Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

11 XENOPHANES.

Doxographie et fragments en français

10. Parmiscos - 12. Héraclite.

 

XENOPHANOS

 

 

 

 

11.  XENOPHANES.

 

A. LEBEN UND LEHRE.

1. DIOG. IX 18 ff.

(18) Ξενοφάνης Δεξίου ἤ, ὡς ᾿Απολλόδωρος (f. 21a Jac), ᾿Ορθομένους Κολοφώνιος ἐπαινεῖται πρὸς τοῦ Τίμωνος· φησὶ γοῦν (fr. 60 Diels, vgl. Xen. A 35)·

᾿Ξεινοφάνη θ᾿ ὑπάτυφον ῾Ομηραπάτην ἐπικόπτην.᾿

οὗτος ἐκπεσὼν τῆς πατρίδος ἐν Ζάγκληι τῆς Σικελίας <διέτριβε καὶ τῆς εἰς ᾿Ελέαν ἀποικίας κοινωνήσας ἐδίδασκεν ἐκεῖ>, διέτριβε δὲ καὶ ἐν Κατάνηι. διήκουσε δὲ κατ᾿ ἐνίους μὲν οὐδενός, κατ᾿ ἐνίους δὲ Βότωνος ᾿Αθηναίου ἤι, ὥς τινες, ᾿Αρχελάου. καί, ὡς Σωτίων φησί, κατ᾿ ᾿Αναξίμανδρον ἦν. γέγραφε δὲ ἐν ἔπεσι καὶ ἐλεγείας καὶ ἰάμβους καθ᾿ ῾Ησιόδου καὶ ῾Ομήρου, ἐπικόπτων αὐτῶν τὰ περὶ θεῶν εἰρημένα. ἀλλὰ καὶ αὐτὸς ἐρραψώιδει τὰ ἑαυτοῦ. ἀντιδοξάσαι τε λέγεται Θαλῆι (11 B 19) καὶ Πυθαγόραι (B 7), καθάψασθαι δὲ καὶ ᾿Επιμενίδου (B 20), μακροβιώτατός τε γέγονεν, ὥς που καὶ αὐτός φησιν

ἤδη δ᾿ ἑπτά τ᾿ ἔασι καὶ ἑξήκοντ᾿ ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδ᾿ ἀν᾿ ῾Ελλάδα γῆν·
ἐκ γενετῆς δὲ τότ᾿ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδ᾿ οἶδα λέγειν ἐτύμως. (B 8)

(19) φησὶ δὲ τέτταρα εἶναι τῶν ὄντων στοιχεῖα, κόσμους δὲ ἀπείρους, οὐ παραλλακτοὺς δέ. τὰ νέφη συνίστασθαι τῆς ἀφ᾿ ἡλίου ἀτμίδος ἀναφερομένης καὶ αἰρούσης αὐτὰ εἰς τὸ περιέχον. οὐσίαν θεοῦ σφαιροειδῆ, μηδὲν ὅμοιον ἔχουσαν ἀνθρώπωι· ὅλον δὲ ὁρᾶν καὶ ὅλον ἀκούειν, μὴ μέντοι ἀναπνεῖν· σύμπαντά τε εἶναι νοῦν καὶ φρόνησιν καὶ ἀίδιον. πρῶτός τε ἀπεφήνατο, ὅτι πᾶν τὸ γινόμενον φθαρτόν ἐστι καὶ ἡ ψυχὴ πνεῦμα.

ἔφη δὲ καὶ τὰ πολλὰ ἥσσω νοῦ εἶναι· καὶ τοῖς τυράννοις ἐντυγχάνειν ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα. (20) ᾿Εμπεδοκλέους δὲ εἰπόντος αὐτῶι ὅτι ἀνεύρετός ἐστιν ὁ σοφός ᾿εἰκότως᾿ ἔφη· ᾿σοφὸν γὰρ εἶναι δεῖ τὸν ἐπιγνωσόμενον τὸν σοφόν᾿ (vgl. 21 A 20). φησὶ δὲ Σωτίων πρῶτον αὐτὸν εἰπεῖν ἀκατάληπτα εἶναι τὰ πάντα, πλανώμενος.

ἐποίησε δὲ καὶ Κολοφῶνος κτίσιν καὶ τὸν εἰς ᾿Ελέαν τῆς ᾿Ιταλίας ἀποικισμὸν ἔπη δισχίλια. καὶ ἤκμαζε κατὰ τὴν ἑξηκοστὴν ὀλυμπιάδα (540-537, Apollod. fr. 21 b Jac. Vgl. B 8, 4). φησὶ δὲ Δημήτριος ὁ Φαληρεὺς ἐν τῶι Περὶ γήρως καὶ Παναίτιος ὁ Στωικὸς ἐν τῶι Περὶ εὐθυμίας (fr. 17 Fowler) ταῖς ἰδίας χερσὶ θάψαι τοὺς υἱεῖς αὐτόν, καθάπερ καὶ ᾿Αναξαγόραν. δοκεῖ δὲ πεπρᾶσθαι ὑπὸ <καὶ λελύσθαι ὑπὸ> τῶν Πυθαγορικῶν Παρμενίσκου καὶ ᾿Ορεστάδου, καθά φησι Φαβωρῖνος ἐν ᾿Απομνημονευμάτων πρώτωι ( FHG III, 577, fr. 6a). γέγονε δὲ καὶ ἄλλος Ξενοφάνης Λέσβιος ποιητὴς ἰάμβων.

2. IX, 21

Ξενοφάνους δὲ διήκουσε Παρμενίδης Πύρητος ᾿Ελεάτης. τοῦτον Θεόφραστος ἐν τῆι ᾿Επιτομῆι ( Dox. 482, fr 6a) ᾿Αναξιμάνδρου φησὶν ἀκοῦσαι. Vgl. 18 A 1.

3.  HERACLIT. (12 B 40)

πολυμαθίη νόον ἔχειν οὐ διδάσκει·

῾Ησίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεα καὶ ῾Εκαταῖον.

4. CICERO, Acad. II, 118 (aus Theophr.)

Xenophanes paulo etiam antiquior (als Anaxagoras) unum esse omnia.

5. DIOG. VIII, 56 (s. 21 A 1)

῞Ερμιππος οὐ Παρμενίδου, Ξενοφάνους δὲ γεγονέναι ζηλωτήν (᾿Εμπεδοκλῆς), ὧι καὶ συνδιατρῖψαι καὶ μιμήσασθαι τὴν ἐποποιίαν. (vgl. oben Z 22).

LUCIAN, Macrob. 20

Ξενοφάνης ὁ Δεξίνου μὲν υἱός, ᾿Αρχελάου δὲ τοῦ φυσικοῦ μαθητὴς(Verwirrung wie oben Z. 9)  ἐβίωσεν ἔτη ἓν καὶ ἐνενήκοντα.

7. CENSOR 15, 3

Xenophanes Colophonius maior annorum centum fuit.

