ATHÉNÉE DE NAUCRATIS
Du
Luxe
Le Livre XII des Deipnosophistes
Texte grec
(1-20) (21-40) (41- 60) (61-80)
Pour la traduction française, cliquez sur le numéro de chapitre.
61. Νικόλαος δ' ὁ Περιπατητικὸς ἐν
τῇ δεκάτῃ καὶ
ἑκατοστῇ τῶν ῾Ιστοριῶν Λεύκολλόν φησιν ἀφικόμενον εἰς ῾Ρώμην καὶ θριαμβεύσαντα λόγον τε ἀποδόντα τοῦ πρὸς Μιθριδάτην πολέμου ἐξοκεῖλαι εἰς πολυτελῆ δίαιταν ἐκ τῆς παλαιᾶς σωφροσύνης τρυφῆς τε πρῶτον εἰς ἅπαν ῾Ρωμαίοις ἡγεμόνα γενέσθαι, καρπωσάμενον δυεῖν
βασιλέων
πλοῦτον Μιθριδάτου καὶ Τιγράνου.
Διαβόητος δ' ἦν παρὰ
(543b) Ρωμαίοις καὶ Σίττιος ἐπὶ
τρυφῇ καὶ μαλακίᾳ ὥς φησι ῾Ρουτίλιος.
Περὶ γὰρ ᾽Απικίου προειρήκαμεν. Παυσανίαν δὲ καὶ Λύσανδρον ἐπὶ
τρυφῇ διαβοήτους γενέσθαι σχεδὸν πάντες ἱστοροῦσι.
Διόπερ καὶ ῟Αγις ἐπὶ Λυσάνδρου ἔφη ὅτι «
Δεύτερον τοῦτον ἡ Σπάρτη φέρει Παυσανίαν.»
Θεόπομπος δὲ ἐν τῇ
δεκάτῃ τῶν ῾Ελληνικῶν τἀναντία φησὶ περὶ τοῦ Λυσάνδρου, ὅτι «
Φιλόπονος ἦν καὶ θεραπεύειν δυνάμενος καὶ ἰδιώτας καὶ
βασιλεῖς, σώφρων ὢν καὶ τῶν ἡδονῶν ἁπασῶν κρείττων.
Γενόμενος γοῦν τῆς ῾Ελλάδος σχεδὸν
ἁπάσης
(543c) κύριος ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων οὔτε πρὸς
τὰς ἀφροδισίους ἡδονὰς ὁρμήσας οὔτε μέθαις καὶ
πότοις ἀκαίροις χρησάμενος.»
62. Οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὰ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιον τὸν
Ἐφέσιον ζωγραφον πορφύραν
ἀμπέχεσθαι, χρυσοῦν
στέφανον
ἐπὶ τῆς κεφαλῆς
ἔχοντα,
ὡς
ἱστορεῖ Κλέαρχος ἐν τοῖς Βίοις.
Οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς
ἀντελαμβάνετο καὶ
ἐπέγραφεν τοῖς ὑπ'
αὐτοῦ
ἐπιτελουμένοις ἔργοις·
(543d) Ἁβροδίαιτος ἀνὴρ ἀρετήν
τε σέβων τάδ' ἔγραψεν.
Καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν
« Ῥαβδοδίαιτος ἀνήρ.»
Ἐπέγραψεν δ' ἐπὶ πολλῶν
ἔργων αὐτοῦ καὶ τάδε·
Ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε
σέβων τάδ' ἔγραψεν
Παρράσιος κλεινῆς πατρίδος ἐξ ᾽Εφέσου.
Οὐδὲ πατρὸς λαθόμην Εὐήνορος, ὅς ῥά μ'
ἔφυσε
γνήσιον, ῾Ελλήνων πρῶτα φέροντα τέχνης.
Ηὔχησε δ' ἀνεμεσήτως ἐν τούτοις·
(543e) Εἰ καὶ ἄπιστα κλύουσι, λέγω τάδε· φημὶ γὰρ ἤδη
τέχνης εὑρῆσθαι τέρματα τῆσδε
σαφῆ
χειρὸς ὑφ' ἡμετέρης·
ἀνυπέρβλητος δὲ πέπηγεν
οὖρος· ἀμώμητον δ' οὐδὲν ἔγενετο
βροτοῖς.
