RETOUR À L’ENTRÉE DU SITE ALLER à LA TABLE DES MATIÈRES DE DIODORE

HISTOIRE UNIVERSELLE DE DIODORE DE SICILE

traduite en français par Monsieur l'Abbé TERRASSON

LIVRE PREMIER.  SECTION PREMIÈRE. - SECTION DEUXLIVRE SECOND - LIVRE TROISIÈME

LIVRE QUATRIÈME - LIVRE CINQUIÈME - LIVRE SIXIÈME - LIVRE ONZIÈME - LIVRE DOUZIÈME

texte français uniquement

texte bilingue 

Tome troisième

LIVRE TREIZIÈME.

Paris 1744

1ère partie (1-69)

 


70 Λακεδαιμόνιοι δὲ τήν τε ναυτικὴν δύναμιν ἄρδην ἀπολωλεκότες καὶ μετ' αὐτῆς Μίνδαρον τὸν ἡγεμόνα, ταῖς ψυχαῖς ὅμως οὐκ ἐνέδωκαν, ἀλλὰ ναύαρχον εἵλαντο Λύσανδρον, δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων καὶ τόλμαν ἔμπρακτον ἔχοντα πρὸς πᾶσαν περίστασιν· ὃς παραλαβὼν τὴν ἀρχὴν ἐκ τῆς Πελοποννήσου στρατιώτας τε κατέγραφε τοὺς ἱκανοὺς καὶ ναῦς ἐπλήρωσεν ὅσας ἐδύνατο πλείστας. [2] κπλεύσας δὲ εἰς ῾Ρόδον, καὶ προσλαβόμενος ἐκεῖθεν ναῦς ὅσας εἶχον αἱ πόλεις, ἔπλευσεν εἰς ῎Εφεσον καὶ Μίλητον. Καταρτίσας δὲ καὶ τὰς ἐν ταύταις ταῖς πόλεσι τριήρεις, μετεπέμψατο τὰς ἐκ Χίου, καὶ στόλον ἐξήρτυεν ἐξ ᾿Εφέσου νεῶν ὑπάρχοντα σχεδὸν ἑβδομήκοντα. [3] κούσας δὲ Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱὸν ὑπὸ τοῦ πατρὸς ἀπεσταλμένον συμπολεμεῖν τοῖς Λακεδαιμονίοις, ἧκεν εἰς Σάρδεις πρὸς αὐτόν, καὶ παροξύνας τὸν νεανίσκον εἰς τὸν κατὰ τῶν ᾿Αθηναίων πόλεμον μυρίους μὲν δαρεικοὺς παραχρῆμα ἔλαβεν εἰς τὸν τῶν στρατιωτῶν μισθόν, καὶ εἰς τὸ λοιπὸν δὲ ὁ Κῦρος ἐκέλευσεν αἰτεῖν μηδὲν ὑποστελλόμενον· ἐντολὰς γὰρ ἔχειν παρὰ τοῦ πατρός, ὅπως ὅσα ἂν προαιρῶνται Λακεδαιμόνιοι χορηγήσαι αὐτοῖς. [4] νακάμψας δὲ εἰς ῎Εφεσον ἀπὸ τῶν πόλεων μετεπέμπετο τοὺς δυνατωτάτους, πρὸς οὓς ἑταιρίας συντιθέμενος ἐπηγγέλλετο τῶν πραγμάτων κατορθωθέντων κυρίους ἑκάστους τῶν πόλεων ποιήσειν. Δι' ἣν αἰτίαν συνέβη τούτους πρὸς ἀλλήλους ἁμιλλωμένους ὑπηρετεῖν πλείονα τῶν ἐπιταττομένων, καὶ ταχὺ παραδόξως εὐπορεῖν τὸν Λύσανδρον πάντων τῶν εἰς πόλεμον χρησίμων.
71 ᾿Αλκιβιάδης δὲ πυθόμενος ἐν ᾿Εφέσῳ τὸν Λύσανδρον ἐξαρτύειν τὸν στόλον, ἀνήχθη μετὰ πασῶν τῶν νεῶν εἰς ῎Εφεσον. ἐπιπλεύσας δὲ τοῖς λιμέσιν,ὡς οὐδεὶς ἀντανήγετο, τὰς μὲν πολλὰς ναῦς καθώρμισε περὶ τὸ Νότιον, τὴν ἡγεμονίαν αὐτῶν παραδοὺς ᾿Αντιόχῳ τῷ ἰδίῳ κυβερνήτῃ, διακελευσάμενος αὐτῷ μὴ ναυμαχεῖν, ἕως ἂν αὐτὸς παραγένηται, τὰς δὲ στρατιώτιδας ναῦς ἀνέλαβε καὶ κατὰ σπουδὴν ἔπλευσεν εἰς Κλαζομενάς· αὕτη γὰρ ἡ πόλις σύμμαχος ᾿Αθηναίων οὖσα κακῶς ἔπασχεν ὑπό τινων φυγάδων πορθουμένη. [2] δ' ᾿Αντίοχος ὢν τῇ φύσει πρόχειρος, καὶ σπεύδων δι' ἑαυτοῦ τι πρᾶξαι λαμπρόν, τῶν μὲν ᾿Αλκιβιάδου λόγων ἠμέλησε, δέκα δὲ ναῦς τὰς ἀρίστας πληρώσας, καὶ τὰς ἄλλας τοῖς τριηράρχοις παραγγείλας ἑτοίμας ἔχειν, ἂν ἦ χρεία ναυμαχεῖν, ἐπέπλευσε τοῖς πολεμίοις, προκαλεσόμενος εἰς ναυμαχίαν. [3] δὲ Λύσανδρος πεπυσμένος παρά τινων αὐτομόλων τὴν ἄφοδον ᾿Αλκιβιάδου καὶ τῶν ἀρίστων μετ' αὐτοῦ στρατιωτῶν, καιρὸν εἶναι διέλαβε πρᾶξαί τι τῆς Σπάρτης ἄξιον. Διόπερ πάσαις ταῖς ναυσὶν ἀνταναχθεὶς μίαν μὲν τὴν προπλέουσαν τῶν δέκα, καθ' ἣν ᾿Αντίοχος ἦν ἀντιτεταγμένος, κατέδυσε, τὰς δ' ἄλλας τρεψάμενος ἐδίωξε, μέχρις οὗ τὰς ἄλλας πληρώσαντες οἱ τριήραρχοι τῶν ᾿Αθηναίων παρεβοήθησαν ἐν οὐδεμιᾷ τάξει. [4] Γενομένης δὲ ναυμαχίας ἀθρόαις ταῖς ναυσὶν οὐ μακρὰν τῆς γῆς, ᾿Αθηναῖοι διὰ τὴν ἀταξίαν ἠλαττώθησαν καὶ ναῦς ἀπέβαλον δύο πρὸς ταῖς εἴκοσι· τῶν δ' ἐν αὐταῖς ἀνδρῶν ὀλίγοι μὲν ἐζωγρήθησαν,οἱ δὲ λοιποὶ πρὸς τὴν γῆν διενήξαντο. ᾿Αλκιβιάδης δὲ πυθόμενος τὸ γεγενημένον διὰ σπουδῆς ἀνέκαμψεν εἰς τὸ Νότιον, καὶ πάσας τὰς τριήρεις πληρώσας ἐπέπλευσε τοῖς λιμέσι τῶν πολεμίων· οὐ τολμῶντος δ' ἀνταναχθῆναι τοῦ Λυσάνδρου τὸν πλοῦν εἰς Σάμον ἐποιήσατο. 
72 Τούτων δὲ πραττομένων Θρασύβουλος ὁ τῶν ᾿Αθηναίων στρατηγὸς μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους αὐτῶν ἀνεῖλεν· ἐγκλείσας δ' αὐτοὺς εἰς πολιορκίαν ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν ᾿Αθηναίων φρονοῦντας καταδέχεσθαι, καὶ φρουρὰν λαβόντας συμμάχους ᾿Αθηναίων εἶναι. [2] Μετὰ δὲ ταῦτα πλεύσας εἰς ῎Αβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατωτάταις οὖσαν τότε τῶν ἐπὶ Θρᾴκης. Οἱ μὲν οὖν στρατηγοὶ τῶν ᾿Αθηναίων ταῦτα ἔπραξαν μετὰ τὸν οἴκοθεν ἔκπλουν. [3] ῏Αγις δ' ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἔτυχε μὲν ἐν τῇ Δεκελείᾳ διατρίβων μετὰ τῆς δυνάμεως, πυνθανόμενος δὲ τοὺς κρατίστους τῶν ᾿Αθηναίων μετ' ᾿Αλκιβιάδου στρατευομένους, νυκτὸς ἀσελήνου τὸ στρατόπεδον ἤγαγεν ἐπὶ τὰς ᾿Αθήνας. [4] Εἶχε δὲ πεζοὺς δισμυρίους ὀκτακισχιλίους, ὧν ἦσαν οἱ μὲν ἡμίσεις ὁπλῖται κατ' ἐκλογήν, οἱ δ' ἡμίσεις ψιλοί· κατηκολούθουν δ' αὐτῷ καὶ τῶν ἱππέων εἰς χιλίους διακοσίους, ὧν ἐννακοσίους μὲν Βοιωτοὶ παρείχοντο, τοὺς δὲ λοιποὺς Πελοποννήσιοι συνεξέπεμψαν. ς δ' ἐγγὺς ἐγενήθη τῆς πόλεως, ἔλαθε ταῖς προφυλακαῖς ἐγγίσας, καὶ ῥᾳδίως αὐτοὺς τρεψάμενος διὰ τὸ παράδοξον, ὀλίγους μὲν ἀνεῖλε, τοὺς δ' ἄλλους συνεδίωξεν ἐντὸς τῶν τειχῶν. [5] Οἱ δ' ᾿Αθηναῖοι μαθόντες τὸ γεγενημένον, ἅπασι παρήγγειλαν τοῖς πρεσβυτέροις καὶ τοῖς μεγίστοις παισὶν ἀπαντᾶν μετὰ τῶν ὅπλων· ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων, ὁ μὲν κύκλος τοῦ τείχους πλήρης ἐγένετο τῶν ἐπὶ τὸν κοινὸν κίνδυνον συνδεδραμηκότων, [6] Οἱ δὲ στρατηγοὶ τῶν ᾿Αθηναίων ἅμ' ἡμέρᾳ θεωροῦντες ἐκτεταγμένην τὴν τῶν πολεμίων δύναμιν εἰς φάλαγγα τὸ μὲν βάθος εἰς τέτταρας ἄνδρας, τὸ δὲ μῆκος ἐπὶ σταδίους ὀκτώ, τότε πρῶτον κατεπλάγησαν, θεωροῦντες τὰ δύο μέρη σχεδὸν τοῦ τείχους ὑπὸ τῶν πολεμίων περιειλημμένα. [7] Μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐξαπέστειλαν, ὄντας παραπλησίους τὸν ἀριθμὸν τοῖς ἐναντίοις· ὧν πρὸ τῆς πόλεως συστησαμένων ἱππομαχίαν ἐπί τινα χρόνον ἐγένετο καρτερὰ μάχη. ἡ μὲν γὰρ φάλαγξ περὶ πέντε σταδίους ἀπεῖχε τοῦ τείχους, οἱ δ' ἱππεῖς συμπλακέντες ἀλλήλοις πρὸς αὐτοῖς τοῖς τείχεσι διηγωνίζοντο. [8] Οἱ μὲν οὖν Βοιωτοὶ καθ' αὑτοὺς προνενικηκότες ἐπὶ Δηλίῳ τοὺς ᾿Αθηναίους, δεινὸν ἡγοῦντο τῶν ἡττημένων φανῆναι καταδεέστεροι· οἱ δ' ᾿Αθηναῖοι θεατὰς ἔχοντες τῆς ἀρετῆς τοὺς ἐπὶ τῶν τειχῶν ἐφεστῶτας καὶ κατὰ ἄνδρα γνωριζόμενοι, πᾶν ὑπέμενον ὑπὲρ τῆς νίκης. [9] Τέλος δὲ βιασάμενοι τοὺς ἀντιτεταγμένους, συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δ' ἄλλους κατεδίωξαν μέχρι τῆς τῶν πεζῶν φάλαγγος. Μετὰ δὲ ταῦτα οὗτοι μὲν ἐπιπορευομένων τῶν πεζῶν ἀνεχώρησαν εἰς τὴν πόλιν,
73 ῏Αγις δὲ τότε μὲν οὐ κρίνας πολιορκεῖν ἐν ᾿Ακαδημίᾳ κατεστρατοπέδευσε, τῇ δ' ὑστεραίᾳ τῶν ᾿Αθηναίων στησάντων τρόπαιον ἐξέταξε τὴν δύναμιν καὶ προεκαλεῖτο τοὺς ἐν τῇ πόλει περὶ τοῦ τροπαίου διαγωνίσασθαι. [2] Τῶν δ' ᾿Αθηναίων ἐξαγαγόντων τοὺς στρατιώτας καὶ παρὰ τὸ τεῖχος παραταττομένων, τὸ μὲν πρῶτον οἱ Λακεδαιμόνιοι πρὸς μάχην ὥρμησαν, ἀπὸ δὲ τῶν τειχῶν πολλοῦ πλήθους βελῶν ἐπ' αὐτοὺς ῥιφέντος ἀπήγαγον τὴν δύναμιν ἀπὸ τῆς πόλεως· μετὰ δὲ ταῦτα τὸ λοιπὸν τῆς ᾿Αττικῆς δῃώσαντες εἰς Πελοπόννησον ἀπηλλάγησαν.
[3] ᾿Αλκιβιάδης δὲ ἐκ Σάμου μετὰ πασῶν τῶν νεῶν πλεύσας εἰς Κύμην ψευδεῖς αἰτίας ἐπέρριψε τοῖς Κυμαίοις, βουλόμενος αὐτῶν μετὰ προφάσεως διαρπάσαι τὴν χώραν. Καὶ τὸ μὲν πρῶτον πολλῶν αἰχμαλώτων σωμάτων κυριεύσας ἀπῆγεν ἐπὶ τὰς ναῦς· [4] κβοηθησάντων δὲ τῶν ἐκ τῆς πόλεως πανδημεὶ καὶ προσπεσόντων ἀπροσδοκήτως, χρόνον μέν τινα διεκαρτέρουν οἱ περὶ τὸν ᾿Αλκιβιάδην, μετὰ δὲ ταῦτα τοῖς Κυμαίοις προσγενομένων πολλῶν τῶν ἐκ τῆς πόλεως καὶ τῆς χώρας ἠναγκάσθησαν καταλιπόντες τοὺς αἰχμαλώτους καταφυγεῖν ἐπὶ τὰς ναῦς. [5] δ' ᾿Αλκιβιάδης ἐπὶ τοῖς ἐλαττώμασι περιαλγὴς γενόμενος ἐκ Μιτυλήνης μετεπέμψατο τοὺς ὁπλίτας, καὶ πρὸ τῆς πόλεως ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο τοὺς Κυμαίους εἰς μάχην· οὐδενὸς δ' ἐξιόντος δῃώσας τὴν χώραν ἀπέπλευσεν ἐπὶ Μιτυλήνην. [6] Κυμαίων δὲ πεμψάντων εἰς ᾿Αθήνας πρεσβείαν καὶ κατηγορούντων ᾿Αλκιβιάδου, διότι σύμμαχον πόλιν οὐδὲν ἀδικήσασαν ἐπόρθησεν· ἐγίνοντο δὲ καὶ ἄλλαι πολλαὶ διαβολαὶ κατ' αὐτοῦ· τῶν γὰρ ἐν Σάμῳ τινὲς στρατιωτῶν ἀλλοτρίως τὰ πρὸς αὐτὸν ἔχοντες ἔπλευσαν εἰς ᾿Αθήνας, καὶ κατηγόρησαν ἐν ἐκκλησίᾳ κατ' ᾿Αλκιβιάδου, ὅτι τὰ Λακεδαιμονίων φρονεῖ καὶ πρὸς Φαρνάβαζον ἔχει φιλίαν, δι' ἧς ἐλπίζει καταλυθέντος τοῦ πολέμου καταδυναστεύσειν τῶν πολιτῶν.
74 Ταχὺ δὲ τοῦ πλήθους πιστεύοντος ταῖς διαβολαῖς, ἡ μὲν περὶ ᾿Αλκιβιάδην ἐθραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, ὁ δὲ τῶν ᾿Αθηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις ᾿Ερασινίδην, ᾿Αριστοκράτην, ᾿Αρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, ᾿Αριστογένην· ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρ' ᾿Αλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον. [2] ᾿Αλκιβιάδης δὲ τῆς ἀρχῆς ἐκχωρήσας τῷ Κόνωνι καὶ τὰς δυνάμεις παραδούς, τὴν μὲν εἰς ᾿Αθήνας ἐπάνοδον ἀπέγνω, μετὰ δὲ τριήρους μιᾶς εἰς Πακτύην τῆς Θρᾴκης ἀπεχώρησε· χωρὶς γὰρ τῆς τοῦ πλήθους ὀργῆς καὶ τὰς ἐπενηνεγμένας αὐτῷ δίκας εὐλαβεῖτο. [3] Πολλοὶ γὰρ θεωροῦντες αὐτὸν κακῶς φερόμενον ἐπενηνόχεισαν ἐγκλήματα πολλά· μέγιστον δ' ἦν τὸ περὶ τῶν ἵππων, τετιμημένον ταλάντων ὀκτώ. Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέθριππον εἰς ᾿Ολυμπίαν, ὁ ᾿Αλκιβιάδης κατὰ τὴν ἀπογραφὴν τὴν εἰωθυῖαν γίνεσθαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο, καὶ νικήσας τὸ τέθριππον τήν τ' ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι. [4] Ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες ᾿Αθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν· αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν. 
75 Προσετέθη δὲ καὶ συνωρὶς κατὰ τὴν αὐτὴν ᾿Ολυμπιάδα, καὶ παρὰ Λακεδαιμονίοις Πλειστῶναξ ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πεντήκοντα, διαδεξάμενος δὲ τὴν ἀρχὴν Παυσανίας ἦρξεν ἔτη τετταρακαίδεκα. Οἱ δὲ τὴν ῾Ρόδον νῆσον κατοικοῦντες καὶ ᾿Ιηλυσὸν καὶ Λίνδον καὶ Κάμειρον μετῳκίσθησαν εἰς μίαν πόλιν τὴν νῦν καλουμένην ῾Ρόδον. [2] ῾Ερμοκράτης δ' ὁ Συρακόσιος ἀναλαβὼν τοὺς μετ' αὐτοῦ στρατεύοντας ὥρμησεν ἐκ Σελινοῦντος, καὶ παραγενόμενος πρὸς τὴν ῾Ιμέραν κατεστρατοπέδευσεν ἐν τοῖς προαστείοις τῆς ἀνατετραμμένης πόλεως. Διαπυθόμενος δ' ἐν ᾧ τόπῳ παρετάχθησαν οἱ Συρακόσιοι, τὰ τῶν τετελευτηκότων ὀστᾶ συνήθροιζε, παρασκευάσας δ' ἁμάξας πολυτελῶς κεκοσμημένας, ἐπὶ τούτων παρεκόμισεν αὐτὰ ἐπὶ τὴν Συράκουσαν. [3] Αὐτὸς μὲν οὖν ἐπὶ τῶν ὅρων κατέμεινε διὰ τὸ κωλύεσθαι τοὺς φυγάδας ὑπὸ τῶν νόμων συνιέναι, τῶν δὲ μετ' αὐτοῦ τινας ἀπέστειλεν, οἳ τὰς ἁμάξας παρεκόμισαν εἰς τὰς Συρακούσας. [4] δ' ῾Ερμοκράτης ταῦτα ἔπραττεν, ὅπως ὁ μὲν Διοκλῆς ἀντιπράττων αὐτῷ περὶ τῆς καθόδου, δοκῶν δ' αἴτιος εἶναι τοῦ περιεωρᾶσθαι τοὺς τετελευτηκότας ἀτάφους, προσκόψαι τοῖς πλήθεσιν, αὐτὸς δὲ φιλανθρώπως τούτοις προσενεχθεὶς ἐπαγάγοι τὸ πλῆθος εἰς τὴν προτέραν εὔνοιαν. [5] Τῶν οὖν ὀστῶν παρακομισθέντων ἐνέπεσεν εἰς τὰ πλήθη στάσις, τοῦ μὲν Διοκλέους κωλύοντος θάπτειν, τῶν δὲ πολλῶν συγκατατιθεμένων. Τέλος δ' οἱ Συρακόσιοι ἔθαψάν τε τὰ λείψανα τῶν τετελευτηκότων καὶ πανδημεὶ τὴν ἐκφορὰν ἐτίμησαν. Καὶ ὁ μὲν Διοκλῆς ἐφυγαδεύθη, τὸν δ' ῾Ερμοκράτην οὐδ' ὣς προσεδέξαντο· ὑπώπτευον γὰρ τὴν τἀνδρὸς τόλμαν, μήποτε τυχὼν ἡγεμονίας ἀναδείξῃ ἑαυτὸν τύραννον. [6] μὲν οὖν ῾Ερμοκράτης τότε τὸν καιρὸν οὐχ ὁρῶν εὔθετον εἰς τὸ βιάσασθαι, πάλιν ἀνεχώρησεν εἰς Σελινοῦντα. Μετὰ δέ τινα χρόνον τῶν φίλων αὐτὸν μεταπεμπομένων ὥρμησε μετὰ τρισχιλίων στρατιωτῶν, καὶ πορευθεὶς διὰ τῆς Γελῴας ἧκε νυκτὸς ἐπὶ τὸν συντεταγμένον τόπον. [7] Οὐ δυνηθέντων δὲ ἁπάντων ἀκολουθῆσαι τῶν στρατιωτῶν, ὁ μὲν ῾Ερμοκράτης μετ' ὀλίγων προσελθὼν τῷ κατὰ τὴν ᾿Αχραδινὴν πυλῶνι, καὶ τῶν φίλων τινὰς εὑρὼν προκατειλημμένους τοὺς τόπους, ἀνελάμβανε τοὺς ἀφυστεροῦντας· [8] οἱ δὲ Συρακόσιοι τὸ γεγενημένον ἀκούσαντες σὺν τοῖς ὅπλοις ἦλθον εἰς τὴν ἀγοράν, καθ' ἣν μετὰ πολλοῦ πλήθους ἐπιφανέντες τόν τε ῾Ερμοκράτην καὶ τῶν συμπραττόντων αὐτῷ τοὺς πλείστους ἀπέκτειναν. Τοὺς δὲ ἀπὸ τῆς μάχης διασωθέντας μεθιστάντες εἰς κρίσιν φυγῇ κατεδίκαζον· [9] διόπερ τινὲς αὐτῶν πολλοῖς περιπεσόντες τραύμασιν ὡς τετελευτηκότες ὑπὸ τῶν συγγενῶν παρεδόθησαν, ὅπως μὴ τῇ τοῦ πλήθους ὀργῇ παραδοθῶσιν, ὧν ἦν καὶ Διονύσιος ὁ μετὰ ταῦτα τῶν Συρακοσίων τυραννήσας.
