HISTOIRE UNIVERSELLE DE DIODORE DE SICILE
traduite en français par Monsieur l'Abbé TERRASSON
LIVRE PREMIER. SECTION PREMIÈRE. - SECTION DEUX - LIVRE SECOND - LIVRE TROISIÈME - LIVRE QUATRIÈME - LIVRE CINQUIÈME - LIVRE SIXIÈME - LIVRE ONZIÈME - LIVRE DOUZIÈME - LIVRE TREIZIÈME - LIVRE QUATORZIÈME - LIVRE QUINZIÈME
Tome cinquième
LIVRE XVII.
texte français uniquement
texte bilingue
Paris 1744
(début)
Ἅμα δὲ τούτοις πραττομένοις τῆς τοῦ Δαρείου γυναικὸς ἀποθανούσης ὁ ᾿Αλέξανδρος ἔθαψεν αὐτὴν μεγαλοπρεπῶς.
55 Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθ' ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δ' ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας δι' ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους· ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων.
[2] Τούτων δ' ὁ μὲν Μαζαῖος ὁρῶν ἀδιάβατον ὄντα τὸν ποταμὸν διά τε τὸ βάθος καὶ τὴν σφοδρότητα τοῦ ῥεύματος τῆς μὲν τούτου φυλακῆς ἠμέλησε, τοῖς δὲ τὴν χώραν πυρπολοῦσι συνεργήσας καὶ πολλὴν γῆν διαφθείρας ὑπέλαβεν ἄβατον ἔσεσθαι τοῖς πολεμίοις διὰ τὴν σπάνιν τῆς τροφῆς.
[3] Ὁ δ' ᾿Αλέξανδρος παραγενόμενος πρὸς τὴν διάβασιν τοῦ Τίγρεως ποταμοῦ καὶ τὸν πόρον ὑπό τινων ἐγχωρίων μαθὼν διεβίβασε τὴν δύναμιν οὐ μόνον ἐπιπόνως, ἀλλὰ καὶ παντελῶς ἐπικινδύνως.
[4] Τοῦ γὰρ πόρου τὸ μὲν βάθος ἦν ὑπὲρ τῶν μαστῶν, τοῦ δὲ ῥεύματος ἡ ὀξύτης πολλοὺς τῶν διαβαινόντων παρέσυρεν καὶ τὴν βάσιν τῶν σκελῶν παρῃρεῖτο, τό τε ῥεῦμα τοῖς ὅπλοις ἐμπῖπτον πολλούς τε παρέφερε καὶ τοῖς ἐσχάτοις κινδύνοις περιέβαλλεν.
[5] Ό δ' ᾿Αλέξανδρος πρὸς τὴν σφοδρότητα τοῦ ῥεύματος ἀντιμηχανώμενος παρήγγειλε πᾶσι τὰς χεῖρας ἀλλήλοις συμπλέκειν καὶ τὴν ὅλην τῶν σωμάτων πυκνότητα ποιεῖν ζεύγματι παραπλησίαν.
[6] Παραβόλου δὲ γενομένης τῆς διαβάσεως καὶ τῶν Μακεδόνων μόγις διασωθέντων τὴν μὲν ἡμέραν ταύτην προσανέλαβε τὴν δύναμιν, τῇ δ' ὑστεραίᾳ συντεταγμένην ἔχων τὴν στρατιὰν προῆγεν ἐπὶ τοὺς πολεμίους καὶ σύνεγγυς γενόμενος τῶν Περσῶν κατεστρατοπέδευσεν.
56 Ἀναλογιζόμενος δὲ τὸ πλῆθος τῆς τῶν Περσῶν δυνάμεως καὶ τὸ μέγεθος τῶν ἐπικειμένων κινδύνων, ἔτι δὲ τὴν περὶ τῶν ὅλων κρίσιν ἐν χερσὶν οὖσαν διηγρύπνησε τὴν νύκτα συνεχόμενος τῇ περὶ τοῦ μέλλοντος φροντίδι· ὑπὸ δὲ τὴν ἑωθινὴν φυλακὴν τραπεὶς εἰς ὕπνον οὕτως ἐκοιμήθη βαθέως ὥστε τῆς ἡμέρας ἐπιγενομένης μὴ δύνασθαι διεγερθῆναι.
[2] Τὸ μὲν οὖν πρῶτον οἱ φίλοι τὸ συμβὰν ἡδέως ἑώρων, νομίζοντες τὸν βασιλέα πρὸς τὸν ὑποκείμενον κίνδυνον εὐτονώτερον ἔσεσθαι τετευχότα πολλῆς ἀνέσεως· ὡς δ' ὁ μὲν χρόνος προέβαινεν, ὁ δ' ὕπνος συνεῖχε τὸν βασιλέα, Παρμενίων πρεσβύτατος ὢν τῶν φίλων ἀφ' ἑαυτοῦ πρόσταγμα διέδωκε τοῖς πλήθεσιν ἑτοιμάζεσθαι τὰ πρὸς τὴν μάχην.
[3] Οὐκ ἀνιεμένου δ' αὐτοῦ προσελθόντες οἱ φίλοι μόγις διήγειραν τὸν ᾿Αλέξανδρον.
