RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE DENYS D'HALICARNASSE

DENYS D'HALICARNASSE

 

ΔΙΟΝΥΣΙΟΥ ΑΛΙΚΑΡΝΑΣΕΩΣ ΡΩΜΑΙΚΗΣ ΑΡΧΑΙΟΛΟΓΙΑΣ

ΛΟΓΟΣ ΠΡΩΤΟΣ.

(1-20) (21-40) (41-60) (61-80) (81- fin)

biographie des auteurs cités par Denys.

texte bilingue  - traduction française

 


 

XXI. 1.  Φαλέριον δὲ καὶ Φασκέννιον ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι ὑπὸ Ῥωμαίων, μίκρ´ ἄττα διασώζουσαι ζώπυρα τοῦ Πελασγικοῦ γένους, Σικελῶν ὑπάρχουσαι πρότερον. ν ταύταις διέμεινε πολλὰ τῶν ἀρχαίων διαιτημάτων, οἷς τὸ Ἑλληνικόν ποτ´ ἐχρήσατο, ἐπὶ μήκιστον χρόνον, οἷον ὅ τε τῶν ὅπλων τῶν πολεμιστηρίων κόσμος, ἀσπίδες Ἀργολικαὶ καὶ δόρατα, καὶ ὁπότε πολέμου ἄρχοντες ἢ τοὺς ἐπιόντας ἀμυνόμενοι στρατὸν ὑπερόριον ἀποστέλλοιεν ἱεροί τινες ἄνδρες ἄνοπλοι πρὸ τῶν ἄλλων ἰόντες σπονδοφόροι, τῶν τε ἱερῶν αἱ κατασκευαὶ καὶ τὰ ἕδη τῶν θεῶν ἁγισμοί τε καὶ θυσίαι καὶ πολλὰ τοιαῦτα ἕτερα· 
2. πάντων δὲ περιφανέστατον μνημεῖον τῆς ἐν Ἄργει ποτὲ οἰκήσεως τῶν ἀνθρώπων ἐκείνων οἳ τοὺς Σικελοὺς ἐξήλασαν, ὁ τῆς Ἥρας νεὼς ἐν Φαλερίῳ κατεσκευασμένος ὡς ἐν Ἄργει, ἔνθα καὶ τῶν θυηπολιῶν ὁ τρόπος ὅμοιος ἦν καὶ γυναῖκες ἱεραὶ θεραπεύουσαι τὸ τέμενος ἥ τε λεγομένη κανηφόρος ἁγνὴ γάμων παῖς καταρχομένη τῶν θυμάτων χοροί τε παρθένων ὑμνουσῶν τὴν θεὸν ᾠδαῖς πατρίοις.
3σχον δέ τινα καὶ οὗτοι τῶν καλουμένων Καμπανῶν εὐβότων πάνυ καὶ τὴν ὄψιν ἡδίστων πεδίων οὐκ ἐλαχίστην μοῖραν, ἔθνος τι βαρβαρικὸν Αὐρωνίσσους ἐκ μέρους ἀναστήσαντες αὐτῶν· καὶ πόλεις αὐτόθι κατεσκεύασαν ἄλλας τε καὶ Λάρισαν, ἐπὶ τῆς ἐν Πελοποννήσῳ σφῶν μητροπόλεως ὄνομα θέμενοι αὐτῇ. 
4. Τῶν μὲν οὖν ἄλλων πολισμάτων ἔστιν ἃ καὶ μέχρις ἐμοῦ ὀρθὰ ἦν, διαμείψαντα πολλάκις τοὺς οἰκήτορας· ἡ δὲ Λάρισα ἐκ πολλῶν πάνυ χρόνων ἐρημωθεῖσα οὐδ´ εἰ πώποτε ᾠκήθη γνώρισμα φανερὸν οὐδὲν ἔχει τοῖς νῦν ὅτι μὴ τοὔνομα, καὶ οὐδὲ τοῦτο πολλοὶ ἴσασιν· ἦν δὲ ἀγορᾶς Ποπιλίας καλουμένης οὐ πρόσω. Πολλὰ δὲ καὶ ἄλλα τῆς τε παραθαλαττίου καὶ ἐν τῇ μεσογείῳ χωρία κατέσχον ἀφελόμενοι τοὺς Σικελούς. 

XXII. 1. Οἱ δὲ Σικελοὶ (οὐ γὰρ ἔτι ἀντέχειν οἷοί τε ἦσαν ὑπό τε Πελασγῶν καὶ Ἀβοριγίνων πολεμούμενοι) τέκνα καὶ γυναῖκας καὶ τῶν χρημάτων ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἀνασκευασάμενοι μεθίενται αὐτοῖς ἁπάσης τῆς γῆς. τραπόμενοι δὲ διὰ τῆς ὀρεινῆς ἐπὶ τὰ νότια καὶ διεξελθόντες ἅπασαν Ἰταλίαν τὴν κάτω, ἐπειδὴ πανταχόθεν ἀπηλαύνοντο, σὺν χρόνῳ κατασκευασάμενοι σχεδίας ἐπὶ τῷ πορθμῷ καὶ φυλάξαντες κατιόντα τὸν ῥοῦν ἀπὸ τῆς Ἰταλίας διέβησαν ἐπὶ τὴν ἔγγιστα νῆσον. 
2. Κατεῖχον δ´ αὐτὴν Σικανοὶ, γένος Ἰβηρικόν, οὐ πολλῷ πρότερον ἐνοικισάμενοι Λίγυας φεύγοντες, καὶ παρεσκεύασαν ἀφ´ ἑαυτῶν Σικανίαν κληθῆναι τὴν νῆσον, Τρινακρίαν πρότερον ὀνομαζομένην ἐπὶ τοῦ τριγώνου σχήματος. σαν δὲ οὐ πολλοὶ ἐν μεγάλῃ αὐτῇ οἰκήτορες, ἀλλ´ ἡ πλείων τῆς χώρας ἔτι ἦν ἔρημος. Καταχθέντες οὖν εἰς αὐτὴν Σικελοὶ τὸ μὲν πρῶτον ἐν τοῖς ἑσπερίοις μέρεσιν ᾤκησαν, ἔπειτα καὶ ἄλλῃ πολλαχῇ, καὶ τοὔνομα ἡ νῆσος ἐπὶ τούτων ἤρξατο Σικελία καλεῖσθαι. 
3. Τὸ μὲν δὴ Σικελικὸν γένος οὕτως ἐξέλιπεν Ἰταλίαν, ὡς μὲν Ἑλλάνικος ὁ Λέσβιός φησι, τρίτῃ γενεᾷ πρότερον τῶν Τρωικῶν Ἀλκυόνης ἱερωμένης ἐν Ἄργει κατὰ τὸ ἕκτον καὶ εἰκοστὸν ἔτος. δύο δὲ ποιεῖ στόλους Ἰταλικοὺς διαβάντας εἰς Σικελίαν· τὸν μὲν πρότερον Ἐλύμων, οὕς φησιν ὑπ´ Οἰνώτρων ἐξαναστῆναι, τὸν δὲ μετὰ τοῦτον ἔτει πέμπτῳ γενόμενον Αὐσόνων Ἰάπυγας φευγόντων· βασιλέα δὲ τούτων ἀποφαίνει Σικελὸν, ἀφ´ οὗ τοὔνομα τοῖς τε ἀνθρώποις καὶ τῇ νήσῳ τεθῆναι. 
4. ς δὲ Φίλιστος ὁ Συρακούσιος ἔγραψε, χρόνος μὲν τῆς διαβάσεως ἦν ἔτος ὀγδοηκοστὸν πρὸ τοῦ Τρωικοῦ πολέμου, ἔθνος δὲ τὸ διακομισθὲν ἐξ Ἰταλίας οὔτε Σικελῶν οὔτε Αὐσόνων οὔτ´ Ἐλύμων, ἀλλὰ Λιγύων, ἄγοντος αὐτοὺς Σικελοῦ· τοῦτον δ´ εἶναί φησιν υἱὸν Ἰταλοῦ, καὶ τοὺς ἀνθρώπους ἐπὶ τούτου δυναστεύοντος ὀνομασθῆναι Σικελούς· 
5. ξαναστῆναι δ´ ἐκ τῆς ἑαυτῶν τοὺς Λίγυας ὑπό τε Ὀμβρικῶν καὶ Πελασγῶν. Ἀντίοχος δὲ ὁ Συρακούσιος χρόνον μὲν οὐ δηλοῖ τῆς διαβάσεως, Σικελοὺς δὲ τοὺς μεταναστάντας ἀποφαίνει βιασθέντας ὑπό τε Οἰνώτρων καὶ Ὀπικῶν, Στράτωνα δ´ ἡγεμόνα τῆς ἀποικίας ποιησαμένους. Θουκυδίδης δὲ Σικελοὺς μὲν εἶναι γράφει τοὺς μεταναστάντας, Ὀπικοὺς δὲ τοὺς ἐκβαλόντας, τὸν δὲ χρόνον πολλοῖς ἔτεσι τῶν Τρωικῶν ὕστερον. Τὰ μὲν δὴ περὶ Σικελῶν λεγόμενα τῶν ἐξ Ἰταλίας μετενεγκαμένων τὴν οἴκησιν εἰς Σικελίαν ὑπὸ τῶν λόγου ἀξίων τοιάδε ἐστίν.