76 Τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν ᾿Αθήνησι μὲν ᾿Αντιγένης τὴν ἀρχὴν παρέλαβε, ῾Ρωμαῖοι δ' ὑπάτους κατέστησαν Γάιον Μάνιον Αἰμίλιον καὶ Γάιον Οὐαλέριον. Περὶ δὲ τούτους τοὺς χρόνους Κόνων ὁ τῶν ᾿Αθηναίων στρατηγός, ἐπειδὴ παρέλαβε τὰς δυνάμεις ἐν Σάμῳ, τάς τε παρούσας τῶν νεῶν ἐξηρτύετο καὶ τὰς παρὰτῶν συμμάχων ἤθροιζε, σπεύδων ἐφάμιλλον κατασκευάσαι τὸν στόλον ταῖς τῶν πολεμίων ναυσίν. [2] Οἱ δὲ Σπαρτιᾶται, τῷ Λυσάνδρῳ διεληλυθότος ἤδη τοῦ τῆς ναυαρχίας χρόνου, Καλλικρατίδην ἐπὶ τὴν διαδοχὴν ἀπέστειλαν. Οὗτος δὲ νέος μὲν ἦν παντελῶς, ἄκακος δὲ καὶ τὴν ψυχὴν ἁπλοῦς, οὔπω τῶν ξενικῶν ἠθῶν πεπειραμένος, δικαιότατος δὲ Σπαρτιατῶν· ὁμολογουμένως δὲ καὶ κατὰ τὴν ἀρχὴν οὐδὲν ἔπραξεν ἄδικον οὔτ' εἰς πόλιν οὔτ' εἰς ἰδιώτην, ἀλλὰ καὶ τοῖς ἐπιχειροῦσιν αὐτὸν διαφθείρειν χρήμασι χαλεπῶς ἔφερε καὶ δίκην παρ' αὐτῶν ἐλάμβανεν. [3] Οὗτος καταπλεύσας εἰς ῎Εφεσον παρέλαβε τὰς ναῦς, μεταπεμψάμενος δὲ καὶ τὰς παρὰ τῶν συμμάχων ναῦς τὰς πάσας σὺν ταῖς παρὰ Λυσάνδρου παρέλαβεν ἑκατὸν τεσσαράκοντα. ν δὲ τῇ Χίων χώρᾳ Δελφίνιον κατεχόντων ᾿Αθηναίων, ἐπὶ τούτους ἔπλευσε μετὰ πασῶν τῶν νεῶν, καὶ πολιορκεῖν ἐπεχείρησεν. [4] Οἱ δ' ᾿Αθηναῖοι περὶ πεντακοσίους ὄντες κατεπλάγησαν τὸ μέγεθος τῆς δυνάμεως, καὶ διεξελθόντες ἐξέλιπον τὸ χωρίον ὑπόσπονδοι. Καλλικρατίδας δὲ τὸ μὲν φρούριον παραλαβὼν κατέσκαψεν, ἐπὶ δὲ Τηίους πλεύσας, καὶ νυκτὸς παρεισπεσὼν ἐντὸς τῶν τειχῶν, διήρπασε τὴν πόλιν. [5] Μετὰ δὲ ταῦτα πλεύσας εἰς Λέσβον, τῇ Μηθύμνῃ προσέβαλε μετὰ τῆς δυνάμεως παρ' ᾿Αθηναίων ἐχούσῃ φρουράν. Ποιησάμενος δὲ συνεχεῖς προσβολὰς ἐν ἀρχῇ μὲν οὐδὲν ἤνυε, μετ' ὀλίγον δέ τινων ἐνδόντων αὐτῷ τὴν πόλιν παρεισέπεσεν ἐντὸς τῶν τειχῶν, καὶ τὰς μὲν κτήσεις διήρπασε, τῶν δ' ἀνδρῶν φεισάμενος ἀπέδωκε τοῖς Μηθυμναίοις τὴν πόλιν. [6] Τούτων δὲ πραχθέντων ἐπὶ τὴν Μιτυλήνην ὥρμησε, καὶ τοὺς μὲν ὁπλίτας Θώρακι τῷ Λακεδαιμονίῳ παραδοὺς ἐκέλευσε πεζῇ κατὰ σπουδὴν ἐπείγεσθαι, ταῖς δὲ ναυσὶν αὐτὸς παρέπλευσεν.
77 Κόνων δ' ὁ τῶν ᾿Αθηναίων στρατηγὸς εἶχε μὲν ἑβδομήκοντα ναῦς, οὕτως ἐξηρτυμένας τὰ πρὸς ναυμαχίαν ὡς οὐδεὶς ἕτερος τῶν πρότερον στρατηγῶν ἦν κατεσκευακώς. τυχε μὲν οὖν ἁπάσαις ἀνηγμένος ἐπὶ τὴν βοήθειαν τῆς Μηθύμνης· [2] εὑρὼν δὲ αὐτὴν ἡλωκυῖαν τότε μὲν ηὐλίσθη πρός τινι νήσῳ τῶν ῾Εκατὸν καλουμένων, ἅμα δ' ἡμέρᾳ κατανοήσας τὰς τῶν πολεμίων ναῦς προσπλεούσας, τὸ μὲν αὐτοῦ διαναυμαχεῖν ἔκρινεν ἐπισφαλὲς εἶναι πρὸς διπλασίας τριήρεις, διενοεῖτο δὲ ἔξω πλέων φυγεῖν καὶ προσεπισπασάμενός τινας τῶν πολεμίων τριήρων ναυμαχῆσαι πρὸς τῇ Μιτυλήνῃ· οὕτως γὰρ ὑπελάμβανε νικῶν μὲν ἕξειν ἀναστροφὴν εἰς τὸ διώκειν, ἡττώμενος δ' εἰς τὸν λιμένα καταφεύξεσθαι. [3] μβιβάσας οὖν τοὺς στρατιώτας ἔπλει σχολαίως ταῖς εἰρεσίαις χρώμενος, ὅπως αἱ τῶν Πελοποννησίων ἐγγίσωσιν. Οἱ δὲ Λακεδαιμόνιοι προσιόντες ἀεὶ μᾶλλον ἤλαυνον τὰς ναῦς, ἐλπίζοντες αἱρήσειν τὰς ἐσχάτας τῶν πολεμίων. [4] Τοῦ δὲ Κόνωνος ὑποχωροῦντος οἱ τὰς ἀρίστας ἔχοντες ναῦς τῶν Πελοποννησίων κατὰ σπουδὴν ἐδίωκον, καὶ τοὺς μὲν ἐρέτας διὰ τὴν συνέχειαν τῆς εἰρεσίας ἐξέλυσαν, αὐτοὶ δὲ πολὺ τῶν ἄλλων ἀπεσπάσθησαν. δὴ συνιδὼν ὁ Κόνων, ὡς ἤδη τῆς Μιτυλήνης ἤγγιζον, ἦρεν ἀπὸ τῆς ἰδίας νεὼς φοινικίδα· τοῦτο γὰρ σύσσημον ἦν τοῖς τριηράρχοις. [5] Διόπερ αἱ μὲν ναῦς, τῶν πολεμίων ἐξαπτομένων, ἐξαίφνης πρὸς ἕνα καιρὸν ἐπέστρεψαν, καὶ τὸ μὲν πλῆθος ἐπαιάνισεν, οἱ δὲ σαλπικταὶ τὸ πολεμικὸν ἐσήμηναν· οἱ δὲ Πελοποννήσιοι καταπλαγέντες ἐπὶ τῷ γεγονότι ταχέως ἐπεχείρουν ἀντιπαρατάττειν τὰς ναῦς, τοῦ καιροῦ δ' ἀναστροφὴν οὐ διδόντος οὗτοι μὲν ἐν πολλῷ θορύβῳ καθειστήκεισαν διὰ τὸ τὰς ἀφυστερούσας ναῦς τὴν εἰθισμένην λελοιπέναι τάξιν.
78 δὲ Κόνων δεξιῶς τῷ καιρῷ χρησάμενος εὐθὺς ἐνέκειτο, καὶ τὴν παράταξιν αὐτῶν διεκώλυεν, ἃς μὲν τιτρώσκων, ὧν δὲ τοὺς ταρσοὺς παρασύρων. Τῶν μὲν οὖν κατὰ τὸν Κόνωνα ταχθεισῶν οὐδεμία πρὸς φυγὴν ἐπέστρεψεν, ἀλλὰ πρύμναν ἀνακρουόμεναι διεκαρτέρουν, προσδεχόμεναι τὰς ἀφυστερούσας· [2] Οἱ δὲ τὴν εὐώνυμον ἔχοντες τάξιν ᾿Αθηναῖοι τρεψάμενοι τοὺς καθ' αὑτοὺς ἐπέκειντο φιλοτιμότερον ἐπὶ πολὺν χρόνον διώκοντες. δη δὲ πασῶν τῶν νεῶν τοῖς Πελοποννησίοις ἠθροισμένων, ὁ μὲν Κόνων εὐλαβηθεὶς τὸ πλῆθος τῶν πολεμίων τοῦ μὲν διώκειν ἀπέστη, μετὰ τεσσαράκοντα δὲ νεῶν ἀπέπλευσεν εἰς Μιτυλήνην. [3] Τοὺς δὲ διώξαντας ᾿Αθηναίους αἱ τῶν Πελοποννησίων ναῦς ἅπασαι περιχυθεῖσαι κατεπλήξαντο, καὶ τῆς ἐπὶ τὴν πόλιν ἐπανόδου διακλείσασαι φυγεῖν πρὸς τὴν γῆν ἐβιάσαντο. πικειμένων δὲ τῶν Πελοποννησίων πάσαις ταῖς ναυσίν, ᾿Αθηναῖοι θεωροῦντες μηδεμίαν σωτηρίαν ἄλλην ὑποκειμένην, κατέφυγον πρὸς τὴν γῆν, καὶ καταλιπόντες τὰ σκάφη διεσώθησαν εἰς Μιτυλήνην. [4] Καλλικρατίδας δὲ τριάκοντα νεῶν κυριεύσας τὸ μὲν ναυτικὸν ἐθεώρει τῶν πολεμίων καταλελυμένον, πεζῇ δὲ τοὺς ἀγῶνας ἤλπιζεν ὑπολείπεσθαι. Διόπερ οὗτος μὲν ἐπὶ τὴν πόλιν διέπλει, Κόνων δ' ἅμα τῷ καταπλεῦσαι προσδεχόμενος τὴν πολιορκίαν, τὰ περὶ τὸν εἴσπλουν τοῦ λιμένος κατεσκεύαζεν· εἰς μὲν γὰρ τὰ βράχη τοῦ λιμένος πλοῖα μικρὰ πληρώσας λίθων κατεπόντισε, πρὸς δὲ τοῖς βάθεσιν ὁλκάδας καθώρμιζεν οὔσας λιθοφόρους. [5] Οἱ μὲν οὖν ᾿Αθηναῖοι καὶ τῶν Μιτυληναίων ὄχλος πολὺς ἐκ τῶν ἀγρῶν διὰ τὸν πόλεμον συνεληλυθὼς ταχέως κατεσκεύασε τὰ πρὸς τὴν πολιορκίαν. δὲ Καλλικρατίδας ἐκβιβάσας τοὺς στρατιώτας εἰς τὸν πλησίον τῆς πόλεως αἰγιαλὸν ἐποιήσατο παρεμβολήν, καὶ τρόπαιον ἀπὸ τῆς ναυμαχίας ἔστησεν. Τῇ δ' ὑστεραίᾳ τὰς κρατίστας τῶν νεῶν ἐπιλέξας, καὶ παρακελευσάμενος μὴ ἀπολείπεσθαι τῆς ἰδίας νεώς,ἀνήχθη, σπεύδων εἰς τὸν λιμένα πλεῦσαι καὶ λῦσαι τὸ διάφραγμα τῶν πολεμίων. [6] δὲ Κόνων τοὺς μὲν εἰς τὰς τριήρεις ἐνεβίβασε καὶ κατὰ τὸν διέκπλουν ἀντιπρῴρους κατέστησε, τοὺς δ' ἐπὶ τὰ μεγάλα πλοῖα διέταξε, τινὰς δ' ἐπὶ τὰς χηλὰς τοῦ λιμένος παρέπεμψεν, ὅπως πανταχόθεν ᾖ πεφραγμένος καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [7] Αὐτὸς μὲν οὖν ὁ Κόνων τὰς τριήρεις ἔχων ἐναυμάχει, πληρώσας τὸν μεταξὺ τόπον τῶν διαφραγμάτων· οἱ δ' ἐπὶ τῶν μεγάλων πλοίων ἐφεστῶτες ἐπέρριψαν ταῖς τῶν πολεμίων ναυσὶ τοὺς ἀπὸ τῶν κεραιῶν λίθους· οἱ δ' ἐπὶ ταῖς χηλαῖς τοῦ λιμένος τεταγμένοι διεκώλυον τοὺς ἀποτολμῶντας εἰς τὴν γῆν ἀποβαίνειν.
79 Οἱ δὲ Πελοποννήσιοι τῆς τῶν ᾿Αθηναίων φιλοτιμίας ἐλείποντο οὐδέν. Ταῖς γὰρ ναυσὶν ἀθρόαις ἐπιπλεύσαντες, καὶ τοὺς ἀρίστους ἄνδρας ἐπὶ τὰ καταστρώματα τάξαντες, τὴν ναυμαχίαν ἅμα καὶ πεζὴν ἐποιοῦντο μάχην· βιαζόμενοι γὰρ εἰς τὰς τῶν ἀντιτεταγμένων ναῦς ταῖς πρῴραις ἐπέβαινον τετολμηκότως, ὡς οὐχ ὑποστησομένων τὸ δεινὸν τῶν προηττημένων. [2] Οἱ δ' ᾿Αθηναῖοι καὶ Μιτυληναῖοι μίαν ὁρῶντες ἀπολειπομένην σωτηρίαν τὴν ἐκ τῆς νίκης, εὐγενῶς ἀποθνήσκειν ἔσπευδον ὑπὲρ τοῦ μὴ λιπεῖν τὴν τάξιν. Κατεχούσης δὲ φιλοτιμίας ἀνυπερβλήτου τὰ στρατόπεδα πολὺς ἐγένετο φόνος, ἁπάντων ἀφειδῶς τὰ σώματα τοῖς κινδύνοις παραρριπτόντων. [3] Οἱ μὲν γὰρ ἐπὶ τῶν καταστρωμάτων ὑπὸ τοῦ πλήθους τῶν εἰς αὐτοὺς φερομένων βελῶν κατετιτρώσκοντο, καὶ τινὲς μὲν ἐπικαίρως πληγέντες ἔπιπτον εἰς τὴν θάλατταν, τινὲς δ' οὐκ αἰσθανόμενοι θερμῶν ἔτι τῶν πληγῶν οὐσῶν διηγωνίζοντο· πλεῖστοι δ' ὑπὸ τῶν λιθοφόρων κεραιῶν ἔπιπτον, ὡς ἂν ἐξ ὑπερδεξίων τόπων βαλλόντων λίθους ὑπερμεγέθεις τῶν ᾿Αθηναίων. [4] Οὐ μὴν ἀλλὰ τῆς μάχης ἐπὶ πολὺν χρόνον γενομένης, καὶ πολλῶν παρ' ἀμφοτέροις ἀπολλυμένων, ὁ Καλλικρατίδας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας, βουλόμενος αὐτοὺς διαναπαῦσαι. [5] Μετὰ δέ τινα καιρὸν πάλιν πληρώσας τὰς ναῦς, καὶ πολὺν διαγωνισάμενος χρόνον, μόγις τῷ τε πλήθει τῶν νεῶν καὶ τῇ ῥώμῃ τῶν ἐπιβατῶν ἐξέωσε τοὺς ᾿Αθηναίους. ν συμφυγόντων εἰς τὸν ἐν τῇ πόλει λιμένα, διέπλευσε τὰ διαφράγματα, καὶ καθωρμίσθη πλησίον τῆς πόλεως τῶν Μιτυληναίων. [6] γὰρ εἴσπλους ὑπὲρ οὗ διηγωνίζοντο λιμένα μὲν εἶχε καλόν, ἐκτὸς δὲ τῆς πόλεώς ἐστιν. μὲν γὰρ ἀρχαία πόλις μικρὰ νῆσός ἐστιν, ἡ δ' ὕστερον προσοικισθεῖσα τῆς ἀντιπέραν ἐστὶ Λέσβου· ἀνὰ μέσον δ' αὐτῶν ἐστιν εὔριπος στενὸς καὶ ποιῶν τὴν πόλιν ὀχυράν. [7] δὲ Καλλικρατίδας ἐκβιβάσας τὴν δύναμιν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ πανταχόθεν προσβολὰς ἐποιεῖτο. Καὶ τὰ μὲν κατὰ τὴν Μιτυλήνην ἐν τούτοις ἦν.
[8] Κατὰ δὲ Σικελίαν Συρακόσιοι πέμψαντες εἰς Καρχηδόνα πρέσβεις περί τε τοῦ πολέμου κατεμέμφοντο καὶ τὸ λοιπὸν ἠξίουν παύσασθαι τῆς διαφορᾶς. Οἷς οἱ Καρχηδόνιοι τὰς ἀποκρίσεις ἀμφιβόλους δόντες, ἐν μὲν τῇ Λιβύῃ μεγάλας παρεσκευάζοντο δυνάμεις, ἐπιθυμοῦντες ἁπάσας τὰς ἐν τῇ νήσῳ πόλεις καταδουλώσασθαι· πρὶν ἢ δὲ τὰ στρατόπεδα διαβιβάζειν, καταλέξαντες τῶν πολιτῶν τινας καὶ τῶν ἄλλων Λιβύων τοὺς βουλομένους ἔκτισαν ἐν τῇ Σικελίᾳ πρὸς αὐτοῖς τοῖς θερμοῖς ὕδασι πόλιν, ὀνομάσαντες Θέρμα.
80 Τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν ᾿Αθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Καλλίας, ἐν δὲ τῇ ῾Ρώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Φούριος καὶ Γναῖος Πομπήιος. Περὶ δὲ τούτους τοὺς χρόνους Καρχηδόνιοι τοῖς περὶ Σικελίαν εὐτυχήμασι μετεωριζόμενοι, καὶ σπεύδοντες ἁπάσης τῆς νήσου κυριεῦσαι, μεγάλας δυνάμεις ἐψηφίσαντο παρασκευάζεσθαι· ἑλόμενοι δὲ στρατηγὸν ᾿Αννίβαν τὸν κατασκάψαντα τήν τε τῶν Σελινουντίων καὶ τὴν τῶν ῾Ιμεραίων πόλιν, ἅπασαν αὐτῷ τὴν κατὰ τὸν πόλεμον ἐξουσίαν ἐπέτρεψαν. [2] Παραιτουμένου δὲ διὰ τὸ γῆρας, προσκατέστησαν καὶ ἄλλον στρατηγὸν ᾿Ιμίλκωνα τὸν ῎Αννωνος, ἐκ τῆς αὐτῆς ὄντα συγγενείας. Οὗτοι δὲ κοινῇ συνεδρεύσαντες ἔπεμψάν τινας τῶν ἐν ἀξιώματι παρὰ τοῖς Καρχηδονίοις ὄντων μετὰ πολλῶν χρημάτων, τοὺς μὲν εἰς ᾿Ιβηρίαν, τοὺς δ' εἰς τὰς Βαλιαρίδας νήσους, παρακελευσάμενοι ξενολογεῖν ὡς πλείστους. [3] Αὐτοὶ δ' ἐπῄεσαν τὴν Λιβύην καταγράφοντες στρατιώτας Λίβυας καὶ Φοίνικας καὶ τῶν πολιτικῶν τοὺς κρατίστους. Μετεπέμποντο δὲ καὶ παρὰ τῶν συμμαχούντων αὐτοῖς ἐθνῶν καὶ βασιλέων στρατιώτας Μαυρουσίους καὶ Νομάδας καί τινας τῶν οἰκούντων τὰ πρὸς τὴν Κυρήνην κεκλιμένα μέρη. [4] κ δὲ τῆς ᾿Ιταλίας μισθωσάμενοι Καμπανοὺς διεβίβασαν εἰς Λιβύην· ᾔδεισαν γὰρ τὴν μὲν χρείαν αὐτῶν μεγάλα συμβαλλομένην, τοὺς δ' ἐν Σικελίᾳ καταλελειμμένους Καμπανοὺς διὰ τὸ προσκεκοφέναι τοῖς Καρχηδονίοις μετὰ τῶν Σικελιωτῶν ταχθησομένους. [5] Τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δ' ῎Εφορος, τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖς συνήγαγον πλείω τῶν χιλίων· [6] προαποστειλάντων δ' αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν ῎Ερυκα τόποις. Γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφθάρησαν, αἱ δ' ἄλλαι νυκτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος. [7] παγγελθείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, ᾿Αννίβας ὁ στρατηγὸς ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα· ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασθαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν.