Θαυμαζόντων δ' ἐπὶ τῷ συμβεβηκότι πάντων καὶ τὴν αἰτίαν ἀκοῦσαι βουλομένων ἔφησεν ὁ ᾿Αλέξανδρος Δαρεῖον εἰς ἕνα τόπον ἠθροικότα τὰς δυνάμεις ἀπολελυκέναι πάσης ἀγωνίας αὐτόν·
[4] μιᾷ γὰρ ἡμέρᾳ κριθέντα περὶ τῶν ὅλων παύσεσθαι τῶν πόνων καὶ πολυχρονίων κινδύνων.
Οὐ μὴν ἀλλὰ παρακαλέσας τοὺς ἡγεμόνας τοῖς οἰκείοις λόγοις καὶ πρὸς τοὺς ἐπιφερομένους κινδύνους εὐθαρσεῖς καταστήσας προῆγε τὴν δύναμιν συντεταγμένην ἐπὶ τοὺς βαρβάρους, τῆς τῶν πεζῶν φάλαγγος τὰς τῶν ἱππέων εἴλας προτάξας.
57 Ἐπὶ μὲν οὖν τὸ δεξιὸν κέρας ἔταξε τὴν βασιλικὴν εἴλην, ἧς εἶχε τὴν ἡγεμονίαν Κλεῖτος ὁ μέλας ὀνομαζόμενος, ἐχομένους δὲ ταύτης τοὺς ἄλλους φίλους, ὧν ἡγεῖτο Φιλώτας ὁ Παρμενίωνος, ἑξῆς δὲ τὰς ἄλλας ἱππαρχίας ἑπτὰ τεταγμένας ὑπὸ τὸν αὐτὸν ἡγεμόνα.
[2] Ὅπισθεν δὲ τούτων ὑπετάγη τὸ τῶν ἀργυρασπίδων πεζῶν τάγμα, διαφέρον τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ τῇ τῶν ἀνδρῶν ἀρετῇ· καὶ τούτων ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος.
Ἐχομένην δὲ τούτων ἔστησε τὴν ᾿Ελιμιῶτιν καλουμένην στρατηγίαν, ἧς Κοῖνος ἡγεῖτο, ἑξῆς δὲ τὴν τῶν ᾿Ορεστῶν καὶ Λυγκηστῶν τάξιν ἔστησε, Περδίκκου τὴν στρατηγίαν ἔχοντος. καὶ τὴν μὲν ἐχομένην στρατηγίαν Μελέαγρος εἶχε, τὴν δὲ συνεχῆ ταύτης Πολυπέρχων, τεταγμένων ὑπ' αὐτὸν τῶν ὀνομαζομένων Στυμφαίων.
[3] Φίλιππος δ' ὁ Βαλάκρου τὴν συνεχῆ ταύτης στρατηγίαν ἐπλήρου καὶ τῆς μετὰ ταύτην Κρατερὸς ἡγεῖτο. τῶν δὲ προειρημένων ἱππέων τὴν συνεχῆ τάξιν ἀπεπλήρουν οἱ ἀπὸ Πελοποννήσου καὶ ᾿Αχαΐας συστρατεύσαντες ἱππεῖς καὶ Φθιῶται καὶ Μαλιεῖς, ἔτι δὲ Λοκροὶ καὶ Φωκεῖς, ὧν ἡγεῖτο ᾿Ερίγυιος ὁ Μιτυληναῖος.
[4] Ἑξῆς δ' εἱστήκεισαν Θετταλοί, Φίλιππον μὲν ἔχοντες ἡγεμόνα, ἀνδρείᾳ δὲ καὶ τῇ τῶν εἰλῶν ἱππασίᾳ πολὺ προέχοντες τῶν ἄλλων.
Ἐχομένους δὲ τούτων τοὺς ἐκ Κρήτης τοξότας ἔταξε καὶ τοὺς ἐκ τῆς ᾿Αχαΐας μισθοφόρους.
[5] Ἐφ' ἑκατέρου δὲ τοῦ κέρατος ἐπικάμπιον ἐποίησε τὴν τάξιν, ὅπως μὴ δύνωνται κυκλοῦν οἱ πολέμιοι τῷ πλήθει τῶν στρατιωτῶν τὴν ὀλιγότητα τῶν Μακεδόνων.
[6] Πρὸς δὲ τὰς τῶν δρεπανηφόρων ἁρμάτων ἐπιφορὰς μηχανώμενος ὁ βασιλεὺς παρήγγειλε τοῖς ἐν τῇ φάλαγγι πεζοῖς, ὅταν πλησιάζῃ τὰ τέθριππα, συνασπίσαι καὶ ταῖς σαρίσαις τὰς ἀσπίδας τύπτειν, ὅπως διὰ τὸν ψόφον πτυρόμενα τὴν εἰς τοὐπίσω ποιήσηται φοράν, τοῖς δὲ βιαζομένοις διδόναι διαστήματα, δι' ὧν ποιήσονται τὴν διέξοδον ἀκίνδυνον τοῖς Μακεδόσιν.
Αὐτὸς δὲ τοῦ δεξιοῦ μέρους ἡγούμενος καὶ λοξὴν τὴν τάξιν ποιούμενος δι' ἑαυτοῦ τὴν ὅλην κρίσιν τοῦ κινδύνου ποιεῖσθαι διεγνώκει.
58 Ὁ δὲ Δαρεῖος κατὰ τὰς τῶν ἐθνῶν περιοχὰς τὴν ἔκταξιν πεποιημένος κατά τε τὸν ᾿Αλέξανδρον τεταγμένος προῆγεν ἐπὶ τοὺς πολεμίους.
