ATHÉNÉE DE NAUCRATIS
Du Luxe
Le Livre XII des Deipnosophistes
Texte grec
(1-20) (21-40) (41- 60) (61-80) (81-fin)
Pour la traduction française, cliquez sur le numéro de chapitre.
21. « Πάνυ οὖν ἐξοκείλαντες εἰς ὕβριν, τὸ τελευταῖον παρὰ Κροτωνιατῶν λ' πρεσβευτῶν ἡκόντων ἅπαντας αὐτοὺς ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους τὰ σώματα ἐξέρριψαν καὶ ὑπὸ θηρίων
εἴασαν διαφθαρῆναι. Αὕτη δ' αὐτοῖς καὶ τῶν κακῶν ἐγένετο
(521e) ἀρχὴ μηνίσαντος τοῦ δαιμονίου, ἔδοξαν γοῦν μετ᾽ ὀλίγας ἡμέρας πάντες αὐτῶν οἱ ἄρχοντες τὴν αὐτὴν ἰδεῖν ὄψιν ἐν τῇ αὐτῇ νυκτί· τὴν γὰρ ῞Ηραν ἰδόντες ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολήν· ἀνέβλυσεν δὲ καὶ αἵματος πηγὴ ἐν τῷ ἱερῷ αὐτῆς· καὶ οὐδὲ οὕτως ἔληξαν τῆς ὑπερηφανίας ἕως πάντες ὑπὸ Κροτωνιατῶν ἀπώλοντο.» ῾Ηρακλείδης δ' ὁ Ποντικὸς ἐν τῷ περὶ Δικαιοσύνης φησίν· « Συβαρῖται τὴν Τήλυος τυραννίδα καταλύσαντες τοὺς
(521f) μετασχόντας τῶν πραγμάτων ἀναιροῦντες καὶ φονεύοντες ἐπὶ τῶν βωμῶν ἅπαντες... καὶ ἐπὶ τοῖς φόνοις τούτοις ἀπεστράφη μὲν τὸ τῆς ῞Ηρας ἄγαλμα, τὸ δὲ ἔδαφος ἀνῆκε πηγὴν αἵματος, ὥστε τον σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι, ουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. Διόπερ, ἀνάστατοι ἐγένοντο καὶ διεφθάρησαν
(522) ἅπαντες, οἱ και τὸν τῶν Ὀλυμπίων τῶν πανυ ἀγῶνα ἀμαυρῶσαι ἐθελήσαντες, καθ' ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὑτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.»
22. Καὶ Κροτωνιᾶται δ᾽, ὥς φησι Τίμαιος, μετὰ τὸ ἐξελεῖν Συραρίτας ἐξώκειλαν εἰς τρυφήν· ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῷ στεφάνῳ, ὑποδεδεμένον λευκὰς κρηπῖδας. Οἱ δὲ οὐ
(522b) διὰ τρυφήν φασι τοῦτο γεγονέναι, αλλὰ διὰ Δημοκήδη τον ἰατρόν· ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῷ Σαμίων τυράννῳ συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνήχθη ὡς βασιλέα, ᾽Οροίτου τὸν Πολυκράτη ἀποκτείναντος. Θεραπεύσας δ' ὁ Δημοκήδης ῎Ατοσσαν τὴν Δαρείου μὲν γυναῖκα, Κύρου δὲ θυγατέρα, τὸν μαστὸν ἀλνήσασαν, ᾔτησε ταύτην δωρεὰν καταπεμφθῆναι εἰς τὴν ῾Ελλάδα ὡς ἐπανελευσόμενος· καὶ τυχὼν ἧκεν εἰς Κρότωνα. Βουλομένου τε αὐτόθι καταμένειν, ἐπιλαβομένου τινὸς
(522c) τῶν Περσῶν καὶ λέγοντος ὅτι βασιλέως εἴη δοῦλος, ἐκεῖνον μὲν ἀφείλαντο οἱ Κροτωνιᾶται, ἐκδύσαντες δὲ τὴν στολὴν τοῦ Πέρσου ἐνέδυσαν τὸν ὑπηρέτην τοῦ πρυτανεύοντος. Ἐξ οὗ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως· οὐ τρυφῆς χάριν οὐδὲ ὕβρεως, ἀλλ' ἐπηρείας τῆς εἰς τοὺς Πέρσας τοῦτο πράττοντες. Ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν ᾽Ολυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες
(522d) ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα. Οἱ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.
23. Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρτῳ Βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι. Ἐφόρουν δέ, φησίν, καὶ παρυφὴν διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. Ὕστερον δ' ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον μίαν πόλιν ᾽Ιαπύγων ἐποίησαν Κάρβιναν,
(522e) ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν ἀκμῇ γυναῖκας ἀθροίσαντες είς τὰ τῶν Καρβινατῶν ἱερὰ καὶ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν καὶ ὁ βουλόμενος καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. Οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνη
(522f) παρανομήσαντας ἐκεραύνὠσεν πάντας. Καὶ μέχρι καὶ νῦν, ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν ὅσους ὑπεδέξατο τῶν εἰς ᾽Ιαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν· ἐφ αἷς καθ' ὅν ἀπώλοντο χρόνον οὔτ' οἰκτίζονται τοὺς ἀποιχομένους οὔτε τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.
