RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE FLAVIUS JOSEPHE

 
 

Φλαυίου Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

ΒΙΒΛΙΟΝ ΙZ'

texte  mis en page par François-Dominique FOURNIER

 

 
 

traduction française

si vous voulez la traduction française d'un chapitre, cliquer sur le numéro

 

 

livre I
livre II
livre III
livre IV
livre V
livre VI
livre VII
livre VIII
livre IX
livre X
livre XI
livre XII
livre XIII
livre XIV
livre XV (grec)
livre XVI (grec)
livre XVIII (grec)
livre XIX (grec)
livre XX (grec)

 

 

 
 

Liber XVII

Τάδε ἔνεστιν ἐν τῇ ἑπτακαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

α. Ὡς Ἀντίπατρος ἐμισήθη ὑπὸ παντὸς τοῦ ἔθνους διὰ τὴν ἀναίρεσιν τῶν ἀδελφῶν αὐτοῦ καὶ ὡς διὰ ταῦτα ἐθεράπευεν τοὺς ἐν Ῥώμῃ πολλοῖς χρήμασιν καὶ τὸν πεπιστευμένον τὴν Συρίαν Σατορνῖνον καὶ τοὺς σὺν αὐτῷ ἡγεμόνας.

β. Ὡς Ἡρώδης ὁ βασιλεὺς ἰδὼν τὴν Τραχωνῖτιν χώραν μὴ δυναμένην εὐσταθεῖν διὰ τὰς ἐπιδρομὰς τῶν Ἀράβων, Ζάμαριν Ἰουδαῖον ἐκ Βαβυλῶνος ὑποχωρήσαντα καὶ ἐν Ἀντιοχείᾳ διαιτώμενον μεταπεμψάμενος ἐγκατῴκισεν αὐτῇ, καὶ ἐχρῆτο αὐτῷ προβλήματι πρὸς τοὺς Ἄραβας.

γ. Ὡς Ἡρώδου τοὺς Ἀλεξάνδρου καὶ Ἀριστοβούλου τῶν υἱῶν αὐτοῦ παῖδας προσποιησαμένου καὶ τὰς Φερώρα θυγατέρας μνηστεύσαντος αὐτοῖς, Ἀντίπατρος ἔπεισεν τὸν πατέρα τὴν μνηστείαν εἰς τοὺς παῖδας μεταθέσθαι τοὺς αὐτοῦ. Καὶ ὡς ἐθεράπευσεν Ἀντίπατρος τοὺς περὶ Φερώραν βουλόμενος ἤδη δι' αὐτῶν ἐπιβουλεῦσαι τῷ πατρί.

δ. Ὡς γνοῦσα ἡ ἀδελφὴ τοῦ βασιλέως Σαλώμη κρυφαίως ἀπήγγειλεν τῷ ἀδελφῷ.

ε. Ὡς Ἡρώδης παρήγγειλεν Ἀντιπάτρῳ μὴ φοιτᾶν πρὸς Φερώραν μηδὲ ἀπόρρητον μηδὲν ἀπαγγέλλειν αὐτῷ. Ὁ δὲ φανερῶς μὲν οὐδὲν ἐποίει, ἀλλὰ κρυπτῶς, καὶ ταῦτα δὲ οὐκ ἐλάνθανεν τὸν Ἡρώδην.

ς. Ὡς Ἀντίπατρος ἔγραψεν τοῖς ἐν Ῥώμῃ φίλοις παρακαλῶν αὐτοὺς γράψαι τῷ πατρὶ αὐτοῦ πείθοντας, ἵνα πέμψῃ αὐτὸν πρὸς Καίσαρα μετὰ πολλῶν χρημάτων, καὶ πεισθεὶς Ἡρώδης ἐξέπεμψεν τὸν υἱόν.

ζ. Ὡς Ἀντίπατρος ἔπεισεν Φερώραν, ἵνα ἀνέλῃ τὸν πατέρα αὐτοῦ Ἡρώδην φαρμάκῳ δοὺς αὐτὸς τὸ φάρμακον τῷ Φερώρᾳ. Καὶ ὡς ὁ βασιλεὺς Ἡρώδης παρήγγειλεν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἐκβαλεῖν τὴν γυναῖκα αὐτοῦ ἢ ἀναχωρῆσαι ἐκ τῆς βασιλείας. Ὁ δὲ ἀσμένως ἤκουσεν καὶ ἀνεχώρησεν εἰς τὴν ἰδίαν τετραρχίαν κἀκεῖ μετ' οὐ πολὺ τελευτᾷ.

η. Κατηγορία τῆς γυναικὸς Φερώρα ὑπὸ τῶν ἀδελφῶν Φερώρα ὡς ἀναιρεθέντος φαρμάκῳ. Καὶ ὡς Ἡρώδης ἐκζητήσας εὗρε τὸ φάρμακον κατεσκευασμένον ἐπ' αὐτῷ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀντιπάτρου, καὶ βασανίσας ἔγνω τὰς Ἀντιπάτρου ἐπιβουλάς.

θ. Κατάπλους Ἀντιπάτρου ἐκ Ῥώμης πρὸς τὸν πατέρα. Καὶ ὡς κατηγορηθεὶς ὑπὸ Νικολάου τοῦ Δαμασκηνοῦ καὶ καταγνωσθεὶς θάνατον ὑπὸ τοῦ πατρὸς καὶ ὑπὸ Κυντιλλίου Οὐάρου τοῦ τότε πεπιστευμένου τὴν Συρίαν ἐδέθη μέχρι τῆς ἐσομένης διαγνώσεως ὑπὸ Καίσαρος.

ι. Πρεσβεία πεμφθεῖσα ὑπὸ Ἡρώδου πρὸς Καίσαρα περὶ Ἀντιπάτρου. Καὶ ὡς Καῖσαρ ἀκούσας τὰς κατηγορίας κατέγνω αὐτοῦ θάνατον.

ια. Περὶ τῆς Ἡρώδου νόσου καὶ στάσεως τῶν Ἰουδαίων δι' αὐτήν, καὶ κόλασις τῶν στασιαστῶν.

ιβ. Ὡς δόξαντος Ἀντιπάτρου Ἡρώδην τετελευτηκέναι Ἀντίπατρος διαλεχθείη τῷ σωματοφύλακι περὶ ἀφέσεως, καὶ διὰ ταῦτα Ἀντιπάτρου ἀναίρεσις.

