retour à l'entrée du site -  Les choÉphores : introduction - Les choÉphores : traduction SEULE -

Électre de sophocle - Anthologie d'Eschyle

 

 

 

 

 

Eschyle

 

 

 

 

Les Choéphores

 

 

Texte grec et traduction

 

 

 

Nouvelle traduction en vers

 

par

 

 

Philippe Renault

 

 

 

 

 

RÉSUMÉ DE LA PIÈCE

 

 

 

 

Devant le palais des Atrides à Argos

 

 

 

 

 

 

 

Ὀρέστης

<Ἑρμῆ χθόνιε, πατρῷ᾽ ἐποπτεύων κράτη,
σωτὴρ γενοῦ μοι ξύμμαχός τ᾽ αἰτουμένῳ·
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ
κλύειν, ἀκοῦσαι . . .                                                       5
. . .
πλόκαμον Ἰνάχῳ θρεπτήριον.
τὸν δεύτερον δὲ τόνδε πενθητήριον
οὐ γὰρ παρὼν ᾤμωξα σόν, πάτερ, μόρον
οὐδ᾽ ἐξέτεινα χεῖρ᾽ ἐπ᾽ ἐκφορᾷ νεκροῦ
.>
τί χρῆμα λεύσσω; τίς ποθ᾽ ἥδ᾽ ὁμήγυρις            10
στείχει γυναικῶν φάρεσιν μελαγχίμοις
πρέπουσα; ποίᾳ ξυμφορᾷ προσεικάσω;
πότερα δόμοισι πῆμα προσκυρεῖ νέον;
πατρὶ τὠμῷ τάσδ᾽ ἐπεικάσας
τύχω

χοὰς φερούσας νερτέροις μειλίγματα;                15
οὐδέν ποτ᾽ ἄλλο· καὶ γὰρ Ἠλέκτραν δοκῶ
στείχειν ἀδελφὴν τὴν ἐμὴν πένθει λυγρῷ
πρέπουσαν. Ζεῦ, δός με τείσασθαι μόρον
πατρός, γενοῦ δὲ σύμμαχος θέλων ἐμοί
.

 Πυλάδη, σταθῶμεν ἐκποδών, ὡς ἂν σαφῶς     20
μάθω γυναικῶν ἥτις ἥδε προστροπή
.

 

 

 

 

Χορός                                                                    
ἰαλτὸς ἐκ δόμων ἔβαν                                       
χοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.
πρέπει παρηὶς φοινίοις
ἀμυγμοῖς

ὄνυχος ἄλοκι νεοτόμῳ·                                               25
δι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.
λινοφθόροι δ᾽ ὑφασμάτων
λακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,
προστέρνῳ στολμῷ
πέπλων ἀγελάστοις                                                    30
ξυμφοραῖς πεπληγμένων
.

 

τορὸς δὲ Φοῖβος ὀρθόθριξ                               
δόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον
πνέων, ἀωρόνυκτον
ἀμβόαμα

μυχόθεν ἔλακε περὶ φόβῳ,                                       35
γυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.
κριταί <τε> τῶνδ᾽ ὀνειράτων
θεόθεν ἔλακον ὑπέγγυοι
μέμφεσθαι τοὺς
γᾶς

νέρθεν περιθύμως                                                       40
τοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν
.

 

τοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,
ἰὼ γαῖα μαῖα
,

μωμένα μ᾽ ἰάλλει                                                         45
δύσθεος γυνά. φοβοῦ-
μαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.
τί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;
ἰὼ πάνοιζυς ἑστία
,

ἰὼ κατασκαφαὶ δόμων.                                             50
ἀνήλιοι βροτοστυγεῖς
δνόφοι καλύπτουσι δόμους
δεσποτῶν θανάτοισι
.