24. ᾽Ιαπύγων τε αὖ τὸ γένος ἐκ Κρήτης ὄντων κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων,
(523) οἱ μετὰ τούτους λήθην λαβόντες τῆς Κρητῶν περὶ τὸν βίον εὐκοσμίας εἰς τοῦτο τρυφῆς, εἱθ' ὕστερον ὕβρεως ἦλθον ὥστε πρῶτοι τὸ πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περίθετα λαβόντες στολὰς μὲν ἀνθινὰς φορῆσαι, τὸ δὲ ἐργάσασθαι καὶ πονεῖν αἴσχιον νομίσαι. Καὶ τοὺς μὲν πολλοὺς αὐτῶν καλλίονας τὰς οἰκίας ποιῆσαι τῶν ἱερῶν, τοὺς δ᾽ ἡγεμόνας τῶν ᾽Ιαπύγων ἐφυβρίζοντας τὸ θεῖον
(523b) πορθεῖν ἐκ τῶν ἱερῶν τὰ τῶν θεῶν ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. Διόπερ ἐξ οὐρανοῦ βαλλόμενοι πυρὶ καὶ χαλκῷ ταύτην
διέδοσαν τὴν φήμην. Ἐμφανῆ γὰρ ἦν μέχρι, πόρρω κεχαλκευμένα τῶν ἐξ οὐρανοῦ βελῶν· και πάντες οἱ ἀπ' ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ πένθιμον στολὴν ἀμπεχόμενοι ζῶσιν, πάντων τῶν πρὶν ὑπαρξάντων ἀγαθῶν σπανίζοντες.
25. Ἴβηρες δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικιλαις προιόντες και χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης.
(523c) Μασσαλιῶται δ' ἐθηλύνθησαν οἱ τὸν αὐτὸν ῎Ιβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. Ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες· ὅθεν καὶ παροιμία παρῆλθε « Πλεύσειας εἰς Μασσαλίαν.»
Καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δὲ Κολοφώνιοι, ὥς φησι Τίμαιος καὶ ᾽Αριστοτέλης, εἰς
(523d) τρυφὴν ἐξώκειλαν οὐχ ἦσσον Συβαριτῶν. Καὶ γὰρ ἰδίως παρ' αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ ῞Ομηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. Καὶ Ἀρχίλοχος δ' ὁ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. Περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν·
Οὐ γάρ τι καλὸς χῶρος οὐδ' ἐφίμερος
οὐδ' ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.
Ὠνομάσθη δ' ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπιδς ἐν Δισμώτιδι Μελανίππῃ, ἀπὸ γυναικός
(523e) τινος Σίριδος· ὡς δ' ᾽Αρχίλοχος, ἀπὸ ποταμοῦ. Οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων. Διὸ καὶ Μεγάλη ῾Ελλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν ᾽Ιταλίαν κατοίκησις.
26. Μιλήσιοι δ' ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος, καὶ τάς τε ἐφ' Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον
κατῴκισαν πόλεσι λαμπραῖς καὶ πάντες ὑπο τὴν
(523f) Μίλητον ἔθεον. Ὡς δὲ ὑπήχθησαν ἡδονῆ και τρυφῆ, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ ᾽Αριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπ' αὐτῶν « Πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.» ῾Ηρακλείδης δ' ὁ Ποντικὸς ἐν δευτέρῳ περὶ Δικαιοσύνης φησίν· « Ἡ Μιλησίων πόλις περιπέπτωκεν ἀτυχίαις διὰ τρυφὴν βίου καὶ πολιτικὰς ἔχθρας· οἳ τὸ ἐπιεικὲς οὐκ ἀγαπῶντες ἐκ ῥιζῶν ἀνεῖλον τοὺς ἐχθρούς. (524) Στασιαζοντων γὰρ τῶν τας οὐσίας ἐχόντων και τῶν δημοτῶν, οὓς ἐκεῖνοι Γέργιθας ἐκάλουν, πρῶτον μὲν κρατήσας ὁ δῆμος καὶ τοὺς πλουσίους ἐκβαλὼν καὶ τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας συναγαγών, βουσὶ συνηλοίησαν καὶ παρανομωτάτῳ θανάτῳ διέφθειραν. Τοιγάρτοι πάλιν οἱ πλούσιοι κρατήσαντες ἅπαντας ὧν κύριοι κατέστησαν μετὰ τῶν
τέκνων κατεπίττωσαν. Ὧν καιομένων φασὶν ἄλλα τε πολλὰ γενέσθαι τέρατα καὶ ἐλαίαν ἱερὰν αὐτομάτην
(524b) ἀναφθῆναι. Διόπερ ὁ θεὸς ἐπὶ πολὺν χρόνον ἀπήλαυνεν αὐτοὺς τοῦ μαντείου καὶ ἐπερωτώντων διὰ τίνα αἰτίαν ἀπελαύνονται εἶπεν·
Καί μοι Γεργίθων τε φόνος μέλει ἀπτολεμίστων
πισσήρων τε μόρος καὶ δένδρεον αἰεὶ ἀθαλλές. »
Κλέαρχος δὲ ἐν τετάρτῳ Βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτ' ὀνειδιζομένους λέγειν ἑαυτοῖς· « Οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν (542c) τῷ μέσῳ.»