8. CLEM. Strom I, 353 P

τῆς δὲ ᾿Ελεατικῆς ἀγωγῆς Ξενοφάνης ὁ Κολοφώνιος κατάρχει, ὅν φησι Τίμαιος (fr. 92; FHG I, 215) κατὰ ῾Ιέρωνα τὸν Σικελίας δυνάστην καὶ ᾿Επίχαρμον τὸν ποιητὴν γεγονέναι, ᾿Απολλόδωρος (fr. 22 Jac.) δὲ κατὰ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα (620-617) γενόμενον παρατετακέναι ἄχρι Δαρείου τε καὶ Κύρου χρόνων.

Aus derselben Quelle Sext. adv. math. I, 257

Ξενοφάνης Κολοφώνιος ἐγένετο περὶ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα (vgl. B 8).

9.  EUSEB, Chron., a) Ol. 56 (556-3)

Ξενοφάνης Κολοφώνιος ἐγνωρίζετο.

b) Ol.. 59-61 (richtig Arm. 60, 1 = 540)

᾿Ιβυκὸς ὁ μελοποιὸς καὶ Φερεκύδης ὁ ἱστοριογράφος καὶ Φωκυλίδης καὶ Ξενοφάνης ὁ φυσικὸς <καὶ Θέσπις> ὁ τραγωιδιῶν ποιητής. Vgl. A 1, S. 34, 27)

10. THEOL. arithm. p. 40 Ast. φ γὰρ καὶ ιδ (falsche Zahl.)

ἔτη ἔγγιστα ἀπὸ τῶν Τωικῶν ἱστορεῖται μέχρι Ξενοφάνους τοῦ φυσικοῦ καὶ τῶν Ἀνακρέοντός τε καὶ ἀναστάσεως, ἣν Φωκαεῖς φυγόντεσ Μασσαλίαν ὤικισαν· πᾶσι γὰρ τούτοις ὁμόχρονος ὁ Πυθαγόρας.

11.  PLUT.reg. apophth.; p. 175c

πρὸς δὲ Ξενοφάνην τὸν Κολοφώνιον εἰπόντα μόλις οἰκέτας δύο τρέφειν· ᾿ἀλλ᾿ ῞Ομηρος᾿ εἶπεν (Hiero), ᾿ὃν σὺ διασύρεις, πλείονας ἢ μυρίους τρέφει τεθνηκώς᾿.

APOPHTEGMATIK (vgl. A 1, S 34, 21-25)

12 ARIST., Rhet. II, 23; p. 1399b 5

ἄλλος (sc. τόπος) ἐκ τοῦ, τὸ συμβαῖνον ἐὰν ἦι ταὐτόν, ὅτι καὶ ἐξ ὧν συμβαίνει ταὐτά· οἷον Ξενοφάνης ἔλεγεν ὅτι ᾿ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν᾿· ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε.

13. II, 26; p. 1400b 5

οἷον Ξενοφάνης ᾿Ελεάταις ἐρωτῶσιν, εἰ θύωσι τῆι Λευκοθέαι καὶ θρηνῶσιν ἢ μή, συνεβούλευεν, εἰ μὲν θεὸν ὑπολαμβάνουσιν, μὴ θρηνεῖν, εἰ δ᾿ ἄνθρωπον, μὴ θύειν.

Anders Plut., Amat. 18, 12; p. 763d

Ξενοφάνης Αἰγυπτίοις ἐκέλευσε τὸν ῎Οσιριν εἰ θνητὸν νομίζουσι μὴ τιμᾶν ὡς θνητόν, εἰ δὲ θεὸν ἡγοῦνται μὴ θρηνεῖν.

Cfr. Kléméns Alex., Protrepticus 24,3

... τοῖς Αἰγυπτίοις, εἰ θεοὺς νομίζετε, μὴ θρηνεῖτε αὐτοὺς μηδὲ κόπτεσθε· εἰ δὲ πενθεῖτε αὐτούς, μηκέτι τούτους ἡγεῖσθε εἶναι θεούς.

de Is. et Os. 70; p. 379b

εὖ μὲν οὖν Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν (vgl. 12 B 127)

de supersti.13; p. 171e

Ξενοφάνης ὁ φυσικὸς τοὺς Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως· ᾿οὗτοι᾿ φησίν ᾿εἰ μὲν θεοί εἰσι, μὴ θρηνεῖτε αὐτούς· εἰ δ᾿ ἄνθρωποι, μὴ θύετε αὐτοῖς᾿. (vgl. Ps. Plut. apophth. Lac. 26 p 228 E.).

14. ARIST. Rhet. I, 15; p. 1377a 19

καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτι οὐκ ἴση πρόκλησις αὕτη ἀσεβεῖ πρὸς εὐσεβῆ, ἀλλ᾿ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο.

15. Metaph. IV, 5; p. 1010a 4

διὸ εἰκότως μὲν λέγουσιν, οὐκ ἀληθῆ δὲ λέγουσιν· οὕτω γὰρ ἁρμόττει μᾶλλον εἰπεῖν ἢ ὥσπερ ᾿Επίχαρμος εἰς Ξενοφάνην.

16.  PLUT. de vit. pud. 5; p. 530e.

μὴ δυσωπηθῆις μηδὲ δείσηις σκωπτόμενος, ἀλλ᾿῍ὥσπερ Ξενοφάνης Λάσου τοῦ ῾Ερμιονέως μὴ βουλόμενον αὐτῶι συγκυβεύειν δειλὸν ἀποκαλοῦντος ὡμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος.

17. -- de commun. not. 46, 3; p. 1084f

ὁ μὲν οὖν Ξενοφάνης διηγουμένου τινὸς ἐγχέλεις ἑωρακέναι ἐν ὕδατι θερμῶι ζώσας· ᾿οὐκοῦν᾿ εἶπεν ᾿ἐν ψυχρῶι αὐτὰς ἑψήσομεν᾿.

POESIE.

18. DIOG. IX, 22

καὶ αὐτὸς (Parmenides) δὲ διὰ ποιημάτων φιλοσοφεῖ καθάπερ ῾Ησίοδός τε καὶ Ξενοφάνης καὶ ᾿Εμπεδοκλῆς. Vgl. S 10 Z 30 und S 34 A 5.

19. IX 18 (oben S. 34, 10) II, 46 (vgl. S 26, 18)

ἀποθανόντι δὲ (῾Ομήρωι ἐφιλονίκει) Ξενοφάνης ὁ Κολοφώνιος καὶ Κέρκωψ ῾Ησιόδωι ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης.

20. STRABO XIV; p. 643

Ξενοφάνης ὁ φυσικὸς ὁ τοὺς Σίλλους ποιήσας διὰ ποιημάτων.

21. APUL., Florida c. 20

canit enim Empedocles carmina, Plato dialogos, Socrates hymnos, Epicharmus comoedias, Xenophon historias,  Xenocrates (Xenophanes Casaubonus, besser Crates Rohde) satiras.

22.  PROC. zu Hesiod. opp. 284 'aus Plutarch.)

Ξενοφάνης διὰ δή τινα πρὸς τοὺς κατ᾿ αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν Σίλλους ἀτόπους ἐκθεῖναι λέγεται κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν.

