RETOUR À L’ENTRÉE DU SITE      - table des matières d'Athénée de Naucratis

ATHÉNÉE DE NAUCRATIS

Du Luxe 

 

Le Livre XII des Deipnosophistes

 

   

 

 

Texte grec

(1-20) (21-40) (41- 60) (61-80

 

 

Pour la traduction française, cliquez sur le numéro de chapitre.


41. Θεόπομπος δ' ἐν πεντεκαιδεκάτ Φιλιππικῶν ῾Ιστοριῶν Στράτωνά φησι τὸν Σιδώνιον
βασιλέα ὑπεβαλεν ἡδυπαθειᾳ κα τρυφ πάντας νθρώπους. Οα γὰρ τος Φαίακας μηρος ποιεῖν μεμυθολόγηκεν ἑορτάζοντας καὶ πίνοντας καὶ κιθαρῳδῶν (531b) καὶ ῥαψῳδῶν ἀκροωμένους, τοιαῦτα καὶ ὁ Στράτων διετέλει ποιῶν πολὺν χρόνον. Καὶ τοσούτῳ μᾶλλον ἐκείνων παρεκεκινήκειι πρὸς τὰς ἡδονὰς ὅσον οἱ μὲν Φαίακες, ὥς φησιν ῞Ομηρος, μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὁ δὲ Στράτων μετ' αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν κατεσκευάζετοι τὰς συνουσίας καὶ μετεπέμπετο πολλὰς μὲν ἑταίρας ἐκ Πελοποννήσου, πολλὰς δὲ μουσουργοὺς ἐξ ᾽Ιωνίας, ἑτέρας δὲ παιδίσκας ἐξ ἁπάσης τῆς ῾Ελλάδος, τὰς μὲν ᾠδικάς, (531c) τὰς δὲ ὀρχηστρικάς, ὧν εἴθιστο μετὰ τῶν φίλων ἀγῶνας τιθέναι καὶ μεθ' ὧν συνουσιάζων διέτριβεν, χαίρων μὲν καὶ αὐτὸς τῷ βίῳ τῷ τοιούτῳ, δοῦλος ὢν φύσει τῶν ἡδονῶν, ἔτι δὲ μᾶλλον πρὸς τὸν Νικοκλέα φιλοτιμούμενος. τύγχανον γὰρ ὑπερφιλοτίμως ἔχοντες πρὸς ἀλλήλους καὶ σπουδάζων ἑκάτερος αὐτὸς ἥδιον καὶ ῥᾳθυμότερον ποιεῖσθαι τὸν βίον· οἵ γε προῆλθον εἰς τοσαύτην ἅμιλλαν, ὡς ἡμεῖς ἀκούομεν, ὥστε πυνθανόμενοι παρὰ τῶν (531d) ἀφικνουμένων τάς τε παρασκευὰς τῶν οἰκιῶν καὶ τὰς πολυτελείας τῶν θυσιῶν τὰς παρ' ἑκατέρῳ γινομένας ἐφιλονίκουν ὑπερράλλεσθαι τοῖς τοιούτοις ἀλλήλους. σπούδαζον δὲ δοκεῖν εὐδαίμονες εἷναι καὶ μακαριστοί. Οὐ μὴν περί γε τὴν τοῦ βίου τελευτὴν διηυτύχησαν, ἀλλ' ἀμφότεροι βιαίῳ θανάτῳ διεφθάρησαν. ᾽Αναξιμένης δ' ἐν τῷ ἐπιγραφομένῳ Βασιλέων Μεταλλαγαὶ περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῷ τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλεύσαντι (531e) ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν, ἀποθανεῖν τ' ἀμφοτέρους βιαίως. 
42. ᾽Εν δὲ τ α' τῶν Φιλιππικῶν Θεόπομπος περὶ Φιλίππου λέγων φησίν· « Καὶ τριταῖος εἰς ᾽Ονόκαρσιν ἀφικνεῖται, χωρίον τι τῆς Θρᾴκης ἄλσος ἔχον πολὺ κατεσκευασμένον καλῶς καὶ πρὸς τὸ διαιτηθῆναι κεχαρισμένον ἄλλως τε καὶ τὴν θερινὴν