XXIII. 1. Οἱ δὲ Πελασγοὶ πολλῆς καὶ ἀγαθῆς χώρας κρατήσαντες, πόλεις τε πολλὰς μὲν παραλαβόντες, ἄλλας δ´ αὐτοὶ κατασκευάσαντες, μεγάλην καὶ ταχεῖαν ἐπίδοσιν ἔλαβον εἰς εὐανδρίαν καὶ πλοῦτον καὶ τὴν ἄλλην εὐτυχίαν, ἧς οὐ πολὺν ὤναντο χρόνον· ἀλλ´ ἡνίκα μάλιστα τοῖς σύμπασιν ἀνθεῖν ἐδόκουν, δαιμονίοις τισὶ χόλοις ἐλαστρηθέντες οἱ μὲν ὑπὸ τῶν θείων συμφορῶν, οἱ δὲ ὑπὸ τῶν προσοικούντων βαρβάρων ἐξεφθάρησαν, τὸ δὲ πλεῖστον αὐτῶν μέρος εἰς τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον αὖθις ἐσκεδάσθη (περὶ ὧν πολὺς ἂν εἴη λόγος, εἰ βουλοίμην τὴν ἀκρίβειαν γράφειν), ὀλίγον δὲ κατέμεινεν ἐν Ἰταλίᾳ τῶν Ἀβοριγίνων προνοίᾳ. 
2. Πρῶτον μὲν οὖν τῆς οἰκοφθορίας ταῖς πόλεσιν ἐδόκει αὐχμῷ ἡ γῆ κακωθεῖσα ἄρξαι, ἡνίκα οὔτ´ ἐπὶ τοῖς δένδρεσι καρπὸς οὐδεὶς ὡραῖος γενέσθαι διέμεινεν, ἀλλ´ ὠμοὶ κατέρρεον, οὔθ´ ὁπόσα σπερμάτων ἀνέντα βλαστοὺς ἀνθήσειεν ἕως στάχυος ἀκμῆς τοὺς κατὰ νόμον ἐξεπλήρου χρόνους, οὔτε πόα κτήνεσιν ἐφύετο διαρκής, τῶν τε ναμάτων τὰ μὲν οὐκέτι πίνεσθαι σπουδαῖα ἦν, τὰ δ´ ὑπελίμπανε θέρους, τὰ δ´ εἰς τέλος ἀπεσβέννυτο. 
3. δελφὰ δὲ τούτοις ἐγίνετο περί τε προβάτων καὶ γυναικῶν γονάς· ἢ γὰρ ἐξημβλοῦτο τὰ ἔμβρυα, ἢ κατὰ τοὺς τόκους διεφθείρετο ἔστιν ἃ καὶ τὰς φερούσας συνδιαλυμηνάμενα. Εἰ δέ τι διαφύγοι τὸν ἐκ τῶν ὠδίνων κίνδυνον ἔμπηρον ἢ ἀτελὲς ἢ δι´ ἄλλην τινὰ τύχην βλαφθὲν τρέφεσθαι χρηστὸν οὐκ ἦν· ἔπειτα καὶ τὸ ἄλλο πλῆθος τὸ ἐν ἀκμῇ μάλιστα ἐκακοῦτο νόσοις καὶ θανάτοις παρὰ τὰ εἰκότα συχνοῖς.
4Μαντευομένοις δ´ αὐτοῖς τίνα θεῶν ἢ δαιμόνων παραβάντες τάδε πάσχουσι καὶ τί ποιήσασιν αὐτοῖς λωφῆσαι τὰ δεινὰ ἐλπίς, ὁ θεὸς ἀνεῖλεν ὅτι τυχόντες ὧν ἐβούλοντο οὐκ ἀπέδοσαν ἃ εὔξαντο, ἀλλὰ προσοφείλουσι τὰ πλείστου ἄξια. 
5. Οἱ γὰρ Πελασγοὶ ἀφορίας αὐτοῖς γενομένης ἐν τῇ γῇ πάντων χρημάτων εὔξαντο τῷ τε Διὶ καὶ τῷ Ἀπόλλωνι καὶ τοῖς Καβείροις καταθύσειν δεκάτας τῶν προσγενησομένων ἁπάντων, τελεσθείσης δὲ τῆς εὐχῆς ἐξελόμενοι καρπῶν τε καὶ βοσκημάτων ἁπάντων τὸ λάχος ἀπέθυσαν τοῖς θεοῖς, ὡς δὴ κατὰ τούτων μόνων εὐξάμενοι. ταῦτα δὴ Μυρσίλος ὁ Λέσβιος ἱστόρηκεν ὀλίγου δεῖν τοῖς αὐτοῖς ὀνόμασι γράφων οἷς ἐγὼ νῦν, πλὴν ὅσον οὐ Πελασγοὺς καλεῖ τοὺς ἀνθρώπους, ἀλλὰ Τυρρηνούς· τὴν δ´ αἰτίαν ὀλίγον ὕστερον ἐρῶ.

XXIV. 1.  Ὡς δὲ ἀπενεχθέντα τὸν χρησμὸν ἔμαθον, οὐκ εἶχον τὰ λεγόμενα συμβαλεῖν. μηχανοῦσι δὲ αὐτοῖς τῶν γεραιτέρων τις λέγει συμβαλὼν τὸ λόγιον, ὅτι τοῦ παντὸς ἡμαρτήκασιν, εἰ οἴονται τοὺς θεοὺς ἀδίκως αὐτοῖς ἐγκαλεῖν. Χρημάτων μὲν γὰρ ἀποδεδόσθαι τὰς ἀπαρχὰς αὐτοῖς ἁπάσας ὀρθῶς τε καὶ σὺν δίκῃ, ἀνθρώπων δὲ γονῆς τὸ λάχος, χρῆμα παντὸς μάλιστα θεοῖς τιμιώτατον, ὀφείλεσθαι· εἰ δὲ δὴ καὶ τούτων λάβοιεν τὴν δικαίαν μοῖραν, τέλος ἕξειν σφίσι τὸ λόγιον. 
2. Τοῖς μὲν δὴ ὀρθῶς ἐδόκει λέγεσθαι ταῦτα, τοῖς δὲ ἐξ ἐπιβουλῆς συγκεῖσθαι ὁ λόγος· εἰσηγησαμένου δέ τινος τὴν γνώμην, τὸν θεὸν ἐπερέσθαι, εἰ αὐτῷ φίλον ἀνθρώπων δεκάτας ἀπολαμβάνειν, πέμπουσι τὸ δεύτερον θεοπρόπους, καὶ ὁ θεὸς ἀνεῖλεν οὕτω ποιεῖν. κ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύσεως. Καὶ ἐν ἀλλήλοις οἱ προεστηκότες τῶν πόλεων τὸ πρῶτον ἐταράχθησαν· 
3. πειτα καὶ τὸ λοιπὸν πλῆθος δι´ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντό τε οὐδενὶ κόσμῳ αἱ ἀπαναστάσεις, ἀλλ´ ὥσπερ εἰκὸς οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνόμεναι, καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἱ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπολείπεσθαί τε τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπομένειν.
4. Πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. Μετὰ δὲ τοὺς πρώτους ἕτεροι ταὐτὸν ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ὁσέτη. Οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητο ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.

XXV. 1. Ἦσαν δὲ τά τε πολέμια ἐκ τοῦ μετὰ κινδύνων πεποιῆσθαι τὰς μελέτας ἐν ἔθνεσι φιλοπολέμοις ζῶντες πολλῶν ἀμείνους καὶ τῆς κατὰ τὰ ναυτικὰ ἐπιστήμης διὰ τὴν μετὰ Τυρρηνῶν οἴκησιν ἐπὶ πλεῖστον ἐληλακότες· ἥ τε ἀνάγκη ἱκανὴ οὖσα τοῖς ἀπορουμένοις βίου τόλμαν παρασχεῖν ἡγεμών τε καὶ διδάσκαλος τοῦ παντὸς κινδυνεύματος αὐτοῖς ἐγίνετο, ὥστε οὐ χαλεπῶς ὅπη ἐπέλθοιεν ἐπεκράτουν. 
2. καλοῦντο δὲ ὑπὸ τῶν ἄλλων ἀνθρώπων τῆς τε χώρας ἐπικλήσει ἀφ´ ἧς ἐξανέστησαν καὶ τοῦ παλαιοῦ γένους μνήμῃ οἱ αὐτοὶ Τυρρηνοὶ καὶ Πελασγοί. ν ἐγὼ λόγον ἐποιησάμην τοῦ μή τινα θαῦμα ποιεῖσθαι, ἐπειδὰν ποιητῶν ἢ συγγραφέων ἀκούῃ τοὺς Πελασγοὺς καὶ Τυρρηνοὺς ὀνομαζόντων, πῶς ἀμφοτέρας ἔσχον τὰς ἐπωνυμίας οἱ αὐτοί. 
3. χει γὰρ περὶ αὐτῶν καὶ Θουκυδίδης μὲν ἐναργῆ ἀκτῆς τῆς Θρᾳκίας μνήμην καὶ τῶν ἐν αὐτῇ κειμένων πόλεων, ἃς οἰκοῦσιν ἄνθρωποι δίγλωττοι. Περὶ δὲ τοῦ Πελασγικοῦ ἔθνους ὅδε ὁ λόγος· « νι δέ τι καὶ Χαλκιδικὸν, τὸ δὲ πλεῖστον Πελασγικὸν τῶν καὶ Λῆμνόν ποτε καὶ Ἀθήνας οἰκησάντων Τυρρηνῶν »
4. Σοφοκλεῖ δ´ ἐν Ἰνάχῳ δράματι ἀνάπαιστον ὑπὸ τοῦ χοροῦ λεγόμενον πεποίηται ὧδε·
 Ἴναχε νᾶτορ, παῖ τοῦ κρηνῶν 
πατρὸς Ὠκεανοῦ, μέγα πρεσβεύων 
Ἄργους τε γύαις Ἥρας τε πάγοις, 
καὶ Τυρσηνοῖσι Πελασγοῖς. 
5. Τυρρηνίας μὲν γὰρ δὴ ὄνομα τὸν χρόνον ἐκεῖνον ἀνὰ τὴν Ἑλλάδα ἦν, καὶ πᾶσα ἡ προσεσπέριος Ἰταλία τὰς κατὰ τὸ ἔθνος ὀνομασίας ἀφαιρεθεῖσα καὶ τὴν ἐπίκλησιν ἐκείνην ἐλάμβανεν, ὥσπερ τῆς Ἑλλάδος ἄλλῃ τε πολλαχῇ καὶ περὶ τὴν καλουμένην νῦν Πελοπόννησον ἐγένετο· ἐπὶ γὰρ ἑνὸς τῶν οἰκούντων ἐν αὐτῇ ἐθνῶν, τοῦ Ἀχαϊκοῦ, καὶ ἡ σύμπασα χερρόνησος, ἐν ᾗ καὶ τὸ Ἀρκαδικὸν καὶ τὸ Ἰωνικὸν καὶ ἄλλα συχνὰ ἔθνη ἔνεστιν, Ἀχαΐα ὠνομάσθη. 