27. Καὶ περὶ Σκυθῶν δ' ἑξῆς ὁ Κλέαρχος τάδε ἱστορεῖ· « Μόνον δὲ νόμοις κοινοῖς πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν εἷτα πάλιν ἐγένοντο πάντων άθλιώτατοι βῤοτῶν διὰ τὴν ὕβριν. Ἐτρύφησαν μὲν
γὰρ ὡς οὐδένες ἕτεροι, τῶν πάντων εὐροίάς καὶ πλούτου καὶ τῆς λοιπῆς αὐτοὺς χορηγίας κατασχούσης. Τοῦτο δὲ δῆλον ἐκ τῆς ἔτι καὶ νῦν ὑπολειπούσης περὶ τοὺς ἡγεμόνας αὐτῶν ἐσθῆτός τε
(524d) καὶ διαίτης, τρυφήσαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὕς ἀφίκοιντο ἠκρωτηρίαζον τας ρῖνας ὧν οἱ ἀπογόνοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. Αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γράφην ἐνεῖσαι. Ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες
(524e) ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵν' ὁ τῆς ὕβρεως καὶ
τῆς αἰσχύνης ἐπ' αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψη· πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν
ἀπὸ Σκυθίᾶν ῥῆσιν οἵα τις ἦν. Διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ
(524f) πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφ' ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν,»
28. Τοὺς δὲ σύμπαντας ῎Ιωνας ἐπισκώπτων Καλλίας ἤ Διοκλῆς ἐν Κύκλωψί φησιν·
Τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος ᾽Ιωνία εἴφ' ὅ τι πράσσει.
Καὶ ᾽Αβυδηνοὶ (Μιλησίων δ' εἰσὶν ἄποικοι) ἀνειμένοι τὴν δίαιτάν εἰσιν καὶ κατεαγότες, ὡς παρίστησιν ῞Ερμιππος ἐν Στρατιώταις·
Χαῖρ᾽, ὧ διαπόντιον
στράτευμα, τί πράττομεν;
Τὰ μὲν πρὸς ὄψιν μαλακῶς
ἔχειν ἀπὸ σώματος,
(525) κομῇ τε νεανικῇ,
σφριγει τε βραχιονων.
Β. ᾜσθου τὸν ᾽Αβυδόθ' ὡς
ἀνὴρ γεγένηται;
Καὶ ᾽Αριστοφάνης Τριφάλητι παρακωμῳδῶν πολλοὺς τῶν ᾽Ιώνων·
Ἔπειθ' ὅσοι παρῆσαν ἐπίσημοι ξένοι
ἐπηκολούθουν κἠντιβόλουν προσκείμενοι·
ὅκως ἔχων τὁν παῖδα πωλήσει ᾽ς Χίον,
ἕτερος δ' ὅκως ἐς Κλαζομενάς, ἕτερος δ' ὅκως
(525b) ἔς ῎Εφεσον, ὁ δ' ἐς ῎Αβυδον. Ἦν δὲ πάνθ᾽ « ὅκως.»
Περι δε των Ἀβυδηνῶν Ἀντιφῶν ἐν τῷ κατὰ Ἀλκιβιάδου λοιδορίας γράφει οὕτως· « Ἐπειδὴ ἐδοκιμάσθης ὑπὸ τῶν ἐπιτρόπων, παραλαβὼν παρ᾽ αὐτῶν τὰ σαυτοῦ χρήματα ᾤχου ἀποπλέων εἰς Ἄβυδον, οὔτε χρέος ἴδιον σαυτοῦ πραξόμενος ουδὲν οὔτε προξενίας οὐδεμιᾶς ἕνεκεν, ἀλλὰ τῇ σαυτὸῦ παρανομίᾳ καὶ ἀκολασίᾳ τῆς γνώμης ὅμοίους ἔργων τρόπους μαθησόμενος παρὰ τῶν ἐν ᾽Αβύδῳ, γυναικῶν, ὅπως ἐν τῷ ἐπιλοίπῳ βίῳ ἔχοις χρῆσθαι αὐτοῖς.» (525c)
29. ᾽Απώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν
τοῖς ᾽Ελεγείοις καὶ ᾽Αρχίλοχος· ἑάλωσαν γὰρ ὑπὸ ᾽Εφεσίων. Καὶ περὶ αὐτῶν δὲ τῶν ᾽Εφεσίων Δημόκριτος ὁ Ἐφέσιος ἐν τῷ προτέρῳ περὶ τοῦ ἐν ᾽Εφέσῳ Ναοῦ διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων γράφει καὶ τάδε· « Τὰ δὲ τῶν ᾽Ιώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ᾽ ἴσα διειλημμέναι ζῴοις.
(525d) Καὶ σαράπεις μήλινοι καὶ
πορφυροῖ καὶ λευκοί, οἱ δὲ ἁλουργεῖς.
