ORIBASE.
COLLECTION MÉDICALE.
LIVRE II.
ΒΙΒΛΙΟΝ Β'
texte grec
|
ΒΙΒΛΙΟΝ Β' α'. Περὶ θριδακίνης [ἐκ τοῦ Γαληνοῦ] 1. Πάντων τῶν λαχάνων ὀλιγοστόν τε καὶ κακόχυμον αἷμα γεννώντων, ἡ θριδακίνη οὐ πολὺ μέν, οὐ μὴν οὐδὲ κακόχυμόν γε τελέως αἷμα γεννᾷ· ὑγρὸν μὲν οὖν ἔχει καὶ ψυχρὸν χυμόν, οὐ μὴν κακόχυμός γέ ἐστιν, ὡς ἔφην. β'. Περὶ ἰντύβων. 1. Οἱ ἴντυβοι ταῖς θρίδαξι παραπλησίαν ἔχουσι δύναμιν, ἀπολειπόμενοι καὶ καθ' ἡδονὴν αὐτῶν, καὶ κατὰ τἄλλα τὰ πρόσθεν εἰρημένα περὶ θριδάκων. γ'. Περὶ μαλάχης. 1. Ἔχει τι γλίσχρον ἡ μαλάχη, τῆς θρίδακος μὴ ἐχούσης, ἀποκεχώρηκέ τε σαφῶς τοῦ ψύχειν. Ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίως, καὶ μάλιστα ὅταν μετ' ἐλαίου καὶ γάρου δαψιλῶς τις αὐτὸ συγκαταπίῃ· μετρίως δ' ἔχει κατὰ τὴν πέψιν. δ'. Περὶ τεύτλου. 1. Χυμὸς ἐν τοῖς τεύτλοις εἶναι φαίνεται ῥυπτικός, ὃς καὶ τὴν γαστέρα πρὸς ἔκκρισιν ἐπεγείρει, καὶ τὸν στόμαχον ἐνίοτε δάκνει· καὶ διὰ τοῦτο κακοστόμαχόν ἐστιν ἔδεσμα πλεῖον βρωθέν. 2. Ἡ τροφὴ δ' ἀπ' αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων, χρήσιμον δ' εἰς τὰς τοῦ ἥπατος ἐμφράξεις ἐστί, καὶ μάλιστα ὅταν μετὰ νάπυος ἢ ὄξους ἐσθίηται· καὶ τοῖς ὑποσπλήνοις δ' ἀγαθὸν γίνεται. ε'. Περὶ κράμβης. 1. Ο μὲν χυλὸς αὐτῆς ἔχει τι καθαρτικόν· αὐτὸ δὲ τὸ σῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχει μᾶλλον ἢ προτρέπει πρὸς ὑποχώρησιν. 2. Ξηραίνει μὲν οὖν ἡ κράμβη παραπλησίως φακῇ, καὶ διὰ τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποτὲ ὑγρότερος ὢν παρὰ φύσιν ὁ σύμπας ὀφθαλμός. 3. Οὐ μὴν εὔχυμόν ἐστιν ἔδεσμα κράμβη, καθάπερ ἡ θρίδαξ, ἀλλὰ καὶ μοχθηρὸν ἔχει καὶ δυσώδη τὸν χυλόν. στιγμα'. Περὶ βλίτων καὶ ἀνδραφάξυος. 1. Ὑδατωδέστατα λαχάνων ἐστὶ ταῦτα καί, ὡς ἂν εἴποι τις, καὶ ἀποιότατα. 2. Λέλεκται δ' ὡς τὰ τοιαῦτα λάχανα ῥέπει μέν πως ἐπὶ τὸ ῥᾳδίως ὑπιέναι, καὶ μάλιστα ὅταν ἔχῃ τι μετὰ τῆς ὑγρότητος ὀλισθηρόν· οὐ μὴν ἰσχυράν γε τὴν κάτω ῥοπὴν ἴσχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖς δριμεῖαν καὶ νιτρώδη ποιότητα. 3. Πρόδηλον δ' ὅτι καὶ τὴν τροφὴν ἐλαχίστην δίδωσι τῷ σώματι. ζ'. Περὶ ἀνδράχνης. 1. Ὡς ἔδεσμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίσχραν· ὡς φάρμακον δ' αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλισχρότητα. η'. Περὶ λαπάθου. 1. Παραπλήσιον οὐ τῇ γεύσει μόνον τὸ λάπαθον ὑπάρχει, ἀλλὰ καὶ τῇ δυνάμει τῷ κηπευομένῳ τεύτλῳ· ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐστι τοῦ λαπάθου, διὰ τοῦτο μᾶλλον ἐσθίουσιν αὐτὸ πάντες ἄνθρωποι. θ'. Περὶ ὀξυλαπάθου. 1. Τὰ μὲν λάπαθον οὐκ ἄν τις ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον· ὀξυλάπαθον δ' ἐσθίουσιν ὠμὸν ἐπὶ τῆς ἀγροικίας· ἄτροφον δ' ἐστὶ πολὺ μᾶλλον ἢ τὸ λάπαθον. ι'. Περὶ στρύχνου. 1. Τῶν ἐσθιομένων λαχάνων οὐδὲν οἶδα τοσαύτην στῦψιν ἔχον ὅσην τὸ στρύχνον· εἰκότως οὖν ὡς τροφῇ μὲν αὐτῷ σπανίως, ὡς φαρμάκῳ δὲ συνεχῶς χρώμεθα· δραστήριον γάρ ἐστιν, ἵνα ψύξεως στυφούσης ἐστὶ χρεία. ια'. Περὶ ἀκανθωδῶν φυτῶν. 1. Ἄρτι τῆς γῆς ἀνίσχοντα τὰ τοιαῦτα φυτὰ πολλοὶ τῶν ἀγροίκων ἐσθίουσιν. 2. Ἐλαχίστην μὲν οὖν ἔχει τροφήν, ὡς ἅπαντα τὰ λάχανα, καὶ ταύτην ὑδατώδη τε καὶ λεπτήν· τὰ δ' οὖν ἀκανθώδη μετρίως ἐστὶν εὐστόμαχα. 