RETOUR À L’ENTRÉE DU SITE

ALLER à LA TABLE DES MATIERES D'ORIBASE

ORIBASE.

COLLECTION MÉDICALE.

ΟΡΕΙΒΑΣΙΟΥ
ΙΑΤΡΙΚΩΝ ΣΥΝΑΓΩΓΩΝ

traduction française

texte bilingue

 

 

ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ

ΒΙΒΛΙΟΝ Α'

 

Τὰς  προσταχθείσας ἐπιτομὰς παρὰ τῆς σῆς Θειότητος,  αὐτόκρατορ Ἰουλιανέ,  πρότερον,  ἡνίκα διετρίβομεν ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν,  εἰς τέλος ἤγαγον,  καθὼς ἠβουλήθης,  ἅστινας ἐκ μόνων τῶν ὑπὸ Γαληνοῦ γραφέντων ἐποιησάμην.  2. ἐπεὶ δ'  ἐπαινέσας ταύτας, δευτέραν ἐπέταξας πρᾶξιν,  πάντων τῶν ἀρίστων ἰατρῶν ἀναζητήσαντά με τὰ καιριώτατα συναγαγεῖν  καὶ πάντα ὅσα χρησιμεύει πρὸς αὐτὸ τὸ τέλος τῆς ἰατρικῆς,  καὶ τοῦτο πράττειν,  ὡς οἷός τέ εἰμι,  προθύμως διέγνωκα,  χρησιμωτάτην ὑπολαμβάνων ἔσεσθαι τὴν τοιαύτην συναγωγήν,  τῶν ἐντυγχανόντων ἑτοίμως ἐξευρισκόντων τὸ ἑκάστοτε τοῖς δεομένοις ὠφέλιμον.  3. Περιττὸν δὲ νομίσας εἶναι καὶ παντελῶς εὔηθες τὸ ἐγγράφειν τὰ αὐτὰ πολλάκις,  καὶ τῶν ἄριστα συγγραψάντων καὶ τῶν μὴ ὁμοίως τὸ ἀκριβὲς ἐξεργασαμένων,  μόνα τὰ τῶν ἄμεινον εἰπόντων συνάξω,  [τὰ] πάλαι Γαληνῷ μόνῳ ῥηθέντα,  μηδὲν παραλιπὼν, τάξας,  καθότι τῶν συγγραψάντων ἁπάντων εἰς τὰς αὐτὰς ὑποθέσεις αὐτὸς κρατεῖ,  μεθόδοις καὶ διορισμοῖς τοῖς ἀκριβεστάτοις χρώμενος,  τε ταῖς Ἱπποκρατείοις  ἀρχαῖς καὶ δόξαις ἐξακολουθῶν.  χρήσομαι δὲ κἀνταῦθα τοιαύτῃ τινὶ τάξει·  καὶ πρῶτον μὲν οὖν συνάξω τὰ τοῦ ὑλικοῦ μέρους,  εἶτα  ὅσα περὶ φύσεως καὶ κατασκευῆς εἴρηται τἀνθρώπου,  μετὰ  ἃ  τὰ τῆς ὑγιεινῆς καὶ ἀναληπτικῆς πραγματείας,  καὶ μετὰ ταῦτα ὅσα τῆς διαγνωστικῆς καὶ προγνωστικῆς ἔχεται θεωρίας,  ἐπὶ  οἷς τὰ περὶ τῆς τῶν νοσημάτων καὶ συμπτωμάτων καὶ ὅλως τῆς τῶν παρὰ φύσιν ἐπανορθώσεως·  ἄρξομαι δ'  ἀπὸ τῶν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. 

 α'. Περὶ ἀρετῆς καὶ κακίας τῶν δημητριακῶν,  σπερμάτων κ  τῶν Γαληνοῦ.  