Καὶ καλασίρεις
Κορινθιουργεῖς· εἰσὶ δ' αἱ μὲν πορφυραῖ τουτων,
αἱ δὲ
ἰοβαφεῖς,
αἱ δὲ ὑακίνθιναι·
λάβοι δ᾽ ἄν
τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς· ὑπάρχουσιν δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν.
Ἴδοι δ' ἄν τις,» φησίν, « καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον
ἐν τοῖς Περσικοῖς περιβλήμασιν.
Ἐστὶν δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπασταιι δὲ χρυσοῖς κέγχροις·
οἱ δὲ κέγχροι
νήματι πορφυρῷ
(525e) πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ᾽ ἔχουσιν ἀνὰ μέσον.»
Τούτοις πᾶσι χρῆσθαί φησι τοὺς ᾽Εφεσίους ἐπιδόντας εἰς τρυφήν.
30. Περὶ δὲ τῆς Σαμίων τρυφῆς Δοῦρις ἱστορῶν παρατίθεται ᾽Ασίου ποιήματα, ὅτι ἐφόρουν χλιδῶνας περὶ τοῖς
βραχίοσιν καὶ τὴν ἑορτὴν ἄγοντες τῶν ῾Ηραίων ἐβάδιζον
κατεκτενισμένοι τὰς κόμας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους· τὸ δὲ νόμιμον τοῦτο μαρτυρεῖσθαι καὶ ὑπὸ παροιμίας τῆσδε
« βαδίζειν
εἰς ῾Ηραῖον ἐμπεπλεγμένον.»
Ἐστι δὲ τὰ τοῦ ᾽Ασίου
ἔπη οὕτως ἔχοντα·
(525f) Οἱ δ' αὔτως φοίτεσκον ὅπως πλοκάμους κτενίσαιντο
εἰς ῞Ηρας τέμενος,
πεπυκασμένοι εἵμασι καλοῖς,
χιονέοισι χιτῶσι πέδον χθονὸς εὐρέος εἱχον·
χρύσειαι δὲ
κορύμβαι ἐπ' αὐτῶν τέττιγες ὥς·
χαῖται δ' ᾐωρεῦντ' ἀνέμῳ χρυσέοις ἐνὶ δεσμοῖς,
δαιδάλεοι δὲ χλιδῶνες ἄρ' ἀμφὶ βραχίοσιν ἧσαν,
... τες ὑπασπίδιον πολεμιστήν.
Ἡρακλείδης δ' ὁ
Ποντικὸς ἐν τῷ περὶ ῾Ηδονῆς
(526) Σαμίους φησὶ καθ'
ὑπερβολὴν τρυφήσαντας διὰ τὴν πρὸς
ἀλλήλους μικρολογίαν ὥσπερ Συραρίτας τὴν πόλιν ἀπολέσαι.
31. Κολοφώνιοι δ᾽, ὥς φησι Φύλαρχος, τὴν ἀρχὴν ὅντες σκληροὶ
ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι,
προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ, ὡς καὶ
Ξενοφάνης φησίν·
Ἀβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
(526b) ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε' ἔχοντες,
οὐ μείους ὥσπερ χίλιοι, εἰς ἐπίπαν,
αὐχαλέοι, χαίτησιν ἀγαλλόμεν'
εὐπρεπέεσσιν
ἀσκητοῖσ' ὀδμὴν
χρίμασι δευόμενοι.
Οὕτω δ' ἐξελύθησαν διὰ τὴν ἄκαιρον μέθην
ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν.
Νόμον τε ἔθεντο, ὃς ἔτι καὶ ἐφ' ἡμῶν ἦν, τὰς αὐλητρίδας καὶ τὰς ψαλτρίας καὶ πάντα τὰ
τοιαῦτα
(526c) τῶν ἀκροαμάτων τὰ μισθώματα
λαμβ
άνειν ἀπὸ πρωὶ μέχρι
μέσου ἡμέρας
καὶ
μέχρι λύχνων
ἁφῶν·
ἀπὸ δὲ τούτου τὴν λοιπὴν νύκτα
ἦσαν πρὸς τῷ μεθύειν. Θεόπομπος δ' ἐν πεντεκαιδεκάτῃ ῾Ιστοριῶν χιλίους φησὶν ἄνδρας αὐτῶν ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν·
ὃ δὴ καὶ βασιλεῦσιν σπάνιον τότ' ἦν καὶ περισπούδαστον, ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη.
Τοιγαροῦν διὰ τὴν τοιαύτην ἀγωγὴν ἐν
τυραννίδι καὶ στάσεσι γενόμενοι
αὐτῇ πατρίδι διεφθάρησαν.
Ταὐτὰ εἴρηκεν περὶ αὐτῶν καὶ Διογένης ὁ Βαρυλώνιος ἐν τῷ πρώτῳ τῶν Νόμων.
Κοινῶς δὲ περὶ
πάντων ᾽Ιώνων τρυφῆς ᾽Αντιφάνης ἐν
Δωδώνῃ τάδε λέγει·
πόθεν οἰκήτωρ, ἤ τις ᾽Ιώνων
τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς
ὄχλος ὥρμηται;
Θεόφραστος δ' ἐν τῷ περὶ ῾Ηδονῆς καὶ δὴ καὶ τοὺς
῞Ιωνάς φησι διὰ τὴν ὑπερβολὴν τῆς τρυφῆς...
