
notice - Dissertation sur les jeux Olympiques Olympiques Pythiques Néméennes Isthmiques
PINDARE
PINDARE
OLYMPIQUES
texte français seul
texte bilingue
I
ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙΩI ΚΕΛΗΤΙ
Ἄριστον μὲν ὕδωρ, ὁ δὲ
χρυσὸς αἰθόμενον πῦρ
ἅτε διαπρέπει
νυκτὶ μεγάνορος ἔξοχα πλούτου·
εἰ δ' ἄεθλα γαρύεν
ἔλδεαι, φίλον ἦτορ, 5
μηκέθ' ἁλίου σκόπει
ἄλλο θαλπνότερον ἐν ἁμέ-
ρᾳ φαεννὸν ἄστρον ἐρή-
μας δι' αἰθέρος,
Μηδ' ᾿Ολυμπίας ἀγῶνα
φέρτερον αὐδάσομεν·
ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται
σοφῶν μητίεσσι, κελαδεῖν 10
Κρόνου παῖδ' ἐς ἀφνεὰν ἱκομένους
μάκαιραν ῾Ιέρωνος ἑστίαν,
θεμιστεῖον ὃς ἀμφέπει
σκᾶπτον ἐν πολυμάλῳ
Σικελίᾳ, δρέπων
μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
ἀγλαΐζεται δὲ καὶ 15
μουσικᾶς ἐν ἀώτῳ,
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν.
Ἀλλὰ Δωρίαν ἀπὸ
φόρ-
μιγγα πασσάλου
λάμβαν', εἴ τί τοι Πίσας τε
καὶ Φερενίκου χάρις
νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
20
ὅτε παρ' ᾿Αλφεῷ σύτο, δέμας
ἀκέντητον ἐν δρόμοισι παρέχων,
κράτει δὲ προσέμιξε δεσπόταν,
Συρακόσιον ἱπποχά-
ρμαν βασιλῆα. Λάμπει δέ οἱ κλέος
ἐν εὐάνορι Λυ-
δοῦ Πέλοπος ἀποικίᾳ· 25
τοῦ μεγασθενὴς ἐ-
ράσσατο γαιάοχος
Ποσειδᾶν, ἐπεί νιν καθαροῦ
λέβη
-τος ἔξελε Κλωθὼ
ἐλέφαντι φαίδιμον ὦ-
μον κεκαδμένον.
Ἦ
θαυματὰ πολλά, καί
πού τι καὶ βροτῶν
φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον·
δεδαιδαλμένοι ψεύδεσι ποικίλοις
ἐξαπατῶντι μῦθοι 30
Χάρις δ', ἅπερ ἅπαντα τεύ-
χει τὰ μείλιχα θνατοῖς,
ἐπιφέροισα τι-
μὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν
ἔμμεναι τὸ πολλάκις·
ἁμέραι δ' ἐπίλοιποι
μάρτυρες σοφώτατοι. 35
Ἔστι δ' ἀνδρὶ φάμεν ἐοικὸς
ἀμφὶ δαιμόνων καλά· μεί-
ων γὰρ αἰτία.
Υἱὲ Ταντάλου, σὲ δ',
ἀντί-
α προτέρων, φθέγξομαι,
ὁπότ' ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
ἐς ἔρανον φίλαν τε Σίπυλον,
ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, 40
τότ' ᾿Αγλαοτρίαιναν ἁρπάσαι
δαμέντα φρένας ἱμέρῳ
χρυσέαισί τ' ἀν' ἵπποις
ὕπατον εὐρυτί-
μου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
ἔνθα δευτέρῳ χρόνῳ
ἦλθε καὶ Γανυμήδης 45
Ζηνὶ τωὔτ' ἐπὶ χρέος.
Ὡς δ' ἄφαντος ἔπελες, οὐδὲ
ματρὶ πολλὰ μαιόμενοι
φῶτες ἄγαγον,
ἔννεπε κρυφᾶ τις αὐτί-
κα φθονερῶν γειτόνων,
ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
μαχαίρᾳ τάμον κάτα μέλη, 50
τραπέζαισί τ', ἀμφὶ δεύτατα, κρεῶν
σέθεν διεδάσαντο καὶ φάγον.
Ἔμοὶ δ' ἄπορα
γαστρίμα-
ργον μακάρων τιν' εἰπεῖν· ἀφίσταμαι.
Ἀκέρδεια
λέλογχ-
εν θαμινὰ κακαγόρους.
Εἰ δὲ δή τιν' ἄνδρα
θνατὸν ᾿Ολύμπου σκοποὶ 55
ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλ-
λὰ γὰρ καταπέψαι
μέγαν ὄλβον οὐκ ἐδυνά-
σθη, κόρῳ δ' ἕλεν
[90] ἄταν ὑπέροπλον, ἅν
οἱ πατὴρ ὑπερ
κρέμασε καρτερὸν αὐτῷ λίθον,
τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν
εὐφροσύνας ἀλᾶται.