3. Τούτων τῶν φυτῶν σκόλυμός ἐστι, καὶ ἀτρακτυλλὶς, καὶ λευκάκανθα, δίψακός τε καὶ κνῆκος, καὶ τραγάκανθα, καὶ ἀτρακτὶς ἥ τε τιμωμένη μειζόνως ἢ προσήκει κινάρα. 4. Κακόχυμον δ' ἐστὶν ἔδεσμα, καὶ μάλιστα ὅταν ἤδη σκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν ἐν ἑαυτῇ πλείονα τηνικαῦτα ἴσχει, καὶ τὴν ὅλην οὐσίαν ξυλωδεστέραν, ὥστε ἐκ μὲν ταύτης μελαγχολικὸν γεννᾶσθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ τοῦ κατ' αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφεψῶντας αὐτὴν οὕτως ἐσθίειν. ιβ'. Περὶ ἱπποσελίνων καὶ σίων καὶ σμυρνίων καὶ σελίνων. 1. Πάντα ταῦτά ἐστιν οὐρητικά· συνηθέστατα δ' αὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐστομαχώτερα, τὰ σέλινα. 2. Τὸ δὲ σμύρνιον δριμύτερόν τέ ἐστι καὶ θερμότερον πολλῷ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ σίου. 3. Τὰ μὲν οὖν ἄλλα καὶ ὠμὰ ἐσθίεται, τὸ δ' ἱπποσέλινόν τε καὶ σίον ἑψῶντες ἐσθίουσιν· ὠμὸν γὰρ ἑκάτερον αὐτῶν ἀηδὲς φαίνεται. 4. Τά γε μὴν σέλινα καὶ τὰ σμύρνια καὶ τοῖς τῆς θρίδακος φύλλοις μιγνύντες προσφέρονταί τινες· ἀποιότερον γὰρ οὖσα λάχανον ἡ θρίδαξ ἔτι τε ψυχρὸν ἔχουσα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίνεται, τῶν δριμέων τι προσλαμβάνουσα. ιγ'.Περὶ εὐζώμου. 1. Θερμαίνει σαφῶς τοῦτο τὸ λάχανον, ὥστε οὐδὲ μόνον ἐσθίειν αὐτὸ ῥᾴδιον ἄνευ μίξεως τοῖς φύλλοις τῆς θριδακίνης. 2. Ἀλλὰ καὶ σπέρμα γεννᾶν πεπίστευται καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐπεγείρειν. 3. Κεφαλαλγὲς δ' ἐστί, καὶ μᾶλλον ἐάν τις αὐτὸ μόνον ἐσθίῃ. ιδ'. Περὶ ἀκαλήφης ἤτοι κνίδης. 1. Λεπτομερῆ δύναμιν ἔχει, καὶ εἰκότως ὡς τροφῇ μὲν οὐδεὶς αὐτῇ χρῆται, ὡς ὄψον δὲ καὶ φάρμακον χρήσιμόν ἐστιν, ὑπάγον γαστέρα. ιε'. Περὶ γιγγιδίου καὶ σκάνδικος. 1. Τὸ γιγγίδιον παραπλήσιόν ἐστι τῷ σκάνδικι, εὐστόμαχον πάνυ, ἄν τε ὠμὸν, ἄν τε ἑφθὸν ἐσθίηται· μακροτέρας δ' ἑψήσεως οὐκ ἀνέχεται· μετέχει δὲ στύψεως καὶ πικρότητος οὐκ ἀσαφοῦς. ι στιγμα. Περὶ ὠκίμου. 1. Κακοχυμότατόν ἐστι, καὶ διὰ τοῦτο προσεπικαταψεύδονταί τινες αὐτοῦ, φάσκοντες, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιστα γεννᾷ ὀλίγαις ἡμέραις σκορπίους· ἔστι δὲ καὶ κακοστόμαχον. ιζ'. Περὶ ἀσπαράγων. 1. Ὁ μὲν τῆς κράμβης ἀσπάραγος ἧττον ξηραίνει τῆς κράμβης αὐτῆς· τῶν δ' ἄλλων λαχάνων ὁ καυλὸς μᾶλλον ξηραίνει τῶν φύλλων. 2. Ἕτερον δ' ἐστὶ γένος ἀσπαράγων ἐπὶ τοῖς θαμνώδεσι φυτοῖς γινόμενον, ὀξυμυρσίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινες, ὁ μὲν βασιλικός, ὁ δ' ἕλειος ὀνομαζόμενος, ὥσπερ γε καὶ ὁ τῆς βρυωνίας ἕτερος. 3. Πάντες δ' εἰσὶν εὐστόμαχοί τε καὶ οὐρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον ἔχοντες. ιη'. Περὶ γογγυλίδος ἤτοι βουνιάδος. 1. Θαυμάσαιμι ἂν εἴ τινος τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι ἡ γογγυλίς· χυμὸν δ' ἀναδίδωσιν εἰς τὸ σῶμα παχύτερον τοῦ συμμέτρου, διό, κἂν πλεονάσῃ τις ἐπὶ τῆς ἐδωδῆς αὐτῆς, ἀθροίσει τὸν ὠμὸν χυμόν. 