XXVI. 1 Ὁ δὲ χρόνος ἐν ᾧ τὸ Πελασγικὸν κακοῦσθαι ἤρξατο, δευτέρα γενεὰ σχεδὸν πρὸ τῶν Τρωικῶν ἐγένετο· διέτεινε δὲ καὶ μετὰ τὰ Τρωικά, ἕως εἰς ἐλάχιστον συνεστάλη τὸ ἔθνος. ξω γὰρ Κρότωνος τῆς ἐν Ὀμβρικοῖς πόλεως ἀξιολόγου, καὶ εἰ δή τι ἄλλο ἐν τῇ Ἀβοριγίνων οἰκισθὲν ἐτύγχανε, τὰ λοιπὰ τῶν Πελασγῶν διεφθάρη πολίσματα. δὲ Κρότων ἄχρι πολλοῦ διαφυλάξασα τὸ παλαιὸν σχῆμα χρόνος οὐ πολὺς ἐξ οὗ τήν τε ὀνομασίαν καὶ τοὺς οἰκήτορας ἤλλαξε· καὶ νῦν ἐστι Ῥωμαίων ἀποικία, καλεῖται δὲ Κορθωνία. 
2. Οἱ δὲ τῶν ἐκλιπόντων τὴν χώραν Πελασγῶν κατασχόντες τὰς πόλεις ἄλλοι τε πολλοὶ ἦσαν, ὡς ἕκαστοί τισιν ἔτυχον ὁμοτέρμονας τὰς οἰκήσεις ἔχοντες, καὶ ἐν τοῖς μάλιστα πλείστας τε καὶ ἀρίστας Τυρρηνοί. Τοὺς δὲ Τυρρηνοὺς οἱ μὲν αὐτόχθονας Ἰταλίας ἀποφαίνουσιν, οἱ δὲ ἐπήλυδας· καὶ τὴν ἐπωνυμίαν αὐτοῖς ταύτην οἱ μὲν αὐθιγενὲς τὸ ἔθνος ποιοῦντες ἐπὶ τῶν ἐρυμάτων, ἃ πρῶτοι τῶν τῇδε οἰκούντων κατεσκευάσαντο, τεθῆναι λέγουσι· τύρσεις γὰρ καὶ παρὰ Τυρρηνοῖς αἱ ἐντείχιοι καὶ στεγαναὶ οἰκήσεις ὀνομάζονται ὥσπερ παρ´ Ἕλλησιν. πὸ δὴ τοῦ συμβεβηκότος αὐτοῖς ἀξιοῦσι τεθῆναι τοὔνομα, ὥςπερ καὶ τοῖς ἐν Ἀσίᾳ Μοσυνοίκοις· οἰκοῦσι μὲν γὰρ δὴ κἀκεῖνοι ἐπὶ ξυλίνοις ὡσπερὰν πύργοις ὑψηλοῖς σταυρώμασι, μόσυνας αὐτὰ καλοῦντες. 

XXVII. 1. Οἱ δὲ μετανάστας μυθολογοῦντες αὐτοὺς εἶναι Τυρρηνὸν ἀποφαίνουσιν ἡγεμόνα τῆς ἀποικίας γενόμενον ἀφ´ ἑαυτοῦ θέσθαι τῷ ἔθνει τοὔνομα· τοῦτον δὲ Λυδὸν εἶναι τὸ γένος ἐκ τῆς πρότερον Μῃονίας καλουμένης, παλαιὸν δή τινα μετανάστην ὄντα· εἶναι δ´ αὐτὸν πέμπτον ἀπὸ Διὸς, λέγοντες ἐκ Διὸς καὶ Γῆς Μάνην γενέσθαι πρῶτον ἐν τῇ γῇ ταύτῃ βασιλέα· τούτου δὲ καὶ Καλλιρόης τῆς Ὠκεανοῦ θυγατρὸς γεννηθῆναι Κότυν· τῷ δὲ Κότυϊ γήμαντι θυγατέρα Τύλλου τοῦ γηγενοῦς Ἁλίην δύο γενέσθαι παῖδας Ἀσίην καὶ Ἄτυν· 
2. κ δὲ Ἄτυος καὶ Καλλιθέας τῆς Χωραίου Λυδὸν φῦναι καὶ Τυρρηνόν· καὶ τὸν μὲν Λυδὸν αὐτοῦ καταμείναντα τὴν πατρῴαν ἀρχὴν παραλαβεῖν καὶ ἀπ´ αὐτοῦ Λυδίαν τὴν γῆν ὀνομασθῆναι· Τυρρηνὸν δὲ τῆς ἀποικίας ἡγησάμενον πολλὴν κτήσασθαι τῆς Ἰταλίας καὶ τοῖς συναραμένοις τοῦ στόλου ταύτην θέσθαι τὴν ἐπωνυμίαν.
3.  Ἡροδότῳ δὲ εἴρηνται Ἄτυος τοῦ Μάνεω παῖδες οἱ περὶ Τυρρηνὸν, καὶ ἡ μετανάστασις τῶν Μῃόνων εἰς Ἰταλίαν οὐχ ἑκούσιος. Φησὶ γὰρ ἐπὶ τῆς Ἄτυος ἀρχῆς ἀφορίαν καρπῶν ἐν τῇ γῇ Μῃόνων γενέσθαι, τοὺς δὲ ἀνθρώπους τέως μὲν ὑπὸ τῆς φιλοχωρίας κρατουμένους πολλὰ διαμηχανήσασθαι πρὸς τὴν συμφορὰν ἀλεξητήρια, τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν μέτρια σιτία προσφερομένους, τῇ δ´ ἑτέρᾳ διακαρτεροῦντας· χρονίζοντος δὲ τοῦ δεινοῦ διανείμαντας ἅπαντα τὸν δῆμον διχῇ κλήρους ταῖς μοίραις ἐπιβαλεῖν· τὸν μὲν ἐπ´ ἐξόδῳ τῆς χώρας, τὸν δ´ ἐπὶ μονῇ, καὶ τῶν Ἄτυος παίδων τὸν μὲν τῇ προσνεῖμαι, 4. τὸν δὲ τῇ. Λαχούσης δὲ τῆς ἅμα Λυδῷ μοίρας τὴν τοῦ μεῖναι τύχην, ἐκχωρῆσαι τὴν ἑτέραν ἀπολαχοῦσαν τῶν χρημάτων τὰ μέρη, ὁρμισαμένην δ´ ἐπὶ τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας, ἔνθα ἦν Ὀμβρικοῖς ἡ οἴκησις, αὐτοῦ καταμείνασαν ἱδρύσασθαι πόλεις τὰς ἔτι καὶ κατ´ αὐτὸν ἐκεῖνον οὔσας.

XXVIII. 1. Τούτῳ τῷ λόγῳ πολλοὺς καὶ ἄλλους συγγραφεῖς περὶ τοῦ Τυρρηνῶν γένους χρησαμένους ἐπίσταμαι, τοὺς μὲν κατὰ ταὐτά, τοὺς δὲ μεταθέντας τὸν οἰκισμὸν καὶ τὸν χρόνον. ἔλεξαν γὰρ δή τινες Ἡρακλέους υἱὸν εἶναι τὸν Τυρρηνὸν ἐξ Ὀμφάλης τῆς Λυδῆς γενόμενον· τοῦτον δ´ ἀφικόμενον εἰς Ἰταλίαν ἐκβαλεῖν τοὺς Πελασγοὺς ἐκ τῶν πόλεων οὐχ ἁπασῶν, ἀλλ´ ὅσαι πέραν ἦσαν τοῦ Τεβέριος ἐν τῷ βορείῳ μέρει. ἕτεροι δὲ Τηλέφου παῖδα τὸν Τυρρηνὸν ἀποφαίνουσιν, ἐλθεῖν δὲ μετὰ Τροίας ἅλωσιν εἰς Ἰταλίαν. 
2. Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς εἰ καί τις ἄλλος ἔμπειρος ὤν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθείς, οὔτε Τυρρηνὸν ὠνόμακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν οὔτε ἀποικίαν Μῃόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίσταται Τυρρηνίας τε μνήμην ὡς Λυδῶν ἀποκτίσεως ταπεινοτέρων ἄλλων μεμνημένος οὐδεμίαν πεποίηται· Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόρηβον, τούτους δὲ μερισαμένους τὴν πατρῴαν ἀρχὴν ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους· καὶ τοῖς ἔθνεσιν ὧν ἦρξαν ἐπ´ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας, λέγων ὧδε· « πὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ Τορήβου δὲ Τόρηβοι. τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν ἔτι σιλλοῦσιν  ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴωνες καὶ Δωριεῖς ».
3.  Ἑλλάνικος δὲ ὁ Λέσβιος τοὺς Τυρρηνούς φησι Πελασγοὺς πρότερον καλουμένους, ἐπειδὴ κατῴκησαν ἐν Ἰταλίᾳ, παραλαβεῖν ἣν νῦν ἔχουσι προσηγορίαν. χει δὲ αὐτῷ ἐν Φορωνίδι ὁ λόγος ὧδε· « Τοῦ Πελασγοῦ τοῦ βασιλέος αὐτῶν καὶ Μενίππης τῆς Πηνειοῦ ἐγένετο Φράστωρ, τοῦ δὲ Ἀμύντωρ, τοῦ δὲ Τευταμίδης, τοῦ δὲ Νάνας. ἐπὶ τούτου βασιλεύοντος οἱ Πελασγοὶ ὑπ´ Ἑλλήνων ἀνέστησαν, καὶ ἐπὶ Σπινῆτι ποταμῷ ἐν τῷ Ἰονίῳ κόλπῳ τὰς νῆας καταλιπόντες Κρότωνα πόλιν ἐν μεσογείῳ εἷλον καὶ ἐντεῦθεν ὁρμώμενοι τὴν νῦν καλεομένην Τυρσηνίην ἔκτισαν »
4. Μυρσίλος δὲ τὰ ἔμπαλιν ἀποφαινόμενος Ἑλλανίκῳ τοὺς Τυρρηνούς φησιν, ἐπειδὴ τὴν ἑαυτῶν ἐξέλιπον, ἐν τῇ πλάνῃ μετονομασθῆναι Πελαργοὺς, τῶν ὀρνέων τοῖς καλουμένοις πελαργοῖς εἰκασθέντας, ὡς κατ´ ἀγέλας ἐφοίτων εἴς τε τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον· καὶ τοῖς Ἀθηναίοις τὸ τεῖχος τὸ περὶ τὴν ἀκρόπολιν, τὸ Πελαργικὸν καλούμενον, τούτους περιβαλεῖν.