Ὡς δ' ἐπλησίαζον ἀλλήλαις αἱ δυνάμεις, οἱ μὲν σαλπικταὶ παρ' ἀμφοτέροις ἐσήμαινον τὸ πολεμικόν, οἱ δ' ἄνδρες μετὰ πολλῆς βοῆς ἀλλήλοις ἐπεφέροντο.
[2] Καὶ πρῶτον τὰ δρεπανηφόρα τῶν ἁρμάτων ἀπὸ κράτους ἐλαυνόμενα πολλὴν ἔκπληξιν καὶ φόβον τοῖς Μακεδόσιν ἐπέστησεν· καὶ γὰρ Μαζαῖος ὁ τῶν ἱππέων ἡγούμενος πυκναῖς ταῖς εἴλαις σὺν τοῖς δρεπανηφόροις ἐπήλαυνε, καταπληκτικωτέραν ποιῶν τὴν ἐπιφορὰν τῶν δρεπανηφόρων.
[3] Τῆς δὲ φάλαγγος συνασπιζούσης καὶ κατὰ τὰς τοῦ βασιλέως παραγγελίας ταῖς σαρίσαις πάντων τυπτόντων τὰς ἀσπίδας συνέβαινε ψόφον πολὺν γίνεσθαι.
[4] Διόπερ τὰ πολλὰ τῶν ἁρμάτων πτυρομένων τῶν ἵππων ἐστρέφετο καὶ τὴν ῥύμην ἀκατάσχετον ποιοῦντα πρὸς τοὺς ἰδίους βιαίως ἀνέστρεφε.
Τῶν δ' ἄλλων προσπεσόντων τῇ φάλαγγι καὶ τῶν Μακεδόνων ποιούντων ἀξιόλογα διαστήματα διὰ τούτων φερόμενα τὰ μὲν συνηκοντίσθη, τὰ δὲ διεξέπεσεν, ἔνια δὲ τῇ βίᾳ τῆς ῥύμης φερόμενα καὶ ταῖς τῶν σιδήρων ἀκμαῖς ἐνεργῶς χρησάμενα πολλὰς καὶ ποικίλας διαθέσεις θανάτων ἀπειργάζετο.
[5] Τοιαύτη γὰρ ἦν ἡ ὀξύτης καὶ βία τῶν κεχαλκευμένων πρὸς ἀπώλειαν ὅπλων ὥστε πολλῶν μὲν βραχίονας σὺν αὐταῖς ταῖς ἀσπίσιν ἀποκόπτεσθαι, οὐκ ὀλίγων δὲ τραχήλους παρασύρεσθαι καὶ τὰς κεφαλὰς πίπτειν ἐπὶ τὴν γῆν βλεπόντων ἔτι τῶν ὀμμάτων καὶ τῆς τοῦ προσώπου διαθέσεως διαφυλαττομένης, ἐνίων δὲ τὰς πλευρὰς ἐπικαιρίοις τομαῖς ἀναρήττεσθαι καὶ θανάτους ὀξεῖς ἐπιφέρεσθαι.
59 Ὡς δ' ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις καὶ διὰ τῶν τόξων καὶ σφενδονῶν, ἔτι δὲ τῶν ἀκοντιζομένων σαυνίων τὰ ῥιπτούμενα βέλη παρανήλωτο, πρὸς τὴν ἐκ χειρὸς μάχην κατήντησαν.
[2] Καὶ πρῶτον τῶν ἱππέων συστησαμένων ἀγῶνα καὶ τῶν Μακεδόνων τῷ δεξιῷ κέρατι διαγωνιζομένων ὁ μὲν Δαρεῖος τοῦ λαιοῦ κέρατος ἡγούμενος συναγωνιστὰς εἶχε τοὺς συγγενεῖς ἱππεῖς, ἐπιλέκτους ταῖς ἀρεταῖς καὶ ταῖς εὐνοίαις, χιλίους ἐν μιᾷ περιειλημμένους εἴλῃ.
[3] Οὗτοι δὲ θεατὴν ἔχοντες τῆς ἰδίας ἀνδραγαθίας τὸν βασιλέα τὸ πλῆθος τῶν ἐπ' αὐτὸν φερομένων βελῶν προθύμως ἐξεδέχοντο. συνῆσαν δὲ τούτοις οἵ τε μηλοφόροι, διάφοροι ταῖς ἀνδραγαθίαις καὶ πολλοὶ κατὰ τὸ πλῆθος, πρὸς δὲ τούτοις Μάρδοι καὶ Κοσσαῖοι, ταῖς τε τῶν σωμάτων ὑπεροχαῖς καὶ ταῖς λαμπρότησι τῶν ψυχῶν θαυμαζόμενοι.
[4] Συνηγωνίζοντο δὲ τούτοις οἵ τε περὶ τὰ βασίλεια διατρίβοντες καὶ τῶν ᾿Ινδῶν οἱ κράτιστοι κατ' ἀνδρείαν.
Οὗτοι μὲν οὖν μετὰ πολλῆς βοῆς ἐπιρράξαντες τοῖς πολεμίοις ἐκθύμως ἠγωνίζοντο καὶ τῷ πλήθει κατεπόνουν τοὺς Μακεδόνας·
[5] Μαζαῖος δὲ τὸ δεξιὸν ἔχων κέρας καὶ μετὰ τῶν ἀρίστων ἱππέων διαγωνιζόμενος εὐθὺς κατὰ τὴν πρώτην ἔφοδον τῶν ἀνθεστώτων ἀνεῖλεν οὐκ ὀλίγους, δισχιλίους δὲ Καδουσίους καὶ χιλίους τῶν Σκυθῶν ἱππεῖς ἐπιλέκτους ἐξέπεμψε, προστάξας περιιππεῦσαι τὸ κέρας τὸ τῶν πολεμίων καὶ προσελάσαντας τῇ παρεμβολῇ τῆς ἀποσκευῆς κυριεῦσαι.