ιγ. Ἡρώδου τελευτὴ καὶ διαθήκη τοῦ αὐτοῦ πρὸς Καίσαρα καὶ μερισμὸς πρὸς τοὺς τρεῖς υἱοὺς αὐτοῦ. Καὶ ὡς Ἀρχέλαον βασιλέα ποιεῖ τῆς Ἰουδαίας.

ιδ. Ἐπιστολὴ Ἡρώδου πρὸς τὸν στρατὸν καὶ ἑκάστῳ αὐτῶν δωρεὰ καὶ παράκλησις πίστεως πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον.

ιε. Ταφὴ Ἡρώδου ἐν Ἡρωδίῳ τῷ φρουρίῳ. Καὶ ὡς ὁ λαὸς ἐστασίασεν πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον ἐν τῇ ἑορτῇ.

ις. Ὡς Ἀρχέλαος τρισχιλίους αὐτῶν ἀνεῖλεν, αὐτὸς δὲ ἔπλευσε πρὸς Καίσαρα σὺν τῷ ἀδελφῷ αὐτοῦ Ἡρώδῃ εἰς Ῥώμην πιστεύσας τὴν βασιλείαν αὐτοῦ τῷ ἀδελφῷ Φιλίππῳ.

ιζ. Ὡς Σαβῖνος ὁ ἐν τῇ Συρίᾳ Καίσαρος ἐπίτροπος ἀνέβη εἰς Ἱεροσόλυμα βίᾳ αἰτῶν τὰ Ἡρώδου χρήματα καὶ φρούρια παρὰ τῶν Ἀρχελάου ἐπιμελητῶν.

ιη. Ὡς ἔπεισαν οἱ τοῦ Ἀρχελάου ἐπιμεληταὶ τὸν λαὸν χωρεῖν ἐπὶ ὅπλα καὶ πολιορκῆσαι τὸν Σαβῖνον καὶ τὸν στρατὸν ἐν τῇ Ἀντωνίᾳ. Καὶ ὡς ταῦτα ἀκούσας ὁ Οὔαρος μετὰ μεγάλης δυνάμεως ἀνέβη εἰς Ἱεροσόλυμα καὶ ῥυσάμενος τὸν Σαβῖνον ἐκ τῆς πολιορκίας τοὺς αἰτίους τῆς στάσεως ἐκόλασεν καὶ καλῶς διαθεὶς τὰ ἐν τῇ Ἰουδαίᾳ ἔγραψε Καίσαρι δηλῶν αὐτῷ τὰ πραχθέντα.

ιθ. Ὡς Καῖσαρ τὰς Ἡρώδου διαθήκας βεβαίας ἐποίησεν φυλάξας τοῖς υἱοῖς αὐτοῦ τὴν διαδοχήν. Καὶ ὡς κατηγορεῖται Ἀρχέλαος ὑπὸ τῶν συγγενῶν αὐτοῦ ἐπὶ Καίσαρος καὶ νικήσας ἔλαβεν τὴν βασιλείαν, καὶ βασιλεύσας μοχθηρῶς δεκαετίαν πάλιν κατηγορηθεὶς ἐξωρίσθη εἰς Βίενναν, τὴν δὲ βασιλείαν αὐτοῦ μετέθηκεν Καῖσαρ εἰς ἐπαρχίαν.

Περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιδ.

I (1)[1] Ἀντιπάτρῳ δὲ ἀραμένῳ τοὺς ἀδελφοὺς ἀσεβείᾳ τε τῇ ὑστάτῃ καὶ ἀλαστορίᾳ τῇ ἐπ' αὐτοῖς τὸν πατέρα περιβεβληκότι οὔτι κατὰ γνώμας ἡ ἐλπὶς τοῦ αὖθις βίου ἦν· ἀπαλλαγεὶς γὰρ φόβου τοῦ ἐπὶ τῇ ἀρχῇ διὰ τὸ τῶν ἀδελφῶν μὴ ἐπικοινωνῆσον, ἐργωδέστερον καὶ ἄπορον αὐτῷ εὕρισκεν τὸ τῆς βασιλείας περιγενέσθαι· τοσόνδ' ἐφύη τῷ ἔθνει μῖσος πρὸς αὐτόν. [2] ὄντος δὲ αὐτῷ καὶ τοῦδε χαλεποῦ πλειόνως παρελύπει τὸ στρατιωτικὸν ἀλλοτρίως ἔχον τῇ γνώμῃ πρὸς αὐτόν, εἰς οὓς τὰ πάντα ἦν τοῖς βασιλεῦσιν ἀνακείμενα τοῦ οἰκείου ἀσφαλοῦς, ὁπότε τύχοι τὸ ἔθνος νεωτέρων ὀριγνώμενον πραγμάτων· τοσόνδε κίνδυνον ἐμνήστευσεν αὐτῷ ὁ ὄλεθρος τῶν ἀδελφῶν.

