσσαρας καταστρέφει τὸν βίον. [93] Τὴν μέντοι διαδοχὴν τῆς ἀρχῆς τὸν ἀδελφὸν Μονόβαζον ἐκέλευεν παραλαβεῖν, ἀμειβόμενος αὐτὸν ὅτι κατὰ τὴν ἀποδημίαν αὐτοῦ μετὰ τὸν τοῦ πατρὸς θάνατον πιστῶς φυλάξειεν αὐτῷ τὴν δυναστείαν. [94] Ἡ δὲ μήτηρ Ἑλένη τὸν τοῦ παιδὸς θάνατον ἀκούσασα βαρέως μὲν ἤνεγκεν ὡς εἰκὸς μητέρα στερομένην εὐσεβεστάτου παιδός, παραμυθίαν δ' ὅμως εἶχεν τὴν διαδοχὴν ἀκούσασα εἰς τὸν πρεσβύτερον αὐτῆς υἱὸν ἥκουσαν, καὶ πρὸς αὐτὸν ἔσπευδεν. Παραγενομένη δὲ εἰς τὴν Ἀδιαβηνὴν οὐ πολὺν Ἰζάτῃ τῷ παιδὶ χρόνον ἐπεβίωσεν. [95] Ὁ δὲ Μονόβαζος τά τε ἐκείνης ὀστᾶ καὶ τὰ τοῦ ἀδελφοῦ πέμψας εἰς Ἱεροσόλυμα θάψαι προσέταξεν ἐν ταῖς πυραμίσιν, ἃς ἡ μήτηρ κατεσκευάκει τρεῖς τὸν ἀριθμὸν τρία στάδια τῆς Ἱεροσολυμιτῶν πόλεως ἀπεχούσας. [96] Ἀλλὰ Μονόβαζος μὲν ὁ βασιλεὺς ὅσα κατὰ τὸν τῆς ζωῆς χρόνον ἔπραξεν, ὕστερον ἀπαγγελοῦμεν. 

V

(1)[97] Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης τις ἀνὴρ Θευδᾶς ὀνόματι πείθει τὸν πλεῖστον ὄχλον ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην ποταμὸν αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔχειν ἔφη παρέξειν αὐτοῖς ῥᾳδίαν. [98] Καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν. Οὐ μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φᾶδος, ἀλλ' ἐξέπεμψεν ἴλην ἱππέων ἐπ' αὐτούς, ἥτις ἀπροσδόκητ