[6] Ὧν ὀξέως ποιησάντων τὸ προσταχθὲν καὶ παρεισπεσόντων εἰς τὴν στρατοπεδείαν τῶν Μακεδόνων τῶν αἰχμαλώτων τινὲς ἁρπάσαντες ὅπλα συνήργουν τοῖς Σκύθαις καὶ διήρπαζον τὰς ἀποσκευάς· βοὴ δ' ἦν καὶ ταραχὴ διὰ τὸ παράδοξον καθ' ὅλην τὴν παρεμβολήν.
[7] Αἱ μὲν οὖν ἄλλαι τῶν αἰχμαλωτίδων πρὸς τοὺς βαρβάρους ἀπεχώρουν, ἡ δὲ μήτηρ τοῦ Δαρείου Σισύγγαμβρις παρακαλουσῶν αὐτὴν τῶν αἰχμαλωτίδων οὐ προσέσχεν, ἀλλ' ἐφ' ἡσυχίας ἔμεινε φιλοφρόνως, οὔτε τῷ παραδόξῳ τῆς τύχης πιστεύσασα οὔτε τὴν πρὸς ᾿Αλέξανδρον εὐχαριστίαν λυμαινομένη.
[8] Τέλος δὲ οἱ Σκύθαι πολλὴν τῆς ἀποσκευῆς διαρπάσαντες ἀφίππευσαν πρὸς τοὺς περὶ Μαζαῖον καὶ τὴν εὐημερίαν ἀπήγγειλαν.
Ὁμοίως δὲ καὶ τῶν περὶ Δαρεῖον τεταγμένων ἱππέων τινὲς καταπονήσαντες τῷ πλήθει τοὺς ἀνθεστῶτας Μακεδόνας φεύγειν ἠνάγκασαν.
60 Δευτέρου δὲ προτερήματος τοῖς Πέρσαις γενομένου ὁ μὲν ᾿Αλέξανδρος σπεύδων δι' ἑαυτοῦ τὴν ἧτταν διορθώσασθαι τῶν ἰδίων μετὰ τῆς βασιλικῆς εἴλης καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἱππέων ἐπ' αὐτὸν ἤλαυνε τὸν Δαρεῖον.
[2] Ὁ δὲ τῶν Περσῶν βασιλεὺς δεξάμενος τὴν ἐπιφορὰν τῶν πολεμίων αὐτὸς μὲν ἐφ' ἅρματος ἀγωνιζόμενος ἠκόντιζεν εἰς τοὺς ἐπιφερομένους, πολλῶν δ' αὐτῷ συναγωνιζομένων καὶ τῶν βασιλέων ἐπ' ἀλλήλους ἱεμένων ὁ μὲν ᾿Αλέξανδρος ἀκοντίσας ἐπὶ τὸν Δαρεῖον τούτου μὲν ἥμαρτεν, τοῦ δὲ παρεστῶτος ἡνιόχου τοῦ βασιλέως κατατυχὼν κατέβαλεν.
[3] Τῶν δὲ περὶ τὸν Δαρεῖον ἀναβοησάντων οἱ πορρώτερον ἀφεστηκότες ὑπέλαβον αὐτὸν τὸν βασιλέα πεπτωκέναι· καὶ τούτων τῆς φυγῆς ἀρξαμένων οἱ συνεχεῖς συνείποντο καὶ τὸ συνεστὸς τῷ Δαρείῳ σύνταγμα κατ' ὀλίγον παρερρήγνυτο. διὸ καὶ τῆς ἑτέρας πλευρᾶς παραγυμνωθείσης τῶν συναγωνιζομένων καὶ αὐτὸς καταπλαγεὶς πρὸς φυγὴν ὥρμησεν.
[4] Τούτων δὲ οὕτως φευγόντων καὶ τοῦ κονιορτοῦ τῶν ἱππέων πρὸς ὕψος αἰρομένου καὶ τῶν περὶ τὸν ᾿Αλέξανδρον ἐκ ποδὸς ἑπομένων διὰ τὸ πλῆθος καὶ τὴν πυκνότητα τοῦ κονιορτοῦ συνιδεῖν μὲν οὐκ ἦν τὸν Δαρεῖον ὅποι ποιεῖται τὴν φυγήν, στεναγμὸς δὲ τῶν πιπτόντων ἀνδρῶν καὶ κτύπος τῶν ἱππέων, ἔτι δὲ τῶν μαστίγων συνεχὴς ψόφος ἐγίνετο.
[5] Ἅμα δὲ τούτοις πραττομένοις Μαζαῖος ὁ τοῦ δεξιοῦ κέρατος ἡγούμενος, πλείστους ἔχων καὶ κρατίστους ἱππεῖς, βαρὺς ἐπέκειτο τοῖς κατ' αὐτὸν τεταγμένοις· Παρμενίων δὲ μετὰ τῶν Θετταλῶν ἱππέων καὶ τῶν ἄλλων τῶν μετ' αὐτοῦ κινδυνευόντων ὑπέστη τοὺς πολεμίους.