Ἔχει δ' ἀπάλαμον βίον
τοῦτον ἐμπεδόμοχθον, 60
μετὰ τριῶν τέτα-
ρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
ἁλίκεσσι συμπόταις
νέκταρ ἀμβροσίαν τε
δῶκεν, οἷσιν ἄφθιτον
θῆκαν. Εἰ δὲ θεὸν ἀνήρ τις
ἔλπεταί τι λαθέμεν ἔρ-
δων, ἁμαρτάνει. 65
Τοὔνεκα προῆκαν υἱὸν
ἀθάνατοί οἱ πάλιν
μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
Πρὸς εὐάνθεμον δ' ὅτε φυὰν
λάχναι νιν μέλαν γένειον ἔρεφον,
ἑτοῖμον ἀνεφρόντισεν γάμον 70
Πισάτα παρὰ πατρὸς εὔ-
δοξον ῾Ιπποδάμειαν
σχεθέμεν. Ἐγγὺς
ἐλ-
θὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
ἄπυεν βαρύκτυπον
Εὐτρίαιναν· ὁ δ' αὐτῷ
πὰρ ποδὶ σχεδὸν φάνη. 75
Τῷ μὲν εἶπε·
«
Φίλια δῶρα
Κυπρίας ἄγ' εἴ τι, Ποσεί-
δαον, ἐς χάριν
τέλλεται, πέδασον ἔγχος
Οἰνομάου χάλκεον,
ἐμὲ δ' ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων
ἐς ῏Αλιν, κράτει δὲ πέλασον.
Ἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαις
80
ἐρῶντας ἀναβάλλεται γάμον
θυγατρός. Ὁ μέγας δὲ
κίν-
δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
Θανεῖν δ' οἷσιν
ἀνάγ-
κα, τί κέ τις ἀνώνυμον
γῆρας ἐν σκότῳ καθ-
ήμενος ἕψοι μάταν,
ἁπάντων καλῶν ἄμμορος; Ἀλλ' ἐμοὶ
μὲν οὗτος ἄεθλος 85
ὑποκείσεται· τὺ δὲ πρᾶ-
ξιν φίλαν δίδοι. »
Ὣς ἔννεπεν· οὐδ'
ἀκράν
-τοις ἐφάψατο
ἔπεσι. Τὸν μὲν ἀγάλλων θεὸς
ἔδωκεν δίφρον τε χρύσεον
πτεροῖ-
σίν τ' ἀκάμαντας ἵππους.
Ἕλεν δ' Οἰνομάου βίαν
παρθένον τε σύνευνον·
τέκε τε λαγέτας
ἓξ ἀρεταῖσι μεμαότας υἱούς. 90
Νῦν δ' ἐν αἱμακουρίαις
ἀγλααῖσι μέμικται,
᾿Αλφεοῦ πόρῳ κλιθείς,
τύμβον ἀμφίπολον ἔχων πο-
λυξενωτάτῳ παρὰ
βω-
μῷ. Τὸ δὲ κλέος
τηλόθεν δέδορκε τᾶν ᾿Ο-
λυμπιάδων ἐν δρόμοις
95
Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
ἀκμαί τ' ἰσχύος θρασύπονοι·
ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
ἔχει μελιτόεσσαν εὐδίαν
ἀέθλων γ' ἕνεκεν. Τὸ δ'
αἰ-
εὶ παράμερον ἐσλὸν 100
ὕπατον ἔρχεται
παντὶ βροτῶν. Ἔμὲ δὲ στεφανῶσαι
κεῖνον ἱππίῳ νόμῳ
Αἰοληΐδι μολπᾷ
χρή· πέποιθα δὲ ξένον
μή τιν', ἀμφότερα καλῶν τε
ἴδριν ἁμᾷ καὶ δύναμιν
κυριώτερον, 105
τῶν γε νῦν κλυταῖσι δαιδα-
λωσέμεν ὕμνων πτυχαῖς.
Θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
ἔχων τοῦτο κᾶδος, ῾Ιέρων,
μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,
ἔτι γλυκυτέραν κεν ἔλπομαι 110
σὺν ἅρματι θοῷ κλεΐ-
ξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων,
παρ' εὐδείελον ἐλ-
θὼν Κρόνιον. Ἔμοὶ μὲν ὦν
Μοῖσα καρτερώτα-
τον βέλος ἀλκᾷ τρέφει·
ἐπ' ἄλλοισι δ' ἄλλοι μεγάλοι. Τὸ δ'
ἔ-
σχατον κορυφοῦται
βασιλεῦσι. Μηκέτι
πά-
πταινε πόρσιον. 115
Εἴη σέ τε τοῦτον
ὑ-
ψοῦ χρόνον πατεῖν,
ἐμέ τε τοσσάδε νικαφόροις
ὁμιλεῖν πρόφαντον σοφίᾳ καθ' ῞Ελ-
λανας ἐόντα παντᾷ.