23.  SCHOL.. ABT zu B 212

ἤδη δὲ οὐ Ξενοφάνει, ἀλλ᾿ ῾Ομήρωι πρώτωι Σίλλοι πεποίηνται, ἐν οἷς αὐτός τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης τοὺς ἀρίστους.

24.  ARIUS DID. bei Stob. ecl. II, 1, 18 (p. 6, 14 W.)

Ξενοφάνους πρώτου λόγος ἦλθεν εἰς τοὺς ῞Ελληνας ἄξιος γραφῆς ἅμα παιδιᾶι τάς τε τῶν ἄλλων τόλμας ἐπιπλήττοντος καὶ τὴν αὑτοῦ παριστάντος εὐλάβειαν, ὡς ἄρα θεὸς μὲν οἷδε τὴν ἀλήθειαν, ᾿δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται᾿ (fr. 34, 4). Vgl. 11 A 35.

25.  CICERO, Acad. prior. II, 23, 74

Parmenides, Xenophanes, minus bonis quamquam versibus, sed tamen illi versibus increpant eorum adrogantiam quasi irati, qui cum sciri nihil possit, audeant se scire dicere.

26. PHILO, De provid. II, 39

non ita tamen Xenophanes aut Parmenides aut Empedocles sive alii quicumque theologi a poesi capti sunt divini viri (sc. deos mendaces finxerunt), sed potius theoriam naturae gaudio amplexi et vitam omnem ad pietatem laudemque deorum dedicantes optimi quidem viri comperti sunt, poetae tamen non felices: quos oportebat divinitus spiritum sortiri gratiamque de caelo metrum carmen rhythmumque caelestem ac divinum, ut poemata vera relinquerent velut prototypum libri perfectum et pulcrum cunctis exemplar.

Ebend. 42

at quare Empedocles, Parmenides, Xenophanes aemulatorque istorum chorus non sortiti sunt spiritum Musarum, cum theologiam exercuerunt?

27. ATHEN. XIV, 632  CD

ὅτι δὲ πρὸς τὴν μουσικὴν οἰκειότατα διέκειντο οἱ ἀρχαῖοι, δῆλον καὶ ἐξ ῾Ομήρου· ὃς διὰ τὸ μεμελοποιηκέναι πᾶσαν ἑαυτοῦ τὴν ποίησιν ἀφροντιστὶ (τοὺς) πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. Ξενοφάνης δὲ καὶ Σόλων καὶ Θέογνις καὶ Φωκυλίδης, ἔτι δὲ Περίανδρος ὁ Κορίνθιος ἐλεγειοποιὸς καὶ τῶν λοιπῶν οἱ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελωιδίαν ἐκπονοῦσι τοὺς στίχους τοῖς ἀριθμοῖς καὶ τῆι τάξει τῶν μέτρων καὶ σκοποῦσιν ὅπως αὐτῶν μηδεὶς <μήτε> ἀκέφαλος ἔσται μήτε λαγαρὸς μήτε μείουρος.

LEHRE.

28. [ARIST] de Melisso Xenophane Gorgia, cc. 3.-4

ed. Bekker p. 977a

c. 3 (1) ᾿Αδύνατόν φησιν εἶναι, εἴ τι ἔστι, γενέσθαι, τοῦτο λέγων ἐπὶ τοῦ θεοῦ· ἀνάγκη γὰρ ἤτοι ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γενέσθαι τὸ γενόμενον· δυνατὸν δὲ οὐδέτερον· οὔτε γὰρ ὅμοιον ὑφ᾿ ὁμοίου προσήκειν τεκνωθῆναι μᾶλλον ἢ τεκνῶσαι (ταὐτὰ γὰρ ἅπαντα τοῖς γε ἴσοις καὶ ὁμοίως ὑπάρχειν πρὸς ἄλληλα) οὔτ᾿ ἂν ἐξ ἀνομοίου τἀνόμοιον γενέσθαι. (2) εἰ γὰρ γίγνοιτο ἐξ ἀσθενεστέρου τὸ ἰσχυρότερον ἢ ἐξ ἐλάττονος τὸ μεῖζον ἢ ἐκ χείρονος τὸ κρεῖττον, ἢ τοὐναντίον τὰ χείρω ἐκ τῶν κρειττόνων, τὸ ὂν ἐξ οὐκ ὄντος ἂν γενέσθαι· ὅπερ ἀδύνατον ἀίδιον μὲν οὖν διὰ ταῦτα εἶναι τὸν θεόν. (3) εἰ δ᾿ ἔστιν ὁ θεὸς ἁπάντων κράτιστον, ἕνα φησὶν αὐτὸν προσήκειν εἶναι. εἰ γὰρ δύο ἢ πλείους εἶεν, οὐκ ἂν ἔτι κράτιστον καὶ βέλτιστον αὐτὸν εἶναι πάντων. ἕκαστος γὰρ ὢν θεὸς τῶν πολλῶν ὁμοίως ἂν τοιοῦτος εἴη. τοῦτο γὰρ θεὸν καὶ θεοῦ δύναμιν εἶναι, κρατεῖν, ἀλλὰ μὴ κρατεῖσθαι, καὶ πάντων κράτιστον εἶναι. ὥστε καθὸ μὴ κρείττων, κατὰ τοσοῦτον οὐκ εἶναι θεόν. (4) πλειόνων οὖν ὄντων, εἰ μὲν εἶεν τὰ μὲν ἀλλήλων κρείττους τὰ δὲ ἥττους, οὐκ ἂν εἶναι θεούς· πεφυκέναι γὰρ τὸ θεῖον μὴ κρατεῖσθαι. (5) ἴσων δὲ ὄντων, οὐκ ἂν ἔχειν θεοῦ φύσιν, ὃν δεῖν εἶναι κράτιστον· τὸ δὲ ἴσον οὔτε βέλτιον οὔτε χεῖρον εἶναι τοῦ ἴσου. ὥστ᾿ εἴπερ εἴη τε καὶ τοιοῦτον εἴη θεός, ἕνα μόνον εἶναι τὸν θεόν. οὐδὲ γὰρ οὐδὲ πάντα δύνασθαι ἂν ἃ βούλοιτο (οὐ γὰρ ἂν δύνασθαι) πλειόνων ὄντων· ἕνα ἄρα εἶναι μόνον. (6) ἕνα δ᾿ ὄντα ὅμοιον εἶναι πάντη, ὁρῶντα καὶ ἀκούοντα τάς τε ἄλλας αἰσθήσεις ἔχοντα πάντη· εἰ γὰρ μή, κρατεῖν ἂν καὶ κρατεῖσθαι ὑπ᾿ ἀλλήλων τὰ μέρη θεοῦ (ὄντα), ὅπερ ἀδύνατον.