81 Διαβοηθείσης δὲ τῆς ᾿Αννίβα βοηθείας κατὰ τὴν νῆσον, ἅπαντες προσεδόκων καὶ τὰς δυνάμεις εὐθέως διαβιβασθήσεσθαι. Αἱ δὲ πόλεις τὸ μέγεθος τῆς παρασκευῆς ἀκούουσαι, καὶ συλλογιζόμεναι τὸν ἀγῶνα περὶ τῶν ὅλων ἐσόμενον, οὐ μετρίως ἠγωνίων. [2] Οἱ μὲν οὖν Συρακόσιοι πρός τε τοὺς κατ' ᾿Ιταλίαν ῞Ελληνας καὶ πρὸς Λακεδαιμονίους περὶ συμμαχίας διεπέμποντο· ἀπέστελλον δὲ καὶ πρὸς τὰς ἐν Σικελίᾳ πόλεις τοὺς παρορμήσοντας τὰ πλήθη πρὸς τὸν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας κίνδυνον. [3] ᾿Ακραγαντῖνοι δέ, ὁμοροῦντες τῇ τῶν Καρχηδονίων ἐπικρατείᾳ, διελάμβανον, ὅπερ ἦν, ἐπ' αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος. δοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας, ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν. [4] Κατ' ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν ᾿Ακραγαντίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη· περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελθεῖν. καὶ γὰρ ἀμπελῶνες ... τοῖς μεγέθεσι καὶ τῷ κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα· [5] οὔπω γὰρ κατ' ἐκείνους τοὺς χρόνους τῆς Λιβύης πεφυτευμένης οἱ τὴν ᾿Ακραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο. Πολλὰ δὲ τοῦ πλούτου παρ' αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελθεῖν.
82 τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων· τῶν μὲν οὖν ἄλλων ἱερῶν τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν, τὸ δ' ᾿Ολύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν· ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν ᾿Ακραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν. [2] στι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. Μέγιστος δ' ὢν τῶν ἐν Σικελίᾳ καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως· καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά. [3] Τῶν δ' ἄλλων ἢ μετὰ περιτειχῶν τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλῳ κίοσι τοὺς σηκοὺς περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων· συνῳκοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δ' ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον· καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καθ' ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δ' ἐντὸς ποδῶν δώδεκα. [4] Τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῷ πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῷ μεγέθει καὶ τῷ κάλλει διαφερούσαις, ἐν δὲ τῷ πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ᾗ τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον. [5] ν δὲ καὶ λίμνη κατ' ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος, ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν· εἰς ἣν ἐπαγομένων ὑδάτων ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῇ ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις, μεθ' ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις. [6] Δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἃ τινὰ μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ παίδων ἐν οἴκῳ τρεφομένοις ὀρνιθαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καθ' ἑαυτὸν βίου διαμένοντα. [7] Καὶ κατὰ τὴν προτέραν δὲ ταύτης ᾿Ολυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος ᾿Εξαινέτου ᾿Ακραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν ἐφ' ἅρματος· συνεπόμπευον δ' αὐτῷ χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρ' αὐτῶν τῶν ᾿Ακραγαντίνων. [8] Καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τ' ἐσθῆτα μαλακὴν φοροῦντες καθ' ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.
83 ν δὲ τῶν ᾿Ακραγαντίνων σχεδὸν πλουσιώτατος κατ' ἐκεῖνον τὸν χρόνον Τελλίας, ὃς κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίᾳ. Πολλοὶ δὲ καὶ τῶν ἄλλων ᾿Ακραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαϊκῶς καὶ φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ ᾿VΕμπεδοκλῆς λέγει περὶ αὐτῶν,
Ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι.
[2] Καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας χειμερίου περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ βίβλῳ, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν. [3] Καὶ Πολύκλειτος ἐν ταῖς ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν πιθεῶνος λέγων ὡς διαμείναντος αὐτοῦ τε στρατευομένου ἐν ᾿Ακράγαντι τεθεωρηκότος· εἶναι δ' ἐν αὐτῷ τριακοσίους μὲν πίθους ἐξ αὐτῆς τῆς πέτρας τετμημένους, ἕκαστον ἑκατὸν ἀμφορεῖς χωροῦντα· κολυμβήθραν δὲ παρ' αὐτοῖς ὑπάρχειν κεκονιαμένην, χωροῦσαν ἀμφορεῖς χιλίους, ἐξ ἧς τὴν ῥύσιν εἰς τοὺς πίθους γίνεσθαι. [4] Γεγονέναι δέ φασι τὸν Τελλίαν τὸ μὲν εἶδος εὐτελῆ παντελῶς, τὸ δὲ ἦθος θαυμαστόν. ἀποσταλέντος οὖν αὐτοῦ πρὸς Κεντοριπίνους κατὰ πρεσβείαν, καὶ παρεληλυθότος εἰς τὴν ἐκκλησίαν, τὸ μὲν πλῆθος προέπεσεν εἰς ἄκαιρον γέλωτα, θεωροῦν καταδεέστερον τῆς περὶ αὐτοῦ δόξης· ὁ δ' ὑπολαβὼν εἶπε μὴ θαυμάζειν· ἐν ἔθει γὰρ εἶναι τοῖς ᾿Ακραγαντίνοις πρὸς μὲν τὰς ἐπιδόξους πόλεις ἀποστέλλειν τοὺς κρατίστους τῷ κάλλει, πρὸς δὲ τὰς ταπεινὰς καὶ λίαν εὐτελεῖς ὁμοίους.
84 Οὐ μόνον δὲ περὶ τὸν Τελλίαν συνέβαινεν εἶναι τοῦ πλούτου μεγαλοπρέπειαν, ἀλλὰ καὶ περὶ πολλοὺς ἄλλους ᾿Ακραγαντίνους. ᾿Αντισθένης γοῦν ὁ ἐπικαλούμενος ῾Ρόδος γάμους ἐπιτελῶν τῆς θυγατρὸς εἱστίασε τοὺς πολίτας ἐπὶ τῶν στενωπῶν ὧν ᾤκουν ἕκαστοι, καὶ ζεύγη τῇ νύμφῃ συνηκολούθησε πλείω τῶν ὀκτακοσίων· πρὸς δὲ τούτοις οὐ μόνον οἱ κατ' αὐτὴν τὴν πόλιν ἱππεῖς, ἀλλὰ καὶ τῶν ἀστυγειτόνων πολλοὶ κληθέντες ἐπὶ τὸν γάμον συμπροέπεμψαν τὴν νύμφην. [2] Περιττότατον δέ φασι γενέσθαι τὸ περὶ τὴν τοῦ φωτὸς κατασκευήν· τούς τε γὰρ βωμοὺς τοὺς ἐν πᾶσι τοῖς ἱεροῖς καὶ τοὺς ἐν τοῖς στενωποῖς καθ' ὅλην τὴν πόλιν ἐπλήρωσε ξύλων, καὶ τοῖς ἐπὶ τῶν ἐργαστηρίων ἔδωκε σχίδακας καὶ κληματίδας, παραγγείλας, ὅταν ἀπὸ τῆς ἀκροπόλεως ἀναφθῇ πῦρ, ἅπαντας ἐπιτελεῖν τὸ παραπλήσιον· [3] ὧν ποιησάντων τὸ προσταχθέν, καθ' ὃν καιρὸν ἤγετο ἡ νύμφη, προηγουμένων πολλῶν τῶν τὰς δᾷδας φερόντων, ἡ μὲν πόλις ἔγεμε φωτός, τὸ δὲ συνακολουθοῦν πλῆθος οὐκ ἐχώρουν αἱ δημόσιαι κατὰ τὸ ἑξῆς ὁδοί, πάντων συμφιλοτιμουμένων τῇ τἀνδρὸς μεγαλοπρεπείᾳ. Κατ' ἐκεῖνον γὰρ τὸν χρόνον ᾿Ακραγαντῖνοι μὲν ἦσαν πλείους τῶν δισμυρίων, σὺν δὲ τοῖς κατοικοῦσι ξένοις οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων. [4] Φασὶ δὲ τὸν ᾿Αντισθένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα πολεμοῦντά τινα τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῷ τὸ ἀγρίδιον πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δ' ἐπιθυμίας ἐπίτασιν λαμβανούσης, φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσῃ τὸν γείτονα, ἀλλὰ τοὐναντίον ὅπως πλούσιος ὑπάρχῃ· οὕτως γὰρ αὐτὸν ἐπιθυμήσειν μὲν ἀγροῦ μείζονος, οὐ δυνάμενον δὲ παρὰ τοῦ γείτονος προσαγοράσαι τὸν ὑπάρχοντα πωλήσειν. [5] Διὰ δὲ τὸ μέγεθος τῆς κατὰ τὴν πόλιν εὐπορίας τοσαύτην συνέβαινε τρυφὴν εἶναι παρὰ τοῖς ᾿Ακραγαντίνοις, ὥστε μετ' ὀλίγον τῆς πολιορκίας γινομένης ποιῆσαι ψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως μή τις ἔχῃ πλεῖον τύλης καὶ περιστρώματος καὶ κωδίου καὶ δυεῖν προσκεφαλαίων. [6] Τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης, ἔξεστι λογίζεσθαι τὴν κατὰ τὸν λοιπὸν βίον τρυφήν. Περὶ μὲν οὖν τούτων οὔτε παραδραμεῖν ἠθελήσαμεν οὔτ' ἐπὶ πλεῖον μακρολογεῖν, ἵνα μὴ τῶν ἀναγκαιοτέρων ἀποπίπτωμεν.
85 Οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν ᾿Ακραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο, μίαν μὲν ἐπί τινων λόφων, ἐφ' ὧν τούς τε ῎Ιβηρας καί τινας τῶν Λιβύων ἔταξαν εἰς τετρακισμυρίους· τὴν δ' ἄλλην οὐκ ἄπωθεν τῆς πόλεως ποιησάμενοι τάφρῳ βαθείᾳ καὶ χάρακι περιέλαβον. [2] Καὶ πρῶτον μὲν ἀπέστειλαν πρέσβεις πρὸς τοὺς ᾿Ακραγαντίνους, ἀξιοῦντες μάλιστα μὲν συμμαχεῖν αὐτοῖς, εἰ δὲ μή γε, ἡσυχίαν ἔχειν καὶ φίλους εἶναι Καρχηδονίοις ἐν εἰρήνῃ μένοντας· οὐ προσδεξαμένων δὲ τῶν ἐν τῇ πόλει τοὺς λόγους, εὐθὺς τὰ τῆς πολιορκίας ἐνηργεῖτο. [3] Οἱ μὲν οὖν ᾿Ακραγαντῖνοι τοὺς ἐν ἡλικίᾳ πάντας καθώπλισαν, καὶ καταστήσαντες εἰς τάξιν τοὺς μὲν ἐπὶ τῶν τειχῶν ἔστησαν, τοὺς δὲ ἐφέδρους πρὸς τὰς τῶν καταπονουμένων διαδοχάς. Συνεμάχει δ' αὐτοῖς Δέξιππός τε ὁ Λακεδαιμόνιος προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων· οὗτος γὰρ κατ' ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλᾳ διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πατρίδα. [4] Διόπερ ἠξίωσαν αὐτὸν οἱ ᾿Ακραγαντῖνοι μισθωσάμενον στρατιώτας ὡς πλείστους ἐλθεῖν εἰς ᾿Ακράγαντα· ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον ᾿Αννίβᾳ συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες. Οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν ᾿Αθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον. [5] ᾿Ιμίλκας δὲ καὶ ᾿Αννίβας οἱ τῶν Καρχηδονίων στρατηγοὶ διασκεψάμενοι τὰ τείχη, καὶ καθ' ἕνα τόπον θεωροῦντες εὐέφοδον οὖσαν τὴν πόλιν, δύο πύργους προσήγαγον τοῖς τείχεσιν ὑπερμεγέθεις. τὴν μὲν οὖν πρώτην ἡμέραν ἐπὶ τούτων τειχομαχήσαντες καὶ συχνοὺς ἀνελόντες ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς μαχομένους· τῆς δὲ νυκτὸς ἐπιγενομένης οἱ κατὰ τὴν πόλιν ἐπεξελθόντες ἐνεπύρισαν τὰς μηχανάς.
86 Οἱ δὲ περὶ τὸν ᾿Αννίβαν σπεύδοντες κατὰ πλείονα μέρη τὰς προσβολὰς ποιεῖσθαι, παρήγγειλαν τοῖς στρατιώταις καθαιρεῖν τὰ μνήματα καὶ χώματα κατασκευάζειν μέχρι τῶν τειχῶν. Ταχὺ δὲ τῶν ἔργων διὰ τὴν πολυχειρίαν συντελουμένων ἐνέπεσεν εἰς τὸ στρατόπεδον πολλὴ δεισιδαιμονία. [2] Τὸν γὰρ τοῦ Θήρωνος τάφον ὄντα καθ' ὑπερβολὴν μέγαν συνέβαινεν ὑπὸ κεραυνοῦ διασεῖσθαι· διόπερ αὐτοῦ καθαιρουμένου τῶν τε μάντεών τινες προνοήσαντες διεκώλυσαν, εὐθὺ δὲ καὶ λοιμὸς ἐνέπεσεν εἰς τὸ στρατόπεδον, καὶ πολλοὶ μὲν ἐτελεύτων, οὐκ ὀλίγοι δὲ στρέβλαις καὶ δειναῖς ταλαιπωρίαις περιέπιπτον. [3] πέθανε δὲ καὶ ᾿Αννίβας ὁ στρατηγός, καὶ τῶν ἐπὶ τὰς φυλακὰς προπεμπομένων ἤγγελλόν τινες διὰ νυκτὸς εἴδωλα φαίνεσθαι τῶν τετελευτηκότων. ᾿Ιμίλκας δὲ θεωρῶν τὰ πλήθη δεισιδαιμονοῦντα πρῶτον μὲν ἐπαύσατο καθαιρῶν τὰ μνημεῖα, μετὰ δὲ ταῦτα ἱκέτευε τοὺς θεοὺς κατὰ τὸ πάτριον ἔθος τῷ μὲν Κρόνῳ παῖδα σφαγιάσας, τῷ δὲ Ποσειδῶνι πλῆθος ἱερείων καταποντίσας. Οὐ μὴν ἀπέστη γε τῶν ἔργων, ἀλλὰ χώσας τὸν παρὰ τὴν πόλιν ποταμὸν μέχρι τῶν τειχῶν ἐπέστησε πάσας τὰς μηχανὰς καὶ καθ' ἡμέραν προσβολὰς ἐποιεῖτο.
[4] Οἱ δὲ Συρακόσιοι θεωροῦντες τὴν ᾿Ακράγαντος πολιορκίαν, καὶ φοβούμενοι μὴ τῆς αὐτῆς τοῖς Σελινουντίοις καὶ τοῖς ῾Ιμεραίοις τύχωσιν οἱ πολιορκούμενοι τύχης, πάλαι μὲν ἔσπευδον ἐκπέμψαι τὴν βοήθειαν, τότε δὲ παραγενομένων τῶν ἐξ ᾿Ιταλίας καὶ Μεσσήνης συμμάχων στρατηγὸν Λαφναῖον εἵλαντο. [5] Τὴν δὲ δύναμιν ἀθροίσαντες παρέλαβον κατὰ τὴν ὁδὸν Καμαριναίους καὶ Γελῴους· ἔτι δὲ τῶν ἐκ τῆς μεσογείου μεταπεμψάμενοί τινας ἐπ' ᾿Ακράγαντος τὴν πορείαν ἐποιοῦντο, συμπαραπλεουσῶν αὐτοῖς καὶ τῶν νεῶν τριάκοντα. Εἶχον δὲ τοὺς πάντας πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δ' οὐκ ἐλάττους τῶν πεντακισχιλίων.
87 ᾿Ιμίλκων δὲ πυθόμενος τὴν τῶν πολεμίων ἔφοδον, ἀπέστειλεν αὐτοῖς ἀπαντᾶν τούς τε ῎Ιβηρας καὶ Καμπανοὺς καὶ τῶν ἄλλων οὐκ ἐλάττους τετρακισμυρίων. δη δὲ τῶν Συρακοσίων τὸν ῾Ιμέραν ποταμὸν διαβεβηκότων ἀπήντησαν οἱ βάρβαροι, καὶ παρατάξεως γενομένης ἐπὶ πολὺν χρόνον ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων ἀνεῖλον. [2] Τελέως δὲ ὅλον τὸ στρατόπεδον διέφθειραν ἂν καὶ μέχρι τῆς πόλεως κατεδίωξαν, ἀλλὰ τῶν στρατιωτῶν ἀτάκτως διωκόντων ὁ στρατηγὸς εὐλαβήθη, μήποτε μετὰ τοῦ λοιποῦ στρατεύματος ᾿Ιμίλκας ἐπιφανεὶς ἀναλάβῃ τὴν ἧτταν. Καὶ γὰρ τοὺς ῾Ιμεραίους ἐγίνωσκε παρὰ τὴν αὐτὴν αἰτίαν τοῖς ὅλοις ἐπταικότας. Οὐ μὴν ἀλλὰ τῶν βαρβάρων φευγόντων εἰς τὴν πρὸς ᾿Ακράγαντι παρεμβολήν, οἱ κατὰ τὴν πόλιν στρατιῶται θεωροῦντες τὴν τῶν Καρχηδονίων ἧτταν ἐδέοντο τῶν στρατηγῶν ἐξάγειν αὐτούς, καιρὸν εἶναι φάσκοντες τοῦ φθεῖραι τὴν τῶν πολεμίων δύναμιν. [3] Οἱ δ', εἴτε χρήμασιν ἐφθαρμένοι, καθάπερ ἦν λόγος, εἴτε φοβηθέντες μὴ τῆς πόλεως ἐρημωθείσης ᾿Ιμίλκων αὐτὴν καταλάβηται, τῆς ὁρμῆς ἐπέσχον τοὺς στρατιώτας. Οἱ μὲν οὖν φεύγοντες μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὴν πρὸς τῇ πόλει παρεμβολήν. δὲ Δαφναῖος μετὰ τῆς δυνάμεως παραγενηθεὶς εἰς τὴν ὑπὸ τῶν βαρβάρων ἐκλελειμμένην στρατοπεδείαν, ἐν ταύτῃ παρενέβαλεν. [4] Εὐθὺ δὲ καὶ τῶν ἐκ τῆς πόλεως στρατιωτῶν ἐπιμιχθέντων καὶ τοῦ Δεξίππου συγκαταβάντος αὐτοῖς, ἀπὸ συνδρομῆς εἰς ἐκκλησίαν τὰ πλήθη συνῆλθεν· πάντων δ' ἀγανακτούντων ἐπὶ τῷ παρεῖσθαι τὸν καιρὸν καὶ κεκρατηκότας τῶν βαρβάρων τὴν προσήκουσαν τιμωρίαν παρ' αὐτῶν μὴ λαβεῖν, ἀλλὰ δυναμένους τοὺς ἐκ τῆς πόλεως στρατηγοὺς ἐπεξελθεῖν καὶ διαφθεῖραι τὴν τῶν πολεμίων δύναμιν ἀφεικέναι τοσαύτας μυριάδας· [5] θορύβου δὲ καὶ πολλῆς κραυγῆς ἐπεχούσης τὴν ἐκκλησίαν, παρελθὼν Μένης ὁ Καμαριναῖος ἐφ' ἡγεμονίας τεταγμένος κατηγόρησε τῶν ᾿Ακραγαντίνων στρατηγῶν καὶ πάντας οὕτω παρώξυνεν, ὥστε τῶν κατηγορουμένων ἐγχειρούντων ἀπολογεῖσθαι μηδένα προσδέχεσθαι τοὺς λόγους, καὶ τὸ πλῆθος ὁρμῆσαν ἐπὶ τὸ βάλλειν τοῖς λίθοις τέσσαρας αὐτῶν καταλεῦσαι, τὸν δὲ πέμπτον, ᾿Αργεῖον καλούμενον, τὴν δ' ἡλικίαν παντελῶς ὄντα νεώτερον, ἀφεθῆναι· βλασφημίας δὲ τυγχάνειν καὶ τὸν Λακεδαιμόνιον Δέξιππον, ὅτι τεταγμένος ἐφ' ἡγεμονίας καὶ δοκῶν εἶναι τῶν πολεμικῶν ἔργων οὐκ ἄπειρος τοῦτ' ἔπραξε προδοσίας ἕνεκα.