[3] Οὐ μὴν ἀλλὰ καὶ συνῆρχέν γε τῷ πατρὶ οὐδὲν ἄλλο ἢ ὡς βασιλεὺς ὢν καὶ ἐπιστεύετο παρ' αὐτῷ μειζόνως, ἐξ ὧν ἀπολωλέναι καλῶς εἶχεν εὐνοίας βεβαιώματα εὑρημένος, ὡς ἐπ' ἀσφαλείᾳ σωτηρίας τῆς Ἡρώδου τοὺς ἀδελφοὺς ἐνδεδειχώς, ἀλλ' οὐκ ἔχθρᾳ τῇ πρὸς ἐκείνους καὶ πρὸ αὐτῶν πρὸς τὸν πατέρα τοιαίδε αὐτὸν περιεσπένδον ἀραί. [4] Ἅπερ δὴ πάντα μηχαναὶ τῆς ἐπὶ τὸν Ἡρώδην ὁδοῦ ἵσταντο Ἀντιπάτρῳ, ἐρημοῦντι αὐτὸν μὲν κατηγόρων ἐφ' οἷς πράττειν διενοεῖτο, Ἡρώδην δὲ καταφυγῆς οἳ βοηθοῖεν αὐτῷ τοῦ Ἀντιπάτρου φανερῶς πολεμίου καταστάντος· [5] ὥστε μίσει μὲν τῷ πρὸς τὸν πατέρα ἔπρασσεν τὴν ἐπιβουλὴν τῶν ἀδελφῶν, τὸ δὲ ἥπτετο μειζόνως τοῦ ἐγχειρῶν μὴ ἀφίεσθαι τῆς πράξεως· ἀποθνήσκοντος μὲν γὰρ Ἡρώδου, βεβαίως αὐτῷ περιγενομένης τῆς ἀρχῆς, ἐξικνουμένου δὲ εἰς τὸ πλέον ἔτι ζῆν, κινδύνων ἀντιπεριστάντων ἐξαγγέλτου γενομένης τῆς πράξεως, ἧς συνθέτης γεγονὼς πολέμιον ἠνάγκαζε τὸν πατέρα καταστῆναι. [6] Καὶ διὰ τοῦ χαρίζεσθαι πολυτελὴς ἦν τοὺς περὶ τὸν πατέρα, κέρδεσι μεγάλοις ἐκπλήσσων τὸ τῶν ἀνθρώπων μῖσος πρὸς αὐτὸν καὶ μάλιστα τοὺς ἐπὶ Ῥώμης φίλους πομπαῖς μεγάλων δωρεῶν εὔνους καθιστάμενος, πρὸ πάντων δὲ Σατορνῖνον τὸν τῆς Συρίας ἐπιμελητήν. [7] Ὑπάξεσθαί τε ἦν ἐλπὶς αὐτῷ καὶ τὸν Σατορνίνου ἀδελφὸν μεγέθει δώρων, ἃ ἐδίδου, καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως ἀνδρὶ πρώτῳ τῶν περὶ τὸν Ἡρώδην συνοικοῦσαν τῷ αὐτῷ τρόπῳ χρώμενος. Ψευσάμενός τε φιλίαν πρὸς τοὺς ὁμιλοῦντας δεινότατός τις ἦν πεπιστεῦσθαι καὶ μῖσος ἀράμενος ἐφ' οὕστινας ἐπικρύψασθαι συνετώτατος. [8] Οὐ μὴν ἠπάτα γε τὴν τηθίδα προκατανενοηκυῖαν ἐκ πλείονος αὐτὸν καὶ μηκέθ' οἷαν οὖσαν παραλογισθῆναι καὶ διὰ τὸ ἤδη παρασκευῇ τῇ πάσῃ ἀντιτετάχθαι αὐτοῦ πρὸς τὸ κακότροπον. [9] Καίτοι θυγατρὶ αὐτῆς συνῴκει θεῖος πρὸς μητρὸς Ἀντιπάτρου προνοίᾳ τῇ ἐκείνου καὶ διαπράξει παραλαβὼν τὴν κόρην πρότερον Ἀριστοβούλῳ γεγαμημένην· τὴν δὲ ἑτέραν ὁ ἐκ τοῦ ἀνδρὸς αὐτῆς Καλλέα παῖς γυναῖκα εἶχεν. Ἀλλ' οὐδὲν ἐπὶ τῷ μὴ κατανοεῖσθαι πονηρὸν ὄντα ἦν ἡ ἐπιγαμία τεῖχος, ὥσπερ οὐδ' ἡ πρότερον συγγένεια πρὸς τὸ οὐ μεμισῆσθαι.

[10] Τὴν δὲ Σαλώμην Ἡρώδης ἐσπουδακυῖαν Συλλαίῳ τῷ Ἄραβι γαμηθῆναι κατ' ἐρωτικὴν ἐπιθυμίαν βιάζεται τῷ Ἀλεξᾷ συνοικεῖν συμπρασσούσης αὐτῷ Ἰουλίας καὶ πειθούσης τὴν Σαλώμην μὴ ἀνήνασθαι τὸν γάμον, μὴ καὶ ἔχθρα καθίσταιτο αὐτοῖς προύπτως ὀμωμοκότος Ἡρώδου μὴ ἂν εὐνοήσειν Σαλώμῃ μὴ ὑποδεξαμένῃ τὸν Ἀλεξᾶ γάμον. Καὶ ἐπείθετο Καίσαρός τε οὔσῃ γυναικὶ τῇ Ἰουλίᾳ καὶ ἄλλως συμβουλευούσῃ πάνυ συμφέροντα. [11] Ἐν τούτῳ δὲ καὶ τὴν Ἀρχελάου θυγατέρα τοῦ βασιλέως Ἡρώδης ὡς τὸν αὐτῆς πατέρα ἐξέπεμψεν Ἀλεξάνδρῳ συνῳκηκυῖαν ἐκ τῶν αὐτοῦ τὴν προῖκα ἀποδούς, ὥστε ἀμφισβήτημα αὐτοῖς μηδὲν εἶναι.