1. Οὐ μόνον ὅταν εἰς ξένην ἀφικόμενος χώραν ἐσθίειν τι μέλλῃς ἄηθες,  ἀλλὰ καὶ παρ  ἡμῖν αὐτοῖς προπειρᾶσθαι δυνήσῃ τῆς ἑκάστου φύσεως ἐν τῷ διαβρέχειν ὕδατι μόνῳ χωρὶς ἑψήσεως ἢ σὺν ἑψήσει τε καὶ ὀπτήσει·  τὰ μὲν γὰρ εἰς ὄγκον ἐξαιρόμενα τῶν σπερμάτων ἀποβάλλοντά τε ταχέως τὴν ἀρχαίαν σκληρότητα καὶ ξηρότητα μεταβάλλοντά τε πρὸς τὸ μαλακώτερον ἀμείνω πάντα ἐστί,  τὰ δὲ φυλάττοντα τὸν ἔμπροσθεν ὄγκον ἅμα τῇ σκληρότητι χείρω·  δύσπεπτα γὰρ καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν ὡς μόλις αἱματοῦσθαι.  2. Καὶ ἀμυγδάλας δὴ δοκιμάσεις οὕτως καὶ κάρυα τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰ κάστανα·  περὶ δὲ τῆς πτισάνης τί δεῖ καὶ λέγειν;  δη γὰρ τοῦτο καὶ οἱ παῖδες ἴσασιν,  ὡς ἡ μὲν ὀγκουμένη ταχέως ἀρίστη,  μοχθηρὰ δ'  ἡ ἐν χρόνῳ πολλῷ βραχὺν ὄγκον ἔχουσα.  3. Τινὰ δὴ τῶν Δημητριακῶν  σπερμάτων οὐδ'  ὅλως ὀγκοῦσθαι πέφυκεν ἑψόμενα,  καὶ κεκλήκασιν ἀτέραμνα τὰ τοιαῦτα τῶν παλαιῶν Ἑλλήνων  ἔνιοι.  4. Τὰ δ'  ἐν ὄγκῳ βραχεῖ πλείστην οὐσίαν ἔχοντα καὶ ταύτην παχεῖάν τε καὶ γλίσχραν εὐχυμότατά τε καὶ τροφιμώτατα πάντα ἐστίν,  οὐ μὴν ὑποχωρεῖται κάτω ῥᾳδίως·  ὅσα δ'  ἔμπαλιν χαύνην μὲν ἔχει καὶ μαλακὴν οὐσίαν,  μόρια δ'  αὑτῶν πολλὰ πιτυρώδη,  διαχωρεῖται μὲν ἄμεινον,  ἧττον δὲ τρέφει·  τούτων δ'  αὐτῶν ὅσα δυσώδη τέ ἐστι, καὶ ἀηδίαν τινἔχοντα κατὰ τὴν γεῦσιν,  εὔδηλον ὡς κακόχυμά τε καὶ δύσπεπτα πάντως ἐστίν.  5. Τοῦ δ'  ἐν ὄγκῳ μικρῷ πλείστην οὐσίαν εἶναι τό τε βάρος,  ἱσταμένων αὐτῶν ἐπὶ ζυγοῦ,  σημεῖον ἔστω σοι καὶ τὸ τῶν ἀλεύρων πλῆθος·  ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίνεται τοῖς πεπιλημένην ἔχουσι τὴν οὐσίαν σπέρμασιν.  6. Τῶν γοῦν πυρῶν ὅσοι μὲν πυκνὴν καὶ πεπιλημένην ἔχουσιν ὅλην ἑαυτῶν τὴν οὐσίαν,  ὡς μόλις ὑπὸ τῶν ὀδόντων διαιρεῖσθαι τῇ χρόᾳ δ'  εἰσὶν οὗτοι ξανθοί,  πλείστην τροφὴν διδόασι τοῖς σώμασιν ἐξ ὄγκου βραχέος·  ὅσοι δ'  ἐναντίοι τούτοις ῥᾳδίως μὲν ὑπὸ τῶν ὀδόντων θραυόμενοι,  μετὰ δὲ τὴν θραῦσιν ἀραιοὶ καὶ χαῦνοι φαινόμενοι,  βραχεῖαν παρέχουσι τροφὴν ἐξ ὄγκου πολλοῦ.  7. Τῶν δὲ κριθῶν κάλλισται τυγχάνουσιν αἱ λευκαὶ μετὰ τὸ πτισθῆναι φαινόμεναι καί τι πυκνότητος ἔχουσαι καὶ βάρους,  ὅσον οἷόν τε κριθὰς ἔχειν·  ἀμείνους δὲ δηλονότι καὶ τῶν ἰσχνῶν τε καὶ ῥυσῶν αἱ πλήρεις ὅλαι καὶ τεταμένην ἔξωθεν ἔχουσαι τὴν περιγραφήν.  8. Οὐ μόνον δὲ ταύτας,  ἀλλὰ καὶ πάντα τὰ πλήρη καὶ περιτεταμένην ἔξωθεν ἔχοντα τὴν περιγραφὴν ἄριστα σπερμάτων εἶναι συμβέβηκε,  πλὴν εἰ πάνυ σφόδρα ποτὲ πλείονα τοῦ κατὰ φύσιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέσθαι·  περιττωματικὴν γὰρ ὑγρότητα ταῦτα ἔχειν ἴσθι καὶ χείρω τῶν προειρημένων εἶναι,  καὶ διὰ τοῦτο μετὰ μὲν τὴν συγκομιδὴν οὐ προσῆκεν αὐτοῖς χρῆσθαι,  καταθέμενον δ'  ἐν τόποις ξηροῖς ἐᾶσαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦσαι τῆς περιττῆς ὑγρότητος,  τὸ δέ τι πεφθῆναι,  μέχριπερ ἂν ξηραινόμενα προσσταλῇ μετρίως.  9. Τὰ δ'  ἐπὶ πλεῖστον κείμενα χείρω γίνεται ταῖς δυνάμεσιν·  ὅρος δὲ καὶ τούτων,  ὅταν διαιρούμενα καθάπερ λεπτήν τινα κόνιν ἐκπίπτουσαν ἔχῃ.  10. Γίνονται δὲ πολλάκις ἐν μὲν τοῖς πυροῖς αἶραι πολλαί,  κατὰ δὲ τὰς κριθὰς αὗται μὲν ὀλίγαι,  πολὺς δ'  ὁ αἰγίλωψ·  κἀν τοῖς φακοῖς δ'  ἐκ μεταβολῆς αὐτῶν ἄρακοι καὶ πελεκινοί,  σκληρὰ καὶ στρογγύλα καὶ ἄβρωτα σπερμάτια,  καθάπερ ἡ ἀπαρίνη καὶ ἡ ὀροβάκχη κατὰ τοὺς ὀρόβους. 11Ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ σπέρματα,  τὸ δὲ μελάμπυρον καλούμενον ἐκ μεταβολῆς μὲν γεννᾶται καὶ αὐτὸ τῶν πυρῶν,  ἀλλ'  ἀπολείπεται πάμπολυ τῆς ἐν ταῖς αἴραις κακίας.  12. Εὑρίσκονται δὲ καὶ κατ  τἄλλα σπέρματα τοιαῦταί τινες γινόμεναι μεταβολαί·  διόπερ ἀμελεῖν οὐ προσήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸς ἐδωδὴν παρασκευαζόμενα σπέρματα,  γινώσκοντας ὡς,  εἰ καὶ τῆς καθ'  ἡμέραν βλάβης οὐκ αἰσθανόμεθα διὰ βραχύτητα,  τὸ γοῦν ἀθροιζόμενον ἐξ αὐτῆς χρόνῳ πλείονι φανερὸν γενήσεταί ποτε.  13. Τῶν καρπῶν δ'  εἰς ἀπόθεσιν ἐπιτηδείους ὄντας ἴσθι τοὺς πρὶν σαπῆναι ξηραινομένους.  14. Πιθανῶς δ  ἄν τις ὀνομάζοι μικρὸν πυρὸν τὴν τίφην,  καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τὴν δύναμιν ἐοικυῖαν αὐτῷ.  15. Πολλὰ δὲ καὶ ἄλλα σπέρματα παραπλήσια μέν,  οὐκ ἀκριβῶς δὲ ταὐτὸν εἶδος ἔχοντα τοῖς εἰρημένοις ἐστίν·  τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆς τε καὶ τίφης ἢ μεταξὺ πυροῦ τε καὶ τίφης,  ἔνια δ'  ἐγγυτάτω τῆς φύσεως τὰ μὲν ὀλύρης ἐστί,  τὰ δὲ κριθῆς ἢ τίφης ἢ πυροῦ,  καθάπερ ἄλλα τὰ μὲν ἐλύμου,  τὰ δὲ κέγχρου προσηγορίας ἔχοντα,  τινὰ μὲν ἁπλᾶς,  ὥσπερ ἐν Ἰταλίᾳ τὸ σιτάνιον,  ἔνια δὲ συνθέτους,  ὡς ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή,  κατὰ δὲ Βιθυνίαν  τὸ ζεόπυρον.