88 Μετὰ δὲ τὴν ἐκκλησίαν οἱ περὶ τὸν Δαφναῖον προαγαγόντες τὰς δυνάμεις ἐπεχείρουν μὲν πολιορκεῖν τὴν παρεμβολὴν τῶν Καρχηδονίων, πολυτελῶς δ' αὐτὴν ὁρῶντες ὠχυρωμένην ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, τὰς δ' ὁδοὺς ἱππαζόμενοι τούς τ' ἐν ταῖς προνομαῖς αὐτῶν κατελάμβανον καὶ τῶν σιτοπομπιῶν ἀποκλείοντες εἰς πολλὴν ἀπορίαν ἦγον. [2] Οἱ δὲ Καρχηδόνιοι παρατάττεσθαι μὲν οὐ τολμῶντες, τῇ δὲ σιτοδείᾳ δεινῶς πιεζούμενοι, μεγάλοις ἀτυχήμασι περιέπιπτον. Τῶν μὲν γὰρ στρατιωτῶν πολλοὶ διὰ τὴν σπάνιν ἀπέθνησκον, οἱ δὲ Καμπανοὶ μετὰ τῶν ἄλλων μισθοφόρων σχεδὸν ἅπαντες ἐπὶ τὴν ᾿Ιμίλκα σκηνὴν ὠθούμενοι τὰς σιτομετρίας τὰς προτεταγμένας ᾔτουν· εἰ δὲ μή, διηπειλοῦντο μεταβάλλεσθαι πρὸς τοὺς πολεμίους. [3] δ' ᾿Ιμίλκας ἦν ἀκηκοώς τινος, ὅτι Συρακόσιοι πλῆθος σίτου παρακομίζοιεν εἰς ᾿Ακράγαντα κατὰ θάλατταν. Διόπερ ταύτην μόνην ἔχων ἐλπίδα σωτηρίας, τοὺς μὲν στρατιώτας ἔπεισεν ὀλίγας ἐπισχεῖν ἡμέρας, ἐνέχυρα δοὺς τὰ παρὰ τῶν ἐκ Καρχηδόνος στρατευομένων ποτήρια. [4] Καὶ αὐτὸς μὲν ἐκ Πανόρμου καὶ Μοτύης μεταπεμψάμενος τεσσαράκοντα τριήρεις ἐπέθετο τοῖς τὴν ἀγορὰν παρακομίζουσιν· οἱ δὲ Συρακόσιοι, τὸν ἔμπροσθεν χρόνον τῶν βαρβάρων τῆς θαλάττης παρακεχωρηκότων καὶ τοῦ χειμῶνος ἐνεστηκότος ἤδη, κατεφρόνουν τῶν Καρχηδονίων, ὡς οὐκέτι τολμησόντων πληροῦν τὰς τριήρεις. [5] Διόπερ ὀλιγώρως αὐτῶν παραπεμψάντων τὴν ἀγοράν, ᾿Ιμίλκας ἐκπλεύσας τεσσαράκοντα τριήρεσιν ἄφνω κατέδυσε μὲν τῶν μακρῶν νεῶν ὀκτώ, τὰς δ' ἄλλας εἰς τὸν αἰγιαλὸν κατεδίωξεν· τῶν δ' ἄλλων πλοίων ἁπάντων κυριεύσας, τοσοῦτον εἰς τοὐναντίον τὰς ἑκατέρων ἐλπίδας μεταπεσεῖν ἐποίησεν, ὥστε τοὺς παρὰ τοῖς ᾿Ακραγαντίνοις Καμπανοὺς καταγνόντας τῆς τῶν ῾Ελλήνων ὑποθέσεως πεντεκαίδεκα ταλάντοις φθαρῆναι καὶ μεταβαλέσθαι πρὸς τοὺς Καρχηδονίους. [6] Οἱ δὲ ᾿Ακραγαντῖνοι τὸ μὲν πρῶτον κακῶς ἀπαλλαττόντων τῶν Καρχηδονίων ἀφθόνως ἀπήλαυον τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων, ἀεὶ προσδοκῶντες ταχέως λυθήσεσθαι τὴν πολιορκίαν· ἐπεὶ δ' αἱ τῶν βαρβάρων ἐλπίδες ἀνέκυψαν καὶ τοσαῦται μυριάδες εἰς μίαν ἠθροίσθησαν πόλιν, ἔλαθεν αὐτοὺς ὁ σῖτος ἐξαναλωθείς. [7] Λέγεται δὲ καὶ Δέξιππος ὁ Λακεδαιμόνιος πεντεκαίδεκα ταλάντοις διαφθαρῆναι· εὐθὺ γὰρ ἀπεκρίνατο πρὸς τοὺς τῶν ᾿Ιταλιωτῶν στρατηγούς, ὅτι συμφέρει τὸν πόλεμον ἐν ἄλλῳ συστήσασθαι τόπῳ· τὴν γὰρ τροφὴν ἐκλιπεῖν. Διόπερ οἱ στρατηγοὶ πρόφασιν ἐνέγκαντες ὡς διεληλύθασιν οἱ ταχθέντες τῆς στρατηγίας χρόνοι, τὰς δυνάμεις ἀπήγαγον ἐπὶ τὸν πορθμόν. [8] Μετὰ δὲ τὴν τούτων ἀπαλλαγὴν συνελθόντες οἱ στρατηγοὶ μετὰ τῶν ἐφ' ἡγεμονίας τεταγμένων διέγνωσαν ἐξετάσαι τὸν ἐν τῇ πόλει σῖτον· ὃν εὑρόντες παντελῶς ὀλίγον ἐθεώρουν ἀναγκαῖον ὑπάρχειν ἐκλιπεῖν τὴν πόλιν. Εὐθὺς οὖν ἐπιγινομένης τῆς νυκτὸς παρήγγειλαν ἀναζευγνύειν ἅπαντας.
89 Τοσούτου δὲ πλήθους ἀνδρῶν γυναικῶν παίδων ἐκλιπόντων τὴν πόλιν ἄφνω πολὺς οἶκτος καὶ δάκρυα κατεῖχε τὰς οἰκίας. μα γὰρ ὁ τῶν πολεμίων ἐξέπληττε φόβος, ἅμα δὲ διὰ τὴν σπουδὴν ἠναγκάζοντο καταλιπεῖν εἰς διαρπαγὴν τοῖς βαρβάροις ταῦτ' ἐφ' οἷς ἑαυτοὺς ἐμακάριζον· ἀφαιρουμένης γὰρ τῆς τύχης τὴν ἐξουσίαν τῶν οἴκοι καλῶν, ἀγαπητὸν ἡγοῦντο τὰ σώματα γοῦν αὑτῶν διασῶσαι. [2] Οὐ μόνον δὲ τῆς τοιαύτης πόλεως εὐδαιμονίαν παρῆν ὁρᾶν ἀπολειπομένην, ἀλλὰ καὶ σωμάτων πλῆθος. Οἱ μὲν γὰρ ἐν ἀρρωστίαις ὑπὸ τῶν οἰκείων περιεωρῶντο, τῆς καθ' ἑαυτὸν σωτηρίας ἑκάστου φροντίζοντος, οἱ δὲ ταῖς ἡλικίαις ἤδη προβεβηκότες ὑπὸ τῆς τοῦ γήρως ἀσθενείας κατελείποντο· πολλοὶ δὲ καὶ τὴν ἀλλαγὴν τῆς πατρίδος θανάτου τιμώμενοι τὰς χεῖρας ἑαυτοῖς προσήνεγκαν, ὅπως ταῖς πατρῴαις οἰκίαις ἐναποπνεύσωσιν. [3] Οὐ μὴν ἀλλὰ τὸ μὲν ἐκ τῆς πόλεως ἐξιὸν πλῆθος οἱ στρατιῶται μετὰ τῶν ὅπλων παρέπεμπον εἰς τὴν Γέλαν· ἡ δ' ὁδὸς καὶ πάντα τὰ πρὸς τὴν Γελῴαν ἀποκεκλιμένα τῆς χώρας μέρη ἔγεμε γυναικῶν καὶ παίδων ἀναμὶξ παρθένοις, αἳ τὴν συνήθη τρυφὴν εἰς ὁδοιπορίαν σύντονον καὶ κακοπάθειαν ὑπεράγουσαν μεταβαλλόμεναι διεκαρτέρουν, τοῦ φόβου τὰς ψυχὰς ἐντείνοντος. [4] Οὗτοι μὲν οὖν ἀσφαλῶς διασωθέντες εἰς Γέλαν ὕστερον εἰς Λεοντίνους κατῴκησαν, Συρακοσίων αὐτοῖς δόντων τὴν πόλιν ταύτην οἰκητήριον.
90 δ' ᾿Ιμίλκας ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐντὸς τῶν τειχῶν παρεισαγαγὼν σχεδὸν ἅπαντας τοὺς ἐγκαταλειφθέντας ἀνεῖλεν· ὅτε δὴ καὶ τοὺς ἐν τοῖς ναοῖς καταπεφευγότας ἀποσπῶντες οἱ Καρχηδόνιοι ἀνῄρουν. [2] Λέγεται δὲ τὸν Τελλίαν τὸν πρωτεύοντα τῶν πολιτῶν πλούτῳ καὶ καλοκἀγαθίᾳ συνατυχῆσαι τῇ πατρίδι, βουληθέντα καταφυγεῖν σύν τισιν ἑτέροις εἰς τὸ τῆς ᾿Αθηνᾶς ἱερόν, νομίζοντα τῆς εἰς θεοὺς παρανομίας ἀφέξεσθαι τοὺς Καρχηδονίους· θεωροῦντα δὲ αὐτῶν τὴν ἀσέβειαν, ἐμπρῆσαι τὸν νεὼν καὶ μετὰ τῶν ἐν τούτῳ ἀναθημάτων ἑαυτὸν συγκατακαῦσαι. Μιᾷ γὰρ πράξει διελάμβανεν ἀφελέσθαι θεῶν ἀσέβειαν, πολεμίων ἁρπαγὰς πολλῶν χρημάτων, μέγιστον ἑαυτοῦ τὴν εἰς τὸ σῶμα ἐσομένην ὕβριν. [3] δὲ ᾿Ιμίλκας τὰ ἱερὰ καὶ τὰς οἰκίας συλήσας καὶ φιλοτίμως ἐρευνήσας, τοσαύτην ὠφέλειαν συνήθροισεν ὅσην εἰκός ἐστιν ἐσχηκέναι πόλιν οἰκουμένην ὑπὸ ἀνδρῶν εἴκοσι μυριάδων, ἀπόρθητον δὲ ἀπὸ τῆς κτίσεως γεγενημένην, πλουσιωτάτην δὲ σχεδὸν τῶν τότε ῾Ελληνίδων πόλεων γεγενημένην, καὶ ταῦτα τῶν ἐν αὐτῇ φιλοκαλησάντων εἰς παντοίων κατασκευασμάτων πολυτέλειαν· [4] καὶ γὰρ γραφαὶ παμπληθεῖς ηὑρέθησαν εἰς ἄκρον ἐκπεπονημέναι καὶ παντοίων ἀνδριάντων φιλοτέχνως δεδημιουργημένων ὑπεράγων ἀριθμός. Τὰ μὲν οὖν πολυτελέστατα τῶν ἔργων ἀπέστειλεν εἰς Καρχηδόνα, ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον, τὴν δ' ἄλλην ὠφέλειαν ἐλαφυροπώλησεν. [5] Τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς ἱστορίαις διαβεβαιωσάμενος μὴ γεγονέναι τὸ σύνολον, ὑπ' αὐτῆς τῆς τύχης ἠλέγχθη· Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ διακοσίοις ἔτεσιν ἐκπορθήσας Καρχηδόνα τοῖς ᾿Ακραγαντίνοις μετὰ τῶν ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν ᾿Ακράγαντι. [6] Περὶ δὲ τούτου φιλοτιμότερον εἰπεῖν προήχθην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων πικρότατα κατηγορήσας καὶ συγγνώμην οὐδεμίαν τοῖς ἱστοριογράφοις ἀπολιπὼν αὐτὸς εὑρίσκεται σχεδιάζων, ἐν οἷς μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον. [7] Δεῖ γάρ, οἶμαι, τοὺς συγγραφεῖς ἐν μὲν τοῖς ἀγνοήμασι τυγχάνειν συγγνώμης, ὡς ἂν ἀνθρώπους ὄντας καὶ τῆς ἐν τοῖς παροιχομένοις χρόνοις ἀληθείας οὔσης δυσευρέτου, τοὺς μέντοι γε κατὰ προαίρεσιν οὐ τυγχάνοντας τοῦ ἀκριβοῦς προσηκόντως κατηγορίας τυγχάνειν, ὅταν κολακεύοντές τινας ἢ δι' ἔχθραν πικρότερον προσβάλλοντες ἀποσφάλλωνται τῆς ἀληθείας.
91 ᾿Ιμίλκας δὲ ὀκτὼ μῆνας πολιορκήσας τὴν πόλιν, καὶ μικρὸν πρὸ τῆς χειμερινῆς τροπῆς κυριεύσας αὐτῆς, οὐκ εὐθὺς κατέσκαψεν, ὅπως αἱ δυνάμεις ἐν ταῖς οἰκίαις παραχειμάσωσιν. Τῆς δὲ περὶ τὸν ᾿Ακράγαντα συμφορᾶς διαγγελθείσης, τοσοῦτος τὴν νῆσον κατέσχε φόβος, ὥστε τῶν Σικελιωτῶν τοὺς μὲν εἰς Συρακούσας μεθίστασθαι, τοὺς δὲ εἰς τὴν ᾿Ιταλίαν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἀποσκευάζεσθαι. [2] Οἱ δὲ διαφυγόντες τὴν αἰχμαλωσίαν ᾿Ακραγαντῖνοι παραγενηθέντες εἰς Συρακούσας κατηγόρουν τῶν στρατηγῶν, φάσκοντες διὰ τὴν ἐκείνων προδοσίαν ἀπολωλέναι τὴν πατρίδα. Συνέβαινε δὲ καὶ ὑπὸ τῶν ἄλλων Σικελιωτῶν ἐπιτιμήσεως τυγχάνειν τοὺς Συρακοσίους, ὅτι τοιούτους προστάτας αἱροῦνται, δι' οὓς ἀπολέσθαι κινδυνεύει πᾶσα Σικελία. [3] Οὐ μὴν ἀλλὰ συναχθείσης ἐκκλησίας ἐν Συρακούσαις, καὶ μεγάλων φόβων ἐπικρεμαμένων, οὐθεὶς ἐτόλμα περὶ τοῦ πολέμου συμβουλεύειν. πορουμένων δὲ πάντων παρελθὼν Διονύσιος ὁ ῾Ερμοκράτους τῶν μὲν στρατηγῶν κατηγόρησεν ὡς προδιδόντων τὰ πράγματα τοῖς Καρχηδονίοις, τὰ δὲ πλήθη παρώξυνε πρὸς τὴν αὐτῶν τιμωρίαν, παρακαλῶν μὴ περιμεῖναι τὸν κατὰ τοὺς νόμους λῆρον, ἀλλ' ἐκ χειρὸς ἐπιθεῖναι τὴν δίκην. [4] Τῶν δ' ἀρχόντων ζημιούντων τὸν Διονύσιον κατὰ τοὺς νόμους ὡς θορυβοῦντα, Φίλιστος ὁ τὰς ἱστορίας ὕστερον συγγράψας, οὐσίαν ἔχων μεγάλην, ἐξέτισε τὰ πρόστιμα, καὶ τῷ Διονυσίῳ παρεκελεύετο λέγειν ὅσα προῄρητο. Καὶ προσεπειπόντος ὅτι καθ' ὅλην τὴν ἡμέραν, ἂν ζημιοῦν θέλωσιν, ἐκτίσει τἀργύριον ὑπὲρ αὐτοῦ, τὸ λοιπὸν θαρρήσας ἀνέσειε τὰ πλήθη, καὶ τὴν ἐκκλησίαν συνταράττων διέβαλλε τοὺς στρατηγούς, ὅτι χρήμασι πεισθέντες ἐγκατέλιπον τὴν τῶν ᾿Ακραγαντίνων σωτηρίαν. Συγκατηγόρησε δὲ καὶ τῶν ἄλλων τῶν ἐπισημοτάτων πολιτῶν, συνιστὰς αὐτοὺς οἰκείους ὄντας ὀλιγαρχίας. [5] Διόπερ συνεβούλευεν αἱρεῖσθαι στρατηγοὺς μὴ τοὺς δυνατωτάτους, ἀλλὰ τοὺς εὐνουστάτους καὶ δημοτικοὺς μᾶλλον· ἐκείνους μὲν γὰρ δεσποτικῶς ἄρχοντας τῶν πολιτῶν καταφρονεῖν τῶν πολλῶν, καὶ τὰς τῆς πατρίδος συμφορὰς ἰδίας ἡγεῖσθαι προσόδους, τοὺς δὲ ταπεινοτέρους οὐδὲν πράξειν τῶν τοιούτων, δεδιότας τὴν περὶ αὑτοὺς ἀσθένειαν.
92 Πάντα δὲ πρὸς τὴν τῶν ἀκουόντων προαίρεσιν καὶ τὴν ἰδίαν ἐπιβολὴν δημηγορήσας οὐ μετρίως ἐξῆρε τὸν τῶν ἐκκλησιαζόντων θυμόν· ὁ γὰρ δῆμος καὶ πάλαι μισῶν τοὺς στρατηγοὺς διὰ τὸ δοκεῖν κακῶς προΐστασθαι τοῦ πολέμου, τότε διὰ τῶν λόγων παροξυνθεὶς παραυτίκα τοὺς μὲν ἔλυσε τῆς ἀρχῆς, ἑτέρους δ' εἵλατο στρατηγούς, ἐν οἷς καὶ τὸν Διονύσιον, ὃς ἐν ταῖς πρὸς Καρχηδονίους μάχαις ἀνδρείᾳ δόξας διενηνοχέναι περίβλεπτος ἦν παρὰ τοῖς Συρακοσίοις. [2] Διὸ καὶ μετεωρισθεὶς ταῖς ἐλπίσι πᾶν ἐμηχανήσατο πρὸς τὸ γενέσθαι τῆς πατρίδος τύραννος. Μετὰ γὰρ τὴν παράληψιν τῆς ἀρχῆς οὔτε συνήδρευσεν ἅμα τοῖς στρατηγοῖς οὔθ' ὅλως συνῆν· ταῦτα δὲ πράττων διεδίδου λόγον ὡς διαπεμπομένων αὐτῶν πρὸς τοὺς πολεμίους. Οὕτω γὰρ μάλιστ' ἤλπιζεν ἐκείνων μὲν περιαιρήσεσθαι τὴν ἐξουσίαν, ἑαυτῷ δὲ μόνῳ περιστήσειν τὴν στρατηγίαν. [3] Ταῦτα δ' αὐτοῦ πράττοντος οἱ μὲν χαριέστατοι τῶν πολιτῶν ὑπώπτευον τὸ γινόμενον, καὶ κατὰ πάσας τὰς συνόδους ἐβλασφήμουν αὐτόν, ὁ δὲ δημοτικὸς ὄχλος, ἀγνοῶν τὴν ἐπιβουλήν, ἐπῄνει καὶ μόγις ἔφασκε τὴν πόλιν προστάτην εὑρηκέναι βέβαιον. [4] Οὐ μὴν ἀλλὰ πολλάκις ἐκκλησίας συναγομένης περὶ τῆς εἰς τὸν πόλεμον παρασκευῆς, θεωρήσας τοὺς Συρακοσίους καταπεπληγμένους τὸν ἀπὸ τῶν πολεμίων φόβον, συνεβούλευε κατάγειν τοὺς φυγάδας· [5] ἄτοπον γὰρ ὑπάρχειν ἐκ μὲν ᾿Ιταλίας καὶ Πελοποννήσου μεταπέμπεσθαι βοήθειαν παρὰ τῶν ἀλλοτρίων, τοὺς δὲ πολίτας μὴ βούλεσθαι πρὸς τοὺς ἰδίους κινδύνους συμπαραλαμβάνειν, οὕς - τῶν πολεμίων μεγάλας δωρεὰς ὑπισχνουμένων, ἂν συστρατεύωσιν - προαιρεῖσθαι μᾶλλον ἐπὶ ξένης ἀλωμένους ἀποθανεῖν ἤπερ ἀλλότριόν τι κατὰ τῆς πατρίδος βουλεύσασθαι. [6] Καὶ γὰρ διὰ τὰς γεγενημένας ἐν τῇ πόλει στάσεις φυγόντας, νῦν γε τυχόντας ταύτης τῆς εὐεργεσίας προθύμως ἀγωνιεῖσθαι, τοῖς εὖ ποιήσασιν ἀποδιδόντας χάριτας. Πρὸς δὲ τὴν ὑπόθεσιν ταύτην πολλὰ διαλεχθεὶς οἰκεῖα τοῖς πράγμασι συμψήφους ἔλαβε τοὺς Συρακοσίους· οὐδὲ γὰρ τῶν συναρχόντων οὐδεὶς ἐτόλμα περὶ τούτων ἀντειπεῖν διά τε τὴν τοῦ πλήθους ὁρμὴν καὶ διὰ τὸ θεωρεῖν ἑαυτῷ μὲν περιεσομένην τὴν ἀπέχθειαν, ἐκείνῳ δὲ τὴν παρὰ τῶν εὐεργετηθέντων χάριν. [7] Τοῦτο δ' ἔπραξεν ὁ Διονύσιος ἐλπίζων ἰδίους ἕξειν τοὺς φυγάδας, ἀνθρώπους μεταβολῆς ἐπιθυμοῦντας καὶ πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος εὐθέτως διακειμένους· ἤμελλον γὰρ ἡδέως ὄψεσθαι τῶν ἐχθρῶν φόνους, δημεύσεις τῶν οὐσιῶν, ἑαυτοῖς ἀποκαθεσταμένα τὰ χρήματα. Καὶ τέλος κυρωθείσης τῆς περὶ τῶν φυγάδων γνώμης, οὗτοι μὲν εὐθὺς εἰς τὴν πατρίδα κατῆλθον·
93 κ δὲ τῆς Γέλας ἐνεχθέντων γραμμάτων, ὅπως ἀποσταλῶσι στρατιῶται πλείους, ἔλαβεν ὁ Διονύσιος οἰκείαν ἔφοδον τῆς ἰδίας προαιρέσεως. ποσταλεὶς γὰρ μετὰ στρατιωτῶν πεζῶν μὲν δισχιλίων, ἱππέων δὲ τετρακοσίων, ἦλθε συντόμως εἰς τὴν πόλιν τῶν Γελῴων, ἣν τότε παρεφύλαττε Δέξιππος ὁ Λακεδαιμόνιος, κατασταθεὶς ὑπὸ Συρακοσίων. [2] δ' οὖν Διονύσιος καταλαβὼν τοὺς εὐπορωτάτους στασιάζοντας πρὸς τὸν δῆμον, καὶ κατηγορήσας αὐτῶν ἐν ἐκκλησίᾳ καὶ κατακρίνας, αὐτοὺς μὲν ἀπέκτεινε, τὰς δ' οὐσίας αὐτῶν ἐδήμευσεν, ἐκ δὲ τῶν χρημάτων τούτων τοῖς μὲν φρουροῦσι τὴν πόλιν, ὧν ἡγεῖτο Δέξιππος, ἀπέδωκε τοὺς ὀφειλομένους μισθούς· τοῖς δὲ μετ' αὐτοῦ παραγεγονόσιν ἐκ Συρακουσῶν ἐπηγγείλατο διπλοῦς ποιήσειν τοὺς μισθούς, ὧν ἡ πόλις ἔταξε. [3] Διὰ δὲ τούτου τοῦ τρόπου τούς τ' ἐν Γέλᾳ στρατιώτας καὶ τοὺς μετ' αὐτοῦ ταῖς εὐνοίαις ἰδίους κατεσκεύασεν. ἐπῃνεῖτο δὲ καὶ ὑπὸ τοῦ δήμου τῶν Γελῴων ὡς αἴτιος αὐτοῖς γεγενημένος τῆς ἐλευθερίας· τοῖς γὰρ δυνατωτάτοις φθονοῦντες τὴν ἐκείνων ὑπεροχὴν δεσποτείαν αὐτῶν ἀπεκάλουν. [4] Διόπερ ἐξέπεμψαν πρέσβεις τοὺς ἐπαινοῦντας ἐν Συρακούσαις καὶ τὰ ψηφίσματα φέροντας, ἐν οἷς αὐτὸν μεγάλαις δωρεαῖς ἐτίμησαν. δὲ Διονύσιος ἐπεβάλετο μὲν τὸν Δέξιππον πείθειν κοινωνῆσαι τῆς ἐπιβολῆς· ἐπεὶ δ' οὐ συγκατετίθετο, μετὰ τῶν ἰδίων στρατιωτῶν ἕτοιμος ἦν ἀνακάμπτειν εἰς Συρακούσας. [5] Οἱ δὲ Γελῷοι πυνθανόμενοι τοὺς Καρχηδονίους μέλλειν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ πρώτην στρατεύειν τὴν Γέλαν, ἐδέοντο τοῦ Διονυσίου μεῖναι καὶ μὴ περιιδεῖν αὐτοὺς τὰ αὐτὰ τοῖς ᾿Ακραγαντίνοις παθόντας. Οἷς ἐπαγγειλάμενος ὁ Διονύσιος συντόμως ἥξειν μετὰ πλείονος δυνάμεως, ἐξώρμησεν ἐκ τῆς Γέλας μετὰ τῶν ἰδίων στρατιωτῶν.