2. Καλλίστη δὲ γίνεται δὶς ἑψηθεῖσα· εἰ δ' ὠμοτέρα ληφθείη, δύσπεπτός τε γίνεται καὶ φυσώδης καὶ κακόχυμος· ἐνίοτε δὲ καὶ δήξεις ἐργάζεται κατὰ τὴν γαστέρα. ιθ'. Περὶ ἄρου. 1. Ἡ ῥίζα τοῦ ἄρου παραπλησίως μὲν ἐσθίεται τῇ τῆς γογγυλίδος· ἐν χώραις δέ τισι δριμυτέρα γίνεται, ὡς ἐγγὺς εἶναι τῇ τοῦ δρακοντίου, καὶ χρὴ δεύτερον ἑψῶντας αὐτὴν ἐσθίειν· κατὰ δὲ Κυρήνην ἥκιστά ἐστι φαρμακώδης καὶ δριμεῖα, ὡς καὶ τῆς γογγυλίδος εἶναι χρησιμωτέρα. 2. Πρόδηλον δ' ὅτι πρὸς μὲν τροφὴν ἡ τοιαύτη κρείττων ἐστί, πρὸς δὲ τὰς ἀναγωγὰς τὰς ἐκ θώρακος καὶ πνεύμονος ἡ δριμυτέρα. 3. Ἐσθίεται δ' ἑψηθεῖσα μετὰ νάπυος ἢ μετ' ὄξους, σὺν ἐλαίῳ καὶ γάρῳ. 4. Δῆλον δ' ὡς ἡ ὑπ' αὐτῆς ἀναδιδομένη τροφὴ παχυτέρα πώς ἐστιν ὡς τῆς γογγυλίδος. κ'. Περὶ δρακοντίου. 1. Καὶ τούτου τὴν ῥίζαν ἑψῶντες δὶς ἢ τρὶς ὡς ἀποθέσθαι τὸ φαρμακῶδες ἐσθίειν ἐνίοτε δίδομεν, ὅταν ἰσχυροτέρας χρεία δυνάμεως πρὸς τὰς ἀναγωγὰς τῶν ἐκ θώρακος καὶ πνεύμονος. κα'. Περὶ ἀσφοδέλου. 1. Ἡ ῥίζα τούτου, σκευαζομένη καθάπερ οἱ θέρμοι, τὸ πλεῖστον τῆς πικρότητος ἀποτίθεται, καὶ διὰ λιμὸν οἶδα ἑψήσεσι πλείοσι καὶ ἀποβρέξεσιν ἐν ὕδατι γλυκεῖ μόλις αὐτὴν ἐδώδιμον γινομένην. 2. Ἡ δὲ δύναμις αὐτῆς ἐκφρακτική τέ ἐστι καὶ τμητική, καθάπερ καὶ τοῦ δρακοντίου. κβ'. Περὶ βολβῶν. 1. Καὶ τούτων αἱ ῥίζαι βιβρώσκονται, ποτὲ δὲ καὶ οἱ ἀσπάραγοι αὐτῶν κατὰ τὸ ἔαρ· πικρὰν δ' ἔχουσι καὶ αὐστηρὰν δύναμιν, δι' ἃς καὶ τὸν στόμαχον ἔκλυτον ἐπεγείρουσιν εἰς ὄρεξιν. 2. Οὐκ ἐναντιοῦνται δὲ τοῖς ἀναπτύειν τι βουλομένοις ἐκ θώρακος καὶ πνεύμονος, καίτοι τὴν οὐσίαν τοῦ σώματος παχυτέραν τε καὶ γλισχροτέραν ἔχοντες, ἀλλ' ἡ πικρότης ἀντιπράττει τῷ πάχει, τέμνειν τὰ γλίσχρα καὶ παχέα πεφυκυῖα. Ἐσθίειν δ' αὐτοὺς ἄμεινον τηνικαῦτα δι' ὄξους ἅμα ἐλαίῳ καὶ γάρῳ· ἡδίους γὰρ οὕτω καὶ ἀφυσότεροι καὶ τροφιμώτεροι καὶ πεφθῆναι ῥᾴους γίνονται. 3. Πλεονάσαντες δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλως ᾖσθοντο καὶ σπέρμα πλεῖον ἴσχοντες καὶ προθυμότεροι γινόμενοι πρὸς ἀφροδισίαν. κγ'. Περὶ σταφυλίνου καὶ δαύκου καὶ καρώου. 1. Αἱ ῥίζαι καὶ τούτων ἐσθίονται, τροφὴν μὲν ἥττονα γογγυλῶν ἔχουσαι, καθάπερ καὶ τῶν Κυρηναίων ἄρων· θερμαίνουσαι δὲ σαφῶς, καί τι ἀρωματίζον ἐμφαίνουσαι. 2. Τὸ μὲν οὖν δύσπεπτον αὐταῖς ὁμοίως ὑπάρχει ταῖς ἄλλαις ῥίζαις· οὐρητικαὶ δ' εἰσί, καὶ, εἰ πλεονάζοι τις αὐτῶν ἐν τῇ χρήσει, κακοχυμότεραι μετρίως· εὐχυμοτέρα γε μήν ἐστιν ἡ καρὼ τοῦ σταφυλίνου. 3. Τινὲς δὲ τὸν ἄγριον σταφυλῖνον ὀνομάζουσι δαῦκον, οὐρητικώτερον μὲν ὄντα, φαρμακωδέστερον δὲ, καὶ πολλῆς ἑψήσεως δεόμενον, εἰ μέλλοι τις ἐσθίειν αὐτόν. κδ'. Περὶ ὕδνων. 1. Οὐδεμίαν ἔχει σαφῆ ποιότητα· χρῶνται τοιγαροῦν αὐτοῖς πρὸς ὑποδοχὴν ἀρτυμάτων, ὥσπερ καὶ τοῖς ἄλλοις ὅσα καλοῦσιν ἄποια καὶ ὑδατώδη κατὰ τὴν γεῦσιν. 2. Ἔστι δ' ἁπάντων αὐτῶν κοινὸν, ὡς μηδὲ τὴν ἀναδιδομένην τροφὴν εἰς τὸ σῶμα θερμαίνειν, ἀλλ' ὑπόψυχρον μὲν εἶναι, τῷ πάχει δ' ὁποῖον ἄν τι καὶ τὸ ἐδηδεσμένον ᾖ, παχύτερον μὲν ἐξ ὕδνου, ὑγρότερον δὲ καὶ λεπτότερον ἐκ τῶν ἄλλων ἀνάλογον. κε'. Περὶ μυκήτων. 1. Καὶ τῶν μυκήτων οἱ βωλῖτα,ι καλῶς ἑψηθέντες ἐν ὕδατι, πλησίον ἥκουσι τῶν ἀποίων ἐδεσμάτων. 2. Φλεγματώδης δ' ἐστὶν ἡ ἐξ αὐτῶν τροφὴ καὶ ψυχρά, καὶ πλεονάζει τις ἐν αὐτοῖς κακὸς χυμός. 3. Ἀβλαβέστατοι μὲν οὖν εἰσι τῶν ἄλλων μυκήτων οὗτοι, δεύτεροι δ' ἐν αὐτοῖς οἱ ἀμανῖται· τῶν δ' ἄλλων ἀσφαλέστερόν ἐστι μηδ' ὅλως ἅπτεσθαι· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. κ στιγμα'. Περὶ ῥαφανίδος. 