ραν. ν γὰρ καὶ τῶν ὑπὸ Κότυος προκριθέντων, ς ἁπάντων τῶν βασιλέων τῶν ἐν τ Θράκ γεγενημένων μάλιστα πρὸς ἡδυπαθείας καὶ τρυφὰς (531f) ὥρμησε, καὶ περιιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὁπότε τύχοι θυσίας τε τοῖς θεοῖς ἐποιεῖτο καὶ συνῆν μετὰ τῶν ὑπάρχων, εὐδαίμων καὶ μακαριστὸς ὢν ἕως εἰς τὴν ᾽Αθηνᾶν βλασφημεῖν καὶ πλημμελεῖν ἐπεχείρησεν.» Διηγεῖταί τε ἑξῆς ὁ συγγραφεὺς ὅτι δεῖπνον κατεσκεύασεν ὁ Κότυς ὡς γαμουμένης αὐτῷ τῆς ᾽Αθηνᾶς καὶ θάλαμον κατασκευάσας ἀνέμενεν μεθύων τὴν θεόν. δη δ᾽ (532) ἔκφρων γενμενος πεμπ τινα τν δορυφρων ὀψόμενον εἰ παραγέγονεν ἡ θεὸς εἰς τὸν θάλαμον. φικομένου δ' ἐκείνου καὶ εἰπόντος μηδένα εναι ἐν τῷ θαλάμῳ, τοξεύσας τοῦτον ἀπέκτεινεν καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενομένην ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. δὲ βασιλεὺς οὗτός ποτε καὶ ζηλοτυπήσας τὴν αὑτοῦ γυναῖκα ταῖς αὑτοῦ χερσὶν ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.
43.᾽Εν δὲ τ τρ
ισκαιδεκάττῶν Φιλιππικῶν περὶ  (532b) Χαβρου τοῦ θηναου στορῶν φησιν· « Ο δυνάμενος δὲ ζῆν ἐν τ πόλει τὰ μὲν διὰ τὴν ἀσέλγειαν καὶ διὰ τὴν πολυτέλειαν τὴν αὑτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς ᾽Αθηναίους· ἅπασι γάρ εἰσι χαλεποί· διὸ καὶ ελοντο αὐτῶν οἱ ἔνδοξοι ξω τῆς πόλεως καταβιοῦν, ᾽Ιφικράτης μὲν ἐν Θρᾴκ, Κόνων δ' ἐν Κύπρῳ, Τιμόθεος δ' ἐν Λέσβῳ, Χάρης δ' ἐν Σιγείῳ, καὶ αὐτὸς ὁ Χαρρίας ἐν Αἰγύπτῳ.» Καὶ περὶ τοῦ Χάρητος ἐν τ πέμπτ(532c) καὶ τεσσαρακοστ φησιν· « Χάρητός τε νωθροῦ τε ὄντος καὶ βραδέος, καίτοι γε καὶ πρὸς τρυφὴν ἤδη ζῶντος· ὅς γε περιήγετο στρατευόμενος αὐλητρίδας καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν χρημάτων τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δ' αὐτοῦ κατέλειπεν ᾽Αθήνησιν τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν καὶ τῶν ἰδιωτῶν τοῖς δικαζομένοις· ἐφ' οἷς ὁ δῆμος ὁ τῶν ᾽Αθηναίων οὐδεπώποτε ἠγανάκτησεν, ἀλλὰ διὰ ταῦτα καὶ μᾶλλον αὐτὸν ἠγάπων οἱ πολῖται, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν (532d) τρόπον ἔζων, ὥστε τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις καὶ παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρὸν ἐκείνων πρεσβυτέρους ἐν πότοις καὶ κύβοις καὶ ταῖς τοιαύταις ἀσωτίαις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἥπερ εἰς τὴν τῆς πόλεως διοίκησιν.» Ἐν δτῷ  ἐπιγαφομενῳ τοῦ Θεοπόμπου συγγρμματι περ τν κ Δελφν συληθντων Χρημτων « Χρητι, », φησί  « τ θηνα διὰ Λυσνδρου τλαντα ξκοντα. φ' ν ἐδείπνισεν ᾽Αθηναίους (532e) ν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς γενομένης μάχης πρς τος Φιλππου ξνους. » ν γεῖτο μν δαῖος ὁ ᾽Αλεκτρυὼν ἐπικαλούμενος· περὶ ο καὶ ῾Ηρακλείδης ὁ τῶν κωμῳδιῶν ποιητὴς μέμνητα οὕτως·