94 Θέας δ' οὔσης ἐν ταῖς Συρακούσαις, κατὰ τὴν ὥραν τῆς ἀπαλλαγῆς τῶν ἐκ τοῦ θεάτρου παρῆν εἰς τὴν πόλιν. Συνδραμόντων δὲ τῶν ὄχλων ἐπ' αὐτὸν καὶ πυνθανομένων περὶ τῶν Καρχηδονίων, ἀγνοεῖν αὐτοὺς ἔφη, διότι τῶν ἔξωθεν πολεμιωτέρους ἔχουσι τοὺς ἔνδον τῶν κοινῶν προεστῶτας, οἷς οἱ μὲν πολῖται πιστεύοντες ἑορτάζουσιν, αὐτοὶ δὲ διαφοροῦντες τὰ δημόσια τοὺς στρατιώτας ἀμίσθους πεποιήκασι, καὶ τῶν πολεμίων ἀνυπερβλήτους ποιουμένων τὰς εἰς τὸν πόλεμον παρασκευὰς καὶ μελλόντων ἐπὶ Συρακούσας τὴν δύναμιν ἄγειν, τούτων οὐδ' ἡντινοῦν ποιοῦνται φροντίδα. [2] Δι' ἣν δ' αἰτίαν ταῦτα πράττουσιν, εἰδέναι μὲν καὶ πρότερον, νῦν δὲ σαφέστερον ἀνεγνωκέναι· ᾿Ιμίλκωνα γὰρ πρὸς αὐτὸν ἀπεσταλκέναι κήρυκα, πρόφασιν μὲν ὑπὲρ τῶν αἰχμαλώτων, παρακαλεῖν δὲ - πλῆθος τῶν συναρχόντων περιποιησάμενον μηδὲν τῶν πραττομένων πολυπραγμονεῖν - μή γ' ἀντιπράττειν, ἐπειδὴ συνεργεῖν οὐ προαιρεῖται. [3] Μηκέτ' οὖν βούλεσθαι στρατηγεῖν, ἀλλὰ παρεῖναι τὴν ἀρχὴν ἀποθησόμενος· οὐ γὰρ ἀνεκτὸν εἶναι, τῶν ἄλλων πωλούντων τὴν πατρίδα, μόνον κινδυνεύειν μετὰ τῶν πολιτῶν ἅμα καὶ δόξειν μετεσχηκέναι τῆς προδοσίας. [4] Μαροξυνθέντων δὲ ἐπὶ τοῖς ῥηθεῖσι καὶ τοῦ λόγου διὰ πάσης τῆς δυνάμεως ῥυέντος, τότε μὲν εἷς ἕκαστος ἀγωνιῶν εἰς οἶκον ἐχωρίσθη· τῇ δ' ὑστεραίᾳ συναχθείσης ἐκκλησίας, ἐν ᾗ τῶν ἀρχόντων πολλὰ κατηγορήσας οὐ μετρίως εὐδοκίμησε, τὸν δὲ δῆμον κατὰ τῶν στρατηγῶν παρώξυνε. [5] Τέλος δὲ τῶν καθημένων τινὲς ἀνεβόησαν στρατηγὸν αὐτὸν αὐτοκράτορα καθιστάναι καὶ μὴ περιμένειν, ἄχρις ἂν οἱ πολέμιοι τοῖς τείχεσιν ἐπεισίωσι· χρείαν γὰρ ἔχειν τὸ μέγεθος τοῦ πολέμου τοιούτου στρατηγοῦ, δι' οὗ δυνατὸν εἶναι εὐπορεῖν τοῖς πράγμασιν· τὰ δὲ περὶ τῶν προδοτῶν ἐν ἐκκλησίᾳ ἑτέρᾳ βουλεύεσθαι· τῶν γὰρ ἐνεστώτων καιρῶν ἀλλότριον εἶναι· καὶ πρότερον δὲ Καρχηδονίων τὰς τριάκοντα μυριάδας περὶ τὴν ῾Ιμέραν νενικῆσθαι στρατηγοῦντος Γέλωνος αὐτοκράτορος.
95 Ταχὺ δὲ τῶν πολλῶν, ὥσπερ εἰώθασιν, ἐπὶ τὸ χεῖρον ῥεπόντων, ὁ Διονύσιος ἀπεδείχθη στρατηγὸς αὐτοκράτωρ. πεὶ δ' οὖν αὐτῷ τὰ πράγματα κατὰ νοῦν ἠκολούθει, ψήφισμα ἔγραψε τοὺς μισθοὺς διπλασίους εἶναι· πάντας γὰρ ἔφησε τούτου γενομένου προθυμοτέρους ἔσεσθαι πρὸς τὸν ἀγῶνα, καὶ περὶ τῶν χρημάτων παρεκάλει μηθὲν ἀγωνιᾶν· ἔσεσθαι γὰρ αὐτῶν τὸν πόρον ῥᾴδιον.
[2] Διαλυθείσης δὲ τῆς ἐκκλησίας οὐκ ὀλίγοι τῶν Συρακοσίων κατηγόρουν τῶν πραχθέντων, ὥσπερ οὐκ αὐτοὶ ταῦτα κεκυρωκότες· τοῖς γὰρ λογισμοῖς εἰς ἑαυτοὺς ἐρχόμενοι τὴν ἐσομένην δυναστείαν ἀνεθεώρουν. Οὗτοι μὲν οὖν βεβαιῶσαι βουλόμενοι τὴν ἐλευθερίαν ἔλαθον ἑαυτοὺς δεσπότην τῆς πατρίδος καθεστακότες· [3] ὁ δὲ Διονύσιος τὴν μετάνοιαν τῶν ὄχλων φθάσαι βουλόμενος, ἐπεζήτει δι' οὗ τρόπου δύναιτο φύλακας αἰτήσασθαι τοῦ σώματος· τούτου γὰρ συγχωρηθέντος ῥᾳδίως ἤμελλε κυριεύσειν τῆς τυραννίδος. Εὐθὺς οὖν παρήγγειλε τοὺς ἐν ἡλικίᾳ πάντας ἕως ἐτῶν τεσσαράκοντα λαβόντας ἐπισιτισμὸν ἡμερῶν τριάκοντα καταντᾶν μετὰ τῶν ὅπλων εἰς Λεοντίνους. Αὕτη δ' ἡ πόλις τότε φρούριον ἦν τῶν Συρακοσίων, πλῆρες ὑπάρχον φυγάδων καὶ ξένων ἀνθρώπων. λπιζε γὰρ τούτους συναγωνιστὰς ἕξειν, ἐπιθυμοῦντας μεταβολῆς, τῶν δὲ Συρακοσίων τοὺς πλείστους οὐδ' ἥξειν εἰς Λεοντίνους. [4] Οὐ μὴν ἀλλὰ νυκτὸς ἐπὶ τῆς χώρας στρατοπεδεύων, καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι, κραυγὴν ἐποίησε καὶ θόρυβον διὰ τῶν ἰδίων οἰκετῶν· τοῦτο δὲ πράξας συνέφυγεν εἰς τὴν ἀκρόπολιν, καὶ διενυκτέρευσε πυρὰ καίων καὶ τοὺς γνωριμωτάτους τῶν στρατιωτῶν μεταπεμπόμενος. [5] μα δ' ἡμέρᾳ τοῦ πλήθους ἀθροισθέντος εἰς Λεοντίνους, πολλὰ πρὸς τὴν τῆς ἐπιβολῆς ὑπόθεσιν πιθανολογήσας ἔπεισε τοὺς ὄχλους δοῦναι φύλακας αὐτῷ τῶν στρατιωτῶν ἑξακοσίους, οὓς ἂν προαιρῆται. Λέγεται δὲ τοῦτο πρᾶξαι τὸν Διονύσιον ἀπομιμούμενον Πεισίστρατον τὸν ᾿Αθηναῖον· [6] καὶ γὰρ ἐκεῖνόν φασιν ἑαυτὸν κατατραυματίσαντα προελθεῖν εἰς τὴν ἐκκλησίαν ὡς ἐπιβεβουλευμένον, καὶ διὰ τοῦτο φυλακὴν λαβεῖν παρὰ τῶν πολιτῶν, ᾗ χρησάμενον τὴν τυραννίδα περιπεποιῆσθαι. Καὶ τότε Διονύσιος τῇ παραπλησίᾳ μηχανῇ τὸ πλῆθος ἐξαπατήσας ἐνήργει τὰ τῆς τυραννίδος.
96 Εὐθὺ γὰρ τοὺς χρημάτων μὲν ἐνδεεῖς, τῇ δὲ ψυχῇ θρασεῖς ἐπιλέξας, ὑπὲρ τοὺς χιλίους, ὅπλοις τε πολυτελέσι καθώπλισε καὶ ταῖς μεγίσταις ἐπαγγελίαις ἐμετεώρισε, τοὺς δὲ μισθοφόρους ἀνακαλούμενος καὶ φιλανθρώποις λόγοις χρώμενος ἰδίους κατεσκεύαζεν. μετετίθει δὲ καὶ τὰς τάξεις, τοῖς πιστοτάτοις τὰς ἡγεμονίας παραδιδούς, καὶ Δέξιππον τὸν Λακεδαιμόνιον ἀπέλυσεν εἰς τὴν ῾Ελλάδα· ὑφεωρᾶτο γὰρ τὸν ἄνδρα τοῦτον, μὴ καιροῦ λαμβανόμενος ἀνακτήσηται τοῖς Συρακοσίοις τὴν ἐλευθερίαν. [2] Μετεπέμψατο δὲ καὶ τοὺς ἐν Γέλᾳ μισθοφόρους, καὶ πανταχόθεν συνῆγε τοὺς φυγάδας καὶ ἀσεβεῖς, ἐλπίζων διὰ τούτων βεβαιότατα τηρηθήσεσθαι τὴν τυραννίδα. Οὐ μὴν ἀλλὰ παραγενόμενος εἰς Συρακούσας κατεσκήνωσεν ἐν τῷ ναυστάθμῳ, φανερῶς αὑτὸν ἀναδείξας τύραννον. Οἱ δὲ Συρακόσιοι βαρέως φέροντες ἠναγκάζοντο τὴν ἡσυχίαν ἔχειν· οὐδὲν γὰρ ἔτι περαίνειν ἠδύναντο· ἥ τε γὰρ πόλις ἔγεμεν ὅπλων ξενικῶν, τούς τε Καρχηδονίους ἐδεδοίκεισαν τηλικαύτας ἔχοντας δυνάμεις. [3] δ' οὖν Διονύσιος εὐθέως ἔγημε τὴν ῾Ερμοκράτους θυγατέρα τοῦ καταπολεμήσαντος ᾿Αθηναίους, καὶ τὴν ἀδελφὴν ἔδωκε Πολυξένῳ τῆς ῾Ερμοκράτους γυναικὸς ἀδελφῷ· τοῦτο δ' ἔπραξε βουλόμενος οἰκίαν ἐπίσημον εἰς οἰκειότητα προσλαβέσθαι πρὸς τὸ τὴν τυραννίδα ποιῆσαι βεβαίαν. Μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν τῶν ἀντιπραξάντων αὐτῷ τοὺς δυνατωτάτους ὄντας, Δαφναῖον καὶ Δήμαρχον, ἀνεῖλεν. [4] Διονύσιος μὲν οὖν ἐκ γραμματέως καὶ τοῦ τυχόντος ἰδιώτου τῆς μεγίστης πόλεως τῶν ῾Ελληνίδων ἐγενήθη τύραννος· διετήρησε δὲ τὴν δυναστείαν ἄχρι τῆς τελευτῆς, τυραννήσας ἔτη δύο λείποντα τῶν τεσσαράκοντα. Τὰς δὲ κατὰ μέρος αὐτοῦ πράξεις καὶ τὴν αὔξησιν τῆς ἀρχῆς ἐν τοῖς οἰκείοις χρόνοις διέξιμεν· δοκεῖ γὰρ οὗτος μεγίστην τῶν ἱστορουμένων τυραννίδα περιπεποιῆσθαι δι' ἑαυτοῦ καὶ πολυχρονιωτάτην.
[5] Οἱ δὲ Καρχηδόνιοι μετὰ τὴν ἅλωσιν τῆς πόλεως τὰ μὲν ἀναθήματα καὶ τοὺς ἀνδριάντας καὶ τἄλλα τὰ πολυτελέστατα μετήνεγκαν εἰς Καρχηδόνα, τὰ δ' ἱερὰ κατακαύσαντες καὶ τὴν πόλιν διαρπάσαντες αὐτοῦ παρεχείμασαν. πὶ δὲ τὴν ἐαρινὴν ὥραν παρεσκευάζοντο μηχανήματα καὶ βέλη παντοδαπά, διανοούμενοι πρώτην πολιορκῆσαι τὴν τῶν Γελῴων πόλιν.
97 Τούτων δὲ πραττομένων ᾿Αθηναῖοι μὲν κατὰ τὸ συνεχὲς ἐλαττώμασι περιπίπτοντες, ἐποιήσαντο πολίτας τοὺς μετοίκους καὶ τῶν ἄλλων ξένων τοὺς βουλομένους συναγωνίσασθαι· ταχὺ δὲ πολλοῦ πλήθους πολιτογραφηθέντος, οἱ στρατηγοὶ κατέγραφον τοὺς εὐθέτους εἰς τὴν στρατείαν. Παρεσκευάσαντο δὲ ναῦς ἑξήκοντα, καὶ ταύτας πολυτελῶς καταρτίσαντες ἐξέπλευσαν εἰς Σάμον, ἐν ᾗ κατέλαβον τοὺς ἄλλους στρατηγοὺς ἀπὸ τῶν ἄλλων νήσων ὀγδοήκοντα τριήρεις ἠθροικότας. [2] Δεηθέντες δὲ καὶ τῶν Σαμίων προσπληρῶσαι δέκα τριήρεις, ἀνήχθησαν ἁπάσαις ταῖς ναυσὶν οὔσαις ἑκατὸν πεντήκοντα, καὶ κατέπλευσαν εἰς τὰς ᾿Αργινούσας νήσους, σπεύδοντες λῦσαι τὴν Μιτυλήνης πολιορκίαν. [3] δὲ τῶν Λακεδαιμονίων ναύαρχος Καλλικρατίδας πυθόμενος τὸν κατάπλουν τῶν νεῶν, ἐπὶ μὲν τῆς πολιορκίας κατέλιπεν ᾿Ετεόνικον μετὰ τῆς πεζῆς δυνάμεως, αὐτὸς δὲ πληρώσας ναῦς ἑκατὸν τεσσαράκοντα κατὰ σπουδὴν ἀνήχθη τῶν ᾿Αργινουσῶν περὶ θάτερα μέρη· αἳ νῆσοι τότ' ἦσαν οἰκούμεναι καὶ πολισμάτιον Αἰολικὸν ἔχουσαι, κείμεναι μεταξὺ Μιτυλήνης καὶ Κύμης, ἀπέχουσαι τῆς ἠπείρου βραχὺ παντελῶς καὶ τῆς ἄκρας τῆς Κανίδος. [4] Οἱ δ' ᾿Αθηναῖοι τὸν μὲν κατάπλουν τῶν πολεμίων εὐθέως ἔγνωσαν, οὐ μακρὰν ὁρμοῦντες, διὰ δὲ τὸ μέγεθος τῶν πνευμάτων τὸ μὲν ναυμαχεῖν ἀπέγνωσαν, εἰς δὲ τὴν ἐχομένην ἡμέραν ἡτοιμάζοντο τὰ πρὸς τὴν ναυμαχίαν, τὸ αὐτὸ ποιούντων καὶ τῶν Λακεδαιμονίων, καίπερ ἀμφοτέροις ἀπαγορευόντων τῶν μάντεων. [5] Τοῖς μὲν γὰρ Λακεδαιμονίοις ἡ τοῦ θύματος κεφαλὴ κειμένη παρὰ τὸν αἰγιαλὸν ἀφανὴς ἐγεγόνει, προσκλύζοντος τοῦ κύματος· διόπερ ὁ μάντις προύλεγε, διότι τελευτήσει ναυμαχῶν ὁ ναύαρχος· οὗ ῥηθέντος φασὶ τὸν Καλλικρατίδαν εἰπεῖν, ὅτι τελευτήσας κατὰ τὴν μάχην οὐδὲν ἀδοξοτέραν ποιήσει τὴν Σπάρτην. [6] Τῶν δ' ᾿Αθηναίων ὁ στρατηγὸς Θρασύβουλος, ὃς ἦν ἐπὶ τῆς ἡγεμονίας ἐκείνην τὴν ἡμέραν, εἶδε κατὰ τὴν νύκτα τοιαύτην ὄψιν· ἔδοξεν ᾿Αθήνησι τοῦ θεάτρου πλήθοντος αὐτός τε καὶ τῶν ἄλλων στρατηγῶν ἓξ ὑποκρίνεσθαι τραγῳδίαν Εὐριπίδου Φοινίσσας· τῶν δ' ἀντιπάλων ὑποκρινομένων τὰς ῾Ικέτιδας δόξαι τὴν Καδμείαν νίκην αὐτοῖς περιγενέσθαι, καὶ πάντας ἀποθανεῖν μιμουμένους τὰ πράγματα τῶν ἐπὶ τὰς Θήβας στρατευσάντων. [7] κούσας δ' ὁ μάντις ταῦτα διεσάφει τοὺς ἑπτὰ τῶν στρατηγῶν ἀναιρεθήσεσθαι. Τῶν δ' ἱερῶν φερόντων νίκην, οἱ στρατηγοὶ περὶ μὲν τῆς ἑαυτῶν ἀπωλείας ἐκώλυον ἑτέροις ἀπαγγέλλειν, περὶ δὲ τῆς ἐν τοῖς ἱεροῖς νίκης ἀνήγγειλαν καθ' ὅλην τὴν δύναμιν.