1. Λεπτυντικῆς ἐστι δυνάμεως μετὰ τοῦ θερμαίνειν σαφῶς· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότης ἐν αὐτῇ. κζ'. Περὶ κρομμύων καὶ πράσων καὶ σκορόδων καὶ ἀμπελοπράσων. 1. Δριμεῖαν ἱκανῶς ἔχει ταῦτα δύναμιν καὶ ἀνάλογον αὐτῇ θερμαίνει τὰ σώματα, καὶ λεπτύνει τοὺς ἐν αὐτοῖς παχεῖς χυμοὺς, καὶ τέμνει τοὺς γλίσχρους. 2. Ἑψηθέντα μέντοι δὶς ἢ τρὶς ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δ' ὅμως ἔτι καὶ τροφὴν δίδωσι βραχυτάτην τῷ σώματι· τέως δ' οὐδ' ὅλως ἐδίδου πρὶν ἑψηθῆναι. 3. Τὰ δ' ἀμπελόπρασα τοσοῦτον διαφέρει τῶν πράσων, ὅσον ἐν τοῖς ἄλλοις ἅπασι τοῖς ὁμογενέσι τὰ ἄγρια τῶν ἡμέρων. 4. Φείδεσθαι δὲ χρὴ τῆς συνεχοῦς ἐδωδῆς ἁπάντων τῶν δριμέων, καὶ μάλιστα ὅταν ὁ προσφερόμενος αὐτὰ χολωδέστερος ᾖ· μόνοις γὰρ τοῖς ἤτοι τὸν φλεγματώδη χυμὸν, ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίσχρον ἠθροικόσιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεσμάτων ἐστίν. κη'. Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς. 1. Οὐ τὴν αὐτὴν ἅπαντα δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων, ἀλλ' αἱ μὲν σάρκες, ὅταν καλῶς πεφθῶσιν, αἵματός εἰσιν ἀρίστου γεννητικαί, μάλιστα τῶν εὐχύμων ζῴων, ὁποῖόν ἐστι τὸ γένος τῶν ὑῶν· φλεγματικωτέρου δὲ τὰ νευρώδη μόρια. 2. Πάντων μὲν οὖν ἐδεσμάτων ἡ σὰρξ τῶν ὑῶν ἐστι τροφιμωτάτη. 3. Τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωσιν οὔτε ὀλίγην, οὔτε εὐδιαφόρητον· αἷμα μέντοι παχύτερον ἢ προσήκει γεννᾷ, καὶ, εἰ φύσει τις εἴη μελαγχολικώτερος τὴν κρᾶσιν, ἁλώσεταί τινι παθήματι τῶν μελαγχολικῶν, ἐν τῇ τούτων ἐδωδῇ πλεονάσας. 4. Ὅσον δὲ τῷ πάχει τῆς ὅλης οὐσίας ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοσοῦτον τῇ γλισχρότητι ταῦτα τῶν βοείων· εἰς πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐστιν. 5. Οἱ μόσχοι δὲ τῶν τελείων βοῶν ἀμείνους εἰσὶν εἰς πέψιν, ὥσπερ καὶ οἱ ἔριφοι τῶν αἰγῶν· ἧττον μὲν γὰρ βοὸς ἡ αἰἰξ ξηρὰ τὴν κρᾶσίν ἐστιν, ἀλλ' ὑὶὶ παραβαλλομένη πολὺ διαλλάττει. 6. Περιττωματικωτέραν δ' ἡμῖν οἱ χοῖροι παρέχουσιν εἰς τοσοῦτο τὴν τροφὴν, εἰς ὅσον τῶν μεγάλων ὑῶν εἰσιν ὑγρότεροι· εἰκότως δὲ καὶ ἧττον τρέφουσιν. 7. Ὑγροτάτην δ' ἔχουσι καὶ φλεγματώδη σάρκα καὶ οἱ ἄρνες, ἀλλὰ καὶ τῶν προβάτων ἡ σὰρξ περιττωματικωτέρα τέ ἐστι καὶ κακοχυμοτέρα· καὶ ἡ τῶν αἰγῶν μετὰ δριμύτητος. 8. Ἡ δὲ τῶν τράγων χειρίστη καὶ πρὸς εὐχυμίαν καὶ πρὸς πέψιν, ἐφεξῆς δ' ἡ τῶν κριῶν, εἶτα ἡ τῶν ταύρων. 9. Ἐν πᾶσι δὲ τούτοις τὰ τῶν εὐνουχισθέντων ἀμείνω, τὰ δὲ πρεσβυτικὰ χείριστα πρὸς πέψιν ἐστὶ καὶ πρὸς εὐχυμίαν καὶ θρέψιν, ὥστε καὶ τῶν ὑῶν αὐτῶν, καίτοι γε ὑγρῶν ὄντων τὴν κρᾶσιν, οἱ γηράσαντες ἰνώδη καὶ ξηρὰν καὶ διὰ τοῦτο δύσπεπτον ἴσχουσι τὴν σάρκα. 10. Καὶ ἡ τοῦ λαγωοῦ δὲ σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική, βελτίονος δ' εἰς εὐχυμίαν ἢ κατὰ βοῦν καὶ πρόβατον. 11. Κακόχυμος δὲ τούτων οὐδὲν ἧττόν ἐστι καὶ ἡ τῶν ἐλάφων καὶ σκληρὰ καὶ δύσπεπτος. 12. Ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅσοι γε εὐέκται καὶ νέοι, πλησίον ἥκει τῆσδε, καίτοι καὶ τῶν ἡμέρων ὄνων γηρασάντων ἔνιοι τὰ κρέα προσφέρονται, κακοχυμότατα καὶ δύσπεπτα καὶ κακοστόμαχα, καὶ προσέτι καὶ ἀηδῆ ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, καὶ αὐτῶν ἐσθίουσιν οἱ ὀνώδεις τε τὴν ψυχὴν καὶ τὸ σῶμα. 13. Καὶ τὰ τῶν ἄρκτων δ' ἔνιοι προσφέρονται, καὶ τὰ τούτων ἔτι χείρω λεόντων τε καὶ παρδάλεων. 14. Περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡς τοὺς νέους τε καὶ λιπαροὺς αὐτῶν, καὶ μάλιστα ὅταν εὐνουχισθῶσι, κατ' ἔνια τῶν ἐθνῶν ἐσθίουσι, πρὸς τούτοις δὲ καὶ τὰ τῶν πανθήρων; 15. Τὰ δὲ τῶν ἀλωπέκων ἐν φθινοπώρῳ καὶ οἱ παρ' ἡμῖν κυνηγέται προσφέρονται. 16. Γινώσκειν δὲ δεῖ, ὅτι τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεσθαι δεόμενα ζῷα λεπτὰ καὶ κακόχυμα γίνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα τοῦ ἦρος, ὥσπερ οἱ βόες, εὐχυμότεροί τε καὶ παχύτεροι σαφῶς φαινόμενοι τοῦ χρόνου προϊόντος, ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰς ἐκκάρπησιν ἡ πόα προέρχηται· τὰ δ' ἀπὸ τῆς μικρᾶς τρέφεσθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα καὶ μέσα τοῦ ἦρός ἐστιν, ὥσπερ τὰ πρόβατα· κατὰ δὲ τὴν ἀρχὴν καὶ τὰ μέσα τοῦ θέρους αἱ αἶγες, ἡνίκα πλεῖσται βλάσται θάμνων εἰσίν, ἃς ἔθος αὐταῖς ἐσθίειν. κθ'. Περὶ κοχλιῶν. 1. Σ'κληρὰν μὲν ἔχουσι τὴν σάρκα καὶ διὰ τοῦτο δύσπεπτον· εἴ γε μὴν πεφθείη, τροφιμωτάτην. 2. Ὑπάρχει δ' αὐτοῖς, ὥσπερ καὶ τοῖς ὀστρακοδέρμοις, χυλὸς ὑπακτικὸς γαστρός, καὶ διὰ τοῦτό τινες ἀρτύοντες αὐτοὺς δι' ἐλαίου καὶ γάρου καὶ οἴνου τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸς διαχώρησιν τῶν κατὰ τὴν κοιλίαν. 3. Εἰ δὲ θελήσαις ὡς τροφίμῳ μόνον ἐδέσματι χρῆσθαι τῇ σαρκὶ τούτου, προαφεψήσας ἐν ὕδατι μεταθήσεις εἰς ἕτερον ὕδωρ, εἶτα ἐν ἐκείνῳ πάλιν ἑψήσας, οὕτως ἀρτύσεις τε καὶ τὸ τρίτω ἑψήσεις ἄχρι τοῦ τακερὰν ἀκριβῶς γενέσθαι τὴν σάρκα· σκευασθεῖσα γὰρ οὕτως ἐφέξει μὲν τὴν γαστέρα, τροφὴν δ' ἱκανὴν παρέξει τῷ σώματι. λ'. Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις ἀκρέων μορίων. 1. Οἱ πόδες ἐπιτηδειότατοι τῶν χοίρων εἰσὶν ἐπεμβληθέντες ἑψωμένῃ πτισάνῃ. 2. Πάντα δὲ τὰ ἄκρεα μόρια τοῦ σώματος ἥκιστα μὲν ἔχει πιμελήν, ἥκιστα δὲ καὶ τὴν σαρκώδη φύσιν· ἐπικρατεῖ δ' ἐν αὐτοῖς τὸ νευρῶδες καὶ τὸ δερματῶδες, οἷον τὸ καθ' ὅλον τὸ σῶμα· γεγύμνασται γὰρ ἐν τοῖς ἀκρέοις μᾶλλον. 3. Ἔστι δὲ καὶ διὰ τοῦτο γλισχρότερα· καὶ γὰρ νεῦρον καὶ δέρμα πᾶν ἑψώμενον εἰς τοιαύτην ἀφικνεῖται φύσιν· εἰκότως οὖν ἐλάττονα μὲν τροφὴν δίδωσι τῷ σώματι, ῥᾷον δ' ὑπέρ χεται καὶ κατὰ γαστέρα διὰ τὴν γλισχρότητα. 4. Βελτίους δ' οἱ πόδες τῶν ὑῶν εἰσι τοῦ ῥύγχους, ὥσπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου χόνδρου καὶ δέρματος. Ἔστι δ' ὁ χόνδρος ἐν μὲν τοῖς τελείοις ζῴοις ἄπεπτος παντάπασιν, ἐν δὲ τοῖς ἔτι αὐξομένοις, ὅταν καλῶς ἐν τῷ στόματι λειωθῇ, πεττόμενός τε καὶ τροφὴν ὀλίγην διδοὺς τῷ σώματι. 5. Κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζῴων ἄκουε τοῦ νῦν εἰρημένου λόγου· καθ' ὅσον γὰρ αὐτῶν αἱ σάρκες εἰς ἀρετὴν τροφῆς ἀπολείπονται τῶν ὑῶν, κατὰ τοσοῦτον καὶ τῶν ἀκρέων ἐν ὑσὶ μορίων ἐστὶ χείρω τὰ κατ' ἐκεῖνα τὰ ζῷα. λα'. Περὶ τῆς ἐν τοῖς πεζοῖς ζῴοις γλώττης. 