᾽Αλεκτρυ
να τὸν τοῦ Φιλίππου παραλαβὼν
ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον
κατέκοψεν· οὐ γὰρ ε
ἶχεν οὐδέπω λόφον.
ἕνα κ
ατακόψας μλα συχνοὺς δεπνισεν
Χάρης
θηναων τθ'· ς γενναῖος ἦν.
(532f) Τὰ αὐτὰ ἱσ
τορεῖ καὶ Δοῦρις. 
44. ᾽Ιδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας ῾Ιππ
αν κα ππαρχον ερεῖν θαλίας κα κμους· διὸ καὶ ἵππων κα ἑτέρων πολλῶν ἐπιπολάσαι τὸ πλῆθος παρ' αὐτοῖς· ὅθεν βαρεῖαν αὐτῶν γενέσθαι τὴν ἀρχήν, καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς· ὥστε οὐδ᾽ ἐν τοῖς χωρίοις οὐδ' ἐν τοῖς κήποις φύλακας (533) ἐφίστα, ὡς Θεόπομπος ἱστορεῖ ἐν τ πρώτ καὶ εἰκοστῆ, ἀλλ' εἴα τὸν βουλόμενον εἰσιόντα ἀπολαύειν καὶ λαμβάνειν ὧν δεηθείη· ὅπερ ὕστερον ἐποίησε καὶ Κίμων μιμησάμενος ἐκεῖνον, περὶ οὗ καὶ αὐτοῦ ἱστορῶν ἐν τ δεκάτ τῶν Φιλιππικῶν ὁ Θεόπομπός φησι· « Κίμων ὁ ᾽Αθηναῖος ἐν τοῖς ἀγροῖς καὶ τοῖς κήποις οὐδένα τοῦ καρποῦ καθίστα φύλακα, ὅπως οἱ βουλόμενοι τῶν πολιτῶν εἰσιόντες ὀπωρίζωνται καὶ λαμβάνωσιν εἴ τινος δέοιντο τῶν ἐν τοῖς χωρίοις, ἔπειτα τὴν οἰκίαν παρεῖχε κοινὴν (533b) ἅπασι· καὶ δεῖπνον αἰεὶ εὐτελὲς παρασκευάζεσθαι πολλοῖς ἀνθρώποις καὶ τοὺς ἀπόρους προσιόντας τῶν ᾽Αθηναίων εἰσιόντας δειπνεῖν. θεράπευεν δὲ καὶ τοὺς καθ' ἑκάστην ἡμέραν αὐτοῦ τι δεομένους, καὶ λέγουσιν ὡς περιήγετο μὲν ἀεὶ νεανίσκους δύ᾽ ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος· καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. Ποιεῖν δὲ καὶ τοῦτο πολλάκις, ὁπότε τῶν πολιτῶν (533c) τινα ἴδοι κακῶς ἠμφιεσμένον, κελεύειν αὐτῷ μεταμφιέννυσθαι τῶν νεανίσκων τινὰ τῶν συνακολουθούντων αὐτῷ. κ δὴ τούτων ἁπάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν.» δὲ Πεισίστρατος καὶ ἐν πολλοῖς βαρὺς ἐγένετο, ὅπου καὶ τὸ ᾽Αθήνησι τοῦ Διονύσου πρόσωπον ἐκείνου τινές φασιν εἰκόνα. 
45. Περικλέα δὲ τὸν ᾽Ολύμπιόν φησιν ῾Ηρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς ὡς ἀπήλλαξεν ἐκ τῆς οἰκίας τὴν γυναῖκα καὶ τὸν μεθ' ἡδονῆς βίον (533d) προείλετο ᾤκει τε μετ' ᾽Ασπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. Θεμιστοκλῆς δὲ οὔπω ᾽Αθηναίων μεθυσκομένων οὐδ' ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν.
μφιβόλως δ' αὐτὸ εἵρηκεν ὁ ᾽Ιδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ππους εἴτ' ἀνεββασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. Πόσσις δ' ἐν τρίτῳ Μαγνητικῶν τὸν (533e) Θεμιστοκλέα φησὶν ἐν Μαγνησίᾳ τὴν στεφανηφόρον ἀρχὴν ἀναλαβόντα θῦσαι ᾽Αθηνᾷ καὶ τὴν ἑορτὴν Παναθήναια ὀνομάσαι καὶ Διονύσῳ Χοοπότ θυσιάσαντα καὶ τὴν Χοῶν ἑορτὴν αὐτόθι καταδεῖξαι.