 β'.  Περὶ πυρῶν, κ  τῶν Ἀθηναίου, ἐκ τοῦ α' λόγου.  

1. Τῶν  σίτων κράτιστοι πρὸς εὐτροφίαν εἰσὶν οἱ πυροί·  διαφέρουσι δ'  ἀλλήλων τῷ μᾶλλον καὶ ἧσσον θερμαίνειν τε καὶ ὑγραίνειν παρὰ τὰ γένη καὶ παρὰ τοὺς τόπους,  ἐν οἷς φύονται,  καὶ παρὰ τὰς καταστάσεις τῶν ὡρῶν, καὶ τῶν ἀέρων, καὶ παρὰ τὸν χρόνον.  2. Παρὰ μὲν οὖν τὰ γένη διαφέρουσιν οἱ πυροί,  ὅτι οἱ μὲν αὐτῶν σιτάνιοι καὶ ἀλευρῖται,  οἱ δὲ σεμιδαλῖταί εἰσιν·  οἱ μὲν οὖν σιτάνιοι κοῦφοί τέ εἰσι καὶ χαῦνοι τῇ συστάσει καὶ λευκοί·  κατειργασμένοι γάρ εἰσι,  τῆς γεώδους οὐσίας ἐν αὐτοῖς ἐπὶ πλέον κεχυμένης καὶ διαλελυμένης ὑπὸ τῆς οἰκείας συμπέψεως·  διόπερ ἑτοίμην καὶ εὔπεπτον καὶ καθόλου εὐμετάβολον τὴν τροφὴν προσφέρονται,  ἔτι δ'  εὐδιάπνευστον καὶ εὐεκποίητον,  ἐλάσσονα δὲ καὶ οὐκ ἴσην τοῖς σεμιδαλίταις, καὶ πρὸς ὑγείαν μᾶλλον ἢ ῥώμην ἁρμόζουσαν.  3. Οἱ δὲ σεμιδαλῖται βαρύτεροί τέ εἰσι καὶ πυκνοὶ καὶ ξανθοὶ καὶ διαφανεῖς,  καὶ δύσπεπτοι μέν εἰσιν,  ἀνάδοσιν δ'  ἔχουσι δαψιλῆ καὶ δυσδιάπνευστον καὶ καθόλου πρὸς ῥώμην μᾶλλον ἢ πρὸς ὑγείαν εἰσὶν ἐπιτήδειοι.  4. Παρὰ δὲ τοὺς τόπους διαφέρουσιν οἱ πυροὶ οἱ ἐν ξηραῖς καὶ ἀλιπέσι χώραις γινόμενοι τῶν ἐν εὐγείοις καὶ πιεραῖς φυομένων·  οἱ μὲν γὰρ ἀπ  ἐλάσσονος ὕλης καὶ κουφοτέρας καὶ λεπτοτέρας συνεστῶτες εὐκατέργαστοι μέν εἰσι καὶ εὐμετάβολοι,  ἐλάσσονα δὲ τροφὴν προσφέρονται,  ὃν τρόπον οἱ ἐν τοῖς καύσοις λεγομένοις ἐπισπειρόμενοι·  τῆς γὰρ ἐν τοῖς τόποις ὕλης ἐμπρησθείσης,  διὰ τὸ ἀλιπὲς καὶ ἄτροφον τῆς τέφρας λευκοί τε γίνονται καὶ χαῦνοι καὶ σιτάνιοι.  5. Οἱ δ'  ἐν εὐγείοις καὶ λιπαροῖς τόποις φυόμενοι,  ἀπὸ δαψιλοῦς καὶ στερεᾶς ὕλης τρεφόμενοι,  πυκνοί τέ εἰσι καὶ βαρεῖς καὶ πολύτροφοι·  καὶ οἱ ἀναπεπταμένοι δὲ τῶν τόπων καὶ εὔπνοοι καὶ εὐήλιοι βελτίους πυροὺς φέρουσι καὶ πολὺ τροφιμωτέρους.  6. Διαφέρουσι δὲ τοῖς τόποις καὶ οἱ ἐν ψυχροῖς ἄγαν καὶ χιονοβολουμένοις φυόμενοι τῶν ἐν θερμαῖς χώραις σπειρομένων·  οἱ μὲν γὰρ ἐν ψυχροῖς τόποις φυόμενοι κατειργασμένοι μᾶλλόν εἰσι καὶ λεπτομερεῖς,  οἷοίπερ εἰσὶν οἱ σιτάνιοι· μήποτε γὰρ οἷον φωλευούσης ἐν αὐτοῖς τῆς δυνάμεως καὶ ὀλίγην μὲν τροφὴν ἀναλαμβανούσης,  ταύτην δ'  ἐκ τοῦ κατ  ὀλίγον,  ἐπὶ πολὺ δὲ πεττούσης,  πλείονα κατεργασίαν τε καὶ χύσιν ἐν αὐτοῖς τὸ γεῶδες λαμβάνει·  διὸ καὶ κοῦφοί τέ εἰσιν οἱ πυροὶ καὶ εἰς λεπτὸν ἄλευρον ἀναλελυμένοι.  