[6] Τὸ μὲν οὖν πρῶτον λαμπρῶς ἀγωνιζόμενος διὰ τὰς ἀρετὰς τῶν Θετταλῶν προετέρει· τῶν δὲ περὶ τὸν Μαζαῖον τῷ τε πλήθει καὶ βάρει τοῦ συστήματος ἐγκειμένων κατεπονεῖτο τὸ τῶν Μακεδόνων ἱππικόν.
[7] Πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς τῶν βαρβάρων βίας δυσυποστάτου γινομένης ὁ Παρμενίων ἐξέπεμψέ τινας τῶν περὶ αὐτὸν ἱππέων πρὸς τὸν ᾿Αλέξανδρον, λέγων κατὰ τάχος βοηθῆσαι. ὀξέως δὲ τούτων τὸ παραγγελθὲν πραττόντων καὶ τὸν ᾿Αλέξανδρον πυθομένων πολὺ τῆς τάξεως ἀπεσπάσθαι κατὰ τὸν διωγμὸν οὗτοι μὲν ἐπανῆλθον ἄπρακτοι,
[8] ὁ δὲ Παρμενίων ταῖς τῶν Θετταλῶν εἴλαις χρώμενος ἐμπειρότατα καὶ πολλοὺς καταβαλὼν μόλις ἐτρέψατο τοὺς βαρβάρους, μάλιστα καταπλαγέντας τῇ κατὰ τὸν Δαρεῖον φυγῇ.
61 Ὁ δὲ Δαρεῖος τῇ στρατηγίᾳ διαφέρων καὶ συνεργὸν ἔχων τὸ πλῆθος τοῦ κονιορτοῦ τὴν ἀποχώρησιν οὐχ ὁμοίαν τοῖς ἄλλοις βαρβάροις ἐποιεῖτο, εἰς τοὐναντίον δὲ μέρος ὁρμήσας καὶ κρυπτομένην ἔχων διὰ τὸν ἐξαιρόμενον κονιορτὸν τὴν ἰδίαν ἀποχώρησιν ἀκινδύνως αὐτός τε διέφυγεν τούς τε μεθ' ἑαυτοῦ πάντας εἰς τὰς κατόπιν κειμένας τῶν Μακεδόνων κώμας διέσωσε.
[2] Τέλος δὲ πάντων τῶν βαρβάρων πρὸς φυγὴν ὁρμησάντων καὶ τῶν Μακεδόνων τοὺς ἐσχάτους ἀεὶ κτεινόντων ταχὺ πᾶς ὁ πλησίον τοῦ πεδίου τόπος νεκρῶν ἐπληρώθη.
[3] Διὸ καὶ τῶν βαρβάρων ἐν ταύτῃ τῇ μάχῃ κατεκόπησαν οἱ πάντες ἱππεῖς τε καὶ πεζοὶ πλείους τῶν ἐννέα μυριάδων· τῶν δὲ Μακεδόνων ἀνῃρέθησαν μὲν εἰς πεντακοσίους, τραυματίαι δ' ἐγένοντο παμπληθεῖς, ἐν οἷς καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων ῾Ηφαιστίων μὲν εἰς τὸν βραχίονα ξυστῷ βληθεὶς ἐτρώθη, τῶν σωματοφυλάκων ἡγούμενος, τῶν δὲ στρατηγῶν Περδίκκας καὶ Κοῖνος, ἔτι δὲ Μενίδας καί τινες ἕτεροι τῶν ἐπιφανῶν ἡγεμόνων.
Ἡ μὲν οὖν περὶ ῎Αρβηλα γενομένη παράταξις τοιοῦτον ἔσχε τὸ πέρας.
62
Ἐπ' ἄρχοντος δ' ᾿Αθήνησιν ᾿Αριστοφῶντος ἐν ῾Ρώμῃ διεδέξαντο τὴν ὑπατικὴν ἀρχὴν Γάιος Δομέττιος καὶ Αὖλος Κορνήλιος. ἐπὶ δὲ τούτων εἰς τὴν ῾Ελλάδα τῆς περὶ ῎Αρβηλα μάχης διαδοθείσης πολλαὶ τῶν πόλεων ὑφορώμεναι τὴν αὔξησιν τῶν Μακεδόνων ἔγνωσαν, ἕως ἔτι τὰ Περσῶν πράγματα διαμένει, τῆς ἐλευθερίας ἀντέχεσθαι·
[2] βοηθήσειν γὰρ αὐτοῖς Δαρεῖον καὶ χρημάτων τε πλῆθος χορηγήσειν πρὸς τὸ δύνασθαι ξενικὰς μεγάλας δυνάμεις συνίστασθαι καὶ τὸν ᾿Αλέξανδρον μὴ δυνήσεσθαι διαιρεῖν τὰς δυνάμεις.
[3] Εἰ δὲ περιόψονται τοὺς Πέρσας καταπολεμηθέντας, μονωθήσεσθαι τοὺς ῞Ελληνας καὶ μηκέτι δυνήσεσθαι φροντίσαι τῆς ἑαυτῶν ἐλευθερίας.
[4] Προεκαλέσατο δὲ πρὸς τὴν ἀπόστασιν τοὺς ῞Ελληνας καὶ ὁ περὶ τὴν Θρᾴκην νεωτερισμὸς κατὰ τοὺς ὑποκειμένους καιροὺς γενόμενος·
[5] Μέμνων γὰρ ὁ καθεσταμένος στρατηγὸς τῆς Θρᾴκης, ἔχων δύναμιν καὶ φρονήματος ὢν πλήρης, ἀνέσεισε μὲν τοὺς βαρβάρους, ἀποστάτης δὲ γενόμενος ᾿Αλεξάνδρου καὶ ταχὺ μεγάλης δυνάμεως κυριεύσας φανερῶς ἀπεκαλύψατο πρὸς τὸν πόλεμον.