ἔτι καὶ νῦν ἡ χρυσῆ παροιμία διαμεμένηκε.
32. Καὶ τῶν παρωκεανιτῶν δέ τινάς φησι Θεόπομπος ἐν
ὀγδόῃ
Φιλιππικῶν
ἁβροδιαίτους γενέσθαι, περὶ δὲ Βυζαντίων καὶ Καλχηδονίων ὁ αὐτός φησι
(526e) Θεόπομπος τάδε «
Ἦσαν δὲ οἱ Βυζάντιοι καὶ δίὰ τὸ δημοκρατεῖσθαι πολὺν ἤδη χρόνον καὶ τὴν πόλιν ἐπ' ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον
ἅπαντα περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. Καλχηδόνιοι δὲ πρὶν μὲν μετασχεῖν αὐτοῖς τῆς πολιτείας ἅπαντες ἐν ἐπιτηδεύμασι καὶ
βίῳ βελτίονι διετέλουν ὄντες, ἐπεὶ δὲ τῆς δημο κρατίας
(526f) τῶν Βυζαντίωνι ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφήν, καὶ τὸν καθ' ἡμέραν
βίον ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι,»
Κἀν
τῇ πρώτῃ δὲ πρὸς ταῖς εἴκοσι τῶν
φιλιππικῶν τὸ τῶν
᾽Ομβρικῶν φησὶν ἔθνος (ἐστὶν δὲ περὶ τὸν ᾽Αδρίαν) ἐπιεικῶς εἷναι
ἁβροδίαιτον,παραπλησίως
τε βιοτεύειν τοῖς Λυδοῖς χώραν
(527) τε εχειν αγαθην,
ὅθεν προελθεῖν εἰς εὐδαιμονιαν.
33. Περὶ δὲ Θετταλῶν λέγων ἐν
τῇ τετάρτῃ φησὶν ὅτι «
Ζῶσιν οἱ μὲν σὺν ταῖς ὀρχηστρίσιν καὶ ταῖς αὐλητρίσιν διατρίβοντες, οἱ δ' ἐν κύβοις καὶ πότοις καὶ ταῖς τοιαύταις ἀκολασίαις διημερεύοντες, καὶ μᾶλλον σπουδάζουσιν ὅπως ὄψων παντοδαπῶν τὰς τραπέζας παραθήσονται πλήρεις ἢ τὸν αὑτῶν
βίον ὅπως
παρασχήσονται
κεκοσμημένον.
Φαρσάλιοι δὲ πάντων,» φησίν, « ἀνθρώπων εἰσὶν ἀργότατοι καὶ πολυτελέστατοι.»
Ὡμολόγηνται δ' οἱ Θετταλοί, ὡς
(527b) καὶ Κριτίας φησί, πάντων ῾Ελλήνων πολυτελέστατοι γεγενῆσθαι περί τε τὴν δίαιταν καὶ τὴν ἐσθῆτα ὅπερ αὐτοῖς αἴτιον ἐγένετο κατὰ τῆς ῞Ελλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν.
Περὶ δὲ Αἰτωλῶν Πολύριος μὲν ἐν τρισκαιδεκάτῃ ῾Ιστοριῶν φησιν ὡς διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. ᾽Αγαθαρχίδης δ᾽ ἐν
δωδεκάτῃ ῾Ιστοριῶν « Αἰτωλοί,» φησί, « τοσούτῳ
(527c) τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν
πολυτελῶς ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων.»
34. Διαβόητοι δ' εἰσὶ περὶ τρυφὴν Σικελιῶταί τε καὶ Συρακόσιοι, ὡς καὶ ᾽Αριστοφάνης φησὶν ἐν Δαιταλεῦσιν·
Ἀλλ' οὐ γὰρ ἔμαθε ταῦτ' ἐμοῦ πέμποντος, ἀλλὰ
μᾶλλον,
πινειν, ἔπειτ ᾄδειν κακῶς, Συρακοσίαν τράπεζαν
Συραρίτιδάς τ' εὐωχίας καὶ Χῖον ἐκ Λακαινᾶν...
Πλάτων δ' ἐν ταῖς ᾽Επιστολαῖς φησιν· «
Ταύτην δὴ τὴν διάνοιαν ἔχων εἰς ᾽Ιταλίαν τε καὶ Σικελίαν
(527d) ἦλθον ὅτε πρῶτον ἀφικόμην,
ἐλθόντα δέ με ὁ
ταύτῃ
βίος
οὐδαμῇ οὐδαμῶς ἤρεσεν, δίς τε τῆς ἡμέρας ἐμπιπλάμενον ζῆν καὶ
μηδέποτε κοιμώμενον
μόνον νύκτωρ καὶ ὅσα
τούτῳ ἐπιτηδεύματα συνέπεται
τῷ
βίῳ.
Ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτ᾽ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο σωφρων δ' οὐδ' ἂν μελλήσαι
ποτὲ
γενέσθαι.»