II
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ
Ἀναξιφόρμιγγες ὕμνοι,
τίνα θεόν, τίν' ἥ-
ρωα, τίνα δ' ἄνδρα κελαδήσομεν
ἤτοι Πίσα μὲν Διός·
᾿Ολυμπιάδα δ' 5
ἔστασεν ῾Ηρακλέης
ἀκρόθινα πολέμου·
Θήρωνα δὲ τετραορίας
ἕνεκα νικαφόρου
γεγωνητέον, ὄ- 10
πι δίκαιον ξένων,
ἔρεισμ' ᾿Ακράγαντος,
εὐωνύμων τε πατέρων
ἄωτον ὀρθόπολιν·
καμόντες οἳ πολλὰ θυμῷ 15
ἱερὸν ἔσχον οἴ-
κημα ποταμοῦ, Σικελίας τ' ἔσαν
ὀφθαλμός, αἰὼν δ' ἔφεπε μόρσιμος,
πλοῦτόν τε καὶ χάριν ἄγων 20
γνησίαις ἐπ' ἀρεταῖς.
Ἀλλ' ὦ Κρόνιε παῖ ῾Ρέας,
ἕδος ᾿Ολύμπου νέμων
ἀέθλων τε κορυ-
φὰν πόρον τ' ᾿Αλφεοῦ, 25
ἰανθεὶς ἀοιδαῖς
εὔφρων ἄρουραν ἔτι πα-
τρίαν σφίσιν κόμισον
λοιπῷ γένει. Τῶν δὲ πεπραγμένων
ἐν δίκᾳ τε καὶ παρὰ δίκαν,
ἀποί- 30
ητον οὐδ' ἂν
Χρόνος ὁ πάντων πατὴρ
δύναιτο θέμεν ἔργων τέλος·
λάθα δὲ πότμῳ σὺν εὐ-
δαίμονι γένοιτ' ἄν.
Ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
35
παλίγκοτον δαμασθέν,
ὅταν θεοῦ Μοῖρα πέμπῃ
ἀνεκὰς ὄλβον ὑ-
ψηλόν. Ἕπεται δὲ λόγος εὐθρόνοις
Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, 40
πένθος δὲ
κρεσσόνων πρὸς ἀγαθῶν.
Ζώει μὲν ἐν ᾿Ολυμπίοις
ἀποθανοῖσα βρόμῳ 45
κεραυνοῦ τανυέ-
θειρα Σεμέλα, φιλεῖ
δέ νιν Παλλὰς αἰεί,
καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ
δὲ παῖς ὁ κισσοφόρος· 50
λέγοντι δ' ἐν καὶ θαλάσσᾳ
μετὰ κόραισι Νη-
ρῆος ἁλίαις βίοτον ἄφθιτον
᾿Ινοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον.
55
Ἤτοι βροτῶν γε κέκριται
πεῖρας οὔ τι θανάτου,
οὐδ' ἡσύχιμον ἁμέραν
ὁπότε, παῖδ' ἁλίου,
ἀτειρεῖ σὺν ἀγα- 60
θῷ τελευτάσομεν·
ῥοαὶ δ' ἄλλοτ' ἄλλαι
εὐθυμιᾶν τε μετὰ καὶ
πόνων ἐς ἄνδρας ἔβαν.
Οὕτω δὲ Μοῖρ', ἅ τε πατρώιον
65
τῶνδ' ἔχει τὸν εὔφρονα πότμον,
θεό-
ρτῳ σὺν ὄλβῳ
ἐπί τι καὶ πῆμ' ἄγει
παλιντράπελον ἄλλῳ χρόνῳ·
ἐξ οὗπερ ἔκτεινε Λᾷ-
ον μόριμος υἱὸς 71
συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν
παλαίφατον τέλεσσεν.
Ἰδοῖσα δ' ὀξεῖ' ᾿Εριννὺς
ἔπεφνέ οἱ σὺν ἀλ-
λαλοφονίᾳ γένος ἀρήιον·
76
λείφθη δὲ Θέρσανδρος ἐριπέντι
Πολυ-
νείκει, νέοις ἐν ἀέθλοις
ἐν μάχαις τε πολέμου
τιμώμενος, ᾿Αδραστιδᾶν 80
θάλος ἀρωγὸν δόμοις·
ὅθεν σπέρματος ἔ-
χοντα ῥίζαν, πρέπει
τὸν Αἰνησιδάμου
ἐγκωμίων τε μελέων 85
λυρᾶν τε τυγχανέμεν.