Κλέαρχος δὲ ἐν πρώτῳ περὶ Φιλίας τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν (ἔφησεν), εἰ τοῦτον φίλων πληρώσειεν.
46. Καμαιλέων δ' ὁ Ποντικὸς ἐν τῳ περὶ ᾽Ανακρέοντος πρόθεὶς τὸ
Ξανθ δ' Εὐρυπύλ μέλει
ὁ περιφόρητος
ρτμων,
(533f) τὴν προ
σηγορίαν ταύτην λαβεῖν τὸν ρτέμωνα διὰ τ τρυφερῶς βιοῦντα περιφερσθαι π κλνης. Καὶ γὰρ ᾽Ανακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ρμσαί φησιν ἐν τούτοις·
Πρὶν μὲν ἔχ
ων βερβέριον, καλύμματ' ἐσφηκωμένα,
κα ξυλ
νους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ πλευρσι δέρρριον βος,
νήπλυτον ε
λυμα κακῆς σπίδος, ἀρτοπώλισιν
(534) κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς ᾽Αρτέμων, κί
βδηλον εὑρίσκων βίον,
πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ' ἐν τροχῷ,
πολλὰ δ νῶτα σκυτίν μάστιγι θωμιχθείς, κόμην
πώγωνά τ' ἐκτετιλμένος·
νῦν δ' ἐπι
βαίνει σατινέων, χρύσεα φορέων καθέρματα,
πάις Κύκης, καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ (534b) γυναιξν α
τως.
47. Περὶ δὲ τοῦ καλοῦ ᾽Αλκιριάδου Σάτυρος ἱστορῶν « Λέγεται,» φησίν, « ὅτι ἐν ᾽Ιωνίᾳ μὲν ὢν ᾽Ιώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος τῶν Θηαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν ᾽Αλευαδῶν ἱππικώτερος, ἐν Σπάρτ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρεν δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. (534c) Τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψεν αὐτ χιλίους δαρεικούς, κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπ' αὐτοῦ ᾽Αλκιριάδες καλεῖται.
τε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον, ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. Διὸ καὶ ᾽Αντισθένης ὁ Σωκρατικὸς ὡς δὴ αὐτὸς αὐτόπτης γεγονὼς τοῦ ᾽Αλκιριάδου ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ εὐπαίδευτον καὶ τολμηρὸν καὶ ὡραον ἐφ' ἡλικίας πάσης γενσθαι φησν. Ες δ (534d) τὰς ἀποδημίας ὁπότε στέλλοίτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων σπερ θεραπαίναις ἐχρῆτο. Σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον ᾽Εφέσιοι, τροφὴν δὲ τοῖς ἱπποις αυτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἷνον πάρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθ' ἡμέραν δίαιταν. φικόμενος δ᾽ ᾽Αθήνησιν ἐξ ᾽Ολυμπίας δύο πίνακας ἀνέθηκεν, ᾽Αγλαοφῶντος γραφήν· ὧν ὁ μὲν εἷχεν ᾽Ολυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων αὐτῆς (534e) λκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. Καὶ στρατηγῶν δὲ ἔτι καλὸς εναι ἤθελεν