977b. (7) πάντη δ᾿ ὅμοιον ὄντα σφαιροειδῆ εἶναι· οὐ γὰρ τῆ μὲν τῆ δ᾿ οὐ τοιοῦτον εἶναι, ἀλλὰ πάντη. (8) ἀίδιον δὲ ὄντα καὶ ἕνα καὶ <ὅμοιον καὶ> σφαιροειδῆ οὔτε ἄπειρον οὔτε πεπεράνθαι. ἄπειρον μὲν <γὰρ> τὸ μὴ ὂν εἶναι· τοῦτο γὰρ οὔτε μέσον οὔτε ἀρχὴν καὶ τέλος οὔτ᾿ ἄλλο οὐδὲν μέρος ἔχειν, τοιοῦτον δὲ εἶναι τὸ ἄπειρον· οἷον δὲ τὸ μὴ ὄν, οὐκ ἂν εἶναι τὸ ὄν· περαίνειν δὲ πρὸς ἄλληλα, εἰ πλείω εἴη. τὸ δὲ ἓν οὔτε τῶι οὐκ ὄντι οὔτε τοῖς πολλοῖς ὡμοιῶσθαι· ἓν γὰρ <ὂν> οὐκ ἔχειν, πρὸς ὅτι περανεῖ. (9) τὸ δὴ τοιοῦτον ἕν, ὃν τὸν θεὸν εἶναι λέγει, οὔτε κινεῖσθαι οὔτε ἀκίνητον εἶναι· ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὄν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτ᾿ ἐκεῖνο εἰς ἄλλο ἐλθεῖν. κινεῖσθαι δὲ τὰ πλείω ὄντα ἑνός· ἕτερον γὰρ εἰς ἕτερον δεῖν κινεῖσθαι. εἰς μὲν οὖν τὸ μὴ ὂν οὐδὲν ἂν κινηθῆναι. (10) τὸ γὰρ μὴ ὂν οὐδαμῆ εἶναι, εἰ δὲ εἰς ἄλληλα μεταβάλλοι, πλείω ἂν τὸ ἓν εἶναι ἑνός. διὰ ταῦτα δὴ κινεῖσθαι μὲν ἂν τὰ δύο ἢ πλείω ἑνός, ἠρεμεῖν δὲ καὶ ἀκίνητον εἶναι τὸ οὐδέν. (11) τὸ δὲ ἓν οὔτε ἀτρεμεῖν οὔτε κινεῖσθαι· οὔτε γὰρ τῶι μὴ ὄντι οὔτε τοῖς πολλοῖς ὅμοιον εἶναι· κατὰ πάντα δὲ οὕτως ἔχοντα τὸν θεόν, ἀίδιόν τε καὶ ἕνα, ὅμοιόν τε καὶ σφαιροειδῆ ὄντα, οὔτε ἄπειρον οὔτε πεπερασμένον οὔτε ἠρεμοῦντα οὔτε κινητὸν εἶναι.

c. 4 (1) Πρῶτον μὲν οὖν λαμβάνει τὸ γιγνόμενον καὶ οὗτος ἐξ ὄντος γίγνεσθαι, ὥσπερ ὁ Μέλισσος (20 A 5). καίτοι τί κωλύει μήτ᾿ ἐξ ὁμοίου <μήτ᾿ ἐξ ἀνομοίου> τὸ γιγνόμενον γίγνεσθαι, ἀλλ᾿ ἐκ μὴ ὄντος; ἔτι οὐδὲν μᾶλλον ὁ θεὸς ἀγένητος ἢ καὶ τἆλλα πάντα, εἴπερ ἅπαντα ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γέγονεν (ὅπερ ἀδύνατον). ὥστε ἢ οὐδέν ἐστι παρὰ τὸν θεὸν ἢ καὶ τὰ ἄλλα ἀίδια πάντα. (2) ἔτι κράτιστον τὸν θεὸν λαμβάνει, τοῦτο δυνατώτατον καὶ βέλτιστον λέγων· οὐ δοκεῖ δὲ τοῦτο κατὰ τὸν νόμον, ἀλλὰ πολλὰ κρείττους εἶναι ἀλλήλων οἱ θεοί. οὐκ οὖν ἐκ τοῦ δοκοῦντος εἴληφε ταύτην κατὰ τοῦ θεοῦ τὴν ὁμολογίαν. (3) τό τε κράτιστον εἶναι τὸν θεὸν οὐχ οὕτως ὑπολαμβάνειν λέγεται, ὡς πρὸς ἄλλο τι τοιαύτη ἡ τοῦ θεοῦ φύσις, ἀλλὰ πρὸς τὴν αὑτοῦ διάθεσιν, ἐπεὶ τοί γε πρὸς ἕτερον οὐδὲν ἂν κωλύοι μὴ τῆι αὑτοῦ ἐπιεικείαι καὶ ῥώμηι ὑπερέχειν, ἀλλὰ διὰ τὴν τῶν ἄλλων ἀσθένειαν. θέλοι δ᾿ ἂν οὐδεὶς οὕτω τὸν θεὸν φάναι κράτιστον εἶναι, ἀλλ᾿ ὅτι αὐτὸς ἔχει ὡς οἷόν τε ἄριστα, καὶ οὐδὲν ἐλλείπει καὶ εὖ καὶ καλῶς ἔχειν αὐτῶι· τἆλλα γὰρ ἴσως ἔχοντι κἀκεῖνο ἂν συμβαίνοι. (4) οὕτω δὲ διακεῖσθαι καὶ πλείους αὐτοὺς ὄντας οὐδὲν ἂν κωλύοι, ἅπαντας ὡς 978a  οἷόν τε ἄριστα διακειμένους, καὶ κρατίστους τῶν ἄλλων, οὐχ αὑτῶν ὄντας. (5) ἔστι δ᾿, ὡς ἔοικε, καὶ ἄλλα. κράτιστον γὰρ εἶναι τὸν θεόν φησι, τοῦτο δὲ τινῶν εἶναι ἀνάγκη· ἕνα τ᾿ ὄντα πάντη ὁρᾶν καὶ ἀκούειν οὐδὲν προσήκει· οὐδὲ γὰρ εἰ μὴ καὶ τῆδ᾿ ὁρᾶι, χεῖρον ὁρᾶι ταύτη, ἀλλ᾿ οὐχ ὁρᾶι. ἀλλ᾿ ἴσως τοῦτο βούλεται τὸ πάντη αἰσθάνεσθαι, ὅτι οὕτως ἂν βέλτιστα ἔχοι, ὅμοιος ὢν πάντη. (6) ἔτι τοιοῦτος ὢν διὰ τί σφαιροειδὴς ἂν εἴη, ἀλλ᾿ οὐχ (ὅτι) ἑτέραν τινὰ μᾶλλον ἔχων ἰδέαν, ὅτι πάντη ἀκούει καὶ πάντη κρατεῖ; ὥσπερ γὰρ ὅταν λέγωμεν τὸ ψιμύθιον ὅτι πάντη ἐστὶ λευκόν, οὐδὲν ἄλλο σημαίνομεν ἢ ὅτι ἐν ἅπασιν αὐτοῦ τοῖς μέρεσιν ἐγκέχρωσται ἡ λευκότης· τί δὴ κωλύει οὕτως κἀκεῖ τὸ πάντη ὁρᾶν καὶ ἀκούειν καὶ κρατεῖν λέγεσθαι, ὅτι ἅπαν ὃ ἄν τις αὐτοῦ λαμβάνηι μέρος, τοῦτ᾿ ἔσται πεπονθός; ὥσπερ δὲ οὐδὲ τὸ ψιμύθιον, οὐδὲ τὸν θεὸν ἀνάγκη εἶναι διὰ τοῦτο σφαιροειδῆ. (7) ἔτι μήτε ἄπειρον <εἶναι> μήτε πεπεράνθαι σῶμά γε ὄντα καὶ ἔχοντα μέγεθος πῶς οἷόν τε, εἴπερ τοῦτ᾿ ἐστὶν ἄπειρον ὃ ἂν μὴ ἔχηι πέρας δεκτικὸν ὂν πέρατος, πέρας δ᾿ ἐν μεγέθει καὶ πλήθει ἐγγίγνεται καὶ ἐν ἅπαντι τῶι ποσῶι, ὥστε εἰ μὴ ἔχει πέρας μέγεθος ὂν ἄπειρόν ἐστιν; (8) ἔτι δὲ σφαιροειδῆ ὄντα ἀνάγκη πέρας ἔχειν· ἔσχατα γὰρ ἔχει, εἴπερ μέσον ἔχει αὑτοῦ, οὗ πλεῖστον ἀπέχει. μέσον δὲ ἔχει σφαιροειδὴς ὤν· τοῦτο γάρ ἐστι σφαιροειδὲς ὃ ἐκ τοῦ μέσου ὁμοίως πρὸς τὰ ἔσχατα. (9) σῶμα δ᾿ ἔσχατα ἢ πέρατα ἔχειν, οὐδὲν διαφέρει. *** εἰ γὰρ καὶ τὸ μὴ ὂν ἄπειρόν ἐστι, τί οὐκ ἂν καὶ τὸ ὂν ἄπειρον; τί γὰρ κωλύει ἔνια ταὔτ᾿ ἂν λεχθῆναι κατὰ τοῦ ὄντος καὶ μὴ ὄντος; τό τε γὰρ ὂν οὐκ ὂν οὐδεὶς νῦν αἰσθάνεται, καὶ ὂν δέ τις οὐκ ἂν αἰσθάνοιτο ἃ νῦν· ἄμφω δὲ λεκτὰ καὶ διανοητά *** οὐ λευκόν τε τὸ μὴ ὄν· ἢ οὖν διὰ τοῦτο τὰ ὄντα πάντα λευκά, ὅπως μή τι ταὐτὸ κατὰ τοῦ ὄντος σημήνωμεν καὶ μὴ ὄντος, ἢ οὐδέν, οἶμαι, κωλύει καὶ τῶν ὄντων τι μὴ εἶναι λευκόν· οὕτω δὲ καὶ μᾶλλον ἂν ἀπόφασιν δέξαιτο (τὸ ἄπειρον), εἰ κατὰ τὸ πάλαι λεχθέν τι (μᾶλλον) παρὰ τὸ μὴ ἔχειν <πέρας> ἐστὶν ἄπειρον· ὥστε καὶ τὸ ὂν ἢ ἄπειρον ἢ πέρας ἔχον ἐστίν. (10) ἴσως δὲ ἄτοπον καὶ τὸ προσάπτειν τῶι μὴ ὄντι ἀπειρίαν· οὐ γὰρ πᾶν, εἰ μὴ ἔχει πέρας, ἄπειρον λέγομεν, ὥσπερ οὐδ᾿ ἄνισον οὐκ ἂν φαῖμεν εἶναι τὸ μὴ ἴσον.