᾿Ολυμπίᾳ μὲν γὰρ αὐτὸς
γέρας ἔδεκτο, Πυ-
θῶνι δ' ὁμόκλαρον ἐς ἀδελφεὸν
᾿Ισθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα
τε-
θρίππων δυωδεκαδρόμων
91
ἄγαγον. Τὸ δὲ τυχεῖν
πειρώμενον ἀγωνίας
παραλύει δυσφρονᾶν. 95
Ὁ
μὰν πλοῦτος ἀρε-
ταῖς δεδαιδαλμένος
φέρει τῶν τε καὶ τῶν
καιρόν, βαθεῖαν ὑπέχων
μέριμναν ἀγροτέραν, 100
ἀστὴρ ἀρίζηλος, ἐτήτυμον
ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις
οἶ-
δεν τὸ μέλλον,
ὅτι θανόντων μὲν ἐν-
θάδ' αὐτίκ' ἀπάλαμνοι φρένες
105
ποινὰς ἔτισαν, τὰ δ' ἐν
τᾷδε Διὸς ἀρχᾷ
ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
λόγον φράσαις ἀνάγκᾳ·
ἴσαις δὲ νύκτεσσιν αἰεί,
ἴσαις δ' ἐν ἁμέραις 110
ἅλιον ἔχοντες, ἀπονέστερον
ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα
τα-
ράσσοντες ἐν χερὸς ἀκμᾷ
οὐδὲ πόντιον ὕδωρ 115
κεινὰν παρὰ δίαιταν· ἀλ-
λὰ παρὰ μὲν τιμίοις
θεῶν, οἵτινες ἔ-
χαιρον εὐορκίαις,
ἄδακρυν νέμονται 120
αἰῶνα· τοὶ δ'
ἀπροσόρα-
τον ὀκχέοντι πόνον
ὅσοι δ' ἐτόλμασαν ἐστρὶς
ἑκατέρωθι μεί-
ναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
125
ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ
Κρό-
νου τύρσιν· ἔνθα μακάρων
νᾶσος ὠκεανίδες
αὖραι περιπνέοισιν, ἄν-
θεμα δὲ χρυσοῦ φλέγει, 131
τὰ μὲν χερσόθεν ἀπ'
ἀγλαῶν δενδρέων,
ὕδωρ δ' ἄλλα φέρβει,
ὅρμοισι τῶν χέρας ἀνα-
πλέκοντι καὶ στεφάνοις
136
βουλαῖς ἐν ὀρθαῖσι ῾Ραδαμάνθυος,
ὃν πατὴρ ἔχει <μέ>γας ἑτοῖμον
αὐ-
τῷ πάρεδρον,
πόσις ὁ πάντων ῾Ρέας 140
ὑπέρτατον ἐχοίσας θρόνον.
Πηλεύς τε καὶ Κάδμος ἐν
τοῖσιν ἀλέγονται·
᾿Αχιλλέα τ' ἔνεικ', ἐπεὶ Ζηνὸς ἦτορ
λιταῖς ἔπεισε, μάτηρ·
ὃς ῞Εκτορ' ἔσφαλε, Τροίας
ἄμαχον ἀστραβῆ 145
κίονα, Κύκνον τε θανάτῳ πόρεν,
᾿Αοῦς τε παῖδ' Αἰθίοπα. Πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέλη
150
ἔνδον ἐντι φαρέτρας
φωνᾶντα συνετοῖσιν· ἐς
δὲ τὸ πὰν ἑρμηνέων
χατίζει. Σοφὸς ὁ
πολλὰ εἰδὼς φυᾷ· 155
μαθόντες δὲ λάβροι
παγγλωσσίᾳ, κόρακες ὥς,
ἄκραντα γαρύετον
Διὸς πρὸς ὄρνιχα θεῖον.
Ἔπεχε νῦν σκοπῷ
160
τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀ-
ϊστοὺς ἱέντες; Ἐπί τοι
᾿Ακράγαντι τανύσαις 165
αὐδάσομαι ἐνόρκιον
λόγον ἀλαθεῖ νόῳ
τεκεῖν μή τιν' ἑκα-
τόν γε ἐτέων πόλιν
φίλοις ἄνδρα μᾶλλον 170
εὐεργέταν πραπίσιν ἀ-
φθονέστερόν τε χέρα
Θήρωνος. Ἀλλ' αἶνον ἔβα κόρος
οὐ δίκᾳ συναντόμενος, ἀλλὰ
μάρ-
γων ὑπ' ἀνδρῶν, 175
τὸ λαλαγῆσαι ἐθέλων
κρύφον τε θέμεν ἐσλῶν καλοῖς
ἔργοις· ἐπεὶ ψάμμος ἀριθ-
μὸν περιπέφευγεν,
καὶ κεῖνος ὅσα χάρματ' ἄλλοις ἔθηκεν
τίς ἂν φράσαι δύναιτο;
III
ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ
Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν
καλ-
λιπλοκάμῳ θ' ῾Ελένᾳ
κλεινὰν ᾿Ακράγαντα γεραίρων εὔχομαι,
Θήρωνος ᾿Ολυμπιονίκαν ὕμνον ὀρ-
θώσαις, ἀκαμαντοπόδων 5
ἵππων ἄωτον. Μοῖσα δ' οὕτω ποι
παρ-
έστα μοι νεοσίγαλον εὑρόντι τρόπον
Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ
ἀγλαόκωμον. Ἐπεὶ χαίταισι μὲν
ζευχ-
θέντες ἔπι στέφανοι 11
πράσσοντι με τοῦτο θεόδματον χρέος,
φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν
αὐλῶν ἐπέων τε θέσιν
Αἰνησιδάμου παιδὶ συμμῖξαι
πρεπό-
ντως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο
16
θεόμοροι νίσοντ' ἐπ' ἀνθρώπους ἀοιδαί,
ᾧ τινι, κραίνων ἐφετμὰς
῾Ηρακλέος προτέρας,
20
ἀτρεκὴς ῾Ελλανοδίκας γλεφάρων Αἰ-
τωλὸς ἀνὴρ ὑψόθεν
ἀμφὶ κόμαισι βάλῃ γλαυ-
κόχροα κόσμον ἐλαίας· τάν ποτε
῎Ιστρου ἀπὸ σκιαρᾶν πα-
γᾶν ἔνεικεν ᾿Αμφιτρυωνιάδας,
26
μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων
δᾶμον ῾Υπερβορέων πείσαις ᾿Απόλλω-
νος θεράποντα λόγῳ.
Πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ
30
ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν
ἀν-
θρώποις στέφανόν τ' ἀρετᾶν.
Ἢδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγι-
σθέντων, διχόμηνις ὅλον χρυσάρματος
35
ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,
καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ' ἁμᾶ
θῆκε ζαθέοις ἐπὶ κρημνοῖς ᾿Αλφεοῦ·
ἀλλ' οὐ καλὰ δένδρε' ἔθαλλεν χῶρος ἐν
40 βάσσαις Κρονίου Πέλοπος.
Τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀ-
ξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
Δὴ τότ' ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα
45
᾿Ιστρίαν νιν· ἔνθα Λατοῦς
ἱπποσόα θυγάτηρ
δέξατ' ἐλθόντ' ᾿Αρκαδίας ἀπὸ δειρᾶν
καὶ πολυγνάμπτων μυχῶν,
εὖτέ νιν ἀγγελίαις Εὐ-
ρυσθέος ἔντυ' ἀνάγκα πατρόθεν
51
χρυσόκερων ἔλαφον θή-
λειαν ἄξονθ', ἅν ποτε Ταϋγέτα
ἀντιθεῖσ' ᾿Ορθωσίᾳ ἔγραψεν ἱράν.
Τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοι-
ᾶς ὄπιθεν Βορέα
56
ψυχροῦ. Τόθι δένδρεα θάμβαινε σταθείς.
Tῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκά-
γναμπτον περὶ τέρμα δρόμου
ἵππων φυτεῦσαι.
Καί νυν ἐς ταύταν ἑορ-
τὰν ἵλαος ἀντιθέοισιν νίσσεται
61
σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
Τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ' ἰὼν θα-
ητὸν ἀγῶνα νέμειν
65
ἀνδρῶν τ' ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
διφρηλασίας. Ἐμὲ δ' ὦν πᾳ θυμὸς ὀ-
τρύνει φάμεν ᾿Εμμενίδαις
Θήρωνί τ' ἐλθεῖν κῦδος, εὐΐππων διδόν-
των Τυνδαριδᾶν ὅτι πλείσταισι βροτῶν
71
ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
εὐσεβεῖ γνώμᾳ φυλάσσον-
τες μακάρων τελετάς.
Εἰ δ' ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ
75
χρυσὸς αἰδοιέστατος,
νῦν δὲ πρὸς ἐσχατιὰν Θή-
ρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
οἴκοθεν ῾Ηρακλέος στα-
λᾶν. Τὸ πόρσω δ' ἔστι σοφοῖς ἄβατον
80
κἀσόφοις. Οὔ νιν διώξω· κεινὸς εἴην.
IV
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩΙ ΑΡΜΑΤΙ
Ἐλατὴρ ὑπέρτατε
βρον-
τᾶς ἀκαμαντόποδος
Ζεῦ· τεαὶ γὰρ Ὧραι
ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς
ἑλισσόμεναι μ' ἔπεμψαν 5
ὑψηλοτάτων μάρτυρ' ἀέθλων.
ξείνων δ' εὖ πρασσόντων ἔ-
σαναν αὐτίκ' ἀγγελίαν
ποτὶ γλυκεῖαν ἐσλοί.
Ἀλλ', ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
10
ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα
Τυφῶνος ὀβρίμου,
Οὐλυμπιονίκαν δέκευ
Χαρίτων ἕκατι τόνδε κῶμον, 15
χρονιώτατον φάος εὐ-
ρυσθενέων ἀρετᾶν.
Ψαύμιος γὰρ ἵκει
ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς 20
Πισάτιδι, κῦδος ὄρσαι
σπεύδει Καμαρίνᾳ. Θεὸς εὔφρων
εἴη λοιπαῖς εὐχαῖς· ἐ-
πεί νιν αἰνέω μάλα μὲν
τροφαῖς ἑτοῖμον ἵππων,
χαίροντά τε ξενίαις πανδόκοις 25
καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ
γνώμᾳ τετραμμένον.