1. Ἰδιότης τις οὐσίας ἐστὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέρας καὶ ἀναιμοτέρας σαρκός· αἱ γὰρ ἀκριβεῖς σάρκες οἱ μύες εἰσὶ καὶ τούτων τὰ μέσα μάλιστα. λβ'. Περὶ ἀδένων. 1. Τοσοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐσία τῆς κατὰ τὴν γλῶτταν, ὅσον ἐκείνη τῶν σαρκῶν. 2. Πάντων οὖν τῶν ἀδένων κοινὸν ἡδεῖς τε καὶ ψαθυροὺς φαίνεσθαι κατὰ τὴν ἐδωδήν· οἱ δ' ἐν τοῖς τιτθοῖς, ὅταν ἔχωσι γάλα, καὶ τῆς ἐκείνου τι γλυκύτητος ἐμφαίνουσι, καὶ διὰ τοῦτο περισπούδαστόν ἐστι τοῖς λίχνοις ἔδεσμα πλήρεις γάλακτος οἱ ἀδένες οὗτοι γευόμενοι, καὶ μάλιστα ἐπὶ τῶν ὑῶν. 3. Ἡ δ' ἐξ αὐτῶν τροφὴ καλῶς μὲν πεφθέντων ἐγγύς τι τῇ κατὰ τὰς σάρκας ἐστίν· ἐλλιπέστερον δὲ κατεργασθέντων, τὸν ὠμὸν ἢ τὸν φλεγματώδη χυμὸν γεννᾷ. 4. Ὄντες δ' ἐκ τοῦ γένους τῶν ἀδένων οἱ ὄρχεις οὐχ ὁμοίως εἰσὶν εὔχυμοι τοῖς κατὰ τοὺς τιτθούς, ἀλλά τι καὶ βρωμῶδες ἔχουσιν, ἐνδεικνύμενοι τὴν τοῦ σπέρματος οὗ γεννῶσι φύσιν, ὥσπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου· καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρους εἰσὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν σιτευθέντων ἀλεκτρυόνων ἡδεῖς τε ὑπάρχουσι, καὶ τροφὴν χρηστὴν τῷ σώματι διδόασιν. λγ'. Περὶ νεφρῶν. 1. Οἱ νεφροὶ δὲ κακόχυμοί τέ εἰσι φανερῶς καὶ δύσπεπτοι. λδ'. Περὶ ὄρχεων. 1. Π άντων τῶν τετραπόδων ζῴων οἱ ὄρχεις δύσπεπτοί τέ εἰσι καὶ κακόχυμοι, πεφθέντες δὲ καλῶς τρόφιμοι· μόνοι δ' οἱ τῶν ἀλεκτρυόνων ἄριστοι πάντων, καὶ μάλιστα τῶν σιτευθέντων. λε'. Περὶ ἐγκεφάλου. 1. Φλεγματικώτερόν ἐστι καὶ κακόχυμον ἔδεσμα, καὶ βραδύπορον, καὶ δύσπεπτον, οὐχ ἥκιστα δὲ καὶ κακοστόμαχον πᾶς ἐγκέφαλος. 2. Ἐξαπατώμενοι δ' ὑπὸ τῆς μαλακότητος αὐτοῦ διδόασι ἔνιοι τοῖς κάμνουσιν, ὄντα πρὸς τοῖς ἄλλοις ὄντα καὶ ναυτιώδη. 3. Παχύχυμος δ' ὢν καὶ περιττωματικὸς ἀμείνων γίνεται τοῖς τέμνουσι καὶ θερμαίνουσιν ἀρτυόμενος· εἰ μέντοι καλῶς πεφθείη, τροφὴν ἀξιόλογον δίδωσι τῷ σώματι. λ στιγμα'. Περὶ τοῦ ἐν τοῖς ὀστοῖς μυελοῦ. 1. Γλυκύτερος δὲ καὶ ἡδίων ἐστὶ καὶ λιπαρώτερος ὁ ἐν τοῖς ὀστέοις εὑρισκόμενος μυελὸς τοῦ ἐγκεφάλου, ὥστε, εἴ τις ἐκ παραβολῆς αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐστηρὸν ἔχειν τὸν ἐγκέφαλον. 2. Ἔστι δὲ καὶ 'ναυτιῶδες ἔδεσμα πλείων προσενεχθεὶς ὁ μυελός, ὥσπερ ὁ ἐγκέφαλος· εἴ γε μὴν καλῶς πεφθείη, τρόφιμός ἐστι καὶ αὐτός. λζ'. Περὶ νωτιαίου μυελοῦ. 1. Λιπαρότητος ἥκιστα μετέχει· διὰ τοῦτο καὶ τὸ ναυτιῶδες ἐκπέφευγε, καὶ εἰ πεφθείη καλῶς, τροφὴν οὐκ ὀλίγην δίδωσι τῷ σώματι. λη'. Περὶ πιμελῆς καὶ στέατος. 1. Ὀλιγότροφά ἐστιν ἄμφω καὶ μᾶλλον ἡδύσματα τῶν τρεφουσῶν ἡμᾶς σαρκῶν. λθ'. Περὶ τῶν ἐν τοῖς πεζοῖς ζῴοις σπλάγχνων. 1. Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν ἐστι, καὶ δύσπεπτον, καὶ βραδύπορον ὑπάρχον. 2. Ἄμεινον δ' ἐν αὐτοῖς οὐκ εἰς ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰς τἄλλα, τὸ συκωτὸν ὀνομαζόμενόν ἐστι, τῆς προσηγορίας ταύτης τυχόν, ἐπειδὴ σύκων πολλῶν ξηρῶν ἐδωδῇ τοῦ μέλλοντος σφάττεσθαι ζῴου τοιοῦτο παρασκευάζουσιν αὐτό. 3. Καὶ πράττουσι τοῦτο ἐπὶ τῶν ὑῶν μάλιστα διὰ τὸ τούτου τοῦ ζῴου τὰ σπλάγχνα πολὺ τῶν ἐν τοῖς ἄλλοις ὑπάρχειν ἡδίω. 4. Τῶν δ' ἄλλων σπλάγχνων ὁ μὲν σπλὴν οὐδὲ πρὸς τὴν γεῦσιν ἡδύς ἐστιν· ἔχει γάρ τι στρυφνὸν ἐμφαινόμενον· εἰκότως δὲ καὶ κακόχυμος εἶναι πεπίστευται, μελαγχολικοῦ γεννητικὸς αἵματος ὑπάρχων. 