978b (11) ἔ<τι> τί οὐκ ἂν ἔχοι ὁ θεὸς πέρας εἷς ὤν, ἀλλ᾿ οὐ πρὸς θεόν; εἰ δὲ ἓν μόνον ἐστὶν ὁ θεός, <ἓν> ἂν εἴη μόνον καὶ τὰ τοῦ θεοῦ μέρη. (12) ἔτι καὶ τοῦτ᾿ ἄτοπον, εἰ τοῖς πολλοῖς ξυμβέβηκεν πεπεράνθαι πρὸς ἄλληλα, διὰ τοῦτο τὸ ἓν μὴ ἔχειν πέρας. πολλὰ γὰρ τοῖς πολλοῖς καὶ τῶι ἑνὶ ὑπάρχει ταὐτά, ἐπεὶ καὶ τὸ εἶναι κοινὸν αὐτοῖς ἐστιν. ἄτοπον οὖν ἴσως ἂν εἴη, εἰ διὰ τοῦτο μὴ φαῖμεν εἶναι τὸν θεόν, εἰ τὰ πολλὰ ἔστιν, ὅπως μὴ ὅμοιον ἔσται αὐτοῖς ταύτη. (13) ἔτι τί κωλύει πεπεράνθαι καὶ ἔχειν πέρατα ἓν ὄντα τὸν θεόν; ὡς καὶ ὁ Παρμενίδης (Β 8, 43) λέγει ἓν ὂν εἶναι αὐτὸν ᾿πάντοθεν εὐκύκλου σφαίρας ἐναλίγκιον ὄγκωι, μεσσόθεν ἰσοπαλές᾿. τὸ γὰρ πέρας τινὸς μὲν ἀνάγκη εἶναι, οὐ μέντοι πρός τί γε, οὐδὲ ἀνάγκη τὸ ἔχον πέρας πρός τι ἔχειν πέρας, ὡς πεπερασμένον πρὸς τὸ (μὴ) ἐφεξῆς ἄπειρον, ἀλλ᾿ ἔστι τὸ πεπεράνθαι ἔσχατα ἔχειν, ἔσχατα δ᾿ ἔχον οὐκ ἀνάγκη πρός τι ἔχειν. (14) ἐνίοις μὲν οὖν συμβαίνοι γ᾿ ἂν καὶ πεπεράνθαι <καὶ> πρός τι συνάπτειν, τοῖς δὲ πεπεράνθαι μέν, μὴ μέντοι πρός τι πεπεράνθαι. (15) πάλιν περὶ τοῦ ἀκίνητον εἶναι τὸ ὂν καὶ τὸ <μὴ> ὄν <λεκτέον ὅτι τὸ ὑπολαμβάνειν ἀκίνητον εἶναι τὸ μὴ ἄν>, ὅτι καὶ τὸ ὂν κινεῖται, ἴσως ὁμοίως τοῖς ἔμπροσθεν ἄτοπον. καὶ ἔτι· ἆρά γε οὐ ταὐτὸ ἄν τις ὑπολάβοι τὸ μὴ κινεῖσθαι καὶ τὸ ἀκίνητον εἶναι, ἀλλὰ τὸ μὲν ἀπόφασιν τοῦ κινεῖσθαι, ὥσπερ τὸ μὴ ἴσον, ὅπερ καὶ κατὰ τοῦ μὴ ὄντος εἰπεῖν ἀληθές, τὸ δὲ ἀκίνητον τῶι ἔχειν πως ἤδη λέγεσθαι, ὥσπερ τὸ ἄνισον, καὶ ἐπὶ τῶι ἐναντίωι τοῦ κινεῖσθαι, τῶι ἠρεμεῖν, ὡς καὶ σχεδὸν αἱ ἀπὸ τοῦ α ἀποφάσεις ἐπὶ ἐναντίοις λέγονται; τὰ μὲν οὖν μὴ κινεῖσθαι ἀληθὲς ἐπὶ τοῦ μὴ ὄντος, τὸ δὲ ἠρεμεῖν οὐχ ὑπάρχει τῶι μὴ ὄντι. ὁμοίως δὲ οὐδὲ <τὸ> ἀκίνητον εἶναι σημαίνει ταὐτόν. ἀλλ᾿ οὗτος ἐπὶ τῶι ἠρεμεῖν αὐτῶι χρῆται, καὶ φησὶ τὸ μὴ ὂν ἠρεμεῖν, ὅτι οὐκ ἔχει μετάβασιν. (16) ὅπερ τε καὶ ἐν τοῖς ἄνω εἴπομεν, ἄτοπον ἴσως, εἴ τι τῶι μὴ ὄντι προσάπτομεν, τοῦτο μὴ ἀληθὲς εἶναι κατὰ τοῦ ὄντος εἰπεῖν, ἄλλως τε κἂν ἀπόφασις ἧι τὸ λεχθέν, οἷον καὶ τὸ μὴ κινεῖσθαι μηδὲ μεταβαίνειν ἐστί. πολλὰ γὰρ ἄν, καθάπερ καὶ ἐλέχθη, ἀφαιροῖτο τῶν ὄντων κατηγορεῖν. οὐδὲ γὰρ ἂν πολλὰ ἀληθὲς εἰπεῖν εἴη μὴ ἕν, εἴπερ καὶ τὸ μὴ ὄν ἐστι μὴ ἕν. (17) ἔτι ἐπ᾿ ἐνίων τἀναντία ξυμβαίνειν δοκεῖ κατὰ τὰς αὐτὰς ἀποφάσεις· οἷον ἀνάγκη ἢ ἴσον ἢ ἄνισον, ἄν τι πλῆθος ἢ μέγεθος ἦι, καὶ ἄρτιον ἢ περιττόν, ἂν ἀριθμὸς ἧι· ὁμοίως δ᾿ ἴσως καὶ τὸ <ὂν ἢ> ἠρεμεῖν ἢ κινεῖσθαι ἀνάγκη, ἂν σῶμα ἦι· (18) ἔτι εἰ καὶ διὰ τοῦτο μὴ κινεῖται ὁ θεός τε καὶ τὸ ἕν, ὅτι τὰ πολλὰ κινεῖται τῶι εἰς ἄλληλα ἰέναι, τί κωλύει καὶ τὸν θεὸν κινεῖσθαι εἰς ἄλλο; οὐδα<μοῦ γὰρ λέγει> ὅτι <ἕν ἐστι> μόνον, ἀλλ᾿ ὅτι εἷς μόνος θεός. (19) εἰ δὲ καὶ οὕτως, τί κωλύει εἰς ἄλληλα κινουμένων τῶν μερῶν τοῦ <θεοῦ> κύκλωι φέ<ρεσθαι τὸν> θεόν; οὐ γὰρ δὴ τὸ τοιοῦτον ἕν, ὥσπερ ὁ Ζήνων, πολλὰ εἶναι φήσει. αὐτὸς γὰρ σῶμα λέγει εἶναι τὸν θεόν, εἴτε τόδε τὸ πᾶν εἴτε ὅ τι δήποτε αὐτὸ λέγων· ἀσώματος γὰρ ὢν πῶς ἂν σφαιροειδὴς εἴη; (20) ἔτι μόνως γ᾿ ἂν οὕτως οὔτ᾿ ἂν κινοῖτο οὔτ᾿ ἂν ἠρεμοῖ μηδαμοῦ γε ὤν; ἐπεὶ δὲ σῶμά ἐστι, τί ἂν αὐτὸ κωλύοι κινεῖσθαι, ὡς ἐλέχθη;