Οὐ ψεύδεϊ τέγξω λόγον·
διάπειρά τοι βροτῶν ἔλεγχος· 30
ἅπερ Κλυμένοιο παῖδα
Λαμνιάδων γυναικῶν
ἔλυσεν ἐξ ἀτιμίας.
χαλκέοισι δ' ἐν ἔντεσι νικῶν δρόμον
ἔειπεν ῾Υψιπυλείᾳ 35
μετὰ στέφανον ἰών·
«
Οὗτος ἐγὼ ταχυτᾶτι·
χεῖρες δὲ καὶ ἦτορ ἴσον.
Φύονται δὲ καὶ νέοις
ἐν ἀνδράσιν πολιαὶ
θαμὰ καὶ παρὰ τὸν ἁλικίας
ἐοικότα χρόνον. »
V
ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙΩΙ ΑΠΗΝΗΙ
Ὑψηλᾶν ἀρετᾶν
καὶ στεφάνων ἄωτον γλυκὺν
τῶν Οὐλυμπίᾳ, ᾿Ωκεανοῦ θύγατερ,
καρδίᾳ γελανεῖ 5
ἀκαμαντόποδός τ' ἀπήνας δέκευ
Ψαύμιός τε δῶρα·
ὃς τὰν σὰν πόλιν αὔ-
ξων, Καμάρινα, λαοτρόφον
βωμοὺς ἓξ διδύμους ἐγέραιρεν
ἑορ-
ταῖς θεῶν μεγίσταις 11
ὑπὸ βουθυσίαις ἀέθλων τε
πεμπ-
αμέροις ἁμίλλαις,
ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. 15
Τὶν δὲ κῦδος ἁβρόν
νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ' ῎Α-
κρων' ἐκάρυξε καὶ
τὰν νέοικον ἕδραν.
Ἵκων δ' Οἰνομάου
20
καὶ Πέλοπος παρ' εὐηράτων
σταθμῶν, ὦ πολιάοχε Παλλάς,
ἀεί-
δει μὲν ἄλσος ἁγνὸν
τὸ τεόν, ποταμόν τε ῎Ωανιν, ἐγ-
χωρίαν τε λίμναν, 26
καὶ σεμνοὺς ὀχετούς,
῞Ιππαρις οἷσιν ἄρδει στρατόν,
κολλᾷ τε σταδίων θαλάμων ταχέως 30
ὑψίγυιον ἄλσος,
ἀπ' ἀμαχανίας ἄγων ἐς φάος
τόνδε δᾶμον ἀστῶν·
αἰεὶ δ' ἀμφ' ἀρεταῖσι πόνος δαπάνα τε
μάρναται πρὸς ἔργον 35
κινδύνῳ κεκαλυμμένον· ἠῢ δ'
ἔχον-
τες σοφοὶ καὶ πολί-
ταις ἔδοξαν ἔμμεν.
Σωτὴρ ὑψινεφὲς
Ζεῦ, Κρόνιόν τε ναίων λόφον 40
τιμῶν τ' ᾿Αλφεὸν εὐρὺ ῥέοντ' ᾿Ιδαῖ-
όν τε σεμνὸν ἄντρον,
ἱκέτας σέθεν ἔρχομαι Λυδίοις
ἀπύων ἐν αὐλοῖς, 45
αἰτήσων πόλιν εὐ-
ανορίαισι τάνδε κλυταῖς
δαιδάλλειν, σέ τ', ᾿Ολυμπιόνικε,
Ποσει-
δανίαισιν ἵπποις 50
ἐπιτερπόμενον φέρειν γῆρας εὔ-
θυμον ἐς τελευτάν,
υἱῶν, Ψαῦμι, παρισταμένων. Ὑγίεντα
δ' εἴ τις ὄλβον ἄρδει, 55
ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν
προστιθείς, μὴ ματεύ-
σῃ θεὸς γενέσθαι.
VI
ΑΓΗΣΙΑΙ ΣΥΡΑΚΟΣΙΩΙ ΑΠΗΝΗΙ
χρυσέας ὑποστάσαντες
εὐ-
τειχεῖ προθύρῳ θαλάμου
κίονας, ὡς ὅτε θαητὸν μέγαρον
πάξομεν· ἀρχομένου δ' ἔργου πρόσωπον
χρὴ θέμεν τηλαυγές. Εἰ δ'
εἴ-
η μὲν ᾿Ολυμπιονίκας, 6
βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
συνοικιστήρ τε τᾶν κλεινᾶν
Συρακοσ-
σᾶν· τίνα κεν φύγοι ὕμνον
κεῖνος ἀνήρ, ἐπικύρσαις 10
ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
Ἴστω γὰρ ἐν τούτῳ
πεδί-
λῳ δαιμόνιον πόδ' ἔχων
Σωστράτου υἱός. Ἀκίνδυνοι δ' ἀρεταὶ
οὔτε παρ' ἀνδράσιν οὔτ' ἐν ναυσὶ κοίλαις
15
τίμιαι· πολλοὶ δὲ
μέμναν-
ται, καλὸν εἴ τι ποναθῇ.