XXIX. 1. Ἐμοὶ μέντοι δοκοῦσιν ἅπαντες ἁμαρτάνειν οἱ πεισθέντες ἓν καὶ τὸ αὐτὸ ἔθνος εἶναι τὸ Τυρρηνικὸν καὶ τὸ Πελασγικόν. τῆς μὲν γὰρ ὀνομασίας ἀπολαῦσαί ποτε αὐτοὺς τῆς ἀλλήλων οὐδὲν θαυμαστὸν ἦν, ἐπεὶ καὶ ἄλλα δή τινα ἔθνη, τὰ μὲν Ἑλλήνων, τὰ δὲ βαρβάρων, ταὐτὸν ἔπαθεν, ὥσπερ τὸ Τρωικὸν καὶ τὸ Φρυγικὸν ἀγχοῦ οἰκοῦντα ἀλλήλων· (πολλοῖς γέ τοι γένος ἓν ἄμφω ταῦτ´ ἐνομίσθη, κλήσει διαλλάττον οὐ φύσει) καὶ οὐχ ἥκιστα τῶν ἄλλοθί που συνωνυμίαις ἐπικερασθέντων καὶ τὰ ἐν Ἰταλίᾳ ἔθνη τὸ αὐτὸ ἔπαθεν. 
2. ν γὰρ δὴ χρόνος ὅτε καὶ Λατῖνοι καὶ Ὀμβρικοὶ καὶ Αὔσονες καὶ συχνοὶ ἄλλοι Τυρρηνοὶ ὑφ´ Ἑλλήνων ἐλέγοντο, τῆς διὰ μακροῦ τῶν ἐθνῶν οἰκήσεως ἀσαφῆ ποιούσης τοῖς πρόσω τὴν ἀκρίβειαν· τήν τε Ῥώμην αὐτὴν πολλοὶ τῶν συγγραφέων Τυρρηνίδα πόλιν εἶναι ὑπέλαβον. νομάτων μὲν οὖν ἐναλλαγήν, ἐπεὶ καὶ βίων, πείθομαι τοῖς ἔθνεσι γενέσθαι· κοινοῦ δὲ ἄμφω μετειληφέναι γένους οὐ πείθομαι, πολλοῖς τε ἄλλοις καὶ μάλιστα ταῖς φωναῖς αὐτῶν διηλλαγμέναις καὶ οὐδεμίαν ὁμοιότητα σωζούσαις τεκμαιρόμενος. 
3. « Καὶ γὰρ δὴ οὔτε Κροτωνιῆται » ὥς φησιν Ἡρόδοτος « οὐδαμοῖσι τῶν νῦν σφεας περιοικεόντων εἰσὶν ὁμόγλωσσοι οὔτε Πλακιηνοί, σφίσι δ´ ὁμόγλωσσοι. δηλοῦσι δὲ ὅτι, τὸν ἠνείκαντο γλώσσης χαρακτῆρα μεταβαίνοντες ἐς ταῦτα τὰ χωρία, τοῦτον ἔχουσιν ἐν φυλακῇ ». Καίτοι θαυμάσειεν ἄν τις, εἰ Πλακιανοῖς μὲν τοῖς περὶ τὸν Ἑλλήσποντον οἰκοῦσιν ὁμοίαν διάλεκτον εἶχον οἱ Κροτωνιᾶται, ἐπειδὴ Πελασγοὶ ἦσαν ἀμφότεροι ἀρχῆθεν, Τυρρηνοῖς δὲ τοῖς ἔγγιστα οἰκοῦσι μηδὲν ὁμοίαν. Εἰ γὰρ τὸ συγγενὲς τῆς ὁμοφωνίας αἴτιον ὑποληπτέον, θάτερον δή που τῆς διαφωνίας· 
4. Οὐ γὰρ δὴ κατά γε τὸ αὐτὸ ἐγχωρεῖ νομίζειν τἀμφότερα. καὶ γὰρ δὴ τὸ μὲν ἕτερον καὶ λόγον τιν´ ἂν εἶχε γενόμενον, τὸ δὴ τοὺς πρόσω τὰς οἰκήσεις ἀπ´ ἀλλήλων ποιησαμένους ὁμοεθνεῖς μηκέτι διασώζειν τὸν αὐτὸν τῆς διαλέκτου χαρακτῆρα διὰ τὰς πρὸς τοὺς πέλας ὁμιλίας· τὸ δὲ τοὺς ἐν τοῖς αὐτοῖς οἰκοῦντας χωρίοις μηδ´ ὁτιοῦν κατὰ τὴν φωνὴν ἀλλήλοις ὁμολογεῖν ἐκ ταὐτοῦ φύντας γένους οὐδένα λόγον ἔχει. 

XXX. 1.  Τούτῳ μὲν δὴ τῷ τεκμηρίῳ χρώμενος ἑτέρους εἶναι πείθομαι τῶν Τυρρηνῶν τοὺς Πελασγούς. οὐ μὲν δὴ οὐδὲ Λυδῶν τοὺς Τυρρηνοὺς ἀποίκους οἶμαι γενέσθαι· οὐδὲ γὰρ ἐκείνοις ὁμόγλωσσοί εἰσιν, οὐδ´ ἔστιν εἰπεῖν ὡς φωνῇ μὲν οὐκέτι χρῶνται παραπλησίᾳ, ἄλλα δέ τινα διασώζουσι τῆς μητροπόλεως γῆς μηνύματα. Οὔτε γὰρ θεοὺς Λυδοῖς τοὺς αὐτοὺς νομίζουσιν οὔτε νόμοις οὔτ´ ἐπιτηδεύμασι κέχρηνται παραπλησίοις, ἀλλὰ κατά γε ταῦτα πλέον Λυδῶν διαφέρουσιν ἢ Πελασγῶν.
2. Κινδυνεύουσι γὰρ τοῖς ἀληθέσι μᾶλλον ἐοικότα λέγειν μηδαμόθεν ἀφιγμένον, ἀλλ´ ἐπιχώριον τὸ ἔθνος ἀποφαίνοντες, ἐπειδὴ ἀρχαῖόν τε πάνυ καὶ οὐδενὶ ἄλλῳ γένει οὔτε ὁμόγλωσσον οὔτε ὁμοδίαιτον εὑρίσκεται. ὠνομάσθαι δ´ ὑφ´ Ἑλλήνων αὐτὸ τῇ προσηγορίᾳ ταύτῃ οὐδὲν κωλύει, καὶ διὰ τὰς ἐν ταῖς τύρσεσιν οἰκήσεις καὶ ἀπ´ ἀνδρὸς δυνάστου. 
3. Ῥωμαῖοι μέντοι ἄλλαις αὐτὸ προσαγορεύουσιν ὀνομασίαις· καὶ γὰρ ἐπὶ τῆς χώρας, ἐν ᾗ ποτε ᾤκησαν, Ἑτρουρίας προσαγορευομένης Ἑτρούσκους καλοῦσι τοὺς ἀνθρώπους· καὶ ἐπὶ τῆς ἐμπειρίας τῶν περὶ τὰ θεῖα σεβάσματα λειτουργιῶν, διαφέροντας εἰς αὐτὴν ἑτέρων, νῦν μὲν Τούσκους ἀσαφέστερον, πρότερον δ´ ἀκριβοῦντες τοὔνομα ὥσπερ Ἕλληνες Θυοσκόους ἐκάλουν· αὐτοὶ μέντοι σφᾶς αὐτοὺς ἐπὶ τῶν ἡγεμόνων τινὸς Ῥασέννα τὸν αὐτὸν ἐκείνῳ τρόπον ὀνομάζουσι. 
4. Πόλεις δὲ ἅςτινας ᾤκισαν οἱ Τυρρηνοὶ, καὶ πολιτευμάτων οὕςτινας κατεστήσαντο κόσμους, δύναμίν τε ὁπόσην οἱ σύμπαντες καὶ ἔργα εἴ τινα μνήμης ἄξια διεπράξαντο, τύχαις τε ὁποίαις ἐχρήσαντο, ἐν ἑτέρῳ δηλωθήσεται λόγῳ. 
5. Τὸ δ´ οὖν Πελασγικὸν φῦλον, ὅσον μὴ διεφθάρη τε καὶ κατὰ τὰς ἀποικίας διεσπάσθη, διέμεινε δὲ ὀλίγον ἀπὸ πολλοῦ, μετὰ τῶν Ἀβοριγίνων πολιτευόμενον ἐν τούτοις ὑπελείφθη τοῖς χωρίοις, ὅπου σὺν χρόνῳ τὴν Ῥώμην οἱ ἔκγονοι αὐτῶν σὺν τοῖς ἄλλοις ἐπολίσαντο. καὶ τὰ μὲν ὑπὲρ τοῦ Πελασγικοῦ γένους μυθολογούμενα τοιάδε ἐστί.