7. Καὶ τοὺς τριμηνιαίους δὲ πυροὺς κουφοτέρους ὄντας καὶ μάλιστα τοὺς ἐν τοῖς χιονοβολουμένοις τόποις γινομένους ὁμοίους ὄντας παρειλήφαμεν.  8. Οἱ δ'  ἐν θερμοῖς τόποις γινόμενοι τῶν πυρῶν ἄφθονον μὲν τροφὴν παραλαμβάνουσι καὶ πολλὴν πυκνοτέραν τε καὶ ἧσσον κεχυμένην τε καὶ διακεκριμένην.  9. Οἱ δ'  ἑλώδεις τῶν πυρῶν ἄτροφοί τέ εἰσι καὶ κουφότεροι, καὶ τὸ αἷμα φαῦλον ποιοῦσι; καὶ ἧσσον θερμαίνουσι τὰ σώματα.  10. Καὶ οἱ κάθυγροι δὲ τῶν τόπων ἀτροφωτέρους φέρουσι καὶ ἀτονωτέρους τοὺς πυρούς,  δοκοῦσι δὲ καὶ τῷ ὅλῳ γένει μεταβάλλειν εἰς αἴρας διὰ πλεονασμὸν ὑδάτων.  11. Οἱ δ  ἐν σκιεροῖς καὶ συνδένδροις τόποις γεννώμενοι πλέον ἔχουσι τὸ σκύβαλον τοῦ χρησίμου.  12. Παρὰ δὲ τὰς καταστάσεις τῶν ὡρῶν καὶ τῶν ἀέρων οἱ πυροὶ διαφέρουσι·  παρὰ μὲν τὰς ὥρας,  ὅταν τε εὔκρατος καὶ σύμμετρος αὐτῶν ἡ μεταβολὴ γένηται ψύξει καὶ θερμασίᾳ καὶ ὄμβροις καὶ πάλιν ἀνοχαῖς τῶν ὑδάτων· συμβαίνει γὰρ εὐτροφεῖν τε καὶ πληροῦσθαι τοῖς ὄγκοις τοὺς πυρούς·  καὶ τοὐναντίον,  ὅταν ἀκαίρως,  ἀκρατῶς καὶ ἀσυμμέτρως ἕκαστον τῶν εἰρημένων ἐπιτελῆται· ἰσχνοὶ γὰρ καὶ ἄτροφοι γίνονται·  παρὰ δὲ τοὺς ἀέρας,  ὅταν κατὰ τοὺς προσήκοντας καιροὺς εὐδίεινοι γένωνται καὶ εὐήλιοι καὶ εὐήνεμοι, ἢ τοὐναντίον ἐπινεφεῖς καὶ δυσήλιοι,  πολλάκις δὲ καὶ ψεκάδας φέροντες,  ἤδη θερμῆς τῆς ὥρας οὔσης καὶ πρὸς τελείωσιν τῶν πυρῶν ὄντων·  φθίνουσι γὰρ ἐρυσιβούμενοι.  13. Παραπλησίως δὲ καὶ ὅταν βαρέα καὶ ξηρὰ καὶ θερμὰ γένηται πνεύματα τὰ ὑπὸ τὸν καιρὸν τῆς τῶν σταχύων πληρώσεως,  καὶ ἰσχυροὶ καὶ πολὺν χρόνον φυσήσωσιν οἱ λεγόμενοι καύσωνες,  ἐπικαίουσι τοὺς στάχυας καὶ ξηραίνουσι,  καὶ διὰ τοῦτο ἀτρόφους κατασκευάζουσιν.  14. Παρὰ δὲ τὸν χρόνον διαφέρουσιν οἵ τε νέοι καὶ οἱ παλαιοὶ καὶ οἱ μεταξὺ τούτων·  οἱ μὲν γὰρ πρόσφατοι πολυχυλότεροί εἰσι καὶ πνευματώδεις καὶ πολύτροφοι·  οἱ δὲ παλαιοὶ τοὐναντίον ἀχυλότεροι καὶ ξηρότεροι καὶ ἀτροφώτεροι·  οἱ δὲ μεταξὺ τούτων κατὰ χρόνον τὰς μεσότητας ἔχουσι τῶν εἰρημένων. 

γ. Περὶ τῶν κατὰ τὰς ὥρας κρεῶν. 