29. PLATO. Sophist. 242cd (der Fremde aus Elea spricht)

μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν, ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πηι, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐκγόνων παρέχεται(vgl. 71 B 1.4) · δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι (vgl. 47 A 4)· τὸ δὲ παρ᾿ ἡμῶν ᾿Ελεατικὸν ἔθνος, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον (vglr. Phileb. 16cd), ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων, οὕτω διεξέρχεται τοῖς μύθοις.

PHILOP. phys. 125, 27 Vitell.

ὁ Πορφύριός φησι τὸν Ξενοφάνη τὸ ξηρὸν καὶ τὸ ὑγρὸν δοξάσαι ἀρχάς, τὴν γῆν λέγω καὶ τὸ ὕδωρ, καὶ χρῆσιν αὐτοῦ παρατίθεται τοῦτο δηλοῦσαν ᾿γῆ καὶ ὕδωρ πάντ᾿ ἔσθ᾿ ὅσα φύοντ᾿ ἠδὲ γίνονται᾿ (B 29)· ταύτης δὲ τῆς δόξης δοκεῖ καὶ ῞Ομηρος εἶναι ἐν οἷς φησιν ᾿ἀλλ᾿ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε᾿ (Il. VII, 99).

30.  ARISTOT., Metaph. I, 5; p. 986b 18

Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ τὸν λόγον ἑνὸς ἅπτεσθαι, Μέλισσος δὲ τοῦ κατὰ τὴν ὕλην· διὸ καὶ ὁ μὲν πεπερασμένον, ὁ δ᾿ ἄπειρόν φησιν εἶναι αὐτό· Ξενοφάνης δὲ πρῶτος τούτων ἑνίσας (ὁ γὰρ Παρμενίδης τούτου λέγεται γενέσθαι μαθητής) οὐδὲν διεσαφήνισεν, οὐδὲ τῆς φύσεως τούτων οὐδετέρας ἔοικε θιγεῖν, ἀλλ᾿ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας τὸ ἓν εἶναί φησι τὸν θεόν (vgl. B 23)· οὗτοι μὲν οὖν, καθάπερ εἴπομεν, ἀφετέοι πρὸς τὴν νῦν παροῦσαν ζήτησιν, οἱ μὲν δύο καὶ πάμπαν ὡς ὄντες μικρὸν ἀγροικότεροι, Ξενοφάνης καὶ Μέλισσος.