(2)[12] Ἀνέτρεφεν δὲ αὐτὸς τῶν παίδων τὰ τέκνα πάνυ ἐπιμελῶς· ἦσαν γὰρ τῷ μὲν Ἀλεξάνδρῳ ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερενίκης τῆς Σαλώμης θυγατρὸς ἄρσενές τε τρεῖς καὶ θήλειαι δύο. [13] Καί ποτε παρόντων αὐτῷ τῶν φίλων παραστησάμενος τὰ παιδάρια καὶ τῶν υἱέων ἀνακλαύσας τὴν τύχην ηὔχετο μηδὲν τοιόνδε παισὶν τοῖς ἐκείνων συνελθεῖν, αὐξηθέντας δὲ ἀρετῇ καὶ συμφορᾷ τοῦ δικαίου τὰς τροφὰς ἀμείψασθαι, ἃς ποιοῖτο. [14] Ἐγγεγύητό τε εἰς γάμον, ὁπότε ἀφικοίατο εἰς ὥραν τὴν ἐπ' αὐτῷ, τῷ μὲν πρεσβυτέρῳ τῶν Ἀλεξάνδρου παίδων Φερώρου θυγατέρα, τῷ δὲ Ἀριστοβούλου τὴν Ἀντιπάτρου, καὶ θυγατέρα τὴν Ἀριστοβούλου ἐπωνόμαζε παιδὶ τῷ Ἀντιπάτρου, τὴν δὲ ἑτέραν τῶν Ἀριστοβούλου θυγατέρων Ἡρώδῃ παιδὶ τῷ αὑτοῦ· γίνεται δὲ τῷ βασιλεῖ οὗτος ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρός· πάτριον γὰρ πλείοσιν ἐν ταὐτῷ ἡμῖν συνοικεῖν. [15] Ἔπρασσε δὲ τὰς μνηστείας τῶν παίδων ὁ βασιλεὺς ἐλέῳ τῶν ὀρφανῶν εἰς εὔνοιαν αὐτῶν διὰ τὴν ἐπιγαμίαν τὸν Ἀντίπατρον προκαλούμενος. [16] Ἀντίπατρος δὲ γνώμῃ τῇ πρὸς τοὺς ἀδελφοὺς πολιτεύειν οὐκ ἐνέλιπεν καὶ πρὸς τοὺς παῖδας αὐτοῖς γεγονότας, ἥ τε τοῦ πατρὸς σπουδὴ περὶ αὐτοὺς ἠρέθιζεν αὐτὸν μείζονας ἔσεσθαι τῶν ἀδελφῶν προσδεχόμενον, καὶ μάλιστα ὁπότε ἀνδρωθεῖεν, Ἀρχελάου προσληψομένου τοῖς θυγατριδοῖς βασιλέως ἀνδρὸς καὶ Φερώρου τῷ ληψομένῳ τὴν θυγατέρα· τετράρχης δὲ καὶ οὗτος ἦν. [17] Ἐπήγειρε δ' αὐτὸν καὶ τὸ πᾶν πλῆθος ἐλέῳ μὲν τὰ πρὸς τοὺς ὀρφανοὺς χρώμενον, μίσει δὲ πρὸς αὐτὸν τὰ πάντα ἐξαγαγεῖν οὐκ ἀπηλλαγμένον κακοτροπίᾳ τῇ ἐπὶ τοῖς ἀδελφοῖς. Ἐμηχανᾶτο οὖν διάλυσιν τῶν τῷ πατρὶ ἐγνωσμένων, ἐν δεινῷ τιθέμενος προσλήψει τοσῆσδε αὐτοὺς ὁμιλῆσαι δυνάμεως. [18] Καὶ μετέπιπτεν Ἡρώδης εἴκων δεήσει τῇ Ἀντιπάτρου, ὥστε αὐτὸν μὲν τὴν Ἀριστοβούλου θυγατέρα γαμεῖν καὶ τὴν Φερώρου τὸν υἱὸν αὐτοῦ. Καὶ τὰ μὲν τῶν ὁμολογιῶν τοῦ γάμου τοῦτον κινεῖται τὸν τρόπον ἄκοντος τοῦ βασιλέως.

(3)[19] Ἡρώδῃ δὲ τῷ βασιλεῖ κατὰ τοῦτον τὸν χρόνον συνῴκουν ἐννέα γυναῖκες, ἥ τε Ἀντιπάτρου μήτηρ καὶ ἡ θυγάτηρ τοῦ ἀρχιερέως, ἐξ ἧς δὴ καὶ ὁμώνυμος αὐτῷ παῖς γεγόνει· ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη καὶ ἀνεψιὰ σὺν αὐτῇ. Καὶ ταῖσδε μὲν τέκνον οὐδὲν ἐφύη. [20] Ἦν δ' ἐν ταῖς γυναιξὶν κἀκ τοῦ Σαμαρέων ἔθνους μία καὶ παῖδες αὐτῆς Ἀντίπας καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. Καὶ ταύτην μὲν ὕστερον Ἰώσηπος γαμεῖ βασιλέως ἀδελφιδοῦς ὤν, Ἀρχέλαος δὲ καὶ Ἀντίπας ἐπὶ Ῥώμης παρά τινι ἰδίῳ τροφὰς εἶχον. [21] Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις γεγάμητο αὐτῷ καὶ παῖδες ἐξ αὐτῆς Ἡρώδης τε ἐγεγόνεισαν καὶ Φίλιππος, ὃς καὶ αὐτὸς ἐν Ῥώμῃ τροφὰς εἶχεν. Καὶ Παλλὰς δὲ ἐν ταῖς γαμεταῖς Φασάηλον πεποιημένη παῖδα αὐτῷ, πρός γε μὴν ταύταις Φαῖδρα καὶ Ἐλπίς, ἐξ ὧν θυγατέρες δύο ἦσαν Ῥωξάνη καὶ Σαλώμη. [22] Τὰς δὲ πρεσβυτέρας αὐτοῦ θυγατέρας ὁμομητρίας τῶν περὶ Ἀλέξανδρον, ὧν περιεώρα Φερώρας τὸν γάμον, συνῴκουν ἡ μὲν Ἀντιπάτρῳ τοῦ βασιλέως ἀδελφῆς παιδὶ ὄντι, Φασαήλῳ δὲ ἡ ἑτέρα· καὶ οὗτος Ἡρώδου ἀδελφοῦ παῖς ἐγεγόνει. Καὶ τοῦτο μὲν Ἡρώδου τὸ γένος ἦν.

II

(1)[23] Τότε δὲ βουλόμενος πρὸς Τραχωνίτας ἀσφαλὴς εἶναι, κώμην πόλεως μέγεθος οὐκ ἀποδέουσαν ἔγνω Ἰουδαίων κτίσαι ἐν μέσῳ, δυσέμβολόν τε ποιεῖν τὴν αὐτοῦ καὶ τοῖς πολεμίοις ἐξ ἐγγίονος ὁρμώμενος ἐκ τοῦ ὀξέος κακουργεῖν. [24] Καὶ ἐπιστάμενος ἄνδρα Ἰουδαῖον ἐκ τῆς Βαβυλωνίας σὺν πεντακοσίοις ἱπποτοξόταις πᾶσι καὶ συγγενῶν πλήθει εἰς ἑκατὸν ἀνδρῶν τὸν Εὐφράτην διαβεβηκότα κατὰ τύχας ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ τῆς Συρίας διαιτᾶσθαι Σατορνίνου τοῦ τότε στρατηγοῦντος εἰς ἐνοίκησιν αὐτῷ δεδωκότος χωρίον, [25] Οὐλαθὰ ὄνομα αὐτῷ, μετεπέμπετο τοῦτον σὺν τῷ πλήθει τῶν ἑπομένων, παρέξειν ὑπισχνούμενος γῆν ἐν τοπαρχίᾳ τῇ λεγομένῃ Βαταναίᾳ, ὡρίζετο δὲ αὕτη τῇ Τραχωνίτιδι, βουλόμενος πρόβλημα τὴν κατοίκησιν αὐτοῦ κτᾶσθαι, ἀτελῆ τε τὴν χώραν ἐπηγγέλλετο καὶ αὐτοὺς εἰσφορῶν ἀπηλλαγμένους ἁπασῶν, αἳ εἰωθυῖαι ἐγκατοικεῖν τὴν γῆν ἄπρακτον παρασχόμενος.