1. Σύες  μὲν μετὰ τὴν ἐαρινὴν ὥραν εἰσὶ κάκιστοι μέχρι πλειάδος  δύσεως φθινοπωρινῆς,  τὸ δ'  ἐντεῦθεν μέχρι ἦρος κάλλιστοι.  2. Αἶγες δὲ τὸν μὲν χειμῶνα κάκισται,  τοῦ δ  ἦρος ἄρχονται κρείσσους γίνεσθαι μέχρι ρκτούρου  δύσεως.  3. Πρόβατα δὲ, καὶ ταῦτα τὸν μὲν χειμῶνα κάκιστα,  μετὰ δὲ τὴν ἰσημερίαν πιαίνεται μέχρι τροπῶν θερινῶν·  αἱ δὲ βόες,  ὅταν ἡ πόα ἐκκαρπῇ ἦρός τε παυομένου καὶ τῷ θέρει παντί.  4. Τῶν δ'  ὀρνίθων οἱ μὲν κατὰ χειμῶνα κάλλιστα ἔχουσιν  ὅσοι γε ἐπιφαίνονται χειμῶνος,  ὁ κόσσυφός τε καὶ ἡ κίχλα καὶ φάσσα·  οἱ δ'  ἀτταγῆνες κατὰ τὸ φθινόπωρον καὶ μελαγκόρυφοι, συκαλίς τε καὶ χλωρὶς, καὶ ὄρτυγες τηνικαῦτα πιότατοι.  5. λεκτορίδες τὸν μὲν χειμῶνα οὐ πάνυ εὐσωματοῦσι καὶ μάλιστα ἐν νοτίοις·  ἡ δὲ τρυγὼν ἐν φθινοπώρῳ καλλίστη.  6. Τῶν δ'  ἰχθύων οἱ μὲν ἐν τῇ κυήσει κάλλιστοι,  κάρις,  κάραβος καὶ τὰ μαλάκια,  τευθίς,  σηπία,  τὰ δ'  ὅταν ἄρχηται ἐπωάζεσθαι,  ὥσπερ οἱ κέφαλοι,  ὑπερπλησθέντες δ  οὗτοι τῶν κυημάτων λεπτοὶ καὶ ἄτροφοι καὶ ἔτι μᾶλλον τεκόντες.  7. δὲ θύννος πιότατος μετ  ρκτοῦρον,  θέρους δὲ χείρων.  

δ'. Περὶ πυρῶν ἑφθῶν, κ  τῶν Γαληνοῦ.

 1. Ἐφθοὶ πυροὶ ἔδεσμα βαρὺ καὶ δύσπεπτόν ἐστιν·  δύναμιν δ  ἔχουσι μεγάλην,  εἰ πεφθεῖεν,  οὕτω βρωθέντες πυροί,  καὶ τρέφοντες ἰσχυρῶς τὸ σῶμα καὶ ῥώμην ἐπίσημον παρεχόμενοι τοῖς προσενεγκαμένοις αὐτούς.  

ε'. Περὶ χόνδρου.  

1. Τοῦ γένους τῶν πυρῶν ἐστιν ὁ χόνδρος,  ἱκανῶς τρόφιμόν τε καὶ γλίσχρον ἔχων χυμόν,  ἐάν τε ἐν ὕδατι μόνῳ ἑψηθεὶς λαμβάνηται δι  οἰνομέλιτος ἢ οἴνου γλυκέος ἢ στύφοντος, ἴδιος γὰρ ἑκάστου καιρὸς τῆς χρήσεως,  ἐάν τε τορυνηθεὶς μετ  ἐλαίου καὶ ἁλῶν·  ἐμβάλλεται δέ ποτε καὶ ὄξους αὐτῷ,  καὶ λέγουσιν οἱ ἰατροὶ τοῦ παρασκευασθέντος οὕτω χόνδρου πτισανιστὶ γεγονέναι τὴν ἄρτυσιν.  2. Εἰσὶ δὲ καὶ οἱ ἄρτοι οἱ ἐκ τοῦ χόνδρου τροφιμώτατοι μέν,  διαχωροῦντες δ  ἧττον. 

στιγμα'. Περὶ ἀμύλου.  

1. κ  πυρῶν σκευάζεται τοῦτο δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετραχυσμένων·  οὔτε γὰρ στῦψίν τινα ἔχει οὔτε δριμύτητα περιφανῆ.  2. Παραπλήσιον δ'  ἐστὶ τῇ δυνάμει τοῖς πλυτοῖς ἄρτοις τὸ ἄμυλον,  ἐλάττονα δὲ τροφὴν διδὸν τῷ σώματι, καὶ μὴ θερμαῖνον.  

ζ'. Περὶ τῶν ἐξ ἀλεύρου πεμμάτων.  