XXXI. 1. Μετὰ δὲ οὐ πολὺν χρόνον στόλος ἄλλος Ἑλληνικὸς εἰς ταῦτα τὰ χωρία τῆς Ἰταλίας κατάγεται, ἑξηκοστῷ μάλιστα ἔτει πρότερον τῶν Τρωικῶν, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσιν, ἐκ Παλλαντίου πόλεως Ἀρκαδικῆς ἀναστάς. γεῖτο δὲ τῆς ἀποικίας Εὔανδρος Ἑρμοῦ λεγόμενος καὶ νύμφης τινὸς Ἀρκάσιν ἐπιχωρίας, ἣν οἱ μὲν Ἕλληνες Θέμιν εἶναι λέγουσι καὶ θεοφόρητον ἀποφαίνουσιν, οἱ δὲ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἀρχαιολογίας τῇ πατρίῳ γλώσσῃ Καρμέντην ὀνομάζουσιν· εἴη δ´ ἂν Ἑλλάδι φωνῇ Θεσπιῳδὸς τῇ νύμφῃ τοὔνομα· τὰς μὲν γὰρ ᾠδὰς καλοῦσι Ῥωμαῖοι κάρμινα, τὴν δὲ γυναῖκα ταύτην ὁμολογοῦσι δαιμονίῳ πνεύματι κατάσχετον γενομένην τὰ μέλλοντα συμβαίνειν τῷ πλήθει δι´ ᾠδῆς προλέγειν. 
2. δὲ στόλος οὗτος οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς γνώμης ἐπέμφθη, ἀλλὰ στασιάσαντος τοῦ δήμου τὸ ἐλαττωθὲν μέρος ἑκούσιον ὑπεξῆλθεν. ἐτύγχανε δὲ τότε τὴν βασιλείαν τῶν Ἀβοριγίνων παρειληφὼς Φαῦνος, Ἄρεος ὥς φασιν ἀπόγονος, ἀνὴρ μετὰ τοῦ δραστηρίου καὶ συνετὸς, καὶ αὐτὸν ὡς τῶν ἐπιχωρίων τινὰ Ῥωμαῖοι δαιμόνων θυσίαις καὶ ᾠδαῖς γεραίρουσιν. Οὗτος ὁ ἀνὴρ δεξάμενος κατὰ πολλὴν φιλότητα τοὺς Ἀρκάδας ὀλίγους ὄντας, δίδωσιν αὐτοῖς τῆς αὑτοῦ χώρας ὁπόσην ἐβούλοντο. 
3. Οἱ δὲ Ἀρκάδες, ὡς ἡ Θέμις αὐτοῖς ἐπιθειάζουσα ἔφραζεν, αἱροῦνται λόφον ὀλίγον ἀπέχοντα τοῦ Τεβέριος, ὅς ἐστι νῦν ἐν μέσῳ μάλιστα τῆς Ῥωμαίων πόλεως, καὶ κατασκευάζονται πρὸς αὐτῷ κώμην βραχεῖαν, δυσὶ ναυτικοῖς πληρώμασιν ἐν οἷς ἀπανέστησαν τῆς Ἑλλάδος ἀποχρῶσαν, ἣν ἔμελλε τὸ πεπρωμένον σὺν χρόνῳ θήσειν ὅσην οὔθ´ Ἑλλάδα πόλιν οὔτε βάρβαρον κατά τε οἰκήσεως μέγεθος καὶ κατὰ δυναστείας ἀξίωσιν καὶ τὴν ἄλλην ἅπασαν εὐτυχίαν, χρόνον τε ὁπόσον ἂν ὁ θνητὸς αἰὼν ἀντέχῃ πόλεων μάλιστα πασῶν μνημονευθησομένην. 
4. νομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως· νῦν μέντοι Παλάτιον ὑπὸ Ῥωμαίων λέγεται συγχέαντος τοῦ χρόνου τὴν ἀκρίβειαν καὶ παρέχει πολλοῖς ἀτόπων ἐτυμολογιῶν ἀφορμάς·

XXXII. 1ς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος ὁ Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος· τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός· χώσαντα δ´ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι. 
2. γὼ μέντοι οὔτε τάφον ἐθεασάμην ἐν Ῥώμῃ Πάλλαντος οὔτε χοὰς ἔμαθον ἐπιτελουμένας οὔτε ἄλλο τῶν τοιουτοτρόπων οὐδὲν ἠδυνήθην ἰδεῖν, καίτοι γε οὐκ ἀμνήστου τῆς οἰκίας ταύτης ἀφειμένης οὐδ´ ἀμοίρου τιμῶν αἷς τὸ δαιμόνιον γένος ὑπ´ ἀνθρώπων γεραίρεται. Καὶ γὰρ Εὐάνδρῳ θυσίας ἔμαθον ὑπὸ Ῥωμαίων ἐπιτελουμένας ὁσέτη δημοσίᾳ καὶ Καρμέντῃ, καθάπερ τοῖς λοιποῖς ἥρωσι καὶ δαίμοσι, καὶ βωμοὺς ἐθεασάμην ἱδρυμένους, Καρμέντῃ μὲν ὑπὸ τῷ καλουμένῳ Καπιτωλίῳ παρὰ ταῖς Καρμεντίσι πύλαις, Εὐάνδρῳ δὲ πρὸς ἑτέρῳ τῶν λόφων Αὐεντίνῳ λεγομένῳ τῆς Τριδύμου πύλης οὐ πρόσω· Πάλλαντι δὲ οὐδὲν οἶδα τούτων γινόμενον. 
3. Οἱ δ´ οὖν Ἀρκάδες ὑπὸ τῷ λόφῳ συνοικισθέντες τά τε ἄλλα διεκόσμουν τὸ κτίσμα τοῖς οἴκοθεν νομίμοις χρώμενοι καὶ ἱερὰ ἱδρύονται, πρῶτον μὲν τῷ Λυκαίῳ Πανὶ τῆς Θέμιδος ἐξηγουμένης (Ἀρκάσι γὰρ θεῶν ἀρχαιότατός τε καὶ τιμιώτατος ὁ Πάν) χωρίον ἐξευρόντες ἐπιτήδειον, ὃ καλοῦσι Ῥωμαῖοι Λουπερκάλιον, ἡμεῖς δ´ ἂν εἴποιμεν Λύκαιον.
4Νῦν μὲν οὖν συμπεπολισμένων τῷ τεμένει τῶν πέριξ χωρίων δυσείκαστος γέγονεν ἡ παλαιὰ τοῦ τόπου φύσις, ἦν δὲ τὸ ἀρχαῖον ὡς λέγεται σπήλαιον ὑπὸ τῷ λόφῳ μέγα, δρυμῷ λασίῳ κατηρεφές, καὶ κρηνίδες ὑπὸ ταῖς πέτραις ἐμβύθιοι, ἥ τε προσεχὴς τῷ κρημνῷ νάπη πυκνοῖς καὶ μεγάλοις δένδρεσιν ἐπίσκιος.
5νθα βωμὸν ἱδρυσάμενοι τῷ θεῷ τὴν πάτριον θυσίαν ἐπετέλεσαν, ἣν μέχρι τοῦ καθ´ ἡμᾶς χρόνου Ῥωμαῖοι θύουσιν ἐν μηνὶ Φεβρουαρίῳ μετὰ τὰς χειμερίους τροπάς, οὐδὲν τῶν τότε γενομένων μετακινοῦντες· ὁ δὲ τρόπος τῆς θυσίας ἐν τοῖς ἔπειτα λεχθήσεται. πὶ δὲ τῇ κορυφῇ τοῦ λόφου τὸ τῆς Νίκης τέμενος ἐξελόντες θυσίας καὶ ταύτῃ κατεστήσαντο διετησίους, ἃς καὶ ἐπ´ ἐμοῦ Ῥωμαῖοι ἔθυον.

XXXIII. 1.  Ταύτην δὲ Ἀρκάδες μυθολογοῦσι Πάλλαντος εἶναι θυγατέρα τοῦ Λυκάονος· τιμὰς δὲ παρ´ ἀνθρώπων ἃς ἔχει νῦν Ἀθηνᾶς βουλήσει λαβεῖν, γενομένην τῆς θεοῦ σύντροφον. Δοθῆναι γὰρ εὐθὺς ἀπὸ γονῆς τὴν Ἀθηνᾶν Πάλλαντι ὑπὸ Διὸς καὶ παρ´ ἐκείνῳ τέως εἰς ὥραν ἀφίκετο τραφῆναι. δρύσαντο δὲ καὶ Δήμητρος ἱερὸν καὶ τὰς θυσίας αὐτῇ διὰ γυναικῶν τε καὶ νηφαλίους ἔθυσαν, ὡς Ἕλλησι νόμος, ὧν οὐδὲν ὁ καθ´ ἡμᾶς ἤλλαξε χρόνος.
2πέδειξαν δὲ καὶ Ποσειδῶνι τέμενος Ἱππίῳ καὶ τὴν ἑορτὴν Ἱπποκράτεια μὲν ὑπ´ Ἀρκάδων, Κωνσουάλια δὲ ὑπὸ Ῥωμαίων λεγόμενα κατεστήσαντο, ἐν ᾗ παρὰ Ῥωμαίοις ἐξ ἔθους ἐλινύουσιν ἔργων ἵπποι καὶ ὀρεῖς καὶ στέφονται τὰς κεφαλὰς ἄνθεσι. 
3. Πολλὰ δὲ καὶ ἄλλα τεμένη καὶ βωμοὺς καὶ βρέτη θεῶν καθωσίωσαν, ἁγισμούς τε καὶ θυσίας κατεστήσαντο πατρίους, αἳ μέχρι τῶν κατ´ ἐμὲ χρόνων τὸν αὐτὸν ἐγίνοντο τρόπον. Οὐ θαυμάσαιμι δ´ ἂν εἰ καὶ παρεῖνταί τινες διαφυγοῦσαι τὴν τῶν ἐπιγινομένων μνήμην ὑπὸ τοῦ πάνυ ἀρχαίου· ἀλλ´ ἀποχρῶσί γε αἱ νῦν ἔτι γινόμεναι τεκμήρια εἶναι τῶν Ἀρκαδικῶν ποτε νομίμων· λεχθήσεται δὲ περὶ αὐτῶν ἐπὶ πλεῖον ἐν ἑτέροις. 
4Λέγονται δὲ καὶ γραμμάτων Ἑλληνικῶν χρῆσιν εἰς Ἰταλίαν πρῶτοι διακομίσαι νεωστὶ φανεῖσαν Ἀρκάδες καὶ μουσικὴν τὴν δι´ ὀργάνων, ἃ δὴ λύραι τε καὶ τρίγωνα καὶ αὐλοὶ καλοῦνται, τῶν προτέρων ὅτι μὴ σύριγξι ποιμενικαῖς οὐδενὶ ἄλλῳ μουσικῆς τεχνήματι χρωμένων, νόμους τε θέσθαι καὶ τὴν δίαιταν ἐκ τοῦ θηριώδους ἐπὶ πλεῖστον εἰς ἡμερότητα μεταγαγεῖν τέχνας τε καὶ ἐπιτηδεύματα καὶ ἄλλα πολλά τινα ὠφελήματα εἰς τὸ κοινὸν καταθεῖναι, καὶ διὰ ταῦτα πολλῆς ἐπιμελείας τυγχάνειν πρὸς τῶν ὑποδεξαμένων. Τοῦτο δεύτερον ἔθνος Ἑλληνικὸν μετὰ Πελασγοὺς ἀφικόμενον εἰς Ἰταλίαν κοινὴν ἔσχε μετὰ τὴν τῶν Ἀβοριγίνων οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ῥώμης ἱδρυσάμενον χωρίῳ.