5. Ἀμφοῖν δ' εὐπεπτότερος, ὅσῳ καὶ μανώτερος, ὁ πνεύμων ἐστί, παμπόλλῳ γε μὴν ἥπατος εἰς θρέψιν ἥττων· ἣν δὲ δίδωσι τροφὴν τῷ σώματι καὶ φλεγματικωτέρα μᾶλλόν ἐστιν. 6. Ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐσίαν ἰνώδης σάρξ ἐστι καὶ σκληρὰ, καὶ διὰ τοῦτο δύσπεπτος καὶ βραδύπορος· εἰ δὲ πεφθείη καλῶς, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωσι τῷ σώματι. μ'. Περὶ κοιλίας καὶ μήτρας καὶ ἐντέρων τῶν ἐν τοῖς τετράποσι ζῴοις. 1. Σκληρότερα τὰ μόρια ταῦτά ἐστι τῶν σαρκῶν· διὸ κἂν καλῶς πεφθῇ, τὸν χυμὸν οὐκ ἀκριβὲς αἷμα, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται, καὶ χρόνου πλείονος δεῖται πρὸς τὸ καλῶς κατεργασθεὶς αἷμα χρηστὸν γενέσθαι. μα'. Περὶ τῆς τῶν ἡμέρων καὶ ἀγρίων ζῴων διαφορᾶς. 1. Τῶν ἡμέρων ζῴων ἡ κρᾶσις ὑγροτέρα τῆς τῶν ἀγρίων, ἡ δὲ τῶν ἀγρίων σκληροτέρα τε καὶ πιμελῆς οὐδ' ὅλως ἢ ὀλίγιστόν τι μετέχει· ταῦτα ἤτοι καὶ ἀσηπτότερα πλείοσιν ἡμέραις διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶς διῃτημένων ζῴων. 2. Πρόδηλον δ' ὅτι καὶ ἀπέριττος ἡ ἐξ αὐτῶν ἐστι τροφὴ μᾶλλον, ὥσπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. μβ'. Περὶ τῆς ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆς. 1. Τὸ γένος ἁπάντων τῶν πτηνῶν ὀρνίθων ἐστὶν ὀλιγοτροφώτερον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιστα τῷ τῶν ὑῶν· εὐπεπτοτέρα γε μήν ἐστιν ἡ σὰρξ τῶν πτηνῶν ζῴων, καὶ μάλιστα πέρδικος, ἀτταγῆνός τε καὶ περιστερᾶς καὶ ἀλεκτρυόνος. 2. Ἡ δὲ τῶν κιχλῶν, καὶ κοττύφων, καὶ τῶν μικρῶν στρουθίων, ἐν οἷς εἰσι καὶ οἱ πυργῖται καλούμενοι, σκληροτέρα τούτων ἐστὶν, καὶ μᾶλλον ἔτι καὶ τούτων αὐτῶν ἥ τε τῆς τρυγόνος καὶ ἡ τῆς φάττης καὶ ἡ τῆς νήττης. 3. Ὁμοία δὲ τῇ τῶν ἀλεκτορίδων ἐστὶν ἡ τῶν φασιανικῶν εἰς πέψιν καὶ τροφήν, ὑπερέχουσα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. 4. Σκληροτέρα δὲ καὶ δυσπεπτοτέρα καὶ ἰνωδεστέρα τούτων ἡ τοῦ ταώ. 5. Κοινὸν δ' ἐπὶ πᾶσι τοῖς πτηνοῖς ζῴοις, ὥσπερ καὶ τοῖς τετράποσι, γινώσκειν χρὴ, τὴν τῶν ἔτι αὐξομένων σάρκα πολὺ βελτίονα τῆς τῶν παρακμαζόντων, μοχθηρὰν δὲ τὴν τῶν πάνυ νηπίων, ἀλλ' ὑπεναντίως τῇ τῶν γεγηρακότων· ἡ μὲν γὰρ τούτων σκληρὰ καὶ νευρώδης ἐστὶ, καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ, καὶ τροφὴν ὀλίγην δίδωσι τῷ σώματι· τῶν δὲ παντάπασι νέων ζῴων σώματα βλεννώδη τέ ἐστι καὶ ὑγρὰ, καὶ διὰ τοῦτο περιττωματικά, ὅλον δ' ὑπέρχεται κατὰ γαστέρα. μγ'. Περὶ χηνῶν καὶ στρουθοκαμήλων. 1. Περιττωματικὴ τούτων ἐστὶν ἡ σὰρξ καὶ πολὺ δυσπεπτοτέρα τῆς τῶν προειρημένων πτηνῶν ζῴων, οὐ μὴν τὰ πτερὰ χείρω τῶν ἄλλων ἔχει· πολλοῖς γὰρ τῶν πτηνῶν ζῴων, καὶ μάλιστα ὅσα μικρὰ καὶ σκληρόσαρκα, ἡ τῶν πτερῶν φύσις ἰνώδης ἐστὶ καὶ σκληρά, τινῶν δὲ καὶ ἡ σὰρξ ὅλη τοιαύτη, καθάπερ καὶ ἡ τῶν γεράνων, ἃς καὶ αὐτὰς ἐσθίουσιν, ἑωλίσαντες πρότερον ἡμέραις πλείοσιν. 2. Μεταξὺ δέ πως τῆς τῶν γεράνων τε καὶ χηνῶν ἡ τῶν καλουμένων ὠτίδων ἐστίν. μδ'. Περὶ τῶν σπλάγχνων τῶν πτηνῶν ζῴων. 1. Αἱ γαστέρες τούτων ἐδώδιμοί τέ εἰσι καὶ τρόφιμοι, καί τινων καὶ ἡδεῖαι, καθάπερ αἱ τῶν χηνῶν· ἐφεξῆς δὲ τῶν σιτευτῶν ἀλεκτορίδων. 