31. SIMPL. Phys. 22, 22ff.

(1) ἀνάγκη τοίνυν τὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ οὐ μίαν, ταὐτὸν δὲ εἰπεῖν πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον ἢ κινουμένην, καὶ εἰ ἀκίνητον, ἤτοι ἄπειρον ὡς Μέλισσος ὁ Σάμιος δοκεῖ λέγειν, ἢ πεπερασμένην ὡς Παρμενίδης Πύρητος ᾿Ελεάτης, οὐ περὶ φυσικοῦ στοιχείου λέγοντες οὗτοι, ἀλλὰ περὶ τοῦ ὄντως ὄντος. (2) μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἓν τὸ ὂν καὶ πᾶν (καὶ οὔτε πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε ἠρεμοῦν) Ξενοφάνην τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαί φησιν ὁ Θεόφραστος (Physicorum Op., fr. 5; D. 480) ὁμολογῶν ἑτέρας εἶναι μᾶλλον ἢ τῆς περὶ φύσεως ἱστορίας τὴν μνήμην τῆς τούτου δόξης. (3) τὸ γὰρ ἓν τοῦτο καὶ πᾶν τὸν θεὸν ἔλεγεν ὁ Ξενοφάνης, ὃν ἕνα μὲν δείκνυσιν ἐκ τοῦ πάντων κράτιστον εἶναι· πλειόνων γάρ, φησίν, ὄντων ὁμοίως ὑπάρχειν ἀνάγκη πᾶσι τὸ κρατεῖν· τὸ δὲ πάντων κράτιστον καὶ ἄριστον θεός. (4) ἀγένητον δὲ ἐδείκνυεν ἐκ τοῦ δεῖν τὸ γινόμενον ἢ ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γίνεσθαι. ἀλλὰ τὸ μὲν ὅμοιον ἀπαθές φησιν ὑπὸ τοῦ ὁμοίου· οὐδὲν γὰρ μᾶλλον γεννᾶν ἢ γεννᾶσθαι προσήκει τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου· εἰ δὲ ἐξ ἀνομοίου γίνοιτο, ἔσται τὸ ὂν ἐκ τοῦ μὴ ὄντος. καὶ οὕτως ἀγένητον καὶ ἀίδιον ἐδείκνυ. (5) οὔτε δὲ ἄπειρον οὔτε πεπερασμένον εἶναι, διότι ἄπειρον μὲν τὸ μὴ ὂν ὡς οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τέλος, περαίνειν δὲ πρὸς ἄλληλα τὰ πλείω. (6) παραπλησίως δὲ καὶ τὴν κίνησιν ἀφαιρεῖ καὶ τὴν ἠρεμίαν. ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὄν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτε αὐτὸ πρὸς ἄλλο ἐλθεῖν· κινεῖσθαι δὲ τὰ πλείω τοῦ ἑνός· ἕτερον γὰρ εἰς ἕτερον μεταβάλλειν. (7) ὥστε καὶ ὅταν ἐν ταὐτῶι μένειν λέγηι καὶ μὴ κινεῖσθαι, ᾿αἰεὶ δ᾿ ἐν ταὐτῶι μίμνει κινούμενος οὐδέν, οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι᾿ (Β 26), οὐ κατὰ τὴν ἠρεμίαν τὴν ἀντικειμένην τῆι κινήσει μένειν αὐτό φησιν, ἀλλὰ κατὰ τὴν ἀπὸ κινήσεως καὶ ἠρεμίας ἐξηιρημένην μονήν. (8) Νικόλαος δὲ ὁ Δαμασκηνὸς ὡς ἄπειρον καὶ ἀκίνητον λέγοντος αὐτοῦ τὴν ἀρχὴν ἐν τῆι Περὶ θεῶν ἀπομνημονεύει, ᾿Αλέξανδρος δὲ ὡς πεπερασμένον αὐτὸ καὶ σφαιροειδές. (9) ἀλλ᾿ ὅτι μὲν οὔτε ἄπειρον οὔτε πεπερασμένον αὐτὸ δείκνυσιν, ἐκ τῶν προειρημένων δῆλον· πεπερασμένον δὲ καὶ σφαιροειδὲς αὐτὸ διὰ τὸ πανταχόθεν ὅμοιον λέγειν. καὶ πάντα νοεῖν δέ φησιν αὐτὸ λέγων ᾿ἀλλ᾿ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει᾿ (B 25).

32. [PLUT.]  Strom. 4 (Eus., P. E. I, 8, 4; Dox. 580)

Ξενοφάνης δὲ ὁ Κολοφώνιος ἰδίαν τινὰ ὁδὸν πεπορευμένος καὶ παρηλλαχυῖαν πάντας τοὺς προειρημένους (Θαλῆς, Αναξίιμανδρος, Αναξιμένης) οὔτε γένεσιν οὔτε φθορὰν ἀπολείπει, ἀλλ᾿ εἶναι λέγει τὸ πᾶν ἀεὶ ὅμοιον· εἰ γὰρ γίγνοιτο τοῦτο, φησίν, ἀναγκαῖον πρὸ τούτου μὴ εἶναι λέγει τὸ μὴ ὂν δὲ οὐκ ἂν γένοιτο οὐδ᾿ ἂν τὸ μὴ ὂν ποιήσαι τι οὔτε ὑπὸ τοῦ μὴ ὄντος γένοιτ᾿ ἄν τι. ἀποφαίνεται δὲ καὶ τὰς αἰσθήσεις ψευδεῖς καὶ καθόλου σὺν αὐταῖς καὶ αὐτὸν τὸν λόγον διαβάλλει. ἀποφαίνεται δὲ καὶ τῶι χρόνωι καταφερομένην συνεχῶς καὶ κατ᾿ ὀλίγον τὴν γῆν εἰς τὴν θάλασσαν χωρεῖν. φησὶ δὲ καὶ τὸν ἥλιον ἐκ μικρῶν καὶ πλειόνων πυριδίων ἀθροίζεσθαι. ἀποφαίνεται δὲ καὶ περὶ θεῶν ὡς οὐδεμιᾶς ἡγεμονίας ἐν αὐτοῖς οὔσης· οὐ γὰρ ὅσιον δεσπόζεσθαί τινα τῶν θεῶν· ἐπιδεῖσθαί τε μηδενὸς αὐτῶν μηδένα μηδ᾿ ὅλως· ἀκούειν δὲ καὶ ὁρᾶν καθόλου καὶ μὴ κατὰ μέρος. ἀποφαίνεται δὲ καὶ τὴν γῆν ἄπειρον εἶναι καὶ μὴ κατὰ πᾶν μέρος περιέχεσθαι ὑπὸ ἀέρος· γίνεσθαι δὲ ἅπαντα ἐκ γῆς· τὸν δὲ ἥλιόν φησι καὶ τὰ ἄστρα ἐκ τῶν νεφῶν γίνεσθαι.

33. HIPPOL. Ref. I, 14 (Dox. 565)

(1) Ξενοφάνης δὲ ὁ Κολοφώνιος ᾿Ορθομένους υἱός. οὗτος ἕως Κύρου διέμεινεν. οὗτος ἔφη πρῶτος ἀκαταληψίαν εἶναι πάντων εἰπὼν οὕτως· ᾿εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται.᾿ (Β 34, 3-4).