98 Καλλικρατίδας δ' ὁ ναύαρχος συναγαγὼν τὰ πλήθη καὶ παραθαρσύνας τοῖς οἰκείοις λόγοις, τὸ τελευταῖον εἶπεν· εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον οὕτως εἰμὶ πρόθυμος αὐτός, ὥστε τοῦ μάντεως λέγοντος διὰ τῶν ἱερείων ὑμῖν μὲν προσημαίνεσθαι νίκην, ἐμοὶ δὲ θάνατον, ὅμως ἕτοιμός εἰμι τελευτᾶν. Εἰδὼς οὖν μετὰ τὸν τῶν ἡγεμόνων θάνατον ἐν θορύβῳ τὰ στρατόπεδα γινόμενα, νῦν ἀναδεικνύω ναύαρχον, ἂν ἐγώ τι πάθω, τὸν διαδεξόμενον Κλέαρχον, ἄνδρα πεῖραν δεδωκότα τῶν κατὰ τὸν πόλεμον ἔργων. [2] μὲν οὖν Καλλικρατίδας ταῦτ' εἰπὼν οὐκ ὀλίγους ἐποίησε ζηλῶσαι τὴν ἀρετὴν αὐτοῦ καὶ προθυμοτέρους γενέσθαι πρὸς τὴν μάχην. Καὶ Λακεδαιμόνιοι μὲν παρακαλοῦντες ἀλλήλους ἀνέβαινον εἰς τὰς ναῦς· οἱ δ' ᾿Αθηναῖοι, παρακληθέντες ὑπὸ τῶν στρατηγῶν εἰς τὸν ἀγῶνα, κατὰ σπουδὴν ἐπλήρουν τὰς τριήρεις καὶ πάντες εἰς τάξιν καθίσταντο. [3] Τοῦ μὲν οὖν δεξιοῦ κέρατος Θράσυλλος ἡγεῖτο καὶ Περικλῆς ὁ Περικλέους τοῦ προσαγορευθέντος κατὰ τὴν δύναμιν ᾿Ολυμπίου· συμπαρέλαβε δὲ καὶ Θηραμένην εἰς τὸ δεξιὸν κέρας, ἐφ' ἡγεμονίας τάξας· ὃς ἰδιώτης ὢν μὲν συνεστράτευε τότε, πρότερον δὲ πολλάκις ἦν ἀφηγημένος δυνάμεων· τοὺς δ' ἄλλους στρατηγοὺς παρ' ὅλην τὴν φάλαγγα διέταξε, καὶ τὰς καλουμένας ᾿Αργινούσας νήσους συμπεριέλαβε τῇ τάξει, σπεύδων ὅτι πλεῖστον παρεκτεῖναι τὰς ναῦς. [4] δὲ Καλλικρατίδας ἀνήχθη τὸ μὲν δεξιὸν μέρος αὐτὸς ἔχων, τὸ δ' εὐώνυμον παρέδωκε Βοιωτοῖς, ὧν Θρασώνδας ὁ Θηβαῖος τὴν ἡγεμονίαν ἔσχεν. Οὐ δυνάμενος δὲ τὴν τάξιν ἐξισῶσαι τοῖς πολεμίοις διὰ τὸ τὰς νήσους πολὺν ἐπέχειν τόπον, διείλατο τὴν δύναμιν, καὶ δύο ποιήσας στόλους πρὸς ἑκάτερον μέρος δίχα διηγωνίζετο. [5] Διὸ καὶ παρείχετο μεγάλην κατάπληξιν πολλαχῇ τοῖς θεωμένοις, ὡς ἂν τεττάρων μὲν στόλων ναυμαχούντων, τῶν δὲ νεῶν συνηθροισμένων εἰς ἕνα τόπον οὐ πολλαῖς ἐλάττω τῶν τριακοσίων· μεγίστη γὰρ αὕτη μνημονεύεται ναυμαχία γεγενημένη ῞Ελλησι πρὸς ῞Ελληνας.
99 μα δ' οἵ τε ναύαρχοι τοῖς σαλπιγκταῖς παρεκελεύοντο σημαίνειν καὶ τὸ παρ' ἑκατέροις πλῆθος ἐναλλὰξ ἐπαλαλάζον ἐξαίσιον ἐποίει βοήν· πάντες δὲ μετὰ σπουδῆς ἐλαύνοντες τὸ ῥόθιον ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου σπεύδοντος πρώτου κατάρξασθαι τῆς μάχης. [2] μπειροί τε γὰρ ἦσαν τῶν κινδύνων οἱ πλεῖστοι διὰ τὸ μῆκος τοῦ πολέμου καὶ σπουδὴν ἀνυπέρβλητον εἰσεφέροντο διὰ τὸ τοὺς κρατίστους εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα συνηθροῖσθαι· πάντες γὰρ ὑπελάμβανον τοὺς ταύτῃ τῇ μάχῃ νικήσαντας πέρας ἐπιθήσειν τῷ πολέμῳ. [3] Οὐ μὴν ἀλλ' ὁ Καλλικρατίδας ἀκηκοὼς τοῦ μάντεως τὴν περὶ αὐτὸν ἐσομένην τελευτήν, ἔσπευδεν ἐπιφανέστατον ἑαυτῷ περιποιήσασθαι θάνατον. Διόπερ πρῶτος ἐπὶ τὴν Λυσίου τοῦ στρατηγοῦ ναῦν ἐπιπλεύσας, καὶ σὺν ταῖς ἅμα πλεούσαις τριήρεσιν ἐξ ἐφόδου τρώσας, κατέδυσε· τῶν δ' ἄλλων τὰς μὲν τοῖς ἐμβόλοις τύπτων ἄπλους ἐποίει, τῶν δὲ τοὺς ταρσοὺς παρασύρων ἀχρήστους ἀπετέλει πρὸς τὴν μάχην. [4] Τὸ δὲ τελευταῖον δοὺς ἐμβολὴν τῇ τοῦ Περικλέους τριήρει βιαιότερον, τῆς μὲν τριήρους ἐπὶ πολὺν ἀνέρρηξε τόπον, τοῦ δὲ στόματος ἐναρμοσθέντος εἰς τὴν λακίδα, καὶ μὴ δυναμένων αὐτῶν ἀνακρούσασθαι, Περικλῆς μὲν ἐπέβαλε τῇ τοῦ Καλλικρατίδα νηὶ σιδηρᾶν χεῖρα, προσαφθείσης δ' αὐτῆς οἱ μὲν ᾿Αθηναῖοι περιστάντες τὴν ναῦν εἰσήλλοντο, καὶ περιχυθέντες τοὺς ἐν αὐτῇ πάντας ἀπέσφαξαν. [5] Τότε δή φασι τὸν Καλλικρατίδαν λαμπρῶς ἀγωνισάμενον καὶ πολὺν ἀντισχόντα χρόνον, τὸ τελευταῖον ὑπὸ τοῦ πλήθους πανταχόθεν τιτρωσκόμενον καταπονηθῆναι. ὡς δὲ τὸ περὶ τὸν ναύαρχον ἐλάττωμα συμφανὲς ἐγένετο, συνέβη τοὺς Πελοποννησίους δείσαντας ἐγκλῖναι. [6] Τοῦ δὲ δεξιοῦ μέρους τῶν Πελοποννησίων φυγόντος, οἱ τὸ λαιὸν ἔχοντες Βοιωτοὶ χρόνον μέν τινα διεκαρτέρουν εὐρώστως ἀγωνιζόμενοι· εὐλαβοῦντο γὰρ αὐτοί τε καὶ οἱ συγκινδυνεύοντες Εὐβοεῖς καὶ πάντες οἱ τῶν ᾿Αθηναίων ἀφεστηκότες, μήποτε ᾿Αθηναῖοι τὴν ἀρχὴν ἀνακτησάμενοι τιμωρίαν παρ' αὐτῶν λάβωσιν ὑπὲρ τῆς ἀποστάσεως· ἐπειδὴ δὲ τὰς πλείστας ναῦς ἑώρων τετρωμένας καὶ τὸ πλῆθος τῶν νικώντων ἐπ' αὐτοὺς ἐπιστραφέν, ἠναγκάσθησαν φυγεῖν. Τῶν μὲν οὖν Πελοποννησίων οἱ μὲν εἰς Χίον, οἱ δ' εἰς Κύμην διεσώθησαν.
100 Οἱ δ' ᾿Αθηναῖοι διώξαντες ἐφ' ἱκανὸν τοὺς ἡττημένους πάντα τὸν σύνεγγυς τόπον τῆς θαλάττης ἐπλήρωσαν νεκρῶν καὶ ναυαγίων. Μετὰ δὲ ταῦτα τῶν στρατηγῶν οἱ μὲν ᾤοντο δεῖν τοὺς τετελευτηκότας ἀναιρεῖσθαι διὰ τὸ χαλεπῶς διατίθεσθαι τοὺς ᾿Αθηναίους ἐπὶ τοῖς ἀτάφους περιορῶσι τοὺς τετελευτηκότας, οἱ δ' ἔφασαν δεῖν ἐπὶ τὴν Μιτυλήνην πλεῖν καὶ τὴν ταχίστην λῦσαι τὴν πολιορκίαν. [2] πεγενήθη δὲ καὶ χειμὼν μέγας, ὥστε σαλεύεσθαι τὰς τριήρεις, καὶ τοὺς στρατιώτας διά τε τὴν ἐκ τῆς μάχης κακοπάθειαν καὶ διὰ τὸ μέγεθος τῶν κυμάτων ἀντιλέγειν πρὸς τὴν ἀναίρεσιν τῶν νεκρῶν. [3] Τέλος δὲ τοῦ χειμῶνος ἐπιτείνοντος οὔτε ἐπὶ τὴν Μιτυλήνην ἔπλευσαν οὔτε τοὺς τετελευτηκότας ἀνείλαντο, βιασθέντες δὲ ὑπὸ τῶν πνευμάτων εἰς ᾿Αργινούσας κατέπλευσαν. πώλοντο δὲ ἐν τῇ ναυμαχίᾳ τῶν μὲν ᾿Αθηναίων ναῦς εἴκοσι πέντε καὶ τῶν ἐν αὐταῖς οἱ πλεῖστοι, τῶν δὲ Πελοποννησίων ἑπτὰ πρὸς ταῖς ἑβδομήκοντα· [4] διόπερ τοσούτων νεῶν καὶ τῶν ἐν αὐταῖς γεγενημένων ἀνδρῶν ἀπολωλότων ἐπλήσθη τῆς Κυμαίων καὶ Φωκαέων ἡ παραθαλάττιος χώρα νεκρῶν καὶ ναυαγίων. [5] δὲ τὴν Μιτυλήνην πολιορκῶν ᾿Ετεόνικος πυθόμενός τινος τὴν τῶν Πελοποννησίων ἧτταν, τὰς μὲν ναῦς εἰς Χίον ἔπεμψε, τὴν δὲ πεζὴν δύναμιν αὐτὸς ἔχων εἰς τὴν Πυρραίων πόλιν ἀπεχώρησεν,οὖσαν σύμμαχον· ἐδεδοίκει γάρ, μήποτε τῷ στόλῳ πλευσάντων τῶν ᾿Αθηναίων ἐπ' αὐτοὺς καὶ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων κινδυνεύσῃ τὴν δύναμιν ἀποβαλεῖν ἅπασαν. [6] Οἱ δὲ τῶν ᾿Αθηναίων στρατηγοὶ πλεύσαντες εἰς Μιτυλήνην καὶ τὸν Κόνωνα μετὰ τῶν τεσσαράκοντα νεῶν παραλαβόντες εἰς Σάμον κατέπλευσαν, κἀκεῖθεν ὁρμώμενοι τὴν τῶν πολεμίων χώραν ἐπόρθουν. [7] Μετὰ δὲ ταῦτα οἱ περὶ τὴν Αἰολίδα καὶ τὴν ᾿Ιωνίαν καὶ τὰς νήσους τὰς συμμαχούσας Λακεδαιμονίοις συνῆλθον εἰς ῎Εφεσον, καὶ βουλευομένοις αὐτοῖς ἔδοξεν ἀποστέλλειν εἰς Σπάρτην καὶ Λύσανδρον αἰτεῖσθαι ναύαρχον· οὗτος γὰρ ἔν τε τῷ τῆς ναυαρχίας χρόνῳ κατωρθωκὼς ἦν πολλὰ καὶ ἐδόκει διαφέρειν στρατηγίᾳ τῶν ἄλλων. [8] Οἱ δὲ Λακεδαιμόνιοι νόμον ἔχοντες δὶς τὸν αὐτὸν μὴ πέμπειν, καὶ τὸ πάτριον ἔθος μὴ θέλοντες καταλύειν, ῎Αρακον μὲν εἵλοντο ναύαρχον, τὸν δὲ Λύσανδρον ἰδιώτην αὐτῷ συνεξέπεμψαν, προστάξαντες ἀκούειν ἅπαντα τούτου. οὗτοι μὲν ἐκπεμφθέντες ἐπὶ τὴν ἡγεμονίαν ἔκ τε τῆς Πελοποννήσου καὶ παρὰ τῶν συμμάχων τριήρεις ἤθροιζον ὅσας ἠδύναντο πλείστας.
101 ᾿Αθηναῖοι δὲ πυθόμενοι τὴν ἐν ταῖς ᾿Αργινούσαις εὐημερίαν ἐπὶ μὲν τῇ νίκῃ τοὺς στρατηγοὺς ἐπῄνουν, ἐπὶ δὲ τῷ περιιδεῖν ἀτάφους τοὺς ὑπὲρ τῆς ἡγεμονίας τετελευτηκότας χαλεπῶς διετέθησαν. [2] Θηραμένους δὲ καὶ Θρασυβούλου προαπεληλυθότων εἰς ᾿Αθήνας, ὑπολαβόντες οἱ στρατηγοὶ τούτους εἶναι τοὺς διαβαλόντας πρὸς τὰ πλήθη περὶ τῶν τελευτησάντων, ἀπέστειλαν κατ' αὐτῶν ἐπιστολὰς πρὸς τὸν δῆμον, διασαφοῦντες ὅτι τούτοις ἐπέταξαν ἀνελέσθαι τοὺς τελευτήσαντας· ὅπερ μάλιστ' αὐτοῖς αἴτιον ἐγενήθη τῶν κακῶν. [3] Δυνάμενοι γὰρ ἔχειν συναγωνιστὰς εἰς τὴν κρίσιν τοὺς περὶ Θηραμένην, ἄνδρας καὶ λόγῳ δυνατοὺς καὶ φίλους πολλοὺς ἔχοντας, καὶ τὸ μέγιστον, συμπαραγεγονότας τοῖς εἰς τὴν ναυμαχίαν πράγμασιν, ἐκ τῶν ἐναντίων ἔσχον ἀντιδίκους καὶ πικροὺς κατηγόρους. [4] ναγνωσθεισῶν γὰρ ἐν τῷ δήμῳ τῶν ἐπιστολῶν εὐθὺς μὲν τοῖς περὶ Θηραμένην ὠργίζετο τὰ πλήθη, τούτων δὲ ἀπολογησαμένων συνέβη τὴν ὀργὴν πάλιν μεταπεσεῖν εἰς τοὺς στρατηγούς. [5] Διόπερ ὁ δῆμος προέθηκεν αὐτοῖς κρίσιν, καὶ Κόνωνα μὲν ἀπολύσας τῆς αἰτίας προσέταξε τούτῳ τὰς δυνάμεις παραδίδοσθαι, τοὺς δ' ἄλλους ἐψηφίσατο τὴν ταχίστην ἥκειν. ν ᾿Αριστογένης μὲν καὶ Πρωτόμαχος φοβηθέντες τὴν ὀργὴν τοῦ πλήθους ἔφυγον, Θράσυλλος δὲ καὶ Καλλιάδης, ἔτι δὲ Λυσίας καὶ Περικλῆς καὶ ᾿Αριστοκράτης μετὰ τῶν πλείστων νεῶν κατέπλευσαν εἰς τὰς ᾿Αθήνας, ἐλπίζοντες τοὺς ἐν ταῖς ναυσὶ πολλοὺς ὄντας βοηθοὺς ἕξειν ἐν τῇ κρίσει. [6] ς δ' εἰς τὴν ἐκκλησίαν τὰ πλήθη συνῆλθον, τῆς μὲν κατηγορίας καὶ τῶν πρὸς χάριν δημηγορούντων ἤκουον,τοὺς δ' ἀπολογουμένους συνθορυβοῦντες οὐκ ἠνείχοντο τῶν λόγων. Οὐκ ἐλάχιστα δ' αὐτοὺς ἔβλαψαν οἱ συγγενεῖς τῶν τετελευτηκότων, παρελθόντες μὲν εἰς τὴν ἐκκλησίαν ἐν πενθίμοις, δεόμενοι δὲ τοῦ δήμου τιμωρήσασθαι τοὺς περιεωρακότας ἀτάφους τοὺς ὑπὲρ τῆς πατρίδος προθύμως τετελευτηκότας. [7] Τέλος δ' οἵ τε τούτων φίλοι καὶ οἱ τοῖς περὶ Θηραμένην συναγωνιζόμενοι πολλοὶ καθεστῶτες ἐνίσχυσαν, καὶ συνέβη καταδικασθῆναι τοὺς στρατηγοὺς θανάτῳ καὶ δημεύσει τῶν οὐσιῶν.
102 Τούτων δὲ κυρωθέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν θάνατον ἄγεσθαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλθεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν. [2] Σιωπησάντων δὲ πάντων εἶπεν· ἄνδρες ᾿Αθηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωθέντα συνενέγκαι τῇ πόλει· τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ ᾿Απόλλωνι καὶ ταῖς σεμναῖς θεαῖς ἀπόδοτε· τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν. [3] μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶς ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαθοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα· τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καθ' αὑτὸν πάθους μηδ' ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀποδιδόναι τοῖς θεοῖς, ἐφαίνετ' ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου. [4] Τούτους μὲν οὖν οἱ ταχθέντες ὑπὸ τῶν νόμων ἕνδεκα ἄρχοντες ἀπέκτειναν, οὐχ οἷον ἠδικηκότας τι τὴν πόλιν, ἀλλὰ ναυμαχίαν μεγίστην τῶν ῞Ελλησι πρὸς ῞Ελληνας γεγενημένων νενικηκότας καὶ ἐν ἄλλαις μάχαις λαμπρῶς ἠγωνισμένους, καὶ διὰ τὰς ἰδίας ἀρετὰς τρόπαια κατὰ τῶν πολεμίων ἑστακότας. [5] Οὕτως δ' ὁ δῆμος τότε παρεφρόνησε, καὶ παροξυνθεὶς ἀδίκως ὑπὸ τῶν δημαγωγῶν τὴν ὀργὴν ἀπέσκηψεν εἰς ἄνδρας οὐ τιμωρίας, ἀλλὰ πολλῶν ἐπαίνων καὶ στεφάνων ἀξίους.
103 Ταχὺ δὲ καὶ τοῖς πείσασι καὶ τοῖς πεισθεῖσι μετεμέλησεν, οἱονεὶ νεμεσήσαντος τοῦ δαιμονίου· οἱ μὲν γὰρ ἐξαπατηθέντες ἐπίχειρα τῆς ἀγνοίας ἔλαβον μετ' οὐ πολὺν χρόνον καταπολεμηθέντες οὐχ ὑφ' ἑνὸς δεσπότου μόνον, ἀλλὰ τριάκοντα· [2] δ' ἐξαπατήσας καὶ τὴν γνώμην εἰπὼν Καλλίξενος εὐθὺ τοῦ πλήθους μεταμεληθέντος εἰς αἰτίαν ἦλθεν ὡς τὸν δῆμον ἐξηπατηκώς· οὐκ ἀξιωθεὶς δ' ἀπολογίας ἐδέθη, καὶ καταβληθεὶς εἰς τὴν δημοσίαν φυλακὴν ἔλαθε μετά τινων διορύξας τὸ δεσμωτήριον καὶ διαδρὰς πρὸς τοὺς πολεμίους εἰς Δεκέλειαν, ὅπως διαφυγὼν τὸν θάνατον μὴ μόνον ᾿Αθήνησιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ῞Ελλησι δακτυλοδεικτουμένην ἔχῃ τὴν πονηρίαν παρ' ὅλον τὸν βίον.
[3] Τὰ μὲν οὖν κατὰ τοῦτον τὸν ἐνιαυτὸν πραχθέντα σχεδὸν ταῦτ' ἐστίν. Τῶν δὲ συγγραφέων Φίλιστος τὴν πρώτην σύνταξιν τῶν Σικελικῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, εἰς τὴν ᾿Ακράγαντος ἅλωσιν, ἐν βύβλοις ἑπτὰ διελθὼν χρόνον ἐτῶν πλείω τῶν ὀκτακοσίων, τῆς δὲ δευτέρας συντάξεως τὴν μὲν ἀρχὴν ἀπὸ τῆς τῆς προτέρας τελευτῆς πεποίηται, γέγραφε δὲ βύβλους τέσσαρας. [4] Περὶ δὲ τὸν αὐτὸν χρόνον ἐτελεύτησε Σοφοκλῆς ὁ Σοφίλου, ποιητὴς τραγῳδιῶν, ἔτη βιώσας ἐνενήκοντα, νίκας δ' ἔχων ὀκτωκαίδεκα. Φασὶ δὲ τὸν ἄνδρα τοῦτον τὴν ἐσχάτην τραγῳδίαν εἰσαγαγόντα καὶ νικήσαντα χαρᾷ περιπεσεῖν ἀνυπερβλήτῳ, δι' ἣν καὶ τελευτῆσαι. [5] ᾿Απολλόδωρος δ' ὁ τὴν χρονικὴν σύνταξιν πραγματευσάμενός φησι καὶ τὸν Εὐριπίδην κατὰ τὸν αὐτὸν ἐνιαυτὸν τελευτῆσαι· τινὲς δὲ λέγουσι παρ' ᾿Αρχελάῳ τῷ βασιλεῖ Μακεδόνων κατὰ τὴν χώραν ἐξελθόντα κυσὶ περιπεσεῖν καὶ διασπασθῆναι μικρῷ πρόσθεν τούτων τῶν χρόνων.