1. Οἱ ταγηνῖται σκευάζονται δι  ἐλαίου μόνου·  βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰς τήγανον ἐπικείμενον ἀκάπνῳ πυρί,  καταχεῖται δ  αὐτῷ θερμανθέντι τὸ τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ·  διὰ ταχέων οὖν ἐν τῷ ἐλαίῳ ἑψόμενον συνίσταται καὶ παχύνεται παραπλησίως ἁπαλῷ τυρῷ·  τηνικαῦτα δ'  ἤδη καὶ στρέφουσιν αὐτό οἱ σκευάζοντες, τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι κάτωθεν, ὡς ὁμιλεῖν τῷ ταγήνῳ,  τὸ δ'  αὐτάρκως ἑψόμενον,  ὃ κάτωθεν ἦν πρότερον,  εἰς ὕψος ἀνάγοντες ὡς ἐπιπολῆς εἶναι·  κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ,  στρέφουσιν αὖθις αὐτὸ δίς που καὶ τρίς,  ἄχρι περ ἂν ὅλον ὁμαλῶς αὐτοῖς ἑψῆσθαι δόξῃ.  2. Εὔδηλον οὖν ὅτι παχύχυμόν τε τοῦτό ἐστι, καὶ στατικὸν γαστρὸς, καὶ χυμῶν ὠμῶν γεννητικόν·  διὸ καί τινες αὐτῷ μιγνύουσι μέλιτος,  εἰσὶ δ  οἳ καὶ τῶν θαλαττίων ἁλῶν·  εἴη δ'  ἂν ἤδη τοῦτό γε πλακοῦντός τι γένος,  ὥσπερ γε καὶ ἄλλα τοιαῦτα πλακούντων εἴδη συντιθέασιν ἀποσχέδια οἵ τε κατ  ἀγρὸν ἄνθρωποι, καὶ τῶν κατὰ πόλιν οἱ πένητες.  3. Καὶ γὰρ οὖν καὶ ὅσα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶσιν,  εἶτα ἀφελόντες ἐμβάλλουσιν εἰς μέλι θερμὸν εὐθέως,  ὡς δέξασθαι δι'  ὅλων ἑαυτῶν αὐτό,  καὶ ταῦτα πλακοῦντός τι γένος ἐστί,  καὶ τὰ διὰ τῶν ἰτρίων σκευαζόμενα μετὰ μέλιτος πάντα·  διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδος·  ἄμεινον μὲν ὃ καλοῦσι ῥύμματα,  φαυλότερον δὲ τὰ λάγανα.  4. Πάντα γοῦν ὅσα διὰ τούτων καὶ σεμιδάλεως συντίθεται παχύχυμά τέ ἐστι, καὶ βραδύπορα, καὶ τῶν κατὰ  ἧπαρ διεξόδων τῆς τροφῆς ἐμφρακτικὰ, καὶ σπληνὸς ἀσθενοῦς αὐξητικὰ, καὶ λίθων ἐν νεφροῖς γεννητικά,  τρόφιμα δv  ἱκανῶς,  εἰ πεφθείη τε καὶ καλῶς αἱματωθείη.  5. Τὰ δὲ σὺν μέλιτι σκευαζόμενα μικτῆς γίνεται δυνάμεως,  ὡς ἂν τοῦ μέλιτος αὐτοῦ τε λεπτὸν ἔχοντος χυμόν,  ὅσοις τε ἂν ὁμιλήσῃ,  καὶ ταῦτα λεπτύνοντος·  εἰκότως οὖν ὅσα μέλιτός τε πλείονα ἐν τῇ σκευασίᾳ προσείληφε καὶ τὴν ἕψησιν ἔσχηκε μακροτέραν,  ἧττόν τέ ἐστι βραδύπορα,  καὶ χυμὸν γεννᾷ  μικτὸν ἐκ λεπτοῦ τε καὶ παχέος,  ἥπατί τε καὶ νεφροῖς καὶ σπληνὶ, τοῖς μὲν ὑγιεινοῖς, ἀμείνω τῶν χωρὶς μέλιτος σκευασθέντων·  ἐμφράξεως δ'  ἀρχὴν ἔχουσιν, ἢ φλεγμαίνουσιν, ἢ σκιρρουμένοις οὐδὲν ἧττον ἐκείνων,  ἀλλ'  ἔστιν ὅτε καὶ μᾶλλον βλαβερά,  καὶ πολὺ μάλιστα πάντων ὧν γλίσχρον ἱκανῶς ἐστι τὸ ἄλευρον·  θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτως σκευασθέντων. 6. ψώντων δὲ παρ  ἡμῖν πολλῶν ἄλευρον πυροῦ μετὰ γάλακτος,  ἰστέον καὶ τοῦτο ἔδεσμα τῶν ἐμπλαττομένων ὑπάρχον. 7σπερ γὰρ εὔχυμά τε καὶ τρόφιμα πάντα ἐστὶ τὰ τοιαῦτα τῶν ἐδεσμάτων,  οὕτως βλάπτει τοὺς διηνεκῶς αὐτοῖς χρωμένους,  ἐμφράξεις τε ποιούμενα κατὰ  ἧπαρ καὶ λίθους ἐν νεφροῖς γεννῶντα. 

η'. Περὶ ἄρτων πυρίνων. 