(2)[26] Τούτοις πεισθεὶς ὁ Βαβυλώνιος ἀφικνεῖται καὶ λαβὼν τὴν γῆν φρούρια ᾠκοδομήσατο καὶ κώμην, Βαρθύραν ὄνομα αὐτῇ θέμενος. Πρόβλημά τε ἦν οὗτος ὁ ἀνὴρ καὶ τοῖς ἐγχωρίοις τὰ πρὸς τοὺς Τραχωνίτας καὶ Ἰουδαίων τοῖς ἐκ Βαβυλῶνος ἀφικνουμένοις κατὰ θυσίαν ἐπὶ Ἱεροσολύμων τοῦ μὴ λῃστείαις ὑπὸ τῶν Τραχωνιτῶν κακουργεῖσθαι, πολλοί τε ὡς αὐτὸν ἀφίκοντο καὶ ἁπανταχόθεν, οἷς τὰ Ἰουδαίων θεραπεύεται πάτρια. [27] Καὶ ἐγένετο ἡ χώρα σφόδρα πολυάνθρωπος ἀδείᾳ τοῦ ἐπὶ πᾶσιν ἀτελοῦς, ἃ παρέμεινεν αὐτοῖς Ἡρώδου ζῶντος. Φίλιππος δὲ υἱὸς ἐκείνου παραλαβὼν τὴν ἀρχὴν ὀλίγα τε καὶ ἐπ' ὀλίγοις αὐτοὺς ἐπράξατο, [28] Ἀγρίππας μέντοι γε ὁ μέγας καὶ ὁ παῖς αὐτοῦ καὶ ὁμώνυμος καὶ πάνυ ἐξετρύχωσαν αὐτούς, οὐ μέντοι τὰ τῆς ἐλευθερίας κινεῖν ἠθέλησαν. Παρ' ὧν Ῥωμαῖοι δεξάμενοι τὴν ἀρχὴν τοῦ μὲν ἐλευθέρου καὶ αὐτοὶ τηροῦσιν τὴν ἀξίωσιν, ἐπιβολαῖς δὲ τῶν φόρων εἰς τὸ πάμπαν ἐπίεσαν αὐτούς. Καὶ τάδε μὲν ᾗ καιρὸς ἀκριβώσομαι προιόντος τοῦ λόγου.

(3)[29] Τελευτᾷ δὲ Ζάμαρις ὁ Βαβυλώνιος, ὃς ἐπὶ κτήσει τῆσδε τῆς χώρας Ἡρώδῃ προσποιεῖται, ζήσας τε μετὰ ἀρετῆς καὶ παῖδας λειπόμενος ἀγαθούς, Ἰάκειμον μέν, ὃς ἀνδρείᾳ γενόμενος ἐπιφανὴς ἱππεύειν συνεκρότησε τὸ ὑφ' αὑτῷ Βαβυλώνιον, καὶ ἴλη τῶνδε τῶν ἀνδρῶν ἐδορυφόρει τούσδε τοὺς βασιλέας. [30] Καὶ Ἰάκειμος δὲ ἐν γήρᾳ τελευτῶν Φίλιππον τὸν υἱὸν κατέλιπεν ἄνδρα κατὰ χεῖρας ἀγαθὸν καὶ τὰ ἄλλα ἀρετῇ χρῆσθαι παρ' ὁντινοῦν ἀξιόλογον. Διόπερ φιλία [31] τε πιστὴ καὶ εὔνοια ἀσφαλὴς αὐτῷ πρὸς Ἀγρίππαν γίνεται τὸν βασιλέα, στρατιάν τε ὁπόσην ὁ βασιλεὺς ἔτρεφεν οὗτος ἀσκῶν διετέλει καὶ ὅπη ἐξοδεύειν δεήσειεν ἡγούμενος.