 

σέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν [ἀντ. β. 55
δι᾽ ὤτων φρενός τε
δαμίας περαῖνον
νῦν ἀφίσταται. φοβεῖ-
ται δέ τις. τὸ δ᾽ εὐτυχεῖν
,

τόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.              60
ῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας
ταχεῖα τοὺς μὲν ἐν φάει,
τὰ δ᾽ ἐν μεταιχμίῳ σκότου
μένει χρονίζοντας ἄχη [βρύει
],

τοὺς δ᾽ ἄκραντος ἔχει νύξ.                                        65

 

δι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ .
τίτας φόνος πέπηγεν οὐ διαρρύδαν.
διαλγὴς <δ᾽ > ἄτα διαφέρει

τὸν αἴτιον παναρκέτας νόσου βρύειν.                 70

 

θιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων            
ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ
<προ>βαίνοντες τὸν χερομυσῆ
φόνον καθαίροντες ἴθυσαν μάταν.

 

ἐμοὶ δ᾽ —ἀνάγκαν γὰρ ἀμφίπτολιν         75
θεοὶ προσήνεγκαν· (ἐκ γὰρ οἴκων
πατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν )—
δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον

βίᾳ φρενῶν αἰνέσαι                                                    80
πικρὸν στύγος κρατούσῃ.
δακρύω δ᾽ ὑφ᾽ εἱμάτων
ματαίοισι δεσποτᾶν

τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.      83β

 

 

 

 

 

Ἠλέκτρα                                                          
δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,

ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ                  85
πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι·
τί φῶ χέουσα τάσδε κηδείους χοάς;
πῶς εὔφρον᾽ εἴπω, πῶς κατεύξομαι πατρί;
πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν

γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;             90
τῶνδ᾽ οὐ πάρεστι θάρσος, οὐδ᾽ ἔχω τί φῶ,
χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός.
ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς,
ἔσθλ᾽ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε

στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν;                  95

 ἢ σῖγ᾽ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο
πατήρ, τάδ᾽ ἐκχέασα, γάποτον χύσιν,
στείχω καθάρμαθ᾽ ὥς τις ἐκπέμψας πάλιν
δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν;

 τῆσδ᾽ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι·             100
κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν.
μὴ κεύθετ᾽ ἔνδον καρδίας φόβῳ τινός.
τὸ μόρσιμον γὰρ τόν τ᾽ ἐλεύθερον μένει
καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός.

λέγοις ἄν, εἴ τι τῶνδ᾽ ἔχοις ὑπέρτερον.              105

 

Χορός
αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς
λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον.


Ἠλέκτρα
λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός.


Χορός
φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν.


Ἠλέκτρα

τίνας δὲ τούτους τῶν φίλων προσεννέπω;       110
 

Χορός
πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ.
 

Ἠλέκτρα
ἐμοί τε καὶ σοί τἄρ᾽ ἐπεύξομαι τάδε;
 

Χορός
αὐτὴ σὺ ταῦτα μανθάνουσ᾽ ἤδη φράσαι.
 

Ἠλέκτρα
τίν᾽ οὖν ἔτ᾽ ἄλλον τῇδε προστιθῶ στάσει;
 

Χορός

μέμνησ᾽ Ὀρέστου, κεἰ θυραῖός ἐσθ᾽ ὅμως.       115
 

Ἠλέκτρα
εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με.
 

Χορός
τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη—
 

Ἠλέκτρα
τί φῶ; δίδασκ᾽ ἄπειρον ἐξηγουμένη.
 

Χορός
ἐλθεῖν τιν᾽ αὐτοῖς δαίμον᾽ ἢ βροτῶν τινα—
 

Ἠλέκτρα

πότερα δικαστὴν ἢ δικηφόρον λέγεις;              120
 

Χορός
ἅπλῶς τι φράζουσ᾽, ὅστις ἀνταποκτενεῖ.
 

Ἠλέκτρα
καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα;
 

Χορός
πῶς δ᾽ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς;
 

Ἠλέκτρα

κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω,                 124

<ἄρηξον,> Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ           124α
τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς             125
εὐχάς, πατρῴων δωμάτων ἐπισκόπους,
καὶ Γαῖαν αὐτήν, ἣ τὰ πάντα τίκτεται,
θρέψασά τ᾽ αὖθις τῶνδε κῦμα λαμβάνει·
κἀγὼ χέουσα τάσδε χέρνιβας βροτοῖς

λέγω καλοῦσα πατέρ᾽, “ἐποίκτιρόν τ᾽ ἐμὲ       130
φίλον τ᾽ Ὀρέστην· πῶς ἀνάξομεν δόμοις;
πεπραμένοι γὰρ νῦν γέ πως ἀλώμεθα
πρὸς τῆς τεκούσης, ἄνδρα δ᾽ ἀντηλλάξατο
Αἴγισθον, ὅσπερ σοῦ φόνου μεταίτιος.