[6] Διόπερ ᾿Αντίπατρος πᾶσαν ἀναλαβὼν τὴν δύναμιν προῆλθε διὰ Μακεδονίας εἰς Θρᾴκην καὶ διεπολέμει πρὸς τὸν Μέμνονα.
Τούτου δὲ περὶ ταῦτ' ὄντος οἱ Λακεδαιμόνιοι καιρὸν ἔχειν ὑπολαβόντες τοῦ παρασκευάσασθαι τὰ πρὸς τὸν πόλεμον παρεκάλουν τοὺς ῞Ελληνας συμφρονῆσαι περὶ τῆς ἐλευθερίας.
[7] ᾿Αθηναῖοι μὲν οὖν, παρὰ πάντας τοὺς ἄλλους ῞Ελληνας ὑπ' ᾿Αλεξάνδρου προτιμώμενοι, τὴν ἡσυχίαν ἦγον· Πελοποννησίων δ' οἱ πλείους καὶ τῶν ἄλλων τινὲς συμφρονήσαντες ἀπεγράψαντο πρὸς τὸν πόλεμον καὶ κατὰ δύναμιν τῶν πόλεων καταγράφοντες τῶν νέων τοὺς ἀρίστους κατέλεξαν στρατιώτας πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους.
[8] Τὴν δ' ἡγεμονίαν ἔχοντες Λακεδαιμόνιοι πανδημεὶ πρὸς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ὥρμησαν, ῎Αγιδος τοῦ βασιλέως τὴν πάντων ἔχοντος ἡγεμονίαν.
63 ᾿Αντίπατρος δὲ πυθόμενος τὴν τῶν ῾Ελλήνων συνδρομὴν τὸν μὲν ἐν τῇ Θρᾴκῃ πόλεμον ὥς ποτ' ἦν δυνατὸν κατέλυσεν, εἰς δὲ τὴν Πελοπόννησον ἧκε μετὰ πάσης τῆς δυνάμεως. προσλαβόμενος δὲ καὶ παρὰ τῶν συμμαχούντων ῾Ελλήνων στρατιώτας ἤθροισε τοὺς ἅπαντας οὐκ ἐλάττους τῶν τετρακισμυρίων.
[2] Γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν ῎Αγις μαχόμενος ἔπεσεν, οἱ δὲ Λακεδαιμόνιοι πολὺν μὲν ἐκθύμως χρόνον ἀγωνιζόμενοι διεκαρτέρουν, τῶν δὲ συμμάχων βιασθέντων καὶ αὐτοὶ τὴν ἀναχώρησιν εἰς τὴν Σπάρτην ἐποιήσαντο.
[3] Ἀνῃρέθησαν δ' ἐν τῇ μάχῃ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων πλείους τῶν πεντακισχιλίων καὶ τριακοσίων, τῶν δὲ μετ' ᾿Αντιπάτρου τρισχίλιοι καὶ πεντακόσιοι.
[4] Ἴδιον δέ τι συνέβη καὶ περὶ τὴν τοῦ ῎Αγιδος τελευτὴν γενέσθαι· ἀγωνισάμενος γὰρ λαμπρῶς καὶ πολλοῖς τραύμασιν ἐναντίοις περιπεσὼν ὑπὸ τῶν στρατιωτῶν εἰς τὴν Σπάρτην ἀπεκομίζετο· περικατάληπτος δὲ γενόμενος καὶ τὰ καθ' ἑαυτὸν ἀπογνοὺς τοῖς μὲν ἄλλοις στρατιώταις προσέταξεν ἀπιέναι τὴν ταχίστην καὶ διασώζειν αὑτοὺς εἰς τὴν τῆς πατρίδος χρείαν, αὐτὸς δὲ καθοπλισθεὶς καὶ εἰς γόνυ διαναστὰς ἠμύνατο τοὺς πολεμίους καί τινας καταβαλὼν καὶ συνακοντισθεὶς κατέστρεψε τὸν βίον, ἄρξας ἔτη ἐννέα.
[5] Ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα κατὰ τὴν Εὐρώπην ἐν μέρει τὰ κατὰ τὴν ᾿Ασίαν συντελεσθέντα διέξιμεν.
64 Δαρεῖος μὲν γὰρ ἡττηθεὶς ἐν τῇ περὶ ῎Αρβηλα παρατάξει τὴν φυγὴν ἐπὶ τὰς ἄνω σατραπείας ἐποιήσατο, σπεύδων τῷ διαστήματι τῶν τόπων λαβεῖν ἀναστροφὴν καὶ χρόνον ἱκανὸν εἰς παρασκευὴν δυνάμεως.
Τὸ μὲν οὖν πρῶτον εἰς ᾿Εκβάτανα τῆς Μηδείας διανύσας ἐνταῦθα διέτριβεν καὶ τοὺς μὲν ἐκ τῆς φυγῆς ἀνασωζομένους ἀνεδέχετο, τοὺς δὲ ἀνόπλους καθώπλιζεν.
[2] Μετεπέμπετο δὲ καὶ στρατιώτας ἐκ τῶν πλησιοχώρων ἐθνῶν καὶ πρὸς τοὺς ἐκ Βάκτροις καὶ ταῖς ἄνω σατραπείαις σατράπας καὶ στρατηγοὺς διεπέμπετο, παρακαλῶν διαφυλάττειν τὴν πρὸς αὐτὸν εὔνοιαν.