Κἀν τρίτῳ δὲ Πολιτείας γράφει οὕτως· « Συρακοσίαν δε,
ὦ φιλε, τράπεζαν καὶ Σικελικὴν ποικιλίαν ὄψου,
(527e) ὡς ἔοικας, οὐκ αἰνεῖς· ψέγεις δὲ καὶ Κορινθίαν κόρην φίλην εἷναι ἀνδράσιν μέλλουσιν εὖ σώματος
ἔξειν
καὶ
Ἀττικῶν πεμμάτων τὰς δοκούσας εἷναι εὐπαθείας,»
35. Ποσειδώνιος δ'
ἑκκαιδεκάτῃ ῾Ιστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα· «
Τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων
διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν
αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς
(527f) βαλανείοις χρώμενοι,
ἀλειφόμενοι ἐλαίῳ πολυτελεῖ καὶ μύροις,
τοῖς δὲ
γραμματείοις - οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων
- ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς
οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλὰ καὶ καταυλουμένους πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας
τοιούτοις κελάδοις συνηχεῖσθαι.» ᾽Αγαθαρχίδης δ' ἐν
τῇ
τριακοστῃ
πέμπτῃ τῶν Εὐρωπιακῶν
(528) «
Ἀρυκανδεῖς,» φησί, «Λυκίας ὅμοροι ὄντες Λιμυρεῦσι διὰ τὴν περὶ τὸν βίον ἀσωτίαν καὶ πολυτέλειαν κατάχρεοι γενόμενοι καὶ διὰ τὴν ἀργίαν καὶ φιληδονίαν ἀδυνατοῦντες ἀποδοῦναι τὰ δάνεια προσέκλιναν ταῖς Μιθριδάτου ἐλπίσιν, ἆθλον ἕξειν νομίσαντες χρεῶν ἀποκοπάς.»
Ἐν δὲ τῇ λα' Ζακυνθίους φησὶν ἀπείρους εἷναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ
πλούτῳ τρυφῶντας ἐθίζεσθαι.
36. Πολύβιος δ' ἐν
τῇ ἑβδόμῃ Καπυησίους τοὺς ἐν
(528b) Καμπανιᾳ διὰ τὴν ἀρετην τῆς γῆς πλοῦτον περιβαλομένους ἐξοκεῖλαι εἰς τρυφὴν καὶ πολυτέλειαν,
ὑπερβαλλομένους
τὴν περὶ Κρότωνα καὶ Σύραριν παραδεδομένην φήμην. «
Οὐ δυνάμενοι οὖν,» φησίν, φέρειν τὴν παροῦσαν εὐδαιμονίαν ἐκάλουν τὸν ᾽Αννίβαν· διόπερ ὑπὸ ῾Ρωμαίων ἀνήκεσταβ
ἔπαθον, Πετηλῖνοι δὲ τηρήσαντες τὴν πρὸς ῾Ρωμαίους πίστιν
εἰς τοσοῦτον καρτερίας ἦλθον πολιορκού μενοι
(528c) ὑπ' ᾽Αννίρα ὥστε μετὰ τὸ πάντα μὲν τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς
βοηθοῦντος οὐδὲ συνευδοκοῦντος ῾Ρωμαίων παρέδοσαν ἑαυτούς.»
37. Τοὺς δὲ Κουρῆτας Φύλαρχος διὰ τῆς ια' τῶν ῾Ιστοριῶν Αἰσχύλον ἱστορεῖν διὰ τὴν τρυφὴν τυχεῖν τῆς προσηγορίας
Χλιδῶν τε πλόκαμος ὥστε παρθένοις
ἁβραῖς,
ὅθεν καλεῖν Κουρῆτα λαὸν
ᾔνεσαν,
(528d) ᾽Αγάθων δ' ἐν τῷ
Θυέστῃ τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δ' ἀπέτυχον τοῦ γάμου,
Κόμας ἐκειράμεσθα (φησὶν) μάρτυρας τρυφῆς,
ἦ που ποθεινὸν χρῆμα παιζούση φρενί,
ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος
Κουρῆτες εἷναι, κουρίμου χάριν τριχός.
Καὶ Κυμαῖοι δὲ οί ἐν ᾽Ιταλίᾳ ὥς φησιν ῾Υπέροχος ἢ ὁ ποιήσας τὰ εἰς αὐτὸν ἀναφερόμενα Κυμαϊκά,
(528e) διετέλεσαν χρυσοφοροῦντες καὶ ἀνθιναῖς ἐσθῆσι χρώμενοι και μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.
38. Περὶ μὲν οὖν ἐθνῶν καὶ πόλεων τρυφῆς τοσαῦτα μνημονεύω.
Περὶ δὲ τῶν κατ' ἄνδρα τάδ' ἤκουσα. Κτησίας ἐν
τρίτῃ Περσικῶν καὶ πάντας μέν φησι τοὺς
βασιλεύσαντας τῆς ᾽Ασίας περὶ τρυφὴν σπουδάσαι,
μάλιστα δὲ Νινύαν τὸν Νίνου καὶ Σεμιράμιδος
(528f) υἱόν. Καὶ οὗτος οὖν ἔνδον μένων καὶ τρυφῶν ὑπ' οὐδενὸς ἑωρᾶτο εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν, τοιοῦτος δ' ἦν καὶ Σαρδανάπαλλος, ὃν οἱ μὲν ᾽Ανακυνδαράξεω λέγουσιν υἱόν, οἱ δὲ ᾽Αναβαραξάρου.