κἀγὼ μὲν ἀντίδουλος· ἐκ δὲ χρημάτων             135
φεύγων Ὀρέστης ἐστίν, οἱ δ᾽ ὑπερκόπως
ἐν τοῖσι σοῖς πόνοισι χλίουσιν μέγα.
ἐλθεῖν δ᾽ Ὀρέστην δεῦρο σὺν τύχῃ τινὶ
κατεύχομαί σοι, καὶ σὺ κλῦθί μου, πάτερ·

αὐτῇ τέ μοι δὸς σωφρονεστέραν πολὺ               140
μητρὸς γενέσθαι χεῖρά τ᾽ εὐσεβεστέραν.

 ἡμῖν μὲν εὐχὰς τάσδε, τοῖς δ᾽ ἐναντίοις
λέγω φανῆναί σου, πάτερ, τιμάορον,
καὶ τοὺς κτανόντας ἀντικατθανεῖν δίκῃ.

ταῦτ᾽ ἐν μέσῳ τίθημι τῆς καλῆς ἀρᾶς,              145
κείνοις λέγουσα τήνδε τὴν κακὴν ἀράν·
ἡμῖν δὲ πομπὸς ἴσθι τῶν ἐσθλῶν ἄνω,
σὺν θεοῖσι καὶ γῇ καὶ δίκῃ νικηφόρῳ.”

 τοιαῖσδ᾽ ἐπ᾽ εὐχαῖς τάσδ᾽ ἐπισπένδω χοάς.

ὑμᾶς δὲ κωκυτοῖς ἐπανθίζειν νόμος,                 150
παιᾶνα τοῦ θανόντος ἐξαυδωμένας.

 

Χορός
ἵετε δάκρυ καναχὲς ὀλόμενον
ὀλομένῳ δεσπότᾳ
πρὸς ἔρυμα τόδε κακῶν, κεδνῶν τ᾽

ἀπότροπον ἄγος ἀπεύχετον                                  155
κεχυμένων χοᾶν. κλύε δέ μοι, κλύε, σέ-
βας ὦ δέσποτ᾽, ἐξ ἀμαυρᾶς φρενός.
ὀτοτοτοτοτοτοτοῖ,
ἴτω τις δορυ-

σθενὴς ἀνήρ, ἀναλυτὴρ δόμων,                           160
Σκυθικά τ᾽ ἐν χεροῖν παλίντον᾽
ἐν ἔργῳ βέλη ᾽πιπάλλων Ἄρης
σχέδιά τ᾽ αὐτόκωπα νωμῶν ξίφη.

 

Ἠλέκτρα
ἔχει μὲν ἤδη γαπότους χοὰς πατήρ·

νέου δὲ μύθου τοῦδε κοινωνήσατε·                     165
 

Χορός
λέγοις ἄν· ὀρχεῖται δὲ καρδία φόβῳ.
 

Ἠλέκτρα
ὁρῶ τομαῖον τόνδε βόστρυχον τάφῳ.
Χορός
τίνος ποτ᾽ ἀνδρός, ἢ βαθυζώνου κόρης;
 

Ἠλέκτρα

εὐξύμβολον τόδ᾽ ἐστὶ παντὶ δοξάσαι.               170
 

Χορός
πῶς οὖν; παλαιὰ παρὰ νεωτέρας μάθω.
 

Ἠλέκτρα
οὐκ ἔστιν ὅστις πλὴν ἐμοῦ κείραιτό νιν.
 

Χορός
ἐχθροὶ γὰρ οἷς προσῆκε πενθῆσαι τριχί.
 

Ἠλέκτρα
καὶ μὴν ὅδ᾽ ἐστὶ κάρτ᾽ ἰδεῖν ὁμόπτερος—
 

Χορός

ποίαις ἐθείραις; τοῦτο γὰρ θέλω μαθεῖν.       175
 

Ἠλέκτρα
αὐτοῖσιν ἡμῖν κάρτα προσφερὴς ἰδεῖν.
 