Ἀγωνιζόμενος δέ ποτε πρὸς
καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἕφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζοι, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι.
(543f) ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν ἐπὶ τῆς κεφαλῆς εἷχεν σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς
ἴλικας
ἐμπεπαισμένῳ χρυσοῖς τε
ἀνασπαστοῖς
ἐπέσφιγγε τῶν
βλαυτῶν
τοὺς
ἀναγωγέας, ἀλλ' οὐδὲ τὰ κατὰ τὴν τέχνην ἀηδῶς ἐποιεῖτο ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα, ὡς ἱστορεῖ Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας.
Τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ ῾Ηρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς
σχηματίζοι αὑτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα.
Ὅθεν καὶ ἐπέγραψεν τῷ πίνακι·
(544) Οἷος δ' ἐννύχιος φαντάζετο πολλάκι φοιτῶν
Παρρασιῳ δι' ὕπνου, τοῖος ὅδ' ἐστὶν ὁρᾶν.
63. Καὶ φιλοσόφων δὲ αἱρέσεις ὅλαι τῆς περὶ τὴν τρυφὴν αἱρέσεως ἀιτεποιήσαντο· καὶ ἥ γε Κυρηναϊκὴ καλουμένη ἀπ' ᾽Αριστίππου τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν
λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν ἡδυπάθειαν ταύτην τέλος εἷναι ἔφη καὶ
ἐν
αὐτῇ τἡν
εὐδαιμονίαν
βεβλῆσθαι· καὶ μονόχρονον αὐτὴν
εἶναι, παραπλησίως τοῖς ἀσώτοις οὔτε τὴν μνήμην τῶν γεγονυιῶν ἀπολαύσεων πρὸς αὑτὸν ἡγούμενος
(544b) οὔτε τὴν ἐλπίδα τῶν ἐσομένων, ἀλλ' ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὑτόν, τὸ μὲν ὡς οὐκέτ' ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον· ὁποῖον καὶ οἱ τρυφῶντες πάσχουσι τὸ παρὸν εὖ ποιεῖν ἀξιοῦντες.
Ὡμολόγησεν δ' αὐτοῦ τῷ δόγματι καὶ ὁ
βίος, ὃν ἐβίωσεν ἐν
πάσῃ
τρυφῇ καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν.
Λαίδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις
(544c) ἔχαιρεν καίτοι πολλάκις ἐνυβριζόμενος. ῾Ηγήσανδρος γοῦν φησιν ὡς καὶ ἀδόξου ποτὲ κλισίας παρ' αὐτῷ τυχὼν ἤνεγκεν ἐρωτήσαντός τε τοῦ Διονυσίου τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφησεν παραπλησίαν εἷναι. «
Ἐκείνη τε γάρ,» ἔφησεν, «ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτάτη δι' ἡμᾶς, αὕτη
τε τήμερον καὶ ἔνδοξος γέγονεν διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ ἠδόξει μὴ παρόντος ἐμοῦ.»
Καὶ ἐν ἄλλοις δέ
(544e) φησιν ὁ ῾Ηγήσανδρος· « ᾽Αρίστιππος ῥαινόμενος μὲν ὑπὸ τῶν τοῦ Διονυσίου θεραπόντων, σκωπτόμενος δ' ἐπὶ τῷ ἀνέχεσθαι ὑπ' ᾽Αντιφῶντος,
"εἰ δ᾽ ἁλιευόμενος ἐτύγχανον," ἔφη,
"καταλιπὼν τὴν ἐργασίαν ἂν ἀπῆλθον; »
Διέτριβεν δ' ὁ ᾽Αρίστιππος τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν· διὸ καὶ ὁ
Ξενοφῶν ἐν τοῖς ᾽Απομνημονεύμασί φησιν ὅτι πολλάκις ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς ᾽Αρετῆς καὶ τῆς ῾Ηδονῆς εἰσῆγεν.
Ὁ δ' ᾽Αρίστιππος ἐπὶ τῆς Λαίδος ἔλεγεν «
Ἔχω καὶ οὐκ ἔχομαι.»