(4)[32] Ἡρώδου δ' ἐν οἷς εἶπον ὄντος ἀφεώρα τὰ πάντα πράγματα εἰς Ἀντίπατρον, κἀφ' οἷς ὠφελήσειεν κυροῦν οὐκ ἀπήλλακτο ἐξουσίας ἐπικεχωρηκότος τε τοῦ πατρὸς ἐλπίδι εὐνοίας καὶ πίστεως, καὶ περαιτέρω κτᾶσθαι τὴν ἐπ' αὐτοῖς ἐξουσίαν τολμηρὸς καθιστάμενος διὰ τὸ ἄδηλος τῷ πατρὶ εἶναι κακουργῶν κἀφ' οἷς εἴπειεν πιστότατος. [33] Ἦν τε πᾶσιν φοβερὸς οὐχ οὕτως ἰσχύι τῆς ἐξουσίας, ὡς τοῦ κακοτρόπου τῷ προμηθεῖ· μάλιστα δ' αὐτὸν Φερώρας ἐθεράπευεν καὶ ἀντεθεραπεύετο δεινῶς, πάνυ τοῦ Ἀντιπάτρου περιστοιχίσαντος αὐτὸν καὶ τὴν γυναικωνῖτιν συνισταμένου τὰ πρὸς αὐτόν· [34] ἐδεδούλωτο γὰρ Φερώρας γαμετῇ τε καὶ μητρὶ ταύτης καὶ ἀδελφῇ καὶ ταῦτα μισῶν τὰς ἀνθρώπους ὕβρει θυγατέρων αὐτοῦ παρθένων· ἀλλ' ὅμως ἠνείχετο, πράσσειν τε οὐδὲν ἦν δίχα τῶν γυναικῶν ἐκπεριωδευκυιῶν τὸν ἄνθρωπον καὶ ἀλλήλαις εὐνοίᾳ συμπράσσειν τὰ πάντα μὴ ἀπηλλαγμένων, [35] ὥστε παντοίως ὁ Ἀντίπατρος ὑπῆκτο αὐτὰς καὶ δι' αὐτοῦ καὶ διὰ τῆς μητρός· ταὐτὸν γὰρ αἵδε αἱ τέσσαρες γυναῖκες ἔλεγον. Καὶ Φερώρᾳ δὲ πρὸς Ἀντίπατρον ἐπ' οὐδαμινοῖς τισιν αἱ γνῶμαι διήλλασσον. [36] Ἀντίσπασμα δ' ἦν αὐτοῖς βασιλέως ἡ ἀδελφὴ περισκοποῦσά τε ἐκ πλείονος τὰ πάντα καὶ τὴν εὔνοιαν αὐτῶν ἐπὶ κακοῖς τοῖς Ἡρώδου πρασσομένην εἰδυῖά τε καὶ μηνύειν οὐκ ἀποτετραμμένη. [37] Καὶ γνόντες ἐν ἀπεχθείᾳ βασιλεῖ τὴν εὔνοιαν αὐτῶν οὖσαν ἐπινοοῦσιν ὥστε φανερὰν μὲν μὴ εἶναι τὴν πρὸς ἀλλήλους αὐτῶν σύνοδον, μίσους δὲ καὶ λοιδοριῶν ᾗ καιρὸς προσποίησιν, καὶ μάλιστα Ἡρώδου παρατυγχάνοντος ἢ οἳ πρὸς αὐτὸν ἀπαγγέλλειν ἔμελλον, κρυπτῶς δὲ τὰ τῆς εὐνοίας ὀχυρώτερα καθίστασθαι. [38] Καὶ ἔπρασσον οὕτως. Ἐλάνθανεν δὲ τὴν Σαλώμην οὔτε πρῶτον ἡ διάνοια αὐτῶν ἐπὶ τοιοῖσδε ὡρμημένων οὔτε ἐπειδὴ Χρῆσθαι οὐκ ἀπήλλακτο αὐτή· πάντα δὲ ἀνίχνευέν τε καὶ πρὸς τὸν ἀδελφὸν μειζόνως ἐκδεινοῦσα ἀπεσήμαινεν συνόδους τε κρυπτὰς καὶ πότους βουλευτήριά τε ἀφανῶς κατεσκευασμένα, ὧν μὴ ἐπ' ὀλέθρῳ τῷ ἐκείνου συντιθεμένων κἂν πεφανερῶσθαι μὴ κεκωλῦσθαι. [39] Νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν. [40] Καὶ ἡ μὲν ταῦτ' ἀνίχνευέν τε καὶ ἀκριβῶν τυγχάνουσα τῷ ἀδελφῷ ἀνέφερεν συνιέντι μὲν ἤδη τὰ πολλὰ καὶ δι' ἑαυτοῦ, εἰς δὲ τὸ θαρσεῖν οὐ διακενῆς ὑπονοῶν καθισταμένῳ διαβολαῖς τῆς ἀδελφῆς. [41] Καὶ ἦν γὰρ μόριόν τι Ἰουδαικὸν ἀνθρώπων ἐπ' ἐξακριβώσει μέγα φρονοῦν τοῦ πατρίου καὶ νόμων οἷς χαίρει τὸ θεῖον προσποιουμένων, οἷς ὑπῆκτο ἡ γυναικωνῖτις, Φαρισαῖοι καλοῦνται, βασιλεῖ δυναμένῳ μάλιστα πράσσειν προμηθεῖς κἀκ τοῦ προὔπτου εἰς τὸ πολεμεῖν τε καὶ βλάπτειν ἐπηρμένοι. [42] Παντὸς γοῦν τοῦ Ἰουδαικοῦ βεβαιώσαντος δι' ὅρκων ἦ μὴν εὐνοήσειν Καίσαρι καὶ τοῖς βασιλέως πράγμασιν, οἵδε οἱ ἄνδρες οὐκ ὤμοσαν ὄντες ὑπὲρ ἑξακισχίλιοι, καὶ αὐτοὺς βασιλέως ζημιώσαντος χρήμασιν ἡ Φερώρου γυνὴ τὴν ζημίαν ὑπὲρ αὐτῶν εἰσφέρει. [43] Οἱ δὲ ἀμειβόμενοι τὴν εὔνοιαν αὐτῆς, πρόγνωσιν δὲ ἐπεπίστευντο ἐπιφοιτήσει τοῦ θεοῦ, προύλεγον, ὡς Ἡρώδῃ μὲν καταπαύσεως ἀρχῆς ὑπὸ θεοῦ ἐψηφισμένης αὐτῷ τε καὶ γένει τῷ ἀπ' αὐτοῦ, τῆς δὲ βασιλείας εἴς τε ἐκείνην περιηξούσης καὶ Φερώραν παῖδάς τε οἳ εἶεν αὐτοῖς. [44] Καὶ τάδε, οὐ γὰρ ἐλάνθανεν τὴν Σαλώμην, ἐξάγγελτα βασιλεῖ ἦν, καὶ ὅτι τῶν περὶ τὴν αὐλὴν διαφθείροιέν τινας. Καὶ βασιλεὺς τῶν τε Φαρισαίων τοὺς αἰτιωτάτους ἀναιρεῖ καὶ Βαγώαν τὸν εὐνοῦχον Κᾶρόν τέ τινα τῶν τότε προύχοντα ἀρετῇ τοῦ εὐπρεποῦς καὶ παιδικὰ ὄντα αὐτοῦ. Κτείνει δὲ καὶ πᾶν ὅ τι τοῦ οἰκείου συνειστήκει οἷς ὁ Φαρισαῖος ἔλεγεν. [45] Ἦρτο δὲ ὁ Βαγώας ὑπ' αὐτῶν ὡς πατήρ τε καὶ εὐεργέτης ὀνομασθησόμενος τοῦ ἐπικατασταθησομένου προρρήσει βασιλέως· κατὰ χεῖρα γὰρ ἐκείνῳ τὰ πάντ' εἶναι, παρέξοντος αὐτῷ γάμου τε ἰσχὺν καὶ παιδώσεως τέκνων γνησίων.