Χορός
μῶν οὖν Ὀρέστου κρύβδα δῶρον ἦν τόδε;
 

Ἠλέκτρα
μάλιστ᾽ ἐκείνου βοστρύχοις προσείδεται.
 

Χορός
καὶ πῶς ἐκεῖνος δεῦρ᾽ ἐτόλμησεν μολεῖν;
 

Ἠλέκτρα

ἔπεμψε χαίτην κουρίμην χάριν πατρός.           180
 

Χορός
οὐχ ἧσσον εὐδάκρυτά μοι λέγεις τάδε,
εἰ τῆσδε χώρας μήποτε ψαύσει ποδί.
 

Ἠλέκτρα
κἀμοὶ προσέστη καρδίας κλυδώνιον
χολῆς, ἐπαίσθην δ᾽ ὡς διανταίῳ βέλει·

ἐξ ὀμμάτων δὲ δίψιοι πίπτουσί μοι                    185
σταγόνες ἄφρακτοι δυσχίμου πλημμυρίδος,
πλόκαμον ἰδούσῃ τόνδε· πῶς γὰρ ἐλπίσω
ἀστῶν τιν᾽ ἄλλον τῆσδε δεσπόζειν φόβης;
ἀλλ᾽ οὐδὲ μήν νιν ἡ κτανοῦσ᾽ ἐκείρατο,

ἐμὴ δὲ μήτηρ, οὐδαμῶς ἐπώνυμον                       190
φρόνημα παισὶ δύσθεον πεπαμένη.
ἐγὼ δ᾽ ὅπως μὲν ἄντικρυς τάδ᾽ αἰνέσω,
εἶναι τόδ᾽ ἀγλάισμά μοι τοῦ φιλτάτου
βροτῶν Ὀρέστου—σαίνομαι δ᾽ ὑπ᾽ ἐλπίδος.

 φεῦ.

εἴθ᾽ εἶχε φωνὴν εὔφρον᾽ ἀγγέλου δίκην,         195
ὅπως δίφροντις οὖσα μὴ ᾽κινυσσόμην,
ἀλλ᾽ εὖ ᾽σαφήνει τόνδ᾽ ἀποπτύσαι πλόκον,
εἴπερ γ᾽ ἀπ᾽ ἐχθροῦ κρατὸς ἦν τετμημένος,
ἢ ξυγγενὴς ὢν εἶχε συμπενθεῖν ἐμοὶ
ἄγαλμα τύμβου τοῦδε καὶ τιμὴν πατρός.        200

 ἀλλ᾽ εἰδότας μὲν τοὺς θεοὺς καλούμεθα,
οἵοισιν ἐν χειμῶσι ναυτίλων δίκην
στροβούμεθ᾽· εἰ δὲ χρὴ τυχεῖν σωτηρίας,
σμικροῦ γένοιτ᾽ ἂν σπέρματος μέγας πυθμήν.

 καὶ μὴν στίβοι γε, δεύτερον τεκμήριον,            205
ποδῶν ὅμοιοι τοῖς τ᾽ ἐμοῖσιν ἐμφερεῖς—
καὶ γὰρ δύ᾽ ἐστὸν τώδε περιγραφὰ ποδοῖν,
αὐτοῦ τ᾽ ἐκείνου καὶ συνεμπόρου τινός.
πτέρναι τενόντων θ᾽ ὑπογραφαὶ μετρούμεναι

εἰς ταὐτὸ συμβαίνουσι τοῖς ἐμοῖς στίβοις.      210
πάρεστι δ᾽ ὠδὶς καὶ φρενῶν καταφθορά.
 

 

Ὀρέστης
εὔχου τὰ λοιπά, τοῖς θεοῖς τελεσφόρους
εὐχὰς ἐπαγγέλλουσα, τυγχάνειν καλῶς.
 

Ἠλέκτρα
ἐπεὶ τί νῦν ἕκατι δαιμόνων κυρῶ;


Ὀρέστης

εἰς ὄψιν ἥκεις ὧνπερ ἐξηύχου πάλαι.               215
 

Ἠλέκτρα
καὶ τίνα σύνοισθά μοι καλουμένῃ βροτῶν;