XXXIV. 1.  Ὀλίγοις δ´ ὕστερον ἔτεσι μετὰ τοὺς Ἀρκάδας ἄλλος εἰς Ἰταλίαν ἀφικνεῖται στόλος Ἑλληνικὸς ἄγοντος Ἡρακλέους, ὃς Ἰβηρίαν καὶ τὰ μέχρι δυσμῶν ἡλίου πάντα χειρωσάμενος ἧκεν. ἐξ ὧν τινες Ἡρακλέα παραιτησάμενοι τῆς πραγματείας ἀφεθῆναι, περὶ ταῦτα τὰ χωρία ὑπέμειναν καὶ πολίζονται λόφον ἐπιτήδειον εὑρόντες, τρισταδίῳ δὲ μάλιστα μήκει τοῦ Παλλαντίου διειργόμενον, ὃς νῦν μὲν Καπιτωλῖνος ὀνομάζεται, ὑπὸ δὲ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, ὥσπερ ἂν εἴποι τις Ἑλλάδι φωνῇ Κρόνιος. 
2. Τῶν δὲ ὑπολειφθέντων οἱ μὲν πλείους ἦσαν Πελοποννήσιοι, Φενεᾶταί τε καὶ Ἐπειοὶ οἱ ἐξ Ἤλιδος, οἷς οὐκέτι πόθος ἦν τῆς οἴκαδε ὁδοῦ διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ἐν τῷ πρὸς Ἡρακλέα πολέμῳ, ἐμέμικτο δέ τι καὶ Τρωικὸν αὐτοῖς τῶν ἐπὶ Λαομέδοντος αἰχμαλώτων ἐξ Ἰλίου γενομένων ὅτε τῆς πόλεως Ἡρακλῆς ἐκράτησε. Δοκεῖ δέ μοι καὶ τοῦ ἄλλου στρατοῦ πᾶν, εἴ τι καματηρὸν ἢ τῇ πλάνῃ ἀχθόμενον ἦν, ἄφεσιν τῆς στρατείας αἰτησάμενον ἐν τῷ χωρίῳ τῷδε ὑπομεῖναι. 
3. Τὸ δὲ ὄνομα τῷ λόφῳ τινὲς μὲν ὥσπερ ἔφην ἀρχαῖον οἴονται εἶναι, καὶ δι´ αὐτὸ τοὺς Ἐπειοὺς οὐχ ἥκιστα φιλοχωρῆσαι μνήμῃ τοῦ ἐν Ἤλιδι Κρονίου λόφου, ὅς ἐστιν ἐν τῇ Πισάτιδι γῇ ποταμοῦ πλησίον Ἀλφειοῦ, καὶ αὐτὸν ἱερὸν τοῦ Κρόνου νομίζοντες Ἠλεῖοι θυσίαις καὶ ἄλλαις τιμαῖς συνιόντες γεραίρουσιν ἐν ὡρισμένοις χρόνοις. 
4. Εὔξενος δὲ ποιητὴς ἀρχαῖος καὶ ἄλλοι τινὲς τῶν Ἰταλικῶν μυθογράφων ὑπ´ αὐτῶν οἴονται Πισατῶν διὰ τὴν ὁμοιότητα τοῦ παρὰ σφίσι Κρονίου τεθῆναι τῷ τόπῳ τοὔνομα, καὶ τὸν βωμὸν τῷ Κρόνῳ τοὺς Ἐπειοὺς ἱδρύσασθαι μεθ´ Ἡρακλέους, ὃς ἔτι καὶ νῦν διαμένει παρὰ τῇ ῥίζῃ τοῦ λόφου κατὰ τὴν ἄνοδον τὴν ἀπὸ τῆς ἀγορᾶς φέρουσαν εἰς τὸ Καπιτώλιον, τήν τε θυσίαν, ἣν καὶ ἐπ´ ἐμοῦ Ῥωμαῖοι ἔθυον φυλάττοντες τὸν Ἑλληνικὸν νόμον, ἐκείνους εἶναι τοὺς καταστησαμένους. 
5. ς δ´ ἐγὼ συμβαλλόμενος εὑρίσκω, καὶ πρὶν Ἡρακλέα ἐλθεῖν εἰς Ἰταλίαν ἱερὸς ἦν ὁ τόπος τοῦ Κρόνου καλούμενος ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος, καὶ ἡ ἄλλη δὲ ἀκτὴ σύμπασα ἡ νῦν Ἰταλία καλουμένη τῷ θεῷ τούτῳ ἀνέκειτο, Σατορνία πρὸς τῶν ἐνοικούντων ὀνομαζομένη, ὡς ἔστιν εὑρεῖν ἔν τε Σιβυλλείοις τισὶ λογίοις καὶ ἄλλοις χρηστηρίοις ὑπὸ τῶν θεῶν δεδομένοις εἰρημένον, ἱερά τε πολλαχῇ τῆς χώρας ἐστὶν ἱδρυμένα τῷ θεῷ καὶ πόλεις τινὲς οὕτως ὥσπερ ἡ σύμπασα τότε ἀκτὴ ὀνομαζόμεναι χῶροί τε πολλοὶ τοῦ δαίμονος ἐπώνυμοι καὶ μάλιστα οἱ σκόπελοι καὶ τὰ μετέωρα·

XXXV. 1.  Ἰταλία δὲ ἀνὰ χρόνον ὠνομάσθη ἐπ´ ἀνδρὸς δυνάστου ὄνομα Ἰταλοῦ. Τοῦτον δέ φησιν Ἀντίοχος ὁ Συρακούσιος ἀγαθὸν καὶ σοφὸν γεγενημένον καὶ τῶν πλησιοχώρων τοὺς μὲν λόγοις ἀναπείθοντα, τοὺς δὲ βίᾳ προσαγόμενον, ἅπασαν ὑφ´ ἑαυτῷ ποιήσασθαι τὴν γῆν ὅση ἐντὸς ἦν τῶν κόλπων τοῦ τε Ναπητίνου καὶ τοῦ Σκυλλητίνου· ἣν δὴ πρώτην κληθῆναι Ἰταλίαν ἐπὶ τοῦ Ἰταλοῦ. πεὶ δὲ ταύτης καρτερὸς ἐγένετο καὶ ἀνθρώπους πολλοὺς εἶχεν ὑπηκόους αὑτῷ, αὐτίκα τῶν ἐχομένων ἐπορέγεσθαι καὶ πόλεις συνάγεσθαι πολλάς· εἶναι δ´ αὐτὸν Οἴνωτρον τὸ γένος.
2. Ἑλλάνικος δὲ ὁ Λέσβιός φησιν Ἡρακλέα τὰς Γηρυόνου βοῦς ἀπελαύνοντα εἰς Ἄργος, ἐπειδή τις αὐτῷ δάμαλις ἀποσκιρτήσας τῆς ἀγέλης ἐν Ἰταλίᾳ ἐόντι ἤδη φεύγων διῆρε τὴν ἀκτὴν καὶ τὸν μεταξὺ διανηξάμενος πόρον τῆς θαλάττης εἰς Σικελίαν ἀφίκετο, ἐρόμενον ἀεὶ τοὺς ἐπιχωρίους καθ´ οὓς ἑκάστοτε γίνοιτο διώκων τὸν δάμαλιν, εἴ πή τις αὐτὸν ἑωρακὼς εἴη, τῶν τῇδε ἀνθρώπων Ἑλλάδος μὲν γλώττης ὀλίγα συνιέντων, τῇ δὲ πατρίῳ φωνῇ κατὰ τὰς μηνύσεις τοῦ ζῴου καλούντων τὸν δάμαλιν οὐίτουλον, ὥσπερ καὶ νῦν λέγεται, ἐπὶ τοῦ ζῴου τὴν χώραν ὀνομάσαι πᾶσαν ὅσην ὁ δάμαλις διῆλθεν Οὐιτουλίαν. 
3. Μεταπεσεῖν δὲ ἀνὰ χρόνον τὴν ὀνομασίαν εἰς τὸ νῦν σχῆμα οὐδὲν θαυμαστόν, ἐπεὶ καὶ τῶν Ἑλληνικῶν πολλὰ τὸ παραπλήσιον πέπονθεν ὀνομάτων. Πλὴν εἴτε ὡς Ἀντίοχός φησιν ἐπ´ ἀνδρὸς ἡγεμόνος, ὅπερ ἴσως καὶ πιθανώτερόν ἐστιν, εἴθ´ ὡς Ἑλλάνικος οἴεται ἐπὶ τοῦ ταύρου τὴν ὀνομασίαν ταύτην ἔσχεν, ἐκεῖνό γε ἐξ ἀμφοῖν δῆλον, ὅτι κατὰ τὴν Ἡρακλέους ἡλικίαν ἢ μικρῷ πρόσθεν οὕτως ὠνομάσθη. Τὰ δὲ πρὸ τούτων Ἕλληνες μὲν Ἑσπερίαν καὶ Αὐσονίαν αὐτὴν ἐκάλουν, οἱ δ´ ἐπιχώριοι Σατορνίαν, ὡς εἴρηταί μοι πρότερον.

XXXVI. 1. Ἔστι δέ τις καὶ ἕτερος λόγος ὑπὸ τῶν ἐπιχωρίων μυθολογούμενος, ὡς πρὸ τῆς Διὸς ἀρχῆς ὁ Κρόνος ἐν τῇ γῇ ταύτῃ δυναστεύσειε, καὶ ὁ λεγόμενος ἐπ´ ἐκείνου βίος ἅπασι δαψιλὴς ὁπόσοις ὧραι φύουσιν οὐ παρ´ ἄλλοις μᾶλλον ἢ παρὰ σφίσι γένοιτο. 
2. Καὶ εἴ τις ἄλλως ἀφελῶν τὸ μυθῶδες τοῦ λόγου χώρας ἀρετὴν ἐξετάζειν ἐθελήσειεν, ἐξ ἧς γένος τὸ ἀνθρώπων πλείστας εὐφροσύνας ἐκαρπώσατο γενόμενον εὐθὺς εἴτ´ ἐκ γῆς ὡς ὁ παλαιὸς ἔχει λόγος, εἴτ´ ἄλλως πως, οὐκ ἂν εὕροι ταύτης τινὰ ἐπιτηδειοτέραν. ς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι τοσαύτην τὸ μέγεθος, οὐ μόνον τῆς Εὐρώπης, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης κρατίστη κατ´ ἐμὴν δόξαν ἐστὶν Ἰταλία.
3Καίτοι με οὐ λέληθεν ὅτι πολλοῖς οὐ πιστὰ δόξω λέγειν, ἐνθυμουμένοις Αἴγυπτόν τε καὶ Λιβύην καὶ Βαβυλῶνα καὶ εἰ δή τινες ἄλλοι χῶροί εἰσιν εὐδαίμονες· ἀλλ´ ἐγὼ τὸν ἐκ γῆς πλοῦτον οὐκ ἐν μιᾷ τίθεμαι καρπῶν ἰδέᾳ οὐδ´ εἰσέρχεταί με ζῆλος οἰκήσεως, ἐν ᾗ μόνον εἰσὶν ἄρουραι πίονες, τῶν δ´ ἄλλων οὐδὲν ἢ βραχύ τι χρησίμων, ἀλλ´ ἥτις ἂν εἴη πολυαρκεστάτη τε καὶ τῶν ἐπεισάκτων ἀγαθῶν ἐπὶ τὸ πολὺ ἐλάχιστον δεομένη, ταύτην κρατίστην εἶναι λογίζομαι. τοῦτο δὲ τὸ παμφόρον καὶ πολυωφελὲς παρ´ ἡντινοῦν ἄλλην γῆν Ἰταλίαν ἔχειν πείθομαι.