῾Αγησία, τὶν δ' αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
ἀπὸ γλώσσας ῎Αδραστος μάντιν
Οἰκλεί-
δαν ποτ' ἐς ᾿Αμφιάρηον 20
φθέγξατ', ἐπεὶ κατὰ γαῖ' αὐ-
τόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
Ἑπτὰ δ' ἔπειτα πυρᾶν
νε-
κρῶν τελεσθεισᾶν Ταλαϊονίδας
εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· 25
«
Ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,
ἀμφότερον μάντιν τ' ἀγαθὸν καὶ
δουρὶ μάρνασθαι. »
Τὸ καὶ
ἀνδρὶ κώμου δεσπότᾳ πάρ-
εστι Συρακοσίῳ. 31
Οὔτε δύσηρις ἐὼν οὔτ'
ὦν φιλόνικος ἄγαν,
καὶ μέγαν ὅρκον ὀμόσσαις
τοῦτό γέ οἱ σαφέως 35
μαρτυρήσω· μελίφθογ-
γοι δ' ἐπιτρέψοντι Μοῖσαι.
Ὦ Φίντις, ἀλλὰ ζεῦξον
ἤ-
δη μοι σθένος ἡμιόνων,
τάχος, ὄφρα κελεύθῳ τ' ἐν καθαρᾷ
βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
40
καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλ-
λᾶν ὁδὸν ἁγεμονεῦσαι
ταύταν ἐπίστανται, στεφάνους ἐν ᾿Ολυμπίᾳ
ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕ-
μνων ἀναπίτναμεν αὐταῖς· 45
πρός Πιτάναν δὲ παρ' Εὐρώ-
τα πόρον δεῖ σάμερόν μ' ἐλθεῖν ἐν ὥρᾳ·
ἅ τοι Ποσειδάωνι μι-
χθεῖσα Κρονίῳ λέγεται
παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν. 50
Κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
κυρίῳ δ' ἐν μηνὶ πέμποισ'
ἀμφιπόλους ἐκέλευσεν
ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
ὃς ἀνδρῶν ᾿Αρκάδων ἄνασσε
Φαισά-
νᾳ λάχε τ' ᾿Αλφεὸν οἰκεῖν· 56
ἔνθα τραφεῖσ' ὑπ' ᾿Απόλλω-
νι γλυκείας πρῶτον ἔψαυσ' ᾿Αφροδίτας.
Οὐδ' ἔλαθ' Αἴπυτον ἐν
παν-
τὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
61
Ἀλλ' ὁ μὲν Πυθώναδ', ἐν θυμῷ πιέσαις
χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
ᾤχετ' ἰὼν μαντευσόμενος ταύ-
τας περ' ἀτλάτου πάθας. 65
Ἁ δὲ φοινικόκροκον
ζώ-
ναν καταθηκαμένα
κάλπιδα τ' ἀργυρέαν, λόχ-
μας ὑπὸ κυανέας
τίκτε θεόφρονα κοῦρον. 70
Τᾷ μὲν ὁ
Χρυσοκόμας
πραΰμητίν τ' ᾿Ελείθυι-
αν παρέστασέν τε Μοίρας·
ἦλθεν δ' ὑπὸ σπλάγχνων ὑπ' ὠ-
δῖνός τ' ἐρατᾶς ῎Ιαμος
ἐς φάος αὐτίκα. Τὸν μὲν κνιζομένα
75
λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
δαιμόνων βουλαῖσιν ἐθρέ-
ψαντο δράκοντες ἀμεμφεῖ
ἰῷ μελισσᾶν καδόμενοι. Βασιλεὺς δ' ἐπεὶ
πετραέσσας ἐλαύνων ἵκετ' ἐκ Πυ-
θῶνος, ἅπαντας ἐν οἴκῳ 81
εἴρετο παῖδα, τὸν Εὐά-
δνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
πατρός, περὶ θνατῶν δ' ἔσε-
σθαι μάντιν ἐπιχθονίοις 85
ἔξοχον, οὐδέ ποτ' ἐκλείψειν γενεάν.
Ὥς ἄρα μάνυε.