104 Τοῦ δ' ἔτους τούτου διελθόντος ᾿Αθήνησι μὲν ἦρχεν ᾿Αλεξίας, ἐν δὲ τῇ ῾Ρώμῃ ἀντὶ τῶν ὑπάτων τρεῖς χιλίαρχοι κατεστάθησαν, Γάιος ᾿Ιούλιος, Πούπλιος Κορνήλιος, Γάιος Σερουίλιος. Τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων ᾿Αθηναῖοι μετὰ τὴν ἀναίρεσιν τῶν στρατηγῶν ἐπὶ τὴν ἡγεμονίαν ἔταξαν Φιλοκλέα, καὶ τὸ ναυτικὸν αὐτῷ παραδόντες ἐξέπεμψαν πρὸς Κόνωνα, προστάξαντες κοινῶς ἀφηγεῖσθαι τῶν δυνάμεων. [2] ς ἐπεὶ κατέπλευσε πρὸς Κόνωνα εἰς Σάμον, τὰς ναῦς ἁπάσας ἐπλήρωσεν, οὔσας τρεῖς πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. Τούτων εἴκοσι μὲν ἔδοξεν αὐτοῦ καταλιπεῖν, ταῖς δ' ἄλλαις ἁπάσαις ἀνήχθησαν εἰς ῾Ελλήσποντον, ἡγουμένου Κόνωνος καὶ Φιλοκλέους. [3] Λύσανδρος δ' ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐκ Πελοποννήσου παρὰ τῶν ἐγγὺς συμμάχων τριάκοντα πέντε ναῦς ἀθροίσας κατέπλευσεν εἰς ῎Εφεσον. μεταπεμψάμενος δὲ καὶ τὸν ἐκ Χίου στόλον .... ἐξήρτυεν· ἀνέβη δὲ καὶ πρὸς Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱόν, καὶ χρήματα πολλὰ παρέλαβε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς. [4] δὲ Κῦρος, μεταπεμπομένου τοῦ πατρὸς αὐτὸν εἰς Πέρσας, τῷ Λυσάνδρῳ τῶν ὑφ' αὑτὸν πόλεων τὴν ἐπιστασίαν παρέδωκε καὶ τοὺς φόρους τούτῳ τελεῖν συνέταξεν. δὲ Λύσανδρος πάντων τῶν εἰς πόλεμον εὐπορήσας εἰς ῎Εφεσον ἀνέστρεψεν. [5] Καθ' ὃν δὴ χρόνον ἐν τῇ Μιλήτῳ τινὲς ὀλιγαρχίας ὀρεγόμενοι κατέλυσαν τὸν δῆμον, συμπραξάντων αὐτοῖς Λακεδαιμονίων. Καὶ τὸ μὲν πρῶτον Διονυσίων ὄντων ἐν ταῖς οἰκίαις τοὺς μάλιστα ἀντιπράττοντας συνήρπασαν καὶ περὶ τεσσαράκοντα ὄντας ἀπέσφαξαν, μετὰ δέ, τῆς ἀγορᾶς πληθούσης,τριακοσίους ἐπιλέξαντες τοὺς εὐπορωτάτους ἀνεῖλον. [6] Οἱ δὲ χαριέστατοι τῶν τὰ τοῦ δήμου φρονούντων, ὄντες οὐκ ἐλάττους χιλίων, φοβηθέντες τὴν περίστασιν ἔφυγον πρὸς Φαρνάβαζον τὸν σατράπην· οὗτος δὲ φιλοφρόνως αὐτοὺς δεξάμενος, καὶ στατῆρα χρυσοῦν ἑκάστῳ δωρησάμενος, κατῴκισεν εἰς Βλαῦδα, φρούριόν τι τῆς Λυδίας. [7] Λύσανδρος δὲ μετὰ τῶν πλείστων νεῶν ἐπὶ ῎Ιασον τῆς Καρίας πλεύσας, κατὰ κράτος αὐτὴν εἷλεν ᾿Αθηναίοις συμμαχοῦσαν, καὶ τοὺς μὲν ἡβῶντας ὀκτακοσίους ὄντας ἀπέσφαξε, παῖδας δὲ καὶ γυναῖκας λαφυροπωλήσας κατέσκαψε τὴν πόλιν. [8] Μετὰ δὲ ταῦτ' ἐπὶ τὴν ᾿Αττικὴν καὶ πολλοὺς τόπους πλεύσας μέγα μὲν οὐδὲν οὐδ' ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ταῦτα μὲν οὐκ ἀναγράφειν ἐσπουδάσαμεν· τὸ δὲ τελευταῖον Λάμψακον ἑλὼν τὴν μὲν ᾿Αθηναίων φρουρὰν ἀφῆκεν ὑπόσπονδον, τὰς δὲ κτήσεις ἁρπάσας τοῖς Λαμψακηνοῖς ἀπέδωκε τὴν πόλιν.
105 Οἱ δὲ τῶν ᾿Αθηναίων στρατηγοὶ πυθόμενοι τοὺς Λακεδαιμονίους πάσῃ τῇ δυνάμει πολιορκεῖν Λάμψακον, συνήγαγόν τε πανταχόθεν τριήρεις καὶ κατὰ σπουδὴν ἀνήχθησαν ἐπ' αὐτοὺς ναυσὶν ἑκατὸν ὀγδοήκοντα. [2] Εὑρόντες δὲ τὴν πόλιν ἡλωκυῖαν, τότε μὲν ἐν Αἰγὸς ποταμοῖς καθώρμισαν τὰς ναῦς, μετὰ δὲ ταῦτ' ἐπιπλέοντες τοῖς πολεμίοις καθ' ἡμέραν εἰς ναυμαχίαν προεκαλοῦντο. Οὐκ ἀνταναγομένων δὲ τῶν Πελοποννησίων, οἱ μὲν ᾿Αθηναῖοι διηπόρουν ὅ,τι χρήσωνται τοῖς πράγμασιν, οὐ δυνάμενοι τὸν πλείω χρόνον ἐκεῖ διατρέφειν τὰς δυνάμεις. [3] ᾿Αλκιβιάδου δὲ πρὸς αὐτοὺς ἐλθόντος καὶ λέγοντος, ὅτι Μήδοκος καὶ Σεύθης οἱ τῶν Θρᾳκῶν βασιλεῖς εἰσιν αὐτῷ φίλοι, καὶ δύναμιν πολλὴν ὡμολόγησαν δώσειν, ἐὰν βούληται διαπολεμεῖν τοῖς Λακεδαιμονίοις· διόπερ αὐτοὺς ἠξίου μεταδοῦναι τῆς ἡγεμονίας, ἐπαγγελλόμενος αὐτοῖς δυεῖν θάτερον, ἢ ναυμαχεῖν τοὺς πολεμίους ἀναγκάσειν ἢ πεζῇ μετὰ Θρᾳκῶν πρὸς αὐτοὺς διαγωνιεῖσθαι. [4] Ταῦτα δὲ ὁ ᾿Αλκιβιάδης ἔπραττεν ἐπιθυμῶν δι' ἑαυτοῦ τῇ πατρίδι μέγα τι κατεργάσασθαι καὶ διὰ τῶν εὐεργεσιῶν τὸν δῆμον ἀποκαταστῆσαι εἰς τὴν ἀρχαίαν εὔνοιαν. Οἱ δὲ τῶν ᾿Αθηναίων στρατηγοί, νομίσαντες τῶν μὲν ἐλαττωμάτων ἑαυτοῖς τὴν μέμψιν ἀκολουθήσειν, τὰ δ' ἐπιτεύγματα προσάψειν ἅπαντας ᾿Αλκιβιάδῃ, ταχέως αὐτὸν ἐκέλευσαν ἀπιέναι καὶ μηκέτι προσεγγίζειν τῷ στρατοπέδῳ.
106 πεὶ δ' οἱ μὲν πολέμιοι ναυμαχεῖν οὐκ ἤθελον, τὸ δὲ στρατόπεδον σιτοδεία κατεῖχε, Φιλοκλῆς ἐκείνην τὴν ἡμέραν ἀφηγούμενος τοῖς μὲν ἄλλοις τριηράρχοις προσέταξε πληρώσαντας τὰς τριήρεις ἀκολουθεῖν, αὐτὸς δ' ἑτοίμας ἔχων ναῦς τριάκοντα τάχιον ἐξέπλευσεν. [2] δὲ Λύσανδρος παρά τινων αὐτομόλων ταῦτ' ἀκούσας, μετὰ πασῶν τῶν νεῶν ἀναχθεὶς καὶ τὸν Φιλοκλέα τρεψάμενος πρὸς τὰς ἄλλας ναῦς κατεδίωξεν. [3] Οὔπω δὲ τῶν τριήρων τοῖς ᾿Αθηναίοις πεπληρωμένων θόρυβος κατεῖχεν ἅπαντας διὰ τὴν ἀπροσδόκητον ἐπιφάνειαν τῶν πολεμίων. [4] ὁ δὲ Λύσανδρος συνιδὼν τὴν τῶν ἐναντίων ταραχήν, ᾿Ετεόνικον μὲν μετὰ τῶν εἰωθότων πεζῇ μάχεσθαι ταχέως ἀπεβίβασεν· ὁ δὲ ὀξέως τῇ τοῦ καιροῦ ῥοπῇ χρησάμενος μέρος κατελάβετο τῆς παρεμβολῆς· αὐτὸς δ' ὁ Λύσανδρος ἁπάσαις ταῖς τριήρεσιν ἐξηρτυμέναις ἐπιπλεύσας, καὶ σιδηρᾶς ἐπιβαλὼν χεῖρας, ἀπέσπα τὰς ὁρμούσας ἐπὶ τῇ γῇ ναῦς. [5] ᾿Αθηναῖοι δὲ τὸ παράδοξον ἐκπεπληγμένοι, καὶ μήτ' ἀναχθῆναι ταῖς ναυσὶν ἀναστροφὴν ἔχοντες μήτε πεζῇ διαγωνίζεσθαι δυνάμενοι, βραχὺν ἀντισχόντες χρόνον ἐτράπησαν, εὐθὺ δ' οἱ μὲν τὰς ναῦς, οἱ δὲ τὴν παρεμβολὴν ἐκλιπόντες ἔφυγον, ὅπου ποθ' ἕκαστος ἤλπιζε σωθήσεσθαι. [6] Τῶν μὲν οὖν τριήρων δέκα μόνον διεξέπεσον, ὧν μίαν ἔχων Κόνων ὁ στρατηγὸς τὴν μὲν εἰς ᾿Αθήνας ἐπάνοδον ἀπέγνω φοβηθεὶς τὴν ὀργὴν τοῦ δήμου, πρὸς Εὐαγόραν δὲ τὸν ἀφηγούμενον τῆς Κύπρου κατέφυγεν, ἔχων πρὸς αὐτὸν φιλίαν· τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι μὲν κατὰ γῆν φυγόντες εἰς Σηστὸν διεσώθησαν. [7] Λύσανδρος δὲ τὰς λοιπὰς ναῦς παραλαβὼν αἰχμαλώτους, καὶ ζωγρήσας Φιλοκλέα τὸν στρατηγόν, ἀπαγαγὼν εἰς Λάμψακον ἀπέσφαξεν. Μετὰ δὲ ταῦτ' εἰς Λακεδαίμονα τοὺς τὴν νίκην ἀπαγγελοῦντας ἀπέστειλεν ἐπὶ τῆς κρατίστης τριήρους, κοσμήσας τοῖς πολυτελεστάτοις τὴν ναῦν ὅπλοις καὶ λαφύροις. [8] πὶ δὲ τοὺς εἰς Σηστὸν καταφυγόντας ᾿Αθηναίους στρατεύσας τὴν μὲν πόλιν εἷλε, τοὺς δ' ᾿Αθηναίους ὑποσπόνδους ἀφῆκεν. Εὐθὺς δὲ τῇ δυνάμει πλεύσας ἐπὶ Σάμον αὐτὸς μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰς Σικελίαν τοῖς Συρακοσίοις τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰς Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια. [9] ντος δὲ τοῦ χρήματος ἐν σακίοις, καὶ ταῦτ' ἔχοντος ἑκάστου σκυτάλην ἔχουσαν τὴν ἐπιγραφὴν τὸ πλῆθος τοῦ χρήματος δηλοῦσαν, ταύτην ἀγνοήσας ὁ Γύλιππος τὰ μὲν σακία παρέλυσεν, ἐξελόμενος δὲ τάλαντα τριακόσια, καὶ διὰ τῆς ἐπιγραφῆς γνωσθεὶς ὑπὸ τῶν ἐφόρων, ἔφυγε καὶ κατεδικάσθη θανάτῳ. [10] Παραπλησίως δὲ καὶ τὸν πατέρα τοῦ Γυλίππου Κλέαρχον συνέβη φυγεῖν ἐν τοῖς ἔμπροσθεν χρόνοις, ὅτι δόξας παρὰ Περικλέους λαβεῖν χρήματα περὶ τοῦ τὴν εἰσβολὴν εἰς τὴν ᾿Αττικὴν μὴ ποιήσασθαι κατεδικάσθη θανάτῳ, καὶ φυγὼν ἐν Θουρίοις τῆς ᾿Ιταλίας διέτριβεν. Οὗτοι μὲν οὖν, ἄνδρες ἱκανοὶ τἄλλα δόξαντες εἶναι, ταῦτα πράξαντες τὸν ἄλλον βίον αὐτῶν κατῄσχυναν.
107 ᾿Αθηναῖοι δὲ τὴν τῶν δυνάμεων φθορὰν ἀκούσαντες τοῦ μὲν ἀντέχεσθαι τῆς θαλάττης ἀπέστησαν, περὶ δὲ τὴν τῶν τειχῶν κατασκευὴν ἐγίνοντο καὶ τοὺς λιμένας ἀπεχώννυον, ἐλπίζοντες, ὅπερ ἦν εἰκός, εἰς πολιορκίαν καταστήσεσθαι. [2] Εὐθὺ γὰρ οἱ μὲν τῶν Λακεδαιμονίων βασιλεῖς ῏Αγις καὶ Παυσανίας μετὰ πολλῆς δυνάμεως ἐμβαλόντες εἰς τὴν ᾿Αττικὴν πρὸς τοῖς τείχεσιν ἐστρατοπέδευον, Λύσανδρος δὲ πλέον ἢ διακοσίαις τριήρεσιν εἰς τὸν Πειραιέα κατέπλευσεν. Οἱ δ' ᾿Αθηναῖοι τηλικούτοις περιεχόμενοι κακοῖς ὅμως ἀντεῖχον, καὶ ῥᾳδίως τὴν πόλιν παρεφύλαττον ἐπί τινα χρόνον. [3] Τοῖς δὲ Πελοποννησίοις ἔδοξεν, ἐπείπερ δυσχερὴς ἦν ἡ πολιορκία, τὰς μὲν δυνάμεις ἀπαγαγεῖν ἐκ τῆς ᾿Αττικῆς, ταῖς δὲ ναυσὶ μακρὰν ἐφεδρεύειν, ὅπως αὐτοῖς μὴ παρακομισθῇ σῖτος. [4] Οὗ συντελεσθέντος, οἱ μὲν ᾿Αθηναῖοι εἰς δεινὴν σπάνιν ἐνέπεσον ἁπάντων μέν, μάλιστα δὲ τροφῆς διὰ τὸ ταύτην ἀεὶ κατὰ θάλατταν αὐτοῖς κομίζεσθαι. πιτείνοντος δὲ τοῦ δεινοῦ καθ' ἡμέραν, ἡ μὲν πόλις ἔγεμε νεκρῶν, οἱ δὲ λοιποὶ διαπρεσβευσάμενοι πρὸς Λακεδαιμονίους συνέθεντο τὴν εἰρήνην, ὥστε τὰ μακρὰ σκέλη καὶ τὰ τείχη τοῦ Πειραιέως περιελεῖν, καὶ μακρὰς ναῦς μὴ πλεῖον ἔχειν δέκα, τῶν δὲ πόλεων πασῶν ἐκχωρῆσαι καὶ Λακεδαιμονίοις ἡγεμόσι χρῆσθαι. [5] μὲν οὖν Πελοποννησιακὸς πόλεμος, μακρότατος γενόμενος ὧν ἴσμεν, τοιοῦτον ἔσχε τὸ τέλος, ἔτη διαμείνας ἑπτὰ πρὸς τοῖς εἴκοσι.
108 Μικρὸν δὲ τῆς εἰρήνης ὕστερον ἐτελεύτησε Δαρεῖος ὁ τῆς ᾿Ασίας βασιλεύς, ἄρξας ἔτη ἐννεακαίδεκα, τὴν δ' ἡγεμονίαν διεδέξατο τῶν υἱῶν ὁ πρεσβύτατος ᾿Αρταξέρξης καὶ ἦρξεν ἔτη τρία πρὸς τοῖς τεσσαράκοντα. καθ' ὃν δὴ χρόνον καὶ ᾿Αντίμαχον τὸν ποιητὴν ᾿Απολλόδωρος ὁ ᾿Αθηναῖός φησιν ἠνθηκέναι.
[2] Κατὰ δὲ τὴν Σικελίαν ᾿Ιμίλκων ὁ τῶν Καρχηδονίων ἀφηγούμενος ἀρχομένου τοῦ θέρους τὴν μὲν τῶν ᾿Ακραγαντίνων πόλιν κατέσκαψε, τῶν δ' ἱερῶν, ὅσα μηδ' ἱκανῶς ὑπὸ τοῦ πυρὸς ἐδόκει διεφθάρθαι, τὰς γλυφὰς καὶ τὰ περιττοτέρως εἰργασμένα περιέκοψεν· αὐτόθε δ' ἀναλαβὼν ἅπασαν τὴν δύναμιν ἐνέβαλεν εἰς τὴν τῶν Γελῴων χώραν. [3] πελθὼν δὲ ταύτην πᾶσαν καὶ τὴν Καμαριναίαν, πλῆρες ἐποίησε τὸ στράτευμα παντοίας ὠφελείας. Μετὰ δὲ ταῦτα ἐπὶ Γέλαν πορευθεὶς παρὰ τὸν ὁμώνυμον ποταμὸν τῇ πόλει κατεστρατοπέδευσεν. [4] χόντων δὲ τῶν Γελῴων ἐκτὸς τῆς πόλεως ᾿Απόλλωνος ἀνδριάντα χαλκοῦν σφόδρα μέγαν, συλήσαντες αὐτὸν ἀπέστειλαν εἰς τὴν Τύρον. Τοῦτον μὲν οἱ Γελῷοι κατὰ τὸν τοῦ θεοῦ χρησμὸν ἀνέθηκαν, οἱ δὲ Τύριοι καθ' ὃν καιρὸν ὕστερον ὑπ' ᾿Αλεξάνδρου τοῦ Μακεδόνος ἐπολιορκοῦντο, καθύβριζον ὡς συναγωνιζόμενον τοῖς πολεμίοις· ᾿Αλεξάνδρου δ' ἑλόντος τὴν πόλιν,ὡς Τίμαιός φησι, κατὰ τὴν ὁμώνυμον ἡμέραν καὶ τὴν αὐτὴν ὥραν ἐν ᾗ Καρχηδόνιοι τὸν ᾿Απόλλωνα περὶ Γέλαν ἐσύλησαν, συνέβη τιμηθῆναι θυσίαις καὶ προσόδοις ταῖς μεγίσταις ὑπὸ τῶν ῾Ελλήνων, ὡς αἴτιον γεγενημένον τῆς ἁλώσεως. [5] Ταῦτα μὲν οὖν, καίπερ ἐν ἄλλοις πραχθέντα χρόνοις, οὐκ ἀνεπιτήδειον ἡγησάμεθα παρ' ἄλληλα θεῖναι διὰ τὸ παράδοξον. Οἱ δ' οὖν Καρχηδόνιοι δενδροτομοῦντες τὴν χώραν τάφρον περιεβάλοντο τῇ στρατοπεδείᾳ· προσεδέχοντο γὰρ τὸν Διονύσιον ἥξειν μετὰ δυνάμεως πολλῆς βοηθήσοντα τοῖς κινδυνεύουσιν. [6] Οἱ δὲ Γελῷοι τὸ μὲν πρῶτον ἐψηφίσαντο τέκνα καὶ γυναῖκας εἰς Συρακούσας ὑπεκθέσθαι διὰ τὸ μέγεθος τοῦ προσδοκωμένου κινδύνου· τῶν δὲ γυναικῶν ἐπὶ τοὺς κατὰ τὴν ἀγορὰν βωμοὺς καταφυγουσῶν καὶ δεομένων τῆς αὐτῆς τοῖς ἀνδράσι τύχης κοινωνῆσαι, συνεχώρησαν. [7] Μετὰ δὲ ταῦτα τάξεις ποιησάμενοι πλείστας, κατὰ μέρος τοὺς στρατιώτας ἀπέστελλον ἐπὶ τὴν χώραν· οὗτοι δ' ἐμπειρίαν ἔχοντες ἐπετίθεντο τοῖς πλανωμένοις τῶν πολεμίων, καὶ πολλοὺς μὲν αὐτῶν καθ' ἡμέραν ἀνῆγον ζῶντας, οὐκ ὀλίγους δὲ ἀνῄρουν. [8] Τῶν δὲ Καρχηδονίων ἀπὸ μέρους προσβαλλόντων τῇ πόλει καὶ τοῖς κριοῖς καταβαλλόντων τὰ τείχη γενναίως ἠμύνοντο· τά τε γὰρ ἐφ' ἡμέρας πίπτοντα τῶν τειχῶν νυκτὸς ἀνῳκοδόμουν, συνυπηρετουσῶν τῶν γυναικῶν καὶ παίδων· οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διετέλουν μαχόμενοι, τὸ δ' ἄλλο πλῆθος τοῖς ἔργοις καὶ ταῖς ἄλλαις παρασκευαῖς προσήδρευε μετὰ πάσης προθυμίας· [9] τὸ δὲ σύνολον οὕτως ἐδέξαντο τὴν ἔφοδον τῶν Καρχηδονίων εὐρώστως, ὥστε καὶ πόλιν ἀνώχυρον ἔχοντες καὶ συμμάχων ὄντες ἔρημοι, πρὸς δὲ τούτοις τὰ τείχη θεωροῦντες πίπτοντα κατὰ πλείονας τόπους, οὐ κατεπλάγησαν τὸν περιεστῶτα κίνδυνον.