XXXVII. 1. Οὐ γὰρ ἀρούρας μὲν ἀγαθὰς ἔχει καὶ πολλάς, ἄδενδρος δ´ ἐστὶν ὡς σιτοφόρος· οὐδ´ αὖ φυτὰ μὲν ἱκανὴ παντοῖα θρέψασθαι, σπείρεσθαι δ´ ὡς δενδρῖτις ὀλιγόκαρπος· οὐδ´ ἄμφω μὲν ταῦτα παρέχειν δαψιλής, προβατεύεσθαι δ´ ἀνεπιτήδειος· οὐδ´ ἄν τις αὐτὴν φαίη πολύκαρπον μὲν εἶναι καὶ πολύβοτον, ἐνδιαίτημα δ´ ἀνθρώποις ὑπάρχειν ἄχαρι· ἀλλ´ ἔστι πάσης ὡς εἰπεῖν ἡδονῆς τε καὶ ὠφελείας ἔκπλεως. 
2. Ποίας μὲν γὰρ λείπεται σιτοφόρου μὴ ποταμοῖς, ἀλλὰ τοῖς οὐρανίοις ὕδασιν ἀρδομένης τὰ καλούμενα Καμπανῶν πεδία, ἐν οἷς ἐγὼ καὶ τρικάρπους ἐθεασάμην ἀρούρας θερινὸν ἐπὶ χειμερινῷ καὶ μετοπωρινὸν ἐπὶ θερινῷ σπόρον ἐκφερούσας; ποίας δ´ ἐλαιοφόρου τὰ Μεσσαπίων καὶ Δαυνίων καὶ Σαβίνων καὶ πολλῶν ἄλλων γεώργια; ποίας δ´ οἰνοφύτου Τυρρηνία καὶ Ἀλβανὴ καὶ Φαλερίνων χωρία θαυμαστῶς ὡς φιλάμπελα καὶ δι´ ἐλαχίστου πόνου πλείστους ἅμα καὶ κρατίστους καρποὺς ἐξενεγκεῖν εὔπορα; 
3. χωρὶς δὲ τῆς ἐνεργοῦ πολλὴν μὲν ἄν τις εὕροι τὴν εἰς ποίμνας ἀνειμένην αὐτῆς, πολλὴν δὲ τὴν αἰγινόμον, ἔτι δὲ πλείω καὶ θαυμασιωτέραν τὴν ἱπποφορβόν τε καὶ βουκολίδα· ἡ γὰρ ἕλειος καὶ λειμωνία βοτάνη δαψιλὴς οὖσα τῶν τε ὀργάδων ἡ δροσερὰ καὶ κατάρρυτος ἄπειρος ὅση θέρει νέμεται καὶ παρέχει διὰ παντὸς εὐθενούσας τὰς ἀγέλας.
4. πάντων δ´ εἰσὶν οἱ δρυμοὶ θαυμασιώτατοι περί τε τὰ κρημνώδη χωρία καὶ τὰς νάπας καὶ τοὺς ἀγεωργήτους λόφους, ἐξ ὧν πολλῆς μὲν εὐποροῦσι καὶ καλῆς ὕλης ναυπηγησίμου, πολλῆς δὲ τῆς εἰς τὰς ἄλλας ἐργασίας εὐθέτου. καὶ τούτων οὐδὲν οὔτε δυσπόριστόν ἐστιν οὔτε πρόσω τῆς ἀνθρωπίνης χρείας κείμενον, ἀλλ´ εὐκατέργαστα καὶ ῥᾴδια παρεῖναι πάντα διὰ πλῆθος τῶν ποταμῶν, οἳ διαρρέουσιν ἅπασαν τὴν ἀκτὴν καὶ ποιοῦσι τάς τε κομιδὰς καὶ τὰς ἀμείψεις τῶν ἐκ γῆς φυομένων λυσιτελεῖς. 
5. ἔχει δὲ ἡ γῆ καὶ νάματα θερμῶν ὑδάτων ἐν πολλοῖς εὑρημένα χωρίοις, λουτρὰ παρασχεῖν ἥδιστα καὶ νόσους ἰάσασθαι χρονίους ἄριστα, καὶ μέταλλα παντοδαπὰ καὶ θηρίων ἄγρας ἀφθόνους καὶ θαλάττης φύσιν πολύγονον ἄλλα τε μυρία, τὰ μὲν εὔχρηστα, τὰ δὲ θαυμάσια, πάντων δὲ κάλλιστον, ἀέρα κεκραμένον ταῖς ὥραις συμμέτρως, οἷον ἥκιστα πημαίνειν κρυμῶν ὑπερβολαῖς ἢ θάλπεσιν ἐξαισίοις καρπῶν τε γένεσιν καὶ ζῴων φύσιν.

XXXVIII. 1. Οὐδὲν δὴ θαυμαστὸν ἦν τοὺς παλαιοὺς ἱερὰν ὑπολαβεῖν τοῦ Κρόνου τὴν χώραν ταύτην, τὸν μὲν δαίμονα τοῦτον οἰομένους εἶναι πάσης εὐδαιμονίας δοτῆρα καὶ πληρωτὴν ἀνθρώποις, εἴτε Κρόνον αὐτὸν δεῖ καλεῖν, ὡς Ἕλληνες ἀξιοῦσιν, εἴτε Σάτουρνον, ὡς Ῥωμαῖοι, πᾶσαν δὲ περιειληφότα τὴν τοῦ κόσμου φύσιν, ὁποτέρως ἄν τις ὀνομάσῃ· τὴν δὲ χώραν ταύτην ὁρῶντας ἔκπλεω πάσης εὐπορίας καὶ χάριτος, ἧς τὸ θνητὸν ἐφίεται γένος, ἀξιοῦντας δὲ καὶ θείῳ καὶ θνητῷ γένει τὸ πρόσφορον εἶναι πάντων χωρίων ἁρμοδιώτατον, ὄρη μὲν καὶ νάπας Πανί, λειμῶνας δὲ καὶ τεθηλότα χωρία νύμφαις, ἀκτὰς δὲ καὶ νήσους πελαγίοις δαίμοσι, τῶν δ´ ἄλλων, ὡς ἑκάστῳ τι θεῷ καὶ δαίμονι οἰκεῖον. 
2. λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται καὶ ἐν ἄλλοις τισὶ τῶν ἑσπερίων ἐθνῶν ἀνδροφόνους, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατουρνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν εἴη τοῖς ἀνθρώποις ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τεβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον ἐμβαλεῖν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων. 
3. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις εἰδοῖς, διχομηνίδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερὰ τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι Ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις εἴδωλα μορφαῖς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τεβέριος, Ἀργείους αὐτὰ καλοῦντες. 
4. ἀλλὰ γὰρ περὶ μὲν τῶν θυσιῶν καὶ τῶν ἄλλων ἱερουργιῶν, ἃς ἡ Ῥωμαίων πόλις συντελεῖ κατά τε τὸν Ἑλληνικὸν καὶ τὸν ἐπιχώριον τρόπον ἐν ἑτέρῳ λόγῳ δηλώσομεν, ἀπαιτεῖν δὲ ὁ παρὼν καιρὸς ἔοικε καὶ περὶ τῆς Ἡρακλέους ἀφίξεως εἰς Ἰταλίαν μετ´ ἐπιστάσεως πλείονος διελθεῖν καὶ εἴ τι λόγου ἄξιον ἔδρασεν αὐτόθι μὴ παραλιπεῖν.