[3] ᾿Αλέξανδρος δὲ μετὰ τὴν νίκην θάψας τοὺς τετελευτηκότας ἐπέβαλε τοῖς ᾿Αρβήλοις καὶ πολλὴν μὲν εὗρεν ἀφθονίαν τῆς τροφῆς, οὐκ ὀλίγον δὲ κόσμον καὶ γάζαν βαρβαρικήν, ἀργυρίου δὲ τάλαντα τρισχίλια.
Συλλογισάμενος δὲ τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τοῦ περιέχοντος ἀέρος διὰ τὸ πλῆθος τῶν νεκρῶν εὐθὺς ἀνέζευξε καὶ κατήντησε μετὰ πάσης τῆς δυνάμεως εἰς Βαβυλῶνα.
[4] Τῶν δ' ἐγχωρίων προθύμως ὑποδεξαμένων αὐτὸν καὶ κατὰ τὰς ἐπισταθμίας λαμπρῶς ἑστιώντων τοὺς Μακεδόνας ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς προγεγενημένης ταλαιπωρίας.
Πλείους δὲ τῶν τριάκοντα ἡμερῶν ἐνδιέτριψε τῇ πόλει διά τε τὴν δαψίλειαν τῶν ἐπιτηδείων καὶ τὴν φιλοξενίαν τῶν ἐγχωρίων.
[5] Μετὰ δὲ ταῦτα τὴν μὲν ἄκραν παρέδωκε τηρεῖν ᾿Αγάθωνι τῷ Πυδναίῳ, συστήσας αὐτῷ Μακεδόνας στρατιώτας ἑπτακοσίους· ᾿Απολλόδωρον δὲ τὸν ᾿Αμφιπολίτην καὶ Μένητα τὸν Πελλαῖον ἀπέδειξε στρατηγοὺς τῆς τε Βαβυλῶνος καὶ τῶν σατραπειῶν μέχρι Κιλικίας, δοὺς δὲ αὐτοῖς ἀργυρίου τάλαντα χίλια προσέταξε ξενολογεῖν στρατιώτας ὡς πλείστους.
[6] Μιθρίνῃ δὲ τῷ παραδόντι τὴν ἐν Σάρδεσιν ἄκραν ᾿Αρμενίαν ἔδωκεν.
Ἐκ δὲ τῶν ληφθέντων χρημάτων τῶν μὲν ἱππέων ἑκάστῳ ἓξ μνᾶς ἐδωρήσατο, τῶν δὲ συμμάχων πέντε, τῶν δ' ἐκ τῆς φάλαγγος Μακεδόνων δύο, τοὺς δὲ ξένους διμήνου μισθοφοραῖς ἐτίμησε πάντας.
65 Τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Βαβυλῶνος καὶ κατὰ τὴν πορείαν ὄντος ἧκον πρὸς αὐτὸν παρὰ μὲν ᾿Αντιπάτρου πεμφθέντες ἱππεῖς μὲν Μακεδόνες πεντακόσιοι, πεζοὶ δὲ ἑξακισχίλιοι, ἐκ δὲ Θρᾴκης ἱππεῖς μὲν ἑξακόσιοι, Τραλλεῖς δὲ τρισχίλιοι καὶ πεντακόσιοι, ἐκ δὲ Πελοποννήσου πεζοὶ μὲν τετρακισχίλιοι, ἱππεῖς δὲ βραχὺ λείποντες τῶν χιλίων, ἐκ δὲ τῆς Μακεδονίαστῶν φίλων τοῦ βασιλέως υἱοὶ πεντήκοντα πρὸς τὴν σωματοφυλακίαν ὑπὸ τῶν πατέρων ἀπεσταλμένοι.
[2] Ὁ δὲ βασιλεὺς τούτους παραλαβὼν προῆγε καὶ κατήντησεν ἑκταῖος εἰς τὴν Σιττακινὴν ἐπαρχίαν. τῆς δὲ χώρας ταύτης πολλὴν ἀφθονίαν ἐχούσης τῶν ἐπιτηδείων πάντων ἐν ταύτῃ πλείους ἡμέρας ἔμεινεν, ἅμα μὲν σπεύδων ἐκ τῆς κατὰ τὴν ὁδοιπορίαν ταλαιπωρίας ἀναλαβεῖν τὴν δύναμιν, ἅμα δὲ τῆς στρατιωτικῆς τάξεως διανοούμενος ἐπιμεληθῆναι καὶ τὰς ἡγεμονίας ἀναβιβάσαι καὶ τὴν δύναμιν ἰσχυροποιῆσαι τῷ τε πλήθει καὶ ταῖς ἀρεταῖς τῶν ἡγεμόνων.
[3] Συντελέσας δὲ τὰ δεδογμένα καὶ μετὰ πολλῆς ἐπιμελείας περὶ τῶν ἀριστίων κρίσιν ποιησάμενος καὶ πολλοὺς ἀπὸ τῆς μεγάλης ἡγεμονίας ἐπὶ μεγάλας ἐξουσίας ἀναβιβάσας πάντας τοὺς ἡγεμόνας εἰς ἀξίωμα μεῖζον καὶ στοργὴν ἰσχυρὰν πρὸς ἑαυτὸν προήγαγεν.