· σπίδα γοῦν εχεν ἐκ χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφ' ς ν ἐπίσημον ῎Ερως κεραυνὸν ἠγκυλημένος. πικωμάσας δέ ποτε ὡς ῎Ανυτον ἐραστὴν ντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου (τῶν πενήτων δ' οὗτος ἧν), προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων (534f) ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἷθ' οὕτω φιλοφρονησάμενος τὸν ῎Ανυτον ἀπηλλάσσετο. δὲ ῎Ανυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν ὡς ἀγνώμονα εἴη πεποιηκὼς ᾽Αλκιβιάδης, « Οὐ μὰ Δί᾽,» ἔφη, « ἀλλ᾽ εγνωμονέθτατα· ἔχων γὰρ ἐξουσίαν ἅπαντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.» 
48. Λυσίας δὲ ὁ ῥήτωρ περὶ τς τρυφῆς αὐτοῦ λέγων φησίν· «
κπλεύσαντες γὰρ κοιν ᾽Αξίοχος καὶ ᾽Αλκιβιάδης εἰς ῾Ελλήσποντον ἔγημαν ἐν ᾽Αβύδ δύο ὄντε Μεδοντίδα τὴν (535) ᾽Αβυδηνὴν καὶ ξυνῳκείτὴν. πειτα αὐτοῖν γνεται θυγάτηρ, ἥν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. πεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι ᾽Αλκιβιάδης, ᾽Αξιόχου ἔφασκεν εἷναι θυγατέρα· εἰ δὲ ᾽Αξίοχος, ᾽Αλκιβιάδου.» Κεκωμῴδηται δὲ καὶ ὑπὸ Εὐπόλιδος ὡς ἀκόλαστος πρὸς γυναῖκας ἐν Κόλαξιν οὕτως·
᾽Αλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. ΑΛΚ. Τί ληρεῖς;
(535b) Ο
κ οκαδ' λθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
Καὶ Φερεκράτης δέ φησιν·
Οὐκ ὢν ἀνὴρ γὰρ ᾽Αλκι
βιάδης, ὡς δοκεῖν,
ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.
ν Σπάρτ δὲ ὢν ἔφθειρε τὴν ῎Αγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν· ἐπιπληττόντων δ' αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ' ἵνα ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσ τε τῆς Σπάρτης καὶ (535c) μηκέτι λγωνται οἱ βασιλεῖς ἀφ' ρακλέους ἀλλ᾽ ἀπ' ᾽Αλκιβίάδου. Στρατηγῶν δὲ συμπεριήγετο ατῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν ᾽Αττικὴν ἑταίραν. 
49. Μ
ετὰ δὲ τὴν φυγὴν κυρίους ᾽Αθηναίους ποιήσας τοῦ ῾Ελλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λα