III

(1)[46] Ἡρώδης δὲ κολάσας τῶν Φαρισαίων τοὺς ἐπὶ τοῖσδε ἐληλεγμένους συνέδριόν τε ποιεῖται τῶν φίλων καὶ κατηγορίαν τῆς Φερώρου γυναικός, τήν τε ὕβριν τῶν παρθένων τῇ τόλμῃ τῆς γυναικὸς ἀνατιθεὶς καὶ ἔγκλημα ταύτην ἀτιμίαν αὐτῷ ποιούμενος, [47] ὥστε ἀγωνοθετῶν στάσιν αὐτῷ πρὸς τὸν ἀδελφὸν πόλεμον ἐκ φύσεως αὐτοῖς καὶ λόγῳ καὶ δι' ἔργων ὁπόσα δύναιτο, τήν τε διάλυσιν τῆς ζημίας τῆς ὑπ' αὐτοῦ ἐπιβληθείσης τέλεσι διαφευχθείσης τοῖς ἐκείνης, τῶν τε νῦν πεπραγμένων οὐδὲν ὅ τι οὐ μετ' αὐτῆς. [48] Ἀνθ' ὧν, ὦ Φερώρα, καλῶς εἶχεν οὐ δεήσει οὐδὲ γνωμῶν εἰσηγήσεως τῶν ἐμῶν αὐτοκέλευστον ἀποπέμπεσθαι γυναῖκα ταύτην ὡς πολέμου τοῦ πρός μέ σοι αἰτίαν ἐσομένην· καὶ νῦν, εἴπερ ἀντιποιῇ συγγενείας τῆς ἐμῆς, ἀπείπασθαι τήνδε τὴν γαμετήν· μενεῖς γὰρ [49] οὕτως ἀδελφός τε καὶ στέργειν οὐκ ἀπηλλαγμένος.” Φερώρας δὲ καίπερ λόγων ἀρετῇ περιωθούμενος οὔτε συγγενείας τῆς πρὸς τὸν ἀδελφὸν ἔλεγε κινήσειν δίκαιον οὐδὲν οὔτε τῶν πρὸς τὴν γαμετὴν εὐνοιῶν, αἱρεῖσθαί τε πρότερον θανεῖν ἢ ζῶν τολμᾶν ἀπεστερῆσθαι γυναικὸς αὐτῷ κεχαρισμένης. [50] Ἡρώδης δὲ Φερώρᾳ μὲν ὑπερεβάλλετο τὴν ἐπὶ τούτοις ὀργὴν καίπερ ἀνήδονον τιμωρίαν εἰσπεπραγμένος, Ἀντιπάτρῳ δὲ ἀπεῖπε καὶ μητρὶ τῇ ἐκείνου Φερώρᾳ τε μὴ ὁμιλεῖν καὶ τῶν γυναικῶν φυλάσσεσθαι τὸ εἰς ταὐτὸν συνεσόμενον. [51] Οἱ δ' ὡμολόγουν μέν, συνῄεσαν δὲ ᾗ καιρὸς καὶ συνεκώμαζον Φερώρας καὶ Ἀντίπατρος. Ἐφοίτα δὲ λόγος ὁμιλεῖν καὶ Ἀντιπάτρῳ τὴν Φερώρου γυναῖκα συμπρασσούσης αὐτοῖς τὰ εἰς τὴν σύνοδον τῆς Ἀντιπάτρου μητρός.

(2)[52] Ὑφορώμενος δὲ τὸν πατέρα καὶ δεδιώς, μὴ εἰς πλεῖον προχωροίη τὰ τοῦ μίσους ἐπ' αὐτῷ, γράφει πρὸς τοὺς ἐν Ῥώμῃ φίλους κελεύων ἐπιστέλλειν Ἡρώδῃ πέμπειν ᾗ τάχος Ἀντίπατρον ὡς Καίσαρα. [53] Οὗ γενομένου ἔπεμπεν Ἡρώδης Ἀντίπατρον δῶρα συμπέμψας ἀξιολογώτατα καὶ διαθήκην, ἐν ᾗ μετ' αὐτὸν Ἀντίπατρον ἀπεδείκνυε βασιλέα, ἢ φθάντος τελευτῆσαι Ἡρώδην τὸν ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρὸς υἱὸν αὐτῷ γεγενημένον. [54] Συνεξορμᾷ δ' Ἀντιπάτρῳ καὶ Σύλλαιος ὁ Ἄραψ μηδὲν ὧν προσέταξε Καῖσαρ διαπεπραγμένος, καὶ Ἀντίπατρος αὐτοῦ κατηγορεῖ ἐπὶ Καίσαρος περὶ ὧν πρότερον Νικόλαος. Κατηγορεῖτο δὲ καὶ ὑπὸ Ἀρέτα Σύλλαιος, ὡς πολλοὺς ἀπεκτονὼς τῶν ἐν Πέτρᾳ ἀξιολόγων παρὰ γνώμην τὴν αὐτοῦ καὶ μάλιστα Σόαιμον ἄνδρα τῇ ἐς πάντα ἀρετῇ τιμᾶσθαι δικαιότατον, ἀνῃρηκέναι δὲ καὶ Φάβατον Καίσαρος δοῦλον. [55] Καὶ Σύλλαιος αἰτίαν εἶχεν ἐκ τοιῶνδε ἐγκλημάτων· Κόρινθος ἦν Ἡρώδου σωματοφύλαξ τοῦ βασιλέως μάλιστα πιστευόμενος ὑπ' αὐτοῦ. Τοῦτον πείθει Σύλλαιος ἐπὶ χρήμασι μεγάλοις Ἡρώδην ἀποκτεῖναι, καὶ ὑπέσχετο. Μαθὼν οὖν Φάβατος Συλλαίου πρὸς αὐτὸν εἰρηκότος διηγεῖται πρὸς τὸν βασιλέα. [56] Ὁ δὲ τόν τε Κόρινθον βασανίζει συλλαβὼν καὶ πάντα ἀνάπυστα ἦν αὐτῷ. Συλλαμβάνει δὲ καὶ δευτέρους Ἄραβας καταγορεύσει τῇ Κορίνθου πειθόμενος τὸν μὲν φύλαρχον ὄντα τὸν δὲ Συλλαίου φίλον. [57] Οἳ καὐτοί, βασανίζει γὰρ αὐτοὺς ὁ βασιλεύς, ὡμολόγουν ὅτι παρεῖεν ἐξοτρύνοντες μὴ μαλακίζεσθαι Κόρινθον καὶ εἴ που δεήσειεν καὶ συγχειρουργήσοντες αὐτῷ τὸν φόνον. Καὶ Σατορνῖνος δηλώσεως αὐτῷ πάντων ὑπὸ Ἡρώδου γενομένης εἰς Ῥώμην ἐξέπεμψεν αὐτούς.