(2) λέγει δὲ ὅτι οὐδὲν γίνεται οὐδὲ φθείρεται οὐδὲ κινεῖται καὶ ὅτι ἓν τὸ πᾶν ἐστιν ἔξω μεταβολῆς. φησὶ δὲ καὶ τὸν θεὸν εἶναι ἀίδιον καὶ ἕνα καὶ ὅμοιον πάντηι καὶ πεπερασμένον καὶ σφαιροειδῆ καὶ πᾶσι τοῖς μορίοις αἰσθητικόν. (3) τὸν δὲ ἥλιον ἐκ μικρῶν πυριδίων ἀθροιζομένων γίνεσθαι καθ᾿ ἑκάστην ἡμέραν, τὴν δὲ γῆν ἄπειρον εἶναι καὶ μήτε ὑπ᾿ ἀέρος μήτε ὑπὸ τοῦ οὐρανοῦ περιέχεσθαι. καὶ ἀπείρους ἡλίους εἶναι καὶ σελήνας, τὰ δὲ πάντα εἶναι ἐκ γῆς. (4) οὗτος τὴν θάλασσαν ἁλμυρὰν ἔφη διὰ τὸ πολλὰ μίγματα συρρέειν ἐν αὐτῆι. ὁ δὲ Μητρόδωρος (70 Α 19) διὰ τὸ ἐν τῆι γῆι διηθεῖσθαι, τούτου χάριν γίνεσθαι ἁλμυράν. (5) ὁ δὲ Ξενοφάνης μίξιν τῆς γῆς πρὸς τὴν θάλασσαν γίνεσθαι δοκεῖ καὶ τῶι χρόνωι ὑπὸ τοῦ ὑγροῦ λύεσθαι, φάσκων τοιαύτας ἔχειν ἀποδείξεις, ὅτι ἐν μέσηι γῆι καὶ ὄρεσιν εὑρίσκονται κόγχαι, καὶ ἐν Συρακούσαις δὲ ἐν ταῖς λατομίαις λέγει εὑρῆσθαι τύπον ἰχθύος καὶ φωκῶν, ἐν δὲ Πάρωι τύπον δάφνης ἐν τῶι βάθει τοῦ λίθου, ἐν δὲ Μελίτηι πλάκας συμπάντων τῶν θαλασσίων. (6) ταῦτα δέ φησι γενέσθαι, ὅτε πάντα ἐπηλώθησαν πάλαι, τὸν δὲ τύπον ἐν τῶι πηλῶι ξηρανθῆναι. ἀναιρεῖσθαι δὲ τοὺς ἀνθρώπους πάντας, ὅταν ἡ γῆ κατενεχθεῖσα εἰς τὴν θάλασσαν πηλὸς γένηται, εἶτα πάλιν ἄρχεσθαι τῆς γενέσεως, καὶ ταύτην πᾶσι τοῖς κόσμοις γίνεσθαι μεταβολήν.

34. CIC.  Acad. II, 118 (s. S. 34, 39)

Unum esse omnia neque id esse mutabile et id esse deum neque natum umquam et sempiternum, conglobata figura.

d. n. deo. I, 11, 28

tum Xenophanes qui mente adiuncta omne praeterea quod esset infinitum deum voluit esse, de ipsa mente item reprehendetur ut ceteri, de infinitate autem vehementius, in qua nihil neque sentiens neque coniunctum potest esse. Vgl. ARIST. poet. 25. 1460b. 35.

35. [GALEN.] hist. phil. 7 (Dox. 604, 17)

...Ξενοφάνην μὲν περὶ πάντων ἠπορηκότα, δογματίσαντα δὲ μόνον τὸ εἶναι πάντα ἓν καὶ τοῦτο ὑπάρχειν θεὸν πεπερασμένον, λογικόν, ἀμετάβλητον.

TIMON. fr. 59 (Sext., P. H. I, 223)

ἐν πολλοῖς γὰρ αὐτὸν ἐπαινέσας (τὸν Ξενοφάνην), ὡς καὶ τοὺς Σίλλους αὐτῶι ἀναθεῖναι, ἐποίησεν (Timon) αὐτὸν ὀδυρόμενον καὶ λέγοντα·

ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι
ἀμφοτερόβλεπτος· δολίηι δ᾿ ὁδῶι ἐξαπατήθην
πρεσβυγενὴς ἔτ᾿ ἐὼν καὶ ἀμενθήριστος ἁπάσης
σκεπτοσύνης· ὅππηι γὰρ ἐμὸν νόον εἰρύσαιμι,
εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ᾿ ἐὸν αἰεὶ
πάντηι ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ᾿ ὁμοίην.

TIMON fr. 60 (Sext., P. H. I, 224 (Diog. IX, 18, S. 34, 6)

Ξεινοφάνης θ᾿ ὑπάτυφος, ῾Ομηραπάτης ἐπικόπτης,
ἔα, τὸν ἀπ᾿ ἀνθρώπων θεὸν ἐπλάσατ᾿ ἶσον ἁπάντηι
<ἀτρεμῆ> ἀσκηθῆ νοερώτερον ἠὲ νόημα.

wozu Sext. erkl.

διὰ τοῦτο γοῦν καὶ ᾿ὑπάτυφον᾿ αὐτὸν λέγει καὶ οὐ τέλειον ἄτυφον, δι᾿ ὧν φησι· ᾿Ξεινοφάνης ... νόημα᾿. ᾿ὑπάτυφον᾿ μὲν γὰρ εἶπε τὸν κατά τι ἄτυφον, ᾿῾Ομηραπάτης᾿ δὲ ἐπισκώπτην, ἐπεὶ τὴν παρ᾿ ῾Ομήρωι ἀπάτην διέσυρεν· ἐδογμάτιζε δὲ ὁ Ξενοφάνης παρὰ τὰς τῶν ἄλλων ἀνθρώπων προλήψεις ἓν εἶναι τὸ πᾶν, καὶ τὸν θεὸν συμφυῆ τοῖς πᾶσιν, εἶναι δὲ σφαιροειδῆ καὶ ἀπαθῆ καὶ ἀμετάβλητον καὶ λογικόν.

36. THEODORET IV, 5 aus Aetios  (Dox. 284 not.)

Ξενοφάνης μὲν οὖν ὁ ᾿Ορθομένους ὁ Κολοφώνιος ὁ τῆς ᾿Ελεατικῆς αἱρέσεως ἡγησάμενος ἓν εἶναι τὸ πᾶν ἔφησε σφαιροειδὲς καὶ πεπερασμένον, οὐ γενητὸν ἀλλ᾿ ἀίδιον καὶ πάμπαν ἀκίνητον. πάλιν δὲ αὖ τῶνδε τῶν λόγων ἐπιλαθόμενος ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν· αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστὶν ᾿ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι᾿ (Β 27).

Aus d. homerischen Allegorieen STOB., ecl. I, 10, 12

Ξενοφάνης ἀρχὴν τῶν ὄντων πάντων εἶναι τὴν γῆν. γράφει γὰρ ἐν τῶι Περὶ φύσεως ᾿ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι᾿

OLYMPIOD. de arte sacr. 24 (Berthelot Collect. des Alchim. gr. I, 2); p. 82, 21

τὴν μὲν γὰρ γῆν οὐδεὶς ἐδόξασεν εἶναι ἀρχήν, εἰ μὴ Ξενοφάνης ὁ Κολοφώνιος.

GALEN., in Hippocr. de nat. hom. XV, 25 K.

κακῶς δὲ καὶ τῶν ἐξηγητῶν ἔνιοι κατεψεύσαντο Ξενοφάνους ὥσπερ καὶ Σαβῖνος ὧδέ πως γράψας αὐτοῖς ὀνόμασιν·