109 Διονύσιος δ' ὁ τῶν Συρακοσίων τύραννος μεταπεμψάμενος παρὰ τῶν ἐξ ᾿Ιταλίας ῾Ελλήνων βοήθειαν ἐξῆγε καὶ παρὰ τῶν ἄλλων συμμάχων δύναμιν· ἐπέλεξε δὲ καὶ τῶν Συρακοσίων τοὺς πλείστους τῶν ἐν ἡλικίᾳ καὶ τοὺς μισθοφόρους κατέλεξεν εἰς τὸ στρατόπεδον. [2] Εἶχε δὲ τοὺς ἅπαντας, ὡς μέν τινες, πεντακισμυρίους, ὡς δὲ Τίμαιος ἀνέγραψε, πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δὲ καταφράκτους πεντήκοντα. Μετὰ δὲ τοσαύτης δυνάμεως ἐξορμήσας ἐπὶ τὴν βοήθειαν τοῖς Γελῴοις, ὡς ἤγγισε τῆς πόλεως, κατεστρατοπέδευσε παρὰ τὴν θάλατταν. [3] σπευδε γὰρ μὴ διασπᾶν τὴν στρατιάν, ἀλλ' ἐκ τοῦ αὐτοῦ τόπου τὴν ὁρμὴν ποιούμενος κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἀγωνίζεσθαι· τοῖς μὲν γὰρ ψιλοῖς ἠγωνίζετο καὶ τὴν χώραν οὐκ εἴα προνομεύεσθαι, τοῖς δ' ἱππεῦσι καὶ ταῖς ναυσὶν ἐπειρᾶτο τὰς ἀγορὰς ἀφαιρεῖσθαι τὰς κομιζομένας τοῖς Καρχηδονίοις ἐκ τῆς ἰδίας ἐπικρατείας. [4] φ' ἡμέρας μὲν οὖν εἴκοσι διέτριβον οὐδὲν ἄξιον λόγου πράττοντες· μετὰ δὲ ταῦτα Διονύσιος τοὺς πεζοὺς εἰς τρία μέρη διεῖλεν, ἓν μὲν τάγμα ποιήσας τῶν Σικελιωτῶν, οἷς προσέταξεν ἐν ἀριστερᾷ τὴν πόλιν ἔχοντας ἐπὶ τὸν χάρακα τῶν ἐναντίων πορεύεσθαι· τὸ δ' ἕτερον τάγμα συμμάχων καταστήσας ἐκέλευσεν ἐν δεξιᾷ τὴν πόλιν ἔχοντας ἐπείγεσθαι παρ' αὐτὸν τὸν αἰγιαλόν· αὐτὸς δ' ἔχων τὸ τῶν μισθοφόρων σύνταγμα διὰ τῆς πόλεως ὥρμησεν ἐπὶ τὸν τόπον, οὗ τὰ μηχανήματα τῶν Καρχηδονίων ἦν. [5] Καὶ τοῖς μὲν ἱππεῦσι παρήγγειλεν, ἐπειδὰν ἴδωσι τοὺς πεζοὺς ὡρμημένους, διαβῆναι τὸν ποταμὸν καὶ τὸ πεδίον καθιππάζεσθαι, κἂν μὲν ὁρῶσι τοὺς ἰδίους προτεροῦντας, συνεπιλαμβάνεσθαι τῆς μάχης, ἂν δ' ἐλαττωμένους, δέχεσθαι τοὺς θλιβομένους· τοῖς δ' ἐν ταῖς ναυσὶ παρήγγειλε πρὸς τὴν τῶν ᾿Ιταλιωτῶν ἔφοδον τῇ παρεμβολῇ τῶν πολεμίων ἐπιπλεῦσαι.
110 Εὐκαίρως δ' αὐτῶν ποιησάντων τὸ παραγγελθέν, οἱ μὲν Καρχηδόνιοι πρὸς ἐκεῖνο τὸ μέρος παρεβοήθουν, ἀνείργοντες τοὺς ἐκ τῶν νεῶν ἀποβαίνοντας· καὶ γὰρ οὐδ' ὠχυρωμένον τὸ μέρος εἶχον, ἅπαν τὸ παρὰ τὸν αἰγιαλὸν· [2] οἱ δ' ᾿Ιταλιῶται κατὰ τοῦτον τὸν καιρὸν παρὰ τὴν θάλατταν τὸ πᾶν διανύσαντες ἐπέθεντο τῇ παρεμβολῇ τῶν Καρχηδονίων, τοὺς πλείστους εὑρόντες παραβεβοηθηκότας ἐπὶ τὰς ναῦς· τοὺς δ' ἐπὶ τούτου τοῦ μέρους ὑπολελειμμένους τρεψάμενοι παρεισέπεσον εἰς τὴν στρατοπεδείαν. [3] Οὗ γενηθέντος οἱ Καρχηδόνιοι τῷ πλείστῳ μέρει τῆς δυνάμεως ἐπιστρέψαντες καὶ πολὺν διαγωνισάμενοι χρόνον μόγις ἐξέωσαν τοὺς ἐντὸς τῆς τάφρου βιασαμένους. Οἱ δὲ ᾿Ιταλιῶται τῷ πλήθει τῶν βαρβάρων καταπονούμενοι κατὰ τὴν ἀναχώρησιν εἰς τὸ τοῦ χάρακος ἀπωξυμμένον ἐνέπιπτον, οὐκ ἔχοντες βοήθειαν· [4] οἵ τε γὰρ Σικελιῶται διὰ τοῦ πεδίου πορευόμενοι καθυστέρουν τῶν καιρῶν, οἵ τε μετὰ Διονυσίου μισθοφόροι μόγις διεπορεύοντο τὰς κατὰ τὴν πόλιν ὁδούς, οὐ δυνάμενοι κατὰ τὴν ἰδίαν προαίρεσιν ἐπισπεῦσαι. Οἱ δὲ Γελῷοι μέχρι τινὸς ἐπεξιόντες ἐπεβοήθουν κατὰ βραχὺν τόπον τοῖς ᾿Ιταλιώταις, εὐλαβούμενοι λιπεῖν τὴν τῶν τειχῶν φυλακήν· διόπερ ὑστέρουν τῆς βοηθείας. [5] Οἱ δὲ ῎Ιβηρες καὶ Καμπανοὶ μετὰ τῶν Καρχηδονίων στρατευόμενοι, καὶ βαρεῖς ἐπικείμενοι τοῖς ἀπὸ τῆς ᾿Ιταλίας ῞Ελλησι, κατέβαλον αὐτῶν πλείους τῶν χιλίων. Τῶν δ' ἐν ταῖς ναυσὶν ἀνειργόντων τοξεύμασι τοὺς διώκοντας, οἱ λοιποὶ μετ' ἀσφαλείας διεσώθησαν πρὸς τὴν πόλιν. [6] κ δὲ θατέρου μέρους οἱ Σικελιῶται πρὸς τοὺς ἀπαντήσαντας Λίβυας διαγωνισάμενοι συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δ' ἄλλους εἰς τὴν στρατοπεδείαν συνεδίωξαν· τῶν δὲ ᾿Ιβήρων καὶ Καμπανῶν, ἔτι δὲ Καρχηδονίων, παραβοηθησάντων τοῖς Λίβυσι, περὶ ἑξακοσίους ἀποβαλόντες πρὸς τὴν πόλιν ἀπεχώρησαν. [7] Οἱ δ' ἱππεῖς ὡς εἶδον τοὺς ἰδίους ἡττημένους, καὶ αὐτοὶ πρὸς τὴν πόλιν ἀπῆλθον, ἐπικειμένων αὐτοῖς τῶν πολεμίων. Διονύσιος δὲ μόγις διελθὼν τὴν πόλιν, ὡς κατέλαβε τὸ στρατόπεδον ἠλαττωμένον, τότε μὲν ἐντὸς τῶν τειχῶν ἀνεχώρησεν.
111 Μετὰ δὲ ταῦτα τῶν φίλων συναγαγὼν συνέδριον ἐβουλεύετο περὶ τοῦ πολέμου. Πάντων δὲ λεγόντων ἀνεπιτήδειον εἶναι τὸν τόπον περὶ τῶν ὅλων διακρίνεσθαι τοῖς πολεμίοις, πρὸς τὴν ἑσπέραν ἀπέστειλε κήρυκα περὶ τῆς εἰς αὔριον ἀναιρέσεως τῶν νεκρῶν, καὶ τὸν μὲν ἐκ τῆς πόλεως ὄχλον περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐξαπέστειλεν, αὐτὸς δὲ περὶ μέσας νύκτας ἀφώρμησε, καταλιπὼν τῶν ψιλῶν περὶ δισχιλίους. [2] Τούτοις δ' ἦν παρηγγελμένον πυρὰ καίειν δι' ὅλης τῆς νυκτὸς καὶ θορυβοποιεῖν πρὸς τὸ δόξαν ἐμποιῆσαι τοῖς Καρχηδονίοις ὡς μένοντος ἐν τῇ πόλει. Οὗτοι μὲν οὖν ἤδη τῆς ἡμέρας ὑποφωσκούσης ἀφώρμησαν πρὸς τοὺς περὶ τὸν Διονύσιον, οἱ δὲ Καρχηδόνιοι διαισθόμενοι τὸ γεγονὸς μετεστρατοπέδευσαν εἰς τὴν πόλιν καὶ τὰ περιλειφθέντα κατὰ τὰς οἰκίας διήρπασαν. [3] Διονύσιος δὲ παραγενόμενος εἰς τὴν Καμάριναν, ἠνάγκασε καὶ τοὺς ἐκεῖ μετὰ τέκνων καὶ γυναικῶν εἰς Συρακούσας ἀπιέναι. τοῦ φόβου δ' οὐδεμίαν ἀναβολὴν διδόντος τινὲς μὲν ἀργύριον καὶ χρυσίον καὶ τὰ ῥᾳδίως φέρεσθαι δυνάμενα συνεσκευάζοντο, τινὲς δὲ γονεῖς καὶ τέκνα τὰ νήπια λαβόντες ἔφευγον, οὐδεμίαν ἐπιστροφὴν χρημάτων ποιούμενοι· ἔνιοι δὲ γεγηρακότες ἢ νόσῳ βαρυνόμενοι δι' ἐρημίαν συγγενῶν ἢ φίλων ὑπελείποντο, προσδοκωμένων ὅσον οὔπω παρέσεσθαι τῶν Καρχηδονίων· [4] ἡ γὰρ περὶ Σελινοῦντα καὶ ῾Ιμέραν, ἔτι δὲ ᾿Ακράγαντα, γενομένη συμφορὰ τοὺς ἀνθρώπους ἐξέπληττε, πάντων καθάπερ ὑπὸ τὴν ὅρασιν λαμβανόντων τὴν τῶν Καρχηδονίων δεινότητα. Οὐδεμία γὰρ ἦν παρ' αὐτοῖς φειδὼ τῶν ἁλισκομένων, ἀλλ' ἀσυμπαθῶς τῶν ἠτυχηκότων οὓς μὲν ἀνεσταύρουν, οἷς δ' ἀφορήτους ἐπῆγον ὕβρεις. [5] Οὐ μὴν ἀλλὰ δυεῖν πόλεων ἐξοριζομένων ἔγεμεν ἡ χώρα γυναικῶν καὶ παίδων καὶ τῶν ἄλλων ὄχλων· ἃ θεωροῦντες οἱ στρατιῶται δι' ὀργῆς μὲν εἶχον τὸν Διονύσιον, ἠλέουν δὲ τὰς τῶν ἀκληρούντων τύχας· [6] ἑώρων γὰρ παῖδας ἐλευθέρους καὶ παρθένους ἐπιγάμους ἀναξίως τῆς ἡλικίας ὡς ἔτυχε κατὰ τὴν ὁδὸν ὡρμημένας, ἐπειδὴ τὴν σεμνότητα καὶ τὴν πρὸς τοὺς ἀλλοτρίους ἐντροπὴν ὁ καιρὸς ἀφῃρεῖτο. Παραπλησίως δὲ καὶ τοῖς πρεσβυτέροις συνήλγουν, βλέποντες παρὰ φύσιν ἀναγκαζομένους ἅμα τοῖς ἀκμάζουσιν ἐπισπεύδειν.
112 φ' οἷς ἐξεκάετο τὸ κατὰ τοῦ Διονυσίου μῖσος· καὶ γὰρ ὑπελάμβανον αὐτὸν ἐκ συνθέσεως τοῦτο πεποιηκέναι πρὸς τὸ τῷ Καρχηδονίων φόβῳ τῶν ἄλλων πόλεων ἀσφαλῶς δυναστεύειν. [2] νελογίζοντο γὰρ τὴν βραδυτῆτα τῆς βοηθείας, τὸ μηδένα πεπτωκέναι τῶν μισθοφόρων, τὸ μηδενὸς ἁδροῦ πταίσματος γεγενημένου φυγεῖν ἀλόγως, τὸ δὲ μέγιστον, τὸ μηδένα τῶν πολεμίων ἐπηκολουθηκέναι· ὥστε τοῖς πρότερον ἐπιθυμοῦσι καιρὸν λαβεῖν τῆς ἀποστάσεως καθάπερ θεῶν προνοίᾳ πάντα ὑπουργεῖν πρὸς τὴν κατάλυσιν τῆς δυναστείας. [3] Οἱ μὲν οὖν ᾿Ιταλιῶται καταλιπόντες αὐτὸν ἐπ' οἴκου διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιήσαντο, οἱ δὲ τῶν Συρακοσίων ἱππεῖς τὸ μὲν πρῶτον ἐπετήρουν, εἰ δύναιντο κατὰ τὴν ὁδὸν ἀνελεῖν τὸν τύραννον· ὡς δὲ ἑώρων οὐκ ἀπολείποντας αὐτὸν τοὺς μισθοφόρους, ὁμοθυμαδὸν ἀφίππευσαν εἰς τὰς Συρακούσας. [4] Καταλαβόντες δὲ τοὺς ἐν τοῖς νεωρίοις ἀγνοοῦντας τὰ περὶ τὴν Γέλαν, εἰσῆλθον οὐδενὸς κωλύσαντος, καὶ τὴν μὲν οἰκίαν τοῦ Διονυσίου διήρπασαν γέμουσαν ἀργύρου τε καὶ χρυσοῦ καὶ τῆς ἄλλης πολυτελείας ἁπάσης, τὴν δὲ γυναῖκα συλλαβόντες οὕτω διέθεσαν κακῶς, ὥστε καὶ τὸν τύραννον βαρέως ἐνέχειν τὴν ὀργήν, νομίζοντες τὴν ταύτης τιμωρίαν μεγίστην εἶναι πίστιν τῆς πρὸς ἀλλήλους κοινωνίας κατὰ τὴν ἐπίθεσιν. [5] δὲ Διονύσιος κατὰ τὴν ὁδοιπορίαν τὸ γεγονὸς καταστοχαζόμενος, ἐπέλεξε τῶν ἱππέων καὶ τῶν πεζῶν τοὺς πιστοτάτους, μεθ' ὧν ἠπείγετο πρὸς τὴν πόλιν σπουδῆς οὐδὲν ἐλλείπων· ἐλογίζετο γὰρ οὐκ ἂν ἄλλως δυνατὸν ἐπικρατῆσαι τῶν ἱππέων, εἰ μὴ σπεύδοι· ὅπερ ἐποίησεν. Εἰ γὰρ παραδοξότερον ἐκείνων ποιήσαιτο τὴν ἄφιξιν, ἤλπιζε ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς· ὅπερ καὶ συνέπεσεν. [6] Οἱ γὰρ ἱππεῖς οὔτ' ἂν ἔτ' ἀπελθεῖν οὔτε μεῖναι κατὰ τὸ στρατόπεδον τὸν Διονύσιον ὑπελάμβανον· διόπερ κεκρατηκέναι τῆς ἐπιβολῆς νομίσαντες, ἔφασαν αὐτὸν ἐκ μὲν Γέλας προσποιηθῆναι τοὺς Φοίνικας ἀποδιδράσκειν, νυνὶ δὲ ὡς ἀληθῶς ἀποδεδρακέναι τοὺς Συρακοσίους.
113 Διονύσιος δὲ διανύσας σταδίους περὶ τετρακοσίους παρῆν περὶ μέσας νύκτας πρὸς τὴν πύλην τῆς ᾿Αχραδινῆς μεθ' ἱππέων ἑκατὸν καὶ πεζῶν ἑξακοσίων· ἣν καταλαβὼν κεκλεισμένην, προσέθηκεν αὐτῇ τὸν κατακεκομισμένον ἐκ τῶν ἑλῶν κάλαμον, ᾧ χρῆσθαι νομίζουσιν οἱ Συρακόσιοι πρὸς τὴν τῆς κονίας σύνδεσιν. ἐν ὅσῳ δὲ συνέβαινε τὰς πύλας κατακαίεσθαι, προσανελάμβανε τοὺς ἀφυστεροῦντας. [2] πειδὴ δὲ τὸ πῦρ κατέφθειρε τὰς πύλας, οὗτος μὲν μετὰ τῶν ἠκολουθηκότων εἰσήλαυνε διὰ τῆς ᾿Αχραδινῆς, τῶν δ' ἱππέων οἱ δυνατώτατοι τὸ γεγονὸς ἀκούσαντες, τὸ μὲν πλῆθος οὐκ ἀνέμενον, εὐθὺς δ' ἐξεβοήθουν ὄντες ὀλίγοι παντελῶς - ἦσαν δὲ περὶ τὴν ἀγοράν - καὶ κυκλωθέντες ὑπὸ τῶν μισθοφόρων ἅπαντες κατηκοντίσθησαν. [3] δὲ Διονύσιος ἐπελθὼν τὴν πόλιν τούς τε σποράδην ἐκβοηθοῦντας ἀνεῖλε, καὶ τῶν ἀλλοτρίως διακειμένων ἐπῄει τὰς οἰκίας, ὧν τοὺς μὲν ἀπέκτεινε, τοὺς δ' ἐκ τῆς πόλεως ἐξέβαλε. Τὸ δὲ λοιπὸν πλῆθος τῶν ἱππέων ἐκπεσὸν ἐκ τῆς πόλεως κατελάβετο τὴν νῦν καλουμένην Αἴτνην. [4] μα δ' ἡμέρᾳ τὸ μὲν πλῆθος τῶν μισθοφόρων καὶ τὸ στράτευμα τῶν Σικελιωτῶν κατήντησεν εἰς τὰς Συρακούσας, Γελῷοι δὲ καὶ Καμαριναῖοι τῷ Διονυσίῳ διαφόρως ἔχοντες εἰς Λεοντίνους ἀπηλλάγησαν.
114 ... Διόπερ ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενος ᾿Ιμίλκας ἔπεμψεν εἰς Συρακούσας κήρυκα, παρακαλῶν τοὺς ἡττημένους διαλύσασθαι. σμένως δ' ὑπακούσαντος τοῦ Διονυσίου τὴν εἰρήνην ἐπὶ τοῖσδε ἔθεντο· Καρχηδονίων εἶναι μετὰ τῶν ἐξ ἀρχῆς ἀποίκων ᾿Ελύμους καὶ Σικανούς· Σελινουντίους δὲ καὶ ᾿Ακραγαντίνους, ἔτι δ' ῾Ιμεραίους, πρὸς δὲ τούτοις Γελῴους καὶ Καμαριναίους οἰκεῖν μὲν ἐν ἀτειχίστοις ταῖς πόλεσι, φόρον δὲ τελεῖν τοῖς Καρχηδονίοις· Λεοντίνους δὲ καὶ Μεσσηνίους καὶ Σικελοὺς ἅπαντας αὐτονόμους εἶναι, καὶ Συρακοσίους μὲν ὑπὸ Διονύσιον τετάχθαι, τὰ δὲ αἰχμάλωτα καὶ τὰς ναῦς ἀποδοῦναι τοὺς ἔχοντας τοῖς ἀποβαλοῦσι. [2] Τῶν συνθηκῶν δὲ γενομένων Καρχηδόνιοι μὲν εἰς Λιβύην ἐξέπλευσαν, πλεῖον ἢ τὸ ἥμισυ μέρος τῶν στρατιωτῶν ἀποβαλόντες ὑπὸ τῆς νόσου· οὐδὲν δ' ἧττον καὶ κατὰ Λιβύην διαμείναντος τοῦ λοιμοῦ, παμπληθεῖς αὐτῶν τε τῶν Καρχηδονίων, ἔτι δὲ τῶν συμμάχων διεφθάρησαν.
[3] μεῖς δὲ παραγενηθέντες ἐπὶ τὴν κατάλυσιν τῶν πολέμων, κατὰ μὲν τὴν ῾Ελλάδα τοῦ Πελοποννησιακοῦ, κατὰ δὲ τὴν Σικελίαν τοῦ Καρχηδονίοις πρὸς Διονύσιον πρώτου συστάντος, ἡγούμεθα δεῖν ἐπιτετελεσμένης τῆς προθέσεως τὰς ἑξῆς πράξεις εἰς τὴν ἐχομένην βίβλον καταχωρίσαι.