1. Ἄριστος  ἄρτος εἰς ὑγείαν ἐστὶν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖστον μὲν ζύμης ἔχων,  πλεῖστον δ'  ἁλῶν,  ἐπὶ πλεῖον δὲ τετριμμένος καὶ κατειργασμένος,  ὠπτημένος δ'  ἐν κριβάνῳ συμμέτρως θερμῷ.  2. Κρίσις δὲ τοῦ πλείστου κατὰ τὴν ζύμην καὶ τοὺς ἅλας ἡ γεῦσις ἔστω σοι·  τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν.  3σοι δὲ τὸν πλυτὸν ἄρτον ἐπενόησαν σκευάζειν  ἀτροφώτερον μὲν εὗρον ἔδεσμα,  πεφευγὸς δέ,  ὡς οἷόν τε μάλιστα,  τὴν ἐκ τῆς ἐμφράξεως βλάβην·  ἥκιστα γὰρ ὁ ἄρτος οὗτος ἔχει τὸ παχὺ καὶ γλίσχρον,  ἀερωδέστερος ἀντὶ γεωδεστέρου γεγονώς·  ὁρᾶται δ'  ἡ κουφότης αὐτοῦ διά τε τοῦ σταθμοῦ κἀκ τοῦ μὴ δύεσθαι κατὰ  ὕδατος,  ἀλλ'  ἐποχεῖσθαι τρόπον φελλοῦ.  4. Κάλλιστοι δὲ τῶν ἄρτων εἰσὶν οἱ κριβανῖται,  ἐφεξῆς δ'  οἱ ἰπνῖται,  τὴν αὐτὴν ἐσχηκότες δηλονότι παρασκευήν·  ἐπεὶ γὰρ οὐχ ὁμοίως ὀπτῶνται διὰ βάθους τοῖς κριβανίταις,  διὰ τοῦτο ἀπολείπονται αὐτῶν.  5. Οἱ δ'  ἐπὶ τῆς ἐσχάρας ὀπτηθέντες ἢ κατὰ θερμὴν τέφραν μοχθηροὶ πάντες εἰσίν,  ἀνωμάλως διακείμενοι·  τὰ μὲν γὰρ ἐκτὸς αὐτῶν ὑπερώπτηται,  τὰ δὲ διὰ βάθους ἐστὶν ὠμά.  6. Μετὰ δὲ τοὺς πυρίνους ἄρτους οἱ ἀπὸ τῆς ὀλύρης εἰσὶ κάλλιστοι,  ὅταν εὐγενεῖς ὦσιν αἱ ὄλυραι,  δεύτεροι δ'  αὐτῶν εἰσιν οἱ τίφινοι. 


 θ'. Περὶ ἄρτων,  ἐκ τῶν Ἀθηναίου,  ἐκ τοῦ λ' λόγου.  

1. Οἱ λεπτοὶ τῶν ἄρτων ἀχυλότεροί τέ εἰσι καὶ ἀτροφώτεροι,  τῆς ὀπτήσεως μᾶλλον καθικνουμένης καὶ ἐξατμιζούσης τὸ τροφῶδες·  διὸ καὶ τὸ τῶν ἰτρίων καὶ τὸ τῶν λαγάνων γένος ἐστὶν ἀχυλότερον.  2. Κατὰ δὲ τὸν αὐτὸν λόγον οἱ κάτοπτοι τῶν ἐγχύλων ἧσσον τρέφουσι, καὶ οἱ δίπυροι·  ἐπὶ ποσὸν γὰρ ὀπτηθέντες ἀνατρίβονται πάλιν,  ἔπειτα δ  ἐκ δευτέρου τῆς τρίψεως καὶ τῆς ὀπτήσεως τυγχάνουσιν·  συμβαίνει γὰρ διατεθερμασμένους αὐτοὺς καὶ ἐπὶ ποσὸν κεχυμένους πολὺ μᾶλλον ὑπὸ τῆς τρίψεως χεῖσθαι καὶ διαλύεσθαι,  τοιούτων δὲ γεγονότων,  ὑπὸ τῆς δευτέρας ὀπτήσεως ἱκανὸν μὲν ἐξ αὐτῶν ἀπαναλῶσθαι,  τὸ δ  ὑπολειπόμενον κοῦφόν τε γίνεσθαι καὶ χαῦνον καὶ λεπτομερὲς καὶ εὐδιοίκητον.  3. τι δ  οἱ θερμοὶ καὶ πρόσφατοι τροφιμώτεροι τῶν ψυχρῶν εἰσι καὶ τῶν παλαιῶν,  δῆλον·  ἡ γὰρ θερμότης αὐτῶν συλλαμβάνεται τῇ πέψει.  

ι'. Περὶ κριθῶν,  ἐκ τῶν Γαληνοῦ.  

1. Οἱ μὲν πυροὶ θερμαίνουσι φανερῶς,  αἱ δὲ κριθαὶ ψυκτικὸν ἔχουσί τι κατὰ πάντας τοὺς τρόπους τῆς χρήσεως,  ἐάν τε ἄρτους τις τύχῃ ἐξ αὐτῶν σκευάσας,  ἐάν τε πτισάνην ἑψήσας,  ἐάν τε ἄλφιτα ποιησάμενος,  χυμὸν δὲ γεννῶσι ῥυπτικόν.  2. Οἱ δ'  ἄρτοι οἱ ἐξ αὐτῶν οὐ μόνον τῶν πυρίνων,  ἀλλὰ καὶ τῶν ὀλυρίνων, καὶ πολὺ μᾶλλον τῶν τιφίνων ψαθυρώτεροι,  μηδὲν ἐν ἑαυτοῖς ἔχοντες γλίσχρον·  εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουσι τοῖς σώμασιν.  

ια'. Περὶ κριθῶν,  ἐκ τῶν Ἀθηναίου,  ἐκ τοῦ λ' λόγου.  

1. Τῶν  κριθῶν αἱ μὲν γυμναὶ καὶ ἄφλοιοι πολύχυλοί τέ εἰσι καὶ πολύτροφοι,  συνεγγίζουσαι τοῖς πυροῖς μᾶλλον τῶν ἄλλων.  2. χόμεναι δὲ τούτων εἰσὶν αἱ δίστιχοι,  ἔλαττον ἔχουσαι τῶν πυρῶν ἀποκάθαρμα τῶν μονοστίχων.  

ιβ'. Περὶ ἀλφίτων καὶ μάζης,  ἐκ τῶν Γαληνοῦ. 