Καὶ παρὰ Διονυσίῳ διηνέχθη τισὶ περὶ τῆς ἐκλογῆς
(544e) τῶν τριῶν γυναικῶν, καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι·
Κἀν
βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.
Κωμῳδῶν δὲ αὐτὸν ῎Αλεξις ἐν Γαλατείᾳ ποιεῖ τινα θεράποντα διηγούμενον περί τινος τῶν μαθητῶν τάδε·
Ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε
διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν
ἐπέθετο. Κυρηναῖος ἦν ἐνταῦθά τις,
ὥς φασ᾽, ᾽Αρίστιππος, σοφιστὴς εὐφυής,
(544f) μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε
ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων.
Τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται
ὁ δεσπότης, καὶ τὴν τέχνην μὲν οὐ
πάνυ
ἐξέμαθε, τὴν δ' ἀρτηρίαν συνήρπασεν.
᾽Αντιφάνης δ' ἐν ᾽Ανταίῳ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν·
Α. Ὦ τάν, κατανοεῖς τίς ποτ' ἐστὶν οὑτοσὶ
ὁ γέρων; Β.
Ἀπὸ
τῆς μὲν ὄψεως ῞Ελληνικός·
(545) λευκὴ
χλανίς,
φαιὸς
χιτωνίσκος
καλός,
πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
βαυκὶς
τρυφῶσα - τί
μακρὰ δεῖ λέγειν; Ὅλως
αὐτὴν ὁρᾶν γὰρ τὴν
Ἀκαδημίαν δοκῶ.
64. ᾽Αριστόξενος δ' ὁ μουσικὸς ἐν τῷ
᾽Αρχύτα Βίῳ
ἀφικέσθαι
φησὶ
παρὰ Διονυσίου τοῦ νεωτέρου
πρεσβευτὰς πρὸς τὴν Ταραντίνων πόλιν, ἐν
οἷς εἷναι καὶ Πολύαρχον τὸν ἡδυπαθῆ ἐπικαλούμενον, ἄνδρα περὶ τὰς σωματικὰς ἡδονὰς ἐσπουδακότα
(545b) καὶ οὐ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ λόγῳ.
Ὄντα δὲ γνώριμον τῷ ᾽Αρχύτᾳ καὶ φιλοσοφίας οὐ παντελῶς ἀλλότριον ἀπαντᾶν εἰς τὰ τεμένη καὶ συμπεριπατεῖν τοῖς περὶ τὸν ᾽Αρχύταν ἀκροώμενον τῶν λόγων, ἐμπεσούσης δέ ποτε ἀπορίας καὶ σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν ἔφη ὁ Πολύαρχος·
« Ἐμοὶ
μὲν,
ὦ
ἄνδρες,
πολλάκις
ἤδη
πέφηνεν
ἐπισκοποῦντι
κομιδῇ
ἄτοπον τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἷναι.
Ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν
(545c) εἶναι νοῦν ἔχοντος·
τὸ δὲ ἀντιτείνειν καὶ καταδουλοῦσθαι τὰς ἐπιθυμίας οὔτ' ἔμφρονος οὔτε εὐτυχοῦς οὔτε ξυνιέντος εἶναι τίς ποτε ἐστὶν
ἡ
τῆς ἀνθρωπίνης φύσεως σύστασις· τεκμήριον
δ' ἰσχυρὸν εἷναι τὸ πάντας ἀνθρώπους, ὅταν ἐξουσίας
ἐπιλάβωνται μέγεθος ἀξιόχρεων ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι καὶ τοῦτο νομίζειν τέλος εἷναι τῆς ἐξουσίας, τὰ δὲ ἄλλα πάντα σχεδὸν ἁπλῶς εἰπεῖν ἐν παρέργου τίθεσθαι χώρᾳ.