Ὅτε δὴ οὖν ᾽Αρβάκης, εἱς τῶν ὑπ' αὐτὸν στρατηγῶν Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανάπαλλον καὶ μόλις αὐτῷ
ἐπετράπη ἐκείνου ἐθελήσαντος, ὡς εἰσελθὼν εἷδεν αὐτὸν ὁ Μῆδος ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ, καὶ, μετὰ τῶν παλλακίδων ξαίνοντα
(529) πορφύραν
ἀναβάδην τε μετ' αὐτῶν καθήμενον, τὰς ὀφροῦς
μεμελασμένον,
γυναίκειαν δὲ
στολὴν
ἔχοντα
καὶ
κατεξυρημένον
τὸν πώγωνα
καὶ κατακεκιοηρισμένον (ἧν
δὲ καὶ γάλακτος λευκότερος καὶ
ὑπεγεγραπτο τοὺς
οφθαλμούς) ἐπεὶ δὲ
καὶ
προσεῖδεν τὸν ᾽Αρράκην τὰ λευκὰ
ἐπαναραλὼν τοῖν
ὀφθαλμοῖν. Οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις, ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος
αὐτῶν
βασιλεύει συγκεντηθέντα ἀποθανεῖν.
(529b) Κτησίας δὲ λέγει εἰς πόλεμον αὐτὸν
κατασνῆναι
καὶ
ἀθροίσαντα πολλὴν
στρατιὰν καὶ
καταλυθέντα ὑπὸ τοῦ ᾽Αρράκου τελευτῆσαι ἑαυτὸν ἐμπρήσαντα
ἐν τοῖς
βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων ἐφ'
ἧς
ἐπέθηκεν χρυσᾶς
κλίνας
ἑκατὸν
καὶ
πεντήκοντα καὶ ἴσας τραπεζάς καὶ ταύτας χρυσᾶς,
ἐποίησε δὲ ἐν
τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμπεδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσε καὶ
κατεκνλίθη αὐτός τε μετὰ καὶ τῆς
γυναικὸς καὶ αἱ ποιλλακίδες ἐν ταῖς ἄλλαις κλίναις, τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα
προπεπόμφει εἰς Νίνον πρὸς τὸν ἐκεῖ
βασιλέα,
(529c) δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα·
ἐπεστέγασεν δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις τε καὶ παχείαις, ἔπειτα ἐν
κύκλῳ
περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὥστε
μὴ
εἶναι
ἔξοδον.
Ἐνταῦθα ἐπέθηκεν
μὲν χρυσίου μυριάδας χιλίας, ἀργυρίου δὲ μυρίας
μυριάδας ταλάντων καὶ ἱμάτια καὶ πορφύρας καὶ
στολὰς παντοδαπάς.
Ἔπειτα ὑφάψαι
ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέρας.
Οἱ δὲ ἐθαύμαζον
ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν αὐτὸν
(529d) θυσίας
ἐπιτελεῖν ταῦτα δὲ μόνοι
ᾔδεσαν οἱ εὐνοῦχοι.
Ὁ
μὲν οὗν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας
ὡς
ἐνῆν
γενναίως
ἐτελεύτησεν.
39. Κλέαρχος δὲ περὶ τοῦ Περσῶν
βασιλέως διηγούμενος ὅτι «
Τοῖς αὐτῷ πορίσασιν ἡδύ τι
βρῶμα
ἆθλα ἐτίθει... νοῦν
ἔχων· τοῦτο γάρ ἐστιν ὁ λεγόμενος, οἷμαι, Διὸς
ἅμα καὶ βασιλέως ἐγκέ φαλος·
ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανά παλλος, ὁ παρ' ὅλον τὸν
βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις
ἀποκροτοῦντι
οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγ ματα
(529e), οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν πεποίηται
ποιούμενος δὶς ἐν χορῷ... ἡ περὶ τὰ
λοιπὰ σπουδή.
Φαίνεται
γοῦν οὐκ
ἄπρακτος γενόμενος Σαρδανάπαλλος·
καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι·
"Σαρδανάπαλλος ᾽Ανακυνδαράξεω ᾽Αγχιάλην ἔδειμε καὶ Ταρσὸν
μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν."» ᾽Αμύντας δὲ ἐν τρίτῳ Σταθμῶν ἐν
τῇ Νίνῳ φησὶν εἶναι
χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν
τῇ πολιορκίᾳ ἀντιχωννύντα
τῇ πόλει (529f)
λέγεσθαι δὲ τὸ χῶμα τοῦτ' εἷναι Σαρδαναπάλλου τοῦ βασιλεύσαντος Νίνου, ἐφ'
οὗ καὶ ἐπιγεγράφθαι ἐν στήλῃ
λιθίνῃ Χαλδαϊκοῖς γράμμασιν ὃ μετενεγκεῖν Χοιρίλον ἔμμετρον ποιήσαντα.