(3)[58] Φερώραν δὲ ἰσχυρῶς ἐμμένοντα εὐνοίᾳ τῆς γυναικὸς ἀναχωρεῖν εἰς τὴν αὑτοῦ Ἡρώδης κελεύει. Ὁ δὲ ἀσμένως ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, πολλὰ ὀμόσας οὐ πρότερον ἥξειν ἢ πύθοιτο Ἡρώδην τετελευτηκότα, ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως ἀξιωθεὶς ἥκειν ἐπί τινων πίστεσιν ἐντολῶν, εἰ μέλλοι τελευτᾶν, οὐχ ὑπήκουσεν ἐπὶ τιμῇ τοῦ ὅρκου. [59] Οὐ μὴν Ἡρώδης γε μιμεῖται τὸ ἐπὶ τοιοῖσδε ἐκείνου γνώμην προαποφηνάμενον ἣν ἔχει, ἀλλ' ἧκεν ὡς τὸν Φερώραν, ἐπειδὴ ὕστερον ἄρχεται νοσεῖν, καὶ μετακλήσεως αὐτῷ μὴ γενομένης, θανόντα δὲ περιστείλας ἐπὶ Ἱεροσολύμων ἀγόμενος ταφῆς ἠξίου καὶ πένθος μέγα ἐπ' αὐτῷ προέθετο. [60] Τοῦτο Ἀντιπάτρῳ καίτοι γε ἐπὶ Ῥώμης πεπλευκότι κακῶν ἐγένετο ἀρχὴ τῆς ἀδελφοκτονίας αὐτὸν τινυμένου θεοῦ. Διηγήσομαι δὲ τὸν πάντα περὶ αὐτοῦ λόγον παράδειγμα τῷ ἀνθρωπείῳ γενησόμενον τοῦ ἀρετῇ πολιτεύσοντος ἐπὶ πᾶσιν.

IV

(1)[61] Ἐπειδὴ Φερώρας τελευτᾷ ταφνίται ἐγεγόνεισαν αὐτοῦ ἀπελεύθεροι δύο τῶν Φερώρᾳ τιμίων οὗτοι προσελθόντες Ἡρώδῃ ἠξίουν μὴ ἀνεκδίκητον καταλιπεῖν τοῦ ἀδελφοῦ τὸν νεκρόν, ἀλλὰ ζήτησιν ποιεῖσθαι τῆς ἀλόγου τε καὶ δυστυχοῦς μεταστάσεως. [62] Τοῦ δ' ἐπιστραφέντος τοῖς λόγοις, πιστὰ γὰρ ἐδόκει, δειπνῆσαι μὲν αὐτὸν ἔλεγον παρὰ τῇ γυναικὶ τῇ προτέρᾳ τῆς νόσου, φάρμακον δὲ προσκομισθὲν ἐν βρώματι μὴ πρότερον εἰωθότι ἐμφαγόντα ὑπὸ τούτου τελευτῆσαι· κομιστὸν μέντοι γενέσθαι τὸ φάρμακον ὑπὸ γυναικὸς ἐκ τῆς Ἀραβίας λόγῳ μὲν ἐπὶ προσποιήσεσιν ἐρώτων, φίλτρον γὰρ δὴ ὄνομα αὐτῷ εἶναι, τὸ δ' ἀληθὲς ἐπὶ τῇ Φερώρου τελευτῇ. [63] φαρμακιστόταται δέ εἰσι γυναικῶν αἱ ἐκ τῆς Ἀραβίας· ᾗ δὲ ταῦτα ἐπεκάλουν καὶ τῆς Συλλαίου ἐρωμένης ἐν ταῖς μάλιστα ὡμολόγητο εἶναι φίλη, πείσουσαί τε αὐτὴν ἐπὶ πράσει τοῦ φαρμάκου εἰς τοὺς τόπους ἐληλύθεσαν ἥ τε μήτηρ τῆς τοῦ Φερώρου γυναικὸς καὶ ἡ ἀδελφὴ καὶ ἐπανῆκον αὐτὴν ἀγόμεναι τοῦ δείπνου πρότερον ἡμέρᾳ μιᾷ. [64] Ὑπὸ τούτων ὁ βασιλεὺς τῶν λόγων παροξυνθεὶς δούλας τε ἐβασάνιζε τῶν γυναικῶν καί τινας καὶ ἐλευθέρας, καὶ ὄντος ἀφανοῦς τοῦ πράγματος διὰ τὸ μηδεμίαν ἐξειπεῖν τελευταία τις περιουσῶν αὐτῆς τῶν ἀλγηδόνων ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ' ἐπικαλεῖσθαι τοιαῖσδε αἰκίαις δώσειν περιβαλεῖν τὴν Ἀντιπάτρου μητέρα κακῶν τῶν ἐπεχόντων αἰτίαν πᾶσιν γενομένην. [65] Ταῦτα εἰς ἐπίστασιν Ἡρώδην ἄγει, καὶ τὰ πάντα βασάνοις τῶν γυναικῶν ἀνάπυστα ἦν, οἵ τε κῶμοι καὶ κρυπταὶ σύνοδοι καὶ δὴ καὶ λόγων πρὸς μόνον τὸν υἱὸν εἰρημένων ἐξοίσεις πρὸς τὰς Φερώρου γυναῖκας· ἦν δὲ ταλάντων ἑκατὸν δωρεὰς ἐπικρύπτεσθαι φράζειν πρὸς Φερώραν τῷ Ἀντιπάτρῳ κέλευσις ὑπὸ τοῦ πατρός· [66] μῖσός τε πρὸς τὸν πατέρα καὶ ὀλοφυρμοὶ πρὸς τὴν μητέρα, ὡς ἐπὶ μήκιστον τοῦ πατρὸς βιοῦν ἐξηγμένου καὶ αὐτῷ μηδὲν ἐλάσσονος τοῦ γήρως ἐπικειμένου, ὡς μηδ' ἂν ἐλθοῦσαν τὴν βασιλείαν ὁμοίως εὐφρᾶναί ποτ' αὐτόν· παρατρέφεσθαί τε πολλοὺς ἐπὶ τῇ βασιλείᾳ καὶ ἀδελφοὺς καὶ ἀδελφῶν παῖδας οὐδαμῶς ἀδεῆ τὴν ἐλπίδα παρεχομένους τἀσφαλοῦς· [67] καὶ γὰρ δὴ καὶ νῦν, εἴ τι πάσχειν, αὐτὸν ἀδελφῷ μᾶλλον ἢ παιδὶ τῷ αὐτοῦ κελεύειν τὴν ἀρχὴν δίδοσθαι. Ὠμότητά τε πολλὴν κατηγόρει τοῦ βασιλέως καὶ τὰς σφαγὰς τῶν υἱέων, φόβῳ τε μὴ καὶ αὐτῶν ἅπτοιτο ἤδη τὸν μὲν ἐπὶ Ῥώμης ἄρασθαι τέχνην ἐπινοῆσαι, Φερώραν δὲ ἐπὶ τῆς αὐτοῦ τετραρχίας.

(2)[68] Ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, ὁ βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατο. [69] Μάλιστα δ' ἐξώτρυνεν εἰς ὀργὴν κατὰ τοῦ παιδὸς τὸν βασιλέα Σαμαρείτης ἀνὴρ Ἀ&