Τοὶ δ' οὔτ' ὦν ἀκοῦσαι
οὔτ' ἰδεῖν εὔχοντο
πεμπταῖ-
ον γεγενημένον. Ἀλλ' ἐν
κέκρυπτο γὰρ σχοίνῳ βατι-
ᾷ τ' ἐν ἀπειράτῳ, 90
ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀ-
κτῖσι βεβρεγμένος ἁβρὸν
σῶμα· τὸ καὶ
κατεφάμι-
ξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
τοῦτ' ὄνυμ' ἀθάνατον. Τερ-
πνᾶς δ' ἐπεὶ χρυσοστεφάνοιο λάβεν
96
καρπὸν ῞Ηβας, ᾿Αλφεῷ μέσσῳ καταβὰς
ἐκάλεσσε Ποσειδᾶν' εὐρυβίαν,
ὃν πρόγονον, καὶ τοξοφόρον Δά-
λου θεοδμάτας σκοπόν, 101
αἰτέων λαοτρόφον τι-
μάν τιν' ἑᾷ κεφαλᾷ,
νυκτὸς ὑπαίθριος. Ἀντε-
φθέγξατο δ' ἀρτιεπὴς
105
πατρία ὄσσα, μετάλλα-
σέν τέ νιν· «
Ὄρσο, τέκος,
δεῦρο πάγκοινον ἐς χώ-
ραν ἴμεν φάμας ὄπισθεν.»
Ἵκοντο δ' ὑψηλοῖο
πέ-
τραν ἀλίβατον Κρονίου· 110
ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
ψευδέων ἄγνωστον, εὖτ' ἂν
δὲ θρασυμάχανος ἐλθὼν
῾Ηρακλέης, σεμνὸν θάλος ᾿Αλκαϊδᾶν, πατρὶ
115
ἑορτάν τε κτίσῃ πλειστόμβροτον
τε-
θμόν τε μέγιστον ἀέθλων,
Ζηνὸς ἐπ' ἀκροτάτῳ βω-
μῷ τότ' αὖ χρηστήριον θέσθαι κέλευσεν.
Ἐξ οὗ πολύκλειτον καθ' ῞Ελ-
λανας γένος ᾿Ιαμιδᾶν. 121
ὄλβος ἅμ' ἕσπετο· τιμῶντες δ' ἀρετὰς
ἐς φανερὰν ὁδὸν ἔρχονται. Τεκμαίρει
χρῆμ' ἕκαστον· μῶμος ἐξ ἄλ-
λων κρέμαται φθονεόντων 125
τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
ἐλαυνόντεσσιν αἰδοία
ποτιστά-
ξῃ Χάρις εὐκλέα μορφάν.
Εἰ δ' ἐτύμως ὑπὸ
Κυλλά-
νας ὅροις, ῾Αγησία, μάτρωες ἄνδρες
130
ναιετάοντες ἐδώρη-
σαν θεῶν κάρυκα λιταῖς θυσίαις
πολλὰ δὴ πολλαῖσιν ῾Ερμᾶν εὐσεβέως,
ὃς ἀγῶνας ἔχει μοῖράν τ' ἀέθλων
᾿Αρκαδίαν τ' εὐάνορα τιμᾷ·
κεῖνος, ὦ παῖ Σωστράτου,
σὺν βαρυγδούπῳ πατρὶ κραί-
νει σέθεν εὐτυχίαν.
Δόξαν ἔχω τιν' ἐπὶ
γλώσ-
σᾳ ἀκόνας λιγυρᾶς, 141
ἅ μ' ἐθέλοντα προσέρπει
καλλιρόοισι πνοαῖς·
ματρομάτωρ ἐμὰ Στυμ-
φαλίς, εὐανθὴς Μετώπα,
πλάξιππον ἃ Θήβαν ἔτι-
κτεν, τᾶς ἐρατεινὸν ὕδωρ 145
πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
ποικίλον ὕμνον. Ὄτρυνον νῦν ἑταίρους,
Αἰνέα, πρῶτον μὲν ῞Ηραν
Παρθενίαν κελαδῆσαι, 150
γνῶναί τ' ἔπειτ', ἀρχαῖον ὄνειδος ἀλαθέσιν
λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν.
Ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
ἠϋκόμων σκυτάλα Μοι-
σᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
155
εἰπὸν δὲ μεμνᾶσθαι Συρα-
κοσσᾶν τε καὶ ᾿Ορτυγίας·
τὰν ῾Ιέρων καθαρῷ σκάπτῳ διέπων,
ἄρτια μηδόμενος, φοινικόπεζαν
ἀμφέπει Δάματρα, λευκίπ-
που τε θυγατρὸς ἑορτάν, 161
καὶ Ζηνὸς Αἰτναίου κράτος. Ἁδύλογοι δέ νιν
λύραι μολπαί τε γιγνώσκοντι. Μὴ
θράσ-
σοι χρόνος ὄλβον ἐφέρπων.
Σὺν δὲ φιλοφροσύναις
εὐ-
ηράτοις ῾Αγησία δέξαιτο κῶμον
166
οἴκοθεν οἴκαδ' ἀπὸ Στυμ-
φαλίων τειχέων ποτινισσόμενον,
ματέρ' εὐμήλοιο λείποντ' ᾿Αρκαδίας.
Ἀγαθαὶ δὲ πέλοντ' ἐν χειμερίᾳ
170
νυκτὶ θοᾶς ἐκ ναὸς
ἀπεσκίμ-
φθαι δύ' ἄγκυραι.