Εἷναι δὲ τοῦτο «
Ἐγὼ δὲ
ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου φῶς, ἔπιον, ἔφαγον,
ἠφροδισίασα, εἰδὼς (530)
τόν τε
χρόνον ὄντα
βραχὺν
ὃν ζῶσιν οἱ ἄνθρωποι
καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολὰς καὶ κακοπαθείας, καὶ ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις.
Διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.» Κλείταρχος δ' ἐν
τῇ τετάρτῃ
τῶν περὶ ᾽Αλέξανδρον γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς.
(530b)
᾽Αριστόρουλος δ'
« Ἐν
᾽Αγχιάλῃ, ἣν ἐδείματο,» φησί, « Σαρδανάπαλλος, ᾽Αλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο.
Καὶ
ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ' οὗ ἑστάναι τύπον λίθινον
συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα.
Ἐπιγεγράφθαι δ' αὐτῷ ᾽Ασσυρίοις γράμμασι·
"
Σαρδανάπαλλος ᾽Ανακυνδαράξεω παῖς ᾽Αγχιάλην καὶ Ταρσὸν
(530c) ἔδειμεν
ἡμέρῃ μιῇ.
Ἔσθιε, πῖνε, παῖζε· ὡς τἄλλα τούτου οὐκ ἅξια," τοῦ ἀποκροτήματος ἔοικε λέγειν,»
40. Οὐ μόνος δὲ ὁ Σαρδανάπαλλος διετέθρυπτο, ἀλλὰ καὶ
᾽Ανδρόκοττος ὁ Φρύξ.
Καὶ γὰρ
οὖτος ἐν ἐδέδυτοι ἀνθινὴν ἐσθῆτα καὶ γυναικὸς εὐπρεπέστερον ἐκοσμεῖτο, ὡς Μνασέας φησὶν ἐν τρίτῳ Εὐρώπης.
Κλέαρχος δ' ἐν πέμπτῳ Βίων Σάγαρίν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τίτθης στόματος,
ἵνα μὴ μασώμενος πονέσειεν, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω
(530d) τοῦ ὀμφαλοῦ
προενέγκασθαι.
Διὸ καὶ
᾽Αριστοτέλης
Ξενοκράτην τὸν Χαλκηδόνιονι σκώπτων ὅτι
οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἕλεγεν·
Χεῖρες μὲν ἁγναί, φρὴν δ' ἔχει μίασμά τι.
Κτησίας δὲ ἱστορεῖ ῎Ανναρον τὸν βασιλέως ὕπαρχον καὶ τῆς Βαβυλωνίας δυναστεύσαντα
στολῇ χρῆσθαι γυναικείᾳ καὶ κόσμῳ, καὶ ὅτι
βασιλέως δούλῳ ὄντι αὐτῷ εἰς τὸ δεῖπνον
εἰσῄεσαν
πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ
ᾄδουσαι γυναῖκες·
ἕψαλλον δὲ αὖται
καὶ
ᾖδον ἐκείνου δειπνοῦντος.
(530e) Φοῖνιξ δ' ὁ Κολοφώνιος ποιητὴς περὶ Νίνου λέγων ἐν τῷ πρώτῳ τῶν
᾽Ιάμβων φησίν·
Ἀνὴρ Νίνος τις ἐγένετ᾽, ὡς ἐγὼ κλύω,
᾽Ασσύριος· ὅστις εἶχε χρυσίου πόντον,
τάλαντα πολλῷ πλέονα Κασπίης ψάμμου·
ὃς οὐκ ἴδ᾽ ἀστέρ' οὐδ' ἰδὼν ἐδίζητο,
οὐ παρ' μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,
ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων·
οὐ μυθιήτης, οὐ
δικασπόλος κεῖνος,
οὐ λεωλογεῖν ἐμάνθαν', οὐκ ἀμιθρῆσαι,
(530f) ἀλλ' ἦν
ἄριστος
ἐσθίειν τε
καὶ
πίνειν
κἠρᾶν, τὰ δ' ἄλλα πάντα κατὰ πετρῶν ὤθει.
Ὡς δ' ἀπέθαν ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν
ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμ' ᾄδει·
ἄκουσον, εἴτ' ᾽Ασσύριος εἴτε καὶ Μῆδος
εἱς ἢ
Κόραξος ἢ ἀπὸ τῶν ἄνω λιμνῶν
Σινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω·
ἐγὼ Νίνος πάλαι ποτ' ἐγενόμην πνεῦμα,
νῦν δ' οὐκ ἔτ' οὐδέν, ἀλλὰ γῆ
πεποίημαι.
Ἔχω δ'
ὁκόσον ἔδαισα
χὠκόσ'
ἤεισα
χὠκοσσ'
ἐράσθην........
τὰ δ' ὄλβι'
ἡμέων,
δήιοι, συνελθόντες
(531) φέρουσιν, ὥσπερ ὠμὸν
ἔριφον αἱ Βάκχαι.
Ἐγὼ δ'
ἐς Ἅιδην οὔτε χρυσὸν οὔθ' ἵππον
οὔτ' ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
σποδὸς δἐ πολλὴ
χὠ
μιτρηφόρος κεῖμαι.