[4] Ἐπεμελήθη δὲ καὶ τῆς ἰδιωτικῆς τῶν στρατιωτῶν διατάξεως καὶ πολλὰ πρὸς τὴν εὐχρηστίαν ἐπινοησάμενος ἐπὶ τὸ κρεῖττον διωρθώσατο. κατασκευάσας δὲ πᾶσαν τὴν στρατιὰν εὐνοίᾳ τε πρὸς τὸν ἡγούμενον διαφέρουσαν καὶ πρὸς τὰ παραγγελλόμενα πειθαρχοῦσαν, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ὑπερβάλλουσαν ἐπὶ τοὺς ὑπολειπομένους ἀγῶνας ὥρμησεν.
[5]
Εἰς δὲ τὴν Σουσιανὴν καταντήσας ἀκινδύνως παρέλαβε τὰ περιβόητα ἐν Σούσοις βασίλεια, ἑκουσίως ᾿Αβουλεύτου τοῦ σατράπου παραδόντος αὐτῷ τὴν πόλιν, ὡς μὲν ἔνιοι γεγράφασι, προστάξαντος Δαρείου τοῖς πεπιστευμένοις ὑπ' αὐτοῦ. τοῦτο δὲ πρᾶξαι τὸν βασιλέα τῶν Περσῶν, ὅπως ὁ μὲν ᾿Αλέξανδρος εἰς περισπασμοὺς ἀξιολόγους καὶ παραλήψεις ἐπιφανεστάτων πόλεων καὶ θησαυρῶν μεγάλων ἐμπεσὼν ἐν ἀσχολίαις ὑπάρχῃ, ὁ δὲ Δαρεῖος τῇ φυγῇ λαμβάνῃ χρόνον εἰς τὴν τοῦ πολέμου παρασκευήν.
66 Ὁ δὲ ᾿Αλέξανδρος παραλαβὼν τὴν πόλιν καὶ τοὺς ἐν τοῖς βασιλείοις θησαυροὺς εὗρεν ἀσήμου χρυσοῦ καὶ ἀργύρου πλείω τῶν τετρακισμυρίων ταλάντων.
[2] Ταῦτα δὲ ἐκ πολλῶν χρόνων οἱ βασιλεῖς ἄθικτα διετήρησαν, πρὸς τὰ παράλογα τῆς τύχης ἀπολιπόντες αὑτοῖς καταφυγάς.
Χωρὶς δὲ τούτων ὑπῆρχεν ἐνακισχίλια τάλαντα χρυσοῦ χαρακτῆρα δαρεικὸν ἔχοντα.
[3] Ἰδιον δέ τι συνέβη γενέσθαι τῷ βασιλεῖ κατὰ τὴν παράληψιν τῶν χρημάτων.
Καθίσαντος γὰρ αὐτοῦ ἐπὶ τὸν βασιλικὸν θρόνον καὶ τούτου μείζονος ὄντος ἢ κατὰ τὴν συμμετρίαν τοῦ σώματος, τῶν παίδων τις ἰδὼν τοὺς πόδας ἀπολείποντας πολὺ τοῦ κατὰ τὸν θρόνον ὑποβάθρου βαστάσας τὴν Δαρείου τράπεζαν ὑπέθηκε τοῖς ποσὶν αἰωρουμένοις.
[4] Ἁρμοστῆς δὲ γενομένης ὁ μὲν βασιλεὺς ἀπεδέξατο τὴν τοῦ πράξαντος εὐστοχίαν, τῶν δὲ παρεστώτων τις τῷ θρόνῳ εὐνοῦχος κινηθεὶς τὴν ψυχὴν τῇ μεταβολῇ τῆς τύχης ἐδάκρυσεν.
[5] Ὃν ἰδὼν ὁ ᾿Αλέξανδρος ἤρετο, τί κακὸν ἰδὼν γεγονὸς κλαίεις;
Ὁ δὲ εὐνοῦχος ἔφησε, νῦν μὲν σός εἰμι δοῦλος, πρότερον δὲ Δαρείου, καὶ φύσει φιλοδέσποτος ὢν ἤλγηκα ἰδὼν τὸ παρ' ἐκείνῳ μάλιστα τιμώμενον νῦν ἄτιμον γεγονὸς σκεῦος.
[6] Ὁ δὲ βασιλεὺς διὰ τῆς ἀποκρίσεως λαβὼν ἔννοιαν τῆς ὅλης κατὰ τὴν Περσικὴν βασιλείαν μεταβολῆς ὑπέλαβεν ἑαυτὸν ὑπερήφανόν τι πεποιηκέναι καὶ τῆς πρὸς τὰς αἰχμαλωτίδας ἐπιεικείας ἀλλοτριώτατον.
[7] Διόπερ προσκαλεσάμενος τὸν θέντα τὴν τράπεζαν ἐπέταξεν ἆραι πάλιν.
Ἐνταῦθα παρεστὼς Φιλώτας, ἀλλ' οὐχ ὕβρις ἐστίν, εἶπεν, τὸ μὴ ὑπὸ σοῦ προσταχθέν, ἀλλὰ δαίμονός τινος ἀγαθοῦ προνοίᾳ καὶ βουλήσει.
Ὁ δὲ βασιλεὺς οἰωνισάμενος τὸ ῥηθὲν προσέταξεν ἐᾶν κειμένην ὑπὸ τῷ θρόνῳ τὴν τράπεζαν.
67 Μετὰ δὲ ταῦτα τὴν μὲν Δαρείου μητέρα καὶ τὰς θυγα