1.
Τροφὴν  μὲν ὀλίγην δίδωσι τοῖς σώμασι καὶ τοῖς γυμναζομένοις ἐλάττονα,  τοῖς δ  ἀγυμνάστοις ἱκανήν.  2. δὲ μᾶζα τοσοῦτον ἀπολείπεται εἰς τροφὴν σώματος ἄρτου κριθίνου,  ὅσον οὗτος πυρίνου·  πέττεται δὲ καὶ ἧττον τῶν κριθίνων ἄρτων ἡ μᾶζα, καὶ φύσης μᾶλλον ἐμπίπλησι τὴν γαστέρα,  καὶ, εἰ ἐπὶ πλέον ἐν αὐτῇ μένοι,  ταραχὴν ἐργάζεται. 3. Μᾶλλόν τε διαχωρεῖ κάτω φυραθεῖσα καὶ τριφθεῖσα μέχρι πλείονος·  εἰ δὲ καὶ μέλι προσλάβοι,  θᾶττον ἔτι καὶ διὰ τοῦτο παρορμήσει τὴν γαστέρα πρὸς ἔκκρισιν.  


ιγ'. Περὶ τιφῶν καὶ ὀλυρῶν.  

1. Οἱ μὲν οὖν ὀλύρινοι κάλλιστοι μετὰ τοὺς πυρίνους εἰσίν,  ὅταν γε εὐγενεῖς ὦσιν αἱ ὄλυραι,  δεύτεροι δ  αὐτῶν οἱ τίφινοι·  μοχθηρῶν δ'  οὐσῶν τῶν ὀλυρῶν,  οὐδὲν ἐκείνων ἀπολείπονται.  2. Βελτίστων δὲ τῶν τιφῶν οὐσῶν,  οἱ θερμοὶ τίφινοι πολὺ κρείττους εἰσὶ τῶν ὀλυρίνων·  ἑωλισθέντες δὲ χείρους αὐτῶν γίνονται,  ὥστε μετὰ μίαν ἡμέραν ἢ δύο καὶ πολὺ μᾶλλον ἐν ταῖς ἐφεξῆς, ὁ φαγὼν ἄρτον τοιοῦτον οἴεται πηλὸν ἐγκεῖσθαι τῇ κοιλίᾳ·  θερμὸς δ'  ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σκευάζεται μετὰ τυροῦ τινος ἐπιχωρίου προσφερομένοις αὐτόν,  ὀνομάζουσι δ'  ὀξυγαλάκτινον.  3. μὲν οὖν θερμὸς ἐσθιόμενος οὐ μόνον τοῖς κατὰ  ἀγρόν,  ἀλλὰ καὶ τοῖς ἐν ταῖς πόλεσι περισπούδαστός ἐστιν.  4. δὲ τριῶν ἢ τεττάρων ἡμερῶν καὶ τοῖς ἀγροίκοις αὐτοῖς ἀηδέστερος μὲν ἤδη βρωθῆναι,  δυσχερέστερος δὲ πεφθῆναι,  βραδυπορώτερος δὲ κατὰ γαστέρα,  τοῦ θερμοῦ μηδὲ τοῦτο ἔχοντος τὸ σύμπτωμα·  καὶ μέντοι καὶ τρέφει τὸ σῶμα θερμὸς ὢν ἱκανῶς,  ὡς ἀπολείπεσθαι μὴ πολὺ τοῦ πυρίνου συγκομιστοῦ.  5. Τὸ δὲ σπέρμα τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα,  καθάπερ ὄλυρά τε καὶ κριθή,  πτισθὲν δ'  ἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται·  καὶ ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸν ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον ὑπόθερμον,  ἐμβαλλομένου σιραίου·  καί ποτε καὶ μετὰ  ἁλῶν ἐσθίεται.  6. Τὴν δ  εὐγενεστάτην ὄλυραν,  ὅταν ὡς χρὴ πτίσωσιν,  τὸν ὀνομαζόμενον τράγον ποιοῦσιν,  ᾧ πολλοὶ χρῶνται δι  ὕδατος ἑψῶντες,  εἶτα τὸ μὲν ὕδωρ ἀποχέοντες, ἐπιχέοντες δ  σίραιον ἢ οἶνον γλυκὺν ἢ οἰνόμελι·  παρεμβάλλουσι δὲ καὶ κώνους ἐν ὕδατι διαβεβρεγμένους,  ὡς ἐπὶ πλεῖστον ἐξοιδηκέναι.  

ιδ'. Περὶ βρόμου.  

1. Τοῦτο  τὸ σπέρμα τροφὴ τῶν ὑποζυγίων ἐστίν,  οὐκ ἀνθρώπων,  εἰ μή ποτε ἄρα λιμώττοντες ἀναγκασθῶσιν ἐκ τούτου τοῦ σπέρματος ἀρτοποιήσασθαι·  χωρὶς δὲ λιμοῦ δι  ὕδατος ἑψηθὲν ἐσθίεται μετ  οἴνου γλυκέος, ἢ ἑψήματος, ἢ οἰνομέλιτος ὁμοίως τῇ τίφῃ.  2. Θερμότητος δ  ἱκανῆς μετέχει παραπλησίως ἐκείνῃ,  καίτοι γε οὐχ ὁμοίως αὐτῇ σκληρὸν ὑπάρχον·  διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ σώματι·  ἄλλως δ'  ἐστὶν ἀηδὴς ὁ ἐξ αὐτοῦ γινόμενος ἄρτος,  οὐ μὴν ἐπισχετικὸς γαστρὸς ἢ προτρεπτικός.  


ιε'.
Περὶ κέγχρου καὶ ἐλύμου,  ὃν καὶ μελίνην ὀνομάζουσιν
.  

1. Γίνεται  μὲν ἄρτος ποτὲ καὶ ἐκ τούτων,  ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων σιτηρῶν ἐδεσμάτων,  ὀλιγότροφος δ  ἐστὶ