βὼν ἀνέπεμψεν εἰς τὰς ᾽Αθήνας. Κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς ᾽Αττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταιναις, καὶ ἀναψάμενος τὰς αἰχμαλώτους ναῦς ἠκρωτηριασμένας (535d) εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλε. δὲ τριήρης ἐφ' ς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δ' ἐντὸς ν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δ' ὁ τραγῳδὸς ἐκέλευε τὴν ἐπὶ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. Διὸ καὶ χαριέντως επέν τις· « Οὔτ' ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ (535e) Σπάρτη οὔτ' ἂν δύ' ᾽Αλκιβιάδας ᾽Αθῆναι.» μιμεῖτο δὲ ᾽Αλκιβιάδης τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάραζον τὴν Περσικὴν ἐνεδύετο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνήν, καθάπερ καὶ Θεμιστοκλῆς.
50. Δοῦρις δ' ἐν τ δευτέρᾳ καὶ εἰκοστ τῶν ῾Ιστοριῶν « Παυσανίας μέν,» φησίν, « ὁ τῶν Σπαρτιατῶν
βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα τὴν Περσικὴν ἐνεδύετο στολήν. δὲ Σικελίας τύραννος Διονύσιος ξυστίδα καὶ χρυσοῦν στέφανον, ἔτι δ᾽ (535f) ἐπιπόρπημα μετελάμβανε τραγικόν. ᾽Αλέξανδρος δ' ὡς τῆς ᾽Ασίας ἐκυρίευσεν Περσικαῖς ἐχρῆτο στολαῖς. Δημήτριος δὲ πάντας ὑπεβέραλεν· τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἷχεν κατεσκεύαζενο ἐκ πολλοῦ δαπανήματος· ἦν γὰρ κατὰ μὲν τὸ σχῆμα τῆς ἐργασίας σχεδὸν ἐμβάτης πίλημα λαμβάνων τῆς πολυτελεστάτης πορφύρας· τούτῳ δὲ χρυσοῦ πολλὴν ἐνύφαινον ποικιλίαν ὀπίσω καὶ ἔμπροσθεν ἐνιέντες οἱ τεχνῖται. Αἱ δὲ χλαμύδες αὐτοῦ ἦσαν ρφνινον ἔχουσαι τὸ φέγγος τῆς χρόας, τὸ δὲ πᾶν ἐνύφαντο χρυσοῦς ἀστέρας ἔχον καὶ τὰ δώδεκα (536) ζῴδια. Μίτρα δὲ χρυσόπαστος ν, ἣ καυσίαν ἁλουργῆ οὖσαν ἔσφιγγεν, ἐπὶ τὸ νῶτον φέρουσα τὰ τελευταῖα καταβλήματα τῶν ὑφασμάτων. Γινομένων δὲ τῶν Δημητρίων ᾽Αθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.»
Νύμφις δ' ὁ ῾Ηρακλεώτης ἐν ἕκτῳ τῶν περὶ τῆς πατρίδος « Παυσανίας, » φησίν, « ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς περὶ Βυζάντιον (536b) διατρί
βων τὸν χαλκοῦν κρατῆρα τὸν ἀνακείμενον τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ν ἔτι καὶ νῦν εἷναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι, ὡς αὐτὸς ἀναθείς, τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ·
Μνᾶμ' ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι
Παυσανίας, ἄρχων ῾Ελλάδος εὐρυχόρου,
πόντου ἐπ' Εξενου, Λακεδαιμ
νιος γνος, υἱὸς
Κλεομβρότου, ἀρχαίας ῾Ηρακλέος γενεᾶς.»
51. ᾽Ετρύφησεν δὲ καὶ Φάραξ ὁ Λακεδαιμόνιος, ὡς (536c) Θε
όπομπος ν τ τεσσαρακοστ ἱστορεῖ· καὶ ταῖς ἡδοναῖς οὕτως ἀσελγῶς ἐχρήσατο καὶ χύδην ὥστε πολὺ μᾶλλον διὰ τὴν αἰτίαν ταύτην αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην ἢ διὰ τὴν πατρίδα Σπαρτιάτην. ν δὲ τ νβ'<