2. Ὥσπερ δ' ἐπὶ τῶν ὑῶν τὸ συκωτὸν ἧπαρ ἐν τοῖς ζῶσι ζῴοις προπαρασκευάζουσιν ἡδὺ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς, οὕτως ἐπὶ τῶν χηνῶν ὀρῷ γάλακτος ἀναδεύοντες τὰς τροφάς, ὡς γίνεσθαι μὴ μόνον ἥδιστον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶς· ὡσαύτως δὲ καὶ πρὸς τὴν ἐν τῇ γαστρὶ πέψιν ἔχει. 3. Καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ' αὐτῶν τὰ τῶν ἀλεκτορίδων· χείριστα μὲν οὖν ἐστι τὰ τῶν γεγηρακότων, κάλλιστα δὲ τὰ τῶν νέων καὶ εὐτρόφων. 4. Καὶ οἱ ὄρχεις τῶν ἀλεκτρυόνων ἄριστοι, καὶ μάλιστα οἱ τῶν σιτευτῶν, ἔτι δὲ καὶ μᾶλλον ὅσοι διὰ γάλακτος ὀροῦ τὰς τροφὰς προσηνέγκαντο· καὶ γὰρ εὔχυμοι, καὶ τρόφιμοι, καὶ πεφθῆναι ῥᾷστοι. 5. Ἐπαινοῦσι δ' ἔνιοι ψευδῶς τὴν τῆς στρουθοκαμήλου κοιλίαν ὥς τι φάρμακον πεπτικόν, ἔνιοι δὲ πολὺ μᾶλλον τὴν τῆς αἰθυίας, ἀλλ' οὔτε αὗται πέττονται ῥᾳδίως, οὔτε τῶν ἄλλων σιτίων εἰσὶ πεπτικὸν φάρμακον. μδ'. Περὶ ὠῶν. 1. Ἀμείνω τὰ τῶν ἀλεκτορίδων ἐστὶ, καὶ τὰ τῶν φασιανικῶν· φαυλότερα δὲ τὰ τῶν χηνῶν καὶ στρουθοκαμήλων. 2. Ἀμείνω δὲ καὶ τὰ νέα τῶν παλαιῶν, καὶ τὰ ἐπ' ἔλαττον ἑψηθέντα τῶν ἐπὶ πλέον. 3. Κάλλιστα οὖν εἰς τροφήν ἐστι τοῦ σώματος τὰ τρομητά· τὰ ῥοφητὰ δ' ἧττον μὲν τρέφει, ῥᾷον δ' ὑποχωρεῖ· τὰ δ' ἑφθὰ καὶ ὀπτὰ καὶ δύσπεπτα καὶ βραδύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωσι τῷ σώματι. 4. Τούτων δ' ἔτι μᾶλλόν ἐστι βραδυπορώτερα καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν σποδιὰν ὀπτηθέντα. 5. Τὰ δ' ἐπὶ τῶν ταγήνων παχυνθέντα, καὶ καλούμενα δι' αὐτὸ τοῦτο ταγηνιστὰ, χειρίστην ἔχει τροφὴν εἰς ἅπαντα. 6. Καὶ τὰ καλούμενα δὲ πνικτὰ τῶν ἑφθῶν τε καὶ ὀπτῶν ἐστιν ἀμείνω· σκευάζουσι δ' αὐτὰ, δεύσαντες μετ' ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέος, εἶτα ἐντιθέασι τὸ ἀγγεῖον ὕδωρ ἐχούσῃ κακκάβῃ θερμόν, καὶ πωμάσαντες αὐτὴν ὅλην ὑποκαίουσι μέχρι συστάσεως μετρίας· τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήσια τοῖς ἑψηθεῖσί τε καὶ ὀπτηθεῖσι γίνεται. 7. Τῆς αὐτῆς οὖν συμμετρίας κατὰ τὴν σύστασιν χρὴ στοχάζεσθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖς λοπάσιν ὠῶν, οὐκ ἐπιτρέποντας οὐδὲ ταῦτα παχυνθῆναι τελέως, ἀλλ' ἔτι ἐγχύλων ὄντων, ἀπὸ τοῦ πυρὸς αἴροντας τὸ ἀγγεῖον. μστιγμα'. Περὶ κεφάλου. 1. Περιττωματικὴ μὲν ἡ σάρξ ἐστι τῶν κεφάλων καὶ βλεννώδης ἱκανῶς τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι· καλλίστη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ· φαῦλοι δὲ καὶ οἱ ἐν ταῖς λίμναις, καὶ μάλιστα οἱ ἐν ταῖς μικραῖς γινόμενοι, καὶ μᾶλλον ὅταν μὴ ἀπορρέῃ τοῦ ὕδατος, ἀλλ' εἴη στάσιμον. 2. Τῶν δ' ἐν τοῖς ποταμοῖς γεννωμένων ἀμείνους οἱ κατὰ τοὺς τοιούτους, ἐν οἷς ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺς λιμνάζοντας οὐκ ἀγαθοί. 3. Καὶ ἡ γεῦσις δ' ἐσθίοντί σοι γνωρίσει τὸν ἀμείνω κέφαλον· δριμυτέρα γὰρ αὐτῶν ἐστι καὶ ἡδίων, καὶ ἀλιπὴς ἡ σάρξ· οἱ δὲ λιπαροὶ καὶ κατὰ τὴν γεῦσιν ἔκλυτοι χείρους μέν εἰσι καὶ εἰς αὐτὴν τὴν ἐδωδήν, χείρους δὲ καὶ πεφθῆναι, καὶ κακοστόμαχοι, καὶ κακόχυμοι· διὸ καὶ σὺν ὀριγάνῳ σκευάζουσιν αὐτούς. μζ'. Περὶ λάβρακος. 1. Πε |