XXXIX. 1  Ἔστι δὲ τῶν ὑπὲρ τοῦ δαίμονος τοῦδε λεγομένων τὰ μὲν μυθικώτερα, τὰ δ´ ἀληθέστερα. ὁ μὲν οὖν μυθικὸς περὶ τῆς παρουσίας αὐτοῦ λόγος ὧδ´ ἔχει· ὡς δὴ κελευσθεὶς ὑπ´ Εὐρυσθέως Ἡρακλῆς σὺν τοῖς ἄλλοις ἄθλοις καὶ τὰς Γηρυόνου βοῦς ἐξ Ἐρυθείας εἰς Ἄργος ἀπελάσαι, τελέσας τὸν ἆθλον καὶ τὴν οἴκαδε πορείαν ποιούμενος ἄλλῃ τε πολλαχῇ τῆς Ἰταλίας ἀφίκετο καὶ τῆς Ἀβοριγίνων γῆς εἰς τὸ προσεχὲς τῷ Παλλαντίῳ χωρίον. 
2. εὑρὼν δὲ πόαν ἐν αὐτῷ βουκολίδα πολλὴν καὶ καλήν, τὰς μὲν βοῦς ἀνῆκεν εἰς νομὴν, αὐτὸς δὲ βαρυνόμενος ὑπὸ κόπου κατακλιθεὶς ἔδωκεν αὑτὸν ὕπνῳ. ἐν δὲ τούτῳ λῃστής τις ἐπιχώριος ὄνομα Κάκος περιτυγχάνει ταῖς βουσὶν ἀφυλάκτοις νεμομέναις καὶ αὐτῶν ἔρωτα ἴσχει. ὡς δὲ τὸν Ἡρακλέα κοιμώμενον αὐτοῦ κατέμαθεν, ἁπάσας μὲν οὐκ ἂν ᾤετο δύνασθαι λαθεῖν ἀπελάσας, καὶ ἅμα οὐδὲ ῥᾴδιον τὸ πρᾶγμα κατεμάνθανεν· ὀλίγας δέ τινας ἐξ αὐτῶν εἰς τὸ ἄντρον, ἐν ᾧ πλησίον ὄντι ἐτύγχανε τὴν δίαιταν ποιούμενος, ἀποκρύπτεται ἔμπαλιν τῆς κατὰ φύσιν τοῖς ζῴοις πορείας ἐπισπώμενος ἑκάστην κατ´ οὐράν. τοῦτο δὲ αὐτῷ τῶν ἐλέγχων ἀφανισμὸν ἐδύνατο παρασχεῖν ἐναντίας φανησομένης τοῖς ἴχνεσι τῆς ὁδοῦ.
3. ἀναστὰς δὲ μετ´ ὀλίγον ὁ Ἡρακλῆς καὶ τὸν ἀριθμὸν ἐπιλεξάμενος τῶν βοῶν, ὡς ἔμαθέ τινας ἐκλειπούσας, τέως μὲν ἠπόρει ποῦ κεχωρήκασι καὶ ὡς πεπλανημένας ἀπὸ τῆς νομῆς ἐμάστευεν ἀνὰ τὸν χῶρον· ὡς δ´ οὐχ εὕρισκεν ἐπὶ τὸ σπήλαιον ἀφικνεῖται τοῖς μὲν ἴχνεσι διαρτώμενος, οὐδὲν δὲ ἧττον οἰόμενος δεῖν διερευνήσασθαι τὸν χῶρον. τοῦ δὲ Κάκου πρὸ τῆς θύρας ἑστῶτος καὶ οὔτ´ ἰδεῖν τὰς βοῦς φάσκοντος ἐρομένῳ οὔτ´ ἐρευνᾶσθαι ἐπιτρέποντος αἰτουμένῳ τούς τε πλησίον ὡς δεινὰ πάσχοι ὑπὸ τοῦ ξένου ἐπιβοῶντος, ἀμηχανῶν ὁ Ἡρακλῆς ὅ τι χρήσεται τῷ πράγματι εἰς νοῦν βάλλεται προσελάσαι τῷ σπηλαίῳ τὰς ἄλλας βοῦς. ὡς δὲ ἄρα τῆς συννόμου φωνῆς τε καὶ ὀσμῆς αἱ ἔντοσθεν ᾔσθοντο, ἀντεμυκῶντο ταῖς ἔκτοσθεν καὶ ἐγεγόνει ἡ φωνὴ αὐτῶν κατήγορος τῆς κλοπῆς.
4.  ὁ μὲν οὖν Κάκος, ἐπειδὴ περιφανὴς ἐγένετο κακουργῶν, τρέπεται πρὸς ἀλκὴν καὶ τοὺς εἰωθότας αὐτῷ συναγραυλεῖν ἀνεκάλει· Ἡρακλῆς δὲ ἀλοιῶν αὐτὸν τῷ ῥοπάλῳ κτείνει, καὶ τὰς βοῦς ἐξαγαγών, ἐπειδὴ κακούργων ὑποδοχαῖς εὔθετον ἑώρα τὸ χωρίον, ἐπικατασκάπτει τῇ καλαύροπι τὸ σπήλαιον. ἁγνίσας δὲ τῷ ποταμῷ τὸν φόνον ἱδρύεται πλησίον τοῦ τόπου Διὸς Εὑρεσίου βωμόν, ὅς ἐστι τῆς Ῥώμης παρὰ τῇ Τριδύμῳ πύλῃ, καὶ θύει τῷ θεῷ δάμαλιν ἕνα τῆς εὑρέσεως τῶν βοῶν χαριστήριον. ταύτην ἔτι καὶ εἰς ἐμὲ τὴν θυσίαν ἡ Ῥωμαίων πόλις συνετέλει, νομίμοις Ἑλληνικοῖς ἅπασιν ἐν αὐτῇ χρωμένη, καθάπερ ἐκεῖνος κατεστήσατο.

XL. 1.  Οἱ δὲ Ἀβοριγῖνες καὶ τῶν Ἀρκάδων οἱ τὸ Παλλάντιον κατοικοῦντες, ὡς τοῦ τε Κάκου τὸν θάνατον ἔγνωσαν καὶ τὸν Ἡρακλέα εἶδον, τῷ μὲν ἀπεχθόμενοι διὰ τὰς ἁρπαγάς, τοῦ δὲ τὴν ὄψιν ἐκπαγλούμενοι θεῖόν τι χρῆμα ἐνόμισαν ὁρᾶν καὶ τοῦ λῃστοῦ μέγα εὐτύχημα τὴν ἀποβολὴν ἐποιοῦντο. οἱ δὲ πένητες αὐτῶν κλάδους δρεψάμενοι δάφνης, ἣ πολλὴ περὶ τὸν τόπον ἐφύετο, ἐκεῖνόν τε καὶ αὑτοὺς ἀνέστεφον, ἧκον δὲ οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες. ὡς δὲ καὶ τοὔνομα καὶ τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις διεξιόντος ἔμαθον, ἐνεχείριζον αὐτῷ τήν τε χώραν καὶ σφᾶς αὐτοὺς ἐπὶ φιλίᾳ. 
2. Εὔανδρος δὲ παλαίτερον ἔτι τῆς Θέμιδος ἀκηκοὼς διεξιούσης, ὅτι πεπρωμένον εἴη τὸν ἐκ Διὸς καὶ Ἀλκμήνης γενόμενον Ἡρακλέα διαμείψαντα τὴν θνητὴν φύσιν ἀθάνατον γενέσθαι δι´ ἀρετήν, ἐπειδὴ τάχιστα ὅστις ἦν ἐπύθετο, φθάσαι βουλόμενος ἅπαντας ἀνθρώπους Ἡρακλέα θεῶν τιμαῖς πρῶτος ἱλασάμενος, βωμὸν αὐτοσχέδιον ὑπὸ σπουδῆς ἱδρύεται καὶ δάμαλιν ἄζυγα θύει πρὸς αὐτῷ, τὸ θέσφατον ἀφηγησάμενος Ἡρακλεῖ καὶ δεηθεὶς τῶν ἱερῶν κατάρξασθαι. 
3. ἀγασθεὶς δὲ τοὺς ἀνθρώπους τῆς φιλοξενίας Ἡρακλῆς, τὸν μὲν δῆμον ἑστιάσει ὑποδέχεται θύσας τῶν βοῶν τινας καὶ τῆς ἄλλης λείας τὰς δεκάτας ἐξελών· τοὺς δὲ βασιλεῖς χώρᾳ πολλῇ δωρεῖται Λιγύων τε καὶ τῶν ἄλλων προσοίκων, ἧς μέγα ἐποιοῦντο ἄρχειν, παρανόμους τινὰς ἐξ αὐτῆς ἐκβαλὼν ἀνθρώπους. λέγεται  δὲ πρὸς τούτοις, ὡς καὶ δέησίν τινα ποιήσαιτο τῶν ἐπιχωρίων, ἐπειδὴ πρῶτοι θεὸν αὐτὸν ἐνόμισαν, ὅπως ἀθανάτους αὐτῷ διαφυλάττωσι τὰς τιμὰς, θύοντες μὲν ἄζυγα δάμαλιν ἀνὰ πᾶν ἔτος, ἁγιστεύοντες δὲ τὴν ἱερουργίαν ἔθεσιν Ἑλληνικοῖς· καὶ ὡς διδάξειεν αὐτοὺς τὰς θυσίας, ἵνα διὰ παντὸς αὐτῷ κεχαρισμένα θύοιεν, οἴκους δύο τῶν ἐπιφανῶν παραλαβών. 
4. εἶναι δὲ τοὺς μαθόντας τότε τὴν Ἑλληνικὴν ἱερουργίαν Ποτιτίους τε καὶ Πιναρίους, ἀφ´ ὧν τὰ γένη διαμεῖναι μέχρι πολλοῦ τὴν ἐπιμέλειαν ποιούμενα τῶν θυσιῶν, ὡς ἐκεῖνος κατεστήσατο, Ποτιτίων μὲν ἡγουμένων τῆς ἱερουργίας καὶ τῶν ἐμπύρων ἀπαρχομένων, Πιναρίων δὲ σπλάγχνων τε μετουσίας εἰργομένων καὶ ὅσα ἄλλα ἐχρῆν ὑπ´ ἀμφοῖν γίνεσθαι τὴν δευτέραν τιμὴν ἐχόντων. ταύτην δὲ αὐτοῖς προστεθῆναι τὴν ἀτιμίαν ὀψίμου τῆς παρουσίας ἕνεκα, ἐπειδὴ ἕωθεν αὐτοῖς κελευσθὲν ἥκειν ἐσπλαγχνευμένων ἤδη τῶν ἱερῶν ἀφίκοντο. 
5. νῦν μέντοι οὐκέτι τοῖς γένεσι τούτοις ἡ περὶ τὰς ἱερουργίας ἐπιμέλεια ἀνάκειται, ἀλλὰ παῖδες ἐκ τοῦ δημοσίου ὠνητοὶ δρῶσιν αὐτάς. δι´ ἃς δὲ αἰτίας τὸ ἔθος μετέπεσε, καὶ τίς ἡ τοῦ δαίμονος ἐπιφάνεια περὶ τὴν ἀλλαγὴν τῶν ἱεροποιῶν ἐγένετο, ἐπειδὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου τὸ μέρος, διηγήσομαι. 
6. ὁ δὲ βωμός, ἐφ´ οὗ τὰς δεκάτας ἀπέθυσεν Ἡρακλῆς, καλεῖται μὲν ὑπὸ Ῥωμαίων Μέγιστος, ἔστι δὲ τῆς Βοαρίας λεγομένης ἀγορᾶς πλησίον, ἁγιστευόμενος εἰ καί τις ἄλλος ὑπὸ τῶν ἐπιχωρίων· ὅρκοι τε γὰρ ἐπ´ αὐτῷ καὶ συνθῆκαι τοῖς βουλομένοις βεβαίως τι διαπράττεσθαι καὶ δεκατεύσεις χρημάτων γίνονται συχναὶ κατ´ εὐχάς· τῇ μέντοι κατασκευῇ πολὺ τῆς δόξης ἐστὶ καταδεέστερος· πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς Ἰταλίας ἀνεῖται τεμένη τῷ θεῷ, καὶ βωμοὶ κατὰ πόλεις τε ἵδρυνται καὶ παρ´ ὁδούς, καὶ σπανίως ἂν εὕροι τις Ἰταλίας χῶρον, ἔνθα μὴ τυγχάνει τιμώμενος ὁ θεός. ὁ μὲν οὖν μυθικὸς λόγος ὑπὲρ αὐτοῦ τοιόςδε παραδέδοται.