Προφέρειν δ' ἔξεστι νῦν μὲν τοὺς Περσῶν βασιλεῖς
(545d) καὶ εἴ τίς που τυραννίδος ἀξιολόγου κύριος ὢν
τυγχάνει πρότερον δὲ τούς τε Λυδῶν καὶ
τοὺς Μήδων καὶ ἔτι ἀνώτερον καὶ τοὺς Σύρων·
οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γενέσθαι, ἀλλὰ καὶ
δῶρα παρὰ τοῖς Πέρσαις προκεῖσθαι
λέγεται τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονήν· καὶ μάλα
ὀρθῶς. Ταχὺ γὰρ ἡ ἀνθρωπίνη φύσις ἐμπίπλαται
τῶν χρονιζουσῶν ἡδονῶν, κἂν ὦσιν σφόδρα διηκριβωμέναι·
ὥστε ἐπεὶ μεγάλην ἔχει δύναμιν ἡ
καινότης πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν, οὐκ
(545e) ὀλιγωρητέον, ἀλλὰ πολλὴν ἐπιμέλειαν αὐτῆς ποιητέον, διὰ ταύτην δὲ τὴν αἰτίαν πολλὰ μὲν ἐξευρεθῆναι βρωμάτων εἴδη, πολλὰ δὲ πεμμάτων,
πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων
καὶ στρωμάτων καὶ
ποτηρίων καὶ τῶν ἄλλων σκευῶν·
πάντα γὰρ δὴ ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν
ᾖ ἡ ὑποκειμένη ὕλη τῶν θαυμαζομένων ὑπὸ τῆς ἀνθρωπίνης φύσεως·
ὃ δὴ πεπονθέναι δοκεῖ ὅ τε χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων, ὅσα καὶ
(545f) κατὰ τὰς ἀπεργαζομένας τέχνας διηκριρωμένα φαίνεται,»
65. Εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν
βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ
τῆς
εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἕφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν
βασιλέα. «
Πλεῖσται γάρ είσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί.
Δεύτερον δέ,» φησί, « τὸν
ἡμέτερον τύραννον θείῃ τις ἂν καίπερ πολὺ λειπόμενον·
(546) ἐκεινῳ
μὲν γὰρ
ἥ τε ᾽Ασία
ὅλη χορηγεῖ...
τὸ δὲ Διονυσίου χορηγεῖον παντελῶς ἂν εὐτελές τι φανείη πρὸς ἐκεῖνο συγκρινόμενον.
Ὅτι μὲν οὖν περιμάχητός ἐστιν ὁ τοιοῦτος βίος φανερὸν ἐκ τῶν
συμβεβηκότων. Σύρους μὲν γὰρ
Μῆδοι μετὰ τῶν μεγίστων κινδύνων
ἀφείλαντο την
βασιλείαν
οὐκ
ἄλλου τινὸς ἕνεκα
ἥ τοῦ κυριεῦσαι τῆς Σύρων ἐξουσίας, Μήδους δὲ Πέρσαι διὰ τὴν αὐτὴν αἰτίαν·
αὕτη δ' ἐστὶν ἡ τῶν σωματικῶν ἡδονῶν ἀπόλαυσις.
Οἱ δἐ νομοθέται ὁμαλίζειν
βουληθέντες τὸ τῶν
(546b) ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἷδος καὶ
ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν
ἄλλων ὅσα ἐδόκει πρὸς τὴν πολιτικὴν κοινωνίαν ἀναγκαῖα εἷναι καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως
ᾗ ὁμαλής, πολεμούντων οὗν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καί πού τις καὶ ποιητὴς ἐφθέγξατο·
Δικαιοσύνας τὸ χρύσεον πρόσωπον,
καὶ πάλιν ·
τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας.
Ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς Δίκης ὄνομα ὥστε
(546c) παρ' ἐνίοις
καὶ
βωμοὺς
καὶ
θυσίας
γίνεσθαι
Δίκῃ.
Μετὰ ταύτην δὲ καὶ Σωφροσύνην καὶ ᾽Εγκράτειαν ἐπεισεκόμισανι καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν· ὥστε τὸν
πειθαρχοῦντα τοῖς νόμοις καὶ
τῇ τῶν πολλῶν
φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς,»
66. Καὶ Δοῦρις δέ φησιν ἐν
τῇ κγ' τῶν ῾Ιστοριῶν ὡς ἦν τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία τῆς
μέθης. Διὸ ποιεῖν τὸν ῞Ομηρον τῷ
᾽Αγαμέμνονι
λοιδορούμενον τὸν ᾽Αχιλλέα καὶ λέγοντα·
Οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων.
(546d) καὶ τὸν θάνατον δ' ἀποσημαίνων τοῦ βασιλέως
φησίν·
Ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα,
δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ' αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον.
Φιλήδονος ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγ γενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν
τῇ πρὸς αὐτὸν
᾽Επιστολῃ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς ᾽Αρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.
67. (546e) Οὐ μόνος δ' ᾽Αρίστιππος καὶ οἱ ἀπ' αὐτοῦ τὴν κατὰ κίνησιν
ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ ᾽Επί κουρος καὶ οἱ ἀπὸ τούτου, καὶ ἵνα μὴ τοὺς καται γισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἅπερ πολλάκις προφέρεται ὁ ᾽Επίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνησθήσομαι, φησὶν γάρ· «
Οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς δι' ἀφροδισίων, ἀφαιρῶν δἐ τὰς δι' ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατ' ὄψιν ἡδείας κινήσεις.»
Καὶ
(546f) Μητρόδωρος ἐν ταῖς ᾽Επιστολαῖς
φησιν·
«
Περὶ γαστέρα,ὦ φυσιολόγε Τιμόκρατες, περὶ γαστέρα ὁ κατὰ φύσιν βαδίζων λόγος τὴν ἅπασαν ἔχει σπου δήν.»
Καὶ ὁ ᾽Επίκουρος δέ φησιν· «
Ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ καὶ τὰ περισσὰ
ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν.»
Κἀν τῷ περὶ Τέλους δὲ πάλιν φησίν· «
Τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζη· ἐὰν δὲ μὴ παρασκεύαζη, χαίρειν ἐα τέον,» σαφῶς
ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν
(547) τῆς
ἡδονῆς καὶ θεραπαινης τάξιν ἐπέχουσαν,
κἀν
ἄλ λοις δέ φησιν·
« Προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ.»
68. Καλῶς ἄρα ποιοῦντες ῾Ρωμαῖοι οί πάντα ἄριστοι ᾽Αλκαῖον καὶ Φιλίσκον τοὺς ᾽Επικουρείους ἐξέβαλον τῆς πόλεως, Λευκίου τοῦ Ποστουμίου ὑπατεύοντος, δι' ἃς εἰσηγοῦντο ἡδονάς, ὁμοίως δὲ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς ᾽Επικουρείους, ᾽Αντίοχος δὲ ὁ
βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὑτοῦ
βασιλείας, γράψας τάδε·
(547b)
« Βασιλεὺς ᾽Αντίοχος Φανίᾳ.
Ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς
ᾖ
φιλόσοφος ἐν
τῇ πόλει μηδ᾽ ἐν τῇ χώρᾳ.
Πυνθανόμεθα δὲ οὐκ ὀλίγους εἷναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων.
Ὡς ἂν οὖν
λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι ὅπως οἱ μὲν φιλόσοφοι πάντες
ἀπαλλάσσωνται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἐὰν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι διότι κρεμήσονται, καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις·
καὶ μὴ άλλως γίνηται. »
(547c) Τῆς δ' ἡδονῆς πρὸ ᾽Επικούρου εἰσηγητὴς ἐγένετο Σοφοκλῆς ὁ ποιητὴς ἐν
᾽Αντιγόνῃ τοιαῦτα
εἰπών·
Τὰς γὰρ
ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ'
ἐγὼ
ζῆν τοῦτον, ἀλλ' ἔμψυχον ἡγοῦμαι νεκρόν.
Πλούτει τε γὰρ κατ' οἱκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ' ἔχων· ἐὰν δ'
ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ' ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
69. (547d) Καὶ Λύκων δὲ ὁ Περιπατητικός, ὥς φησιν ᾽Αντίγονος ὁ Καρύστιος, κατ' ἀρχὰς ἐπιδημήσας παιδείας
ἕνεκα ταῖς ᾽Αθήναις περὶ
συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα
ἀκριβῶς
ἠπίστατο.
Ὕστερον δὲ
κα τοῦ Περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ καὶ πολυτελείᾳ
πολλῇ χρώμενος. Χωρὶς γὰρ τῶν
παραλαμβανομένων εἰς αὐτὰ ἀκροαμάτων καὶ ἀργυρωμάτων καὶ
στρωμνῆς ἡ λοιπὴ παρασκευὴ καὶ ἡ τῶν δείπνων περιεργία καὶ ὁ τῶν τραπεζοποιῶνι καὶ μαγείρων ὄχλος τοσοῦτος ἧν
(547e) ὥστε πολλοὺς ὀρρωδεῖν καὶ βουλομένους προσιέναι πρὸς τὴν διατριβὴν ἀνακόπτεσθαι, καθάπερ εἰς πολίτευμα πονηρὸν καὶ
χορηγιῶν καὶ λειτουργιῶν πλῆρες εὐλαρουμένους προσάγειν, ἔδει γὰρ ἄρξαι τε τὴν νομιζομένην ἐν τῷ περιπάτῳ ἀρχὴν (αὕτη δ'
ἦν ἐπὶ
τῆς εὐκοσμίας τῶν ἐπιχείρούντων) τριάκονθ' ἡμέρας, εἱτα
τῇ ἕνῃ καὶ νέᾳ
λαβόντα ἀφ' ἑκάστου τῶν ἐπιχειρούντων ἐννέα ὀβολοὺς ὑπο δέξασθαι μὴ μόνον αὐτοὺς τοὺς τὴν
συμβολὴν εἰσενεγκόντας, ἀλλὰ καὶ οὗς παρακαλέσειεν ὁ Λύκων, ἔτι δὲ καὶ τοὺς ἐπιμελῶς συναντῶντας τῶν
πρεσβυτέρων
(547f) εἰς τὴν σχολήν, ὥστε
γίνεσθαι μηδὲ εἰς τὸν μυρισμὸν καὶ τοὺς
στεφάνους ἱκανὸν τὸ ἐκλεγόμενον ἀργύριον· ἱεροποιῆσαί τε καὶ τῶν
Μουσείων ἐπιμελητὴν γενέσθαι.
Ἅ δὴ πάντα ἐφαίνετο λόγου μὲν ἀλλότρια καὶ φιλοσοφίας εἱναι, τρυφῆς δὲ καὶ περιστάσεως οἰκειότερα.
Καὶ γὰρ εἰ παρίεντό τινες τῶν μὴ δυναμένων εἰς ταῦτα ἀναλίσκειν ἀπὸ
βραχείας καὶ τῆς τυχούσης ὁρμώμενοι χορηγίας, ὅ γ'
ἐθισμὸς ἱκανῶς ἡν ἄτοπος.
Οὐ γὰρ ἵνα συρρυέντες ἐπὶ τὸ αὐτὸ
τῆς ἕως τοῦ ὀρθρίου
γενομένης τραπέζης ἀπολαυσωσιν
ἢ
χάριν
ἐξοινίας
ἐποιήσαντο τὰς συνόδους,
ταύτας οἱ
περὶ
Πλάτωνα καὶ (548) Σπεύσιππον, ἀλλ' ἵνα φαίνωνται και τὸ θεῖον τιμῶντες καὶ μουσικῶς ἀλλήλοις συμπεριφερόμενοι, καὶ τὸ πλεῖστον, ἕνεκεν ἀνέσεως καὶ φιλολογίας.
Ἃ δὴ πάντα γέγονεν δεύτερα παρὰ τοῖς ὕστερον τῶν τε χλανίδων καὶ τῆς πολυτελείας τῆς εἰρημένης· οὐ γὰρ ἔγωγε τοὺς λοιποὺς ὑπεξαιροῦμαι.
Ὁ δὲ Λύκων ὑπ' ἀλαζονείας καὶ ἐν τῷ ἐπιφανεστάτω τῆς πόλεως
(548b) τόπῳ ἐν τῇ Κόνωνος οἰκίᾳ εἷχεν εἰκοσίκλινον οἷκον, ὃς ἦν ἐπιτήδειος αὐτῷ πρὸς τὰς ὑποδοχάς.
Ἦν δὲ ὁ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς καὶ ἐπιδέξιος.
70. Περὶ δὲ ᾽Αναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ Βίων οὕτω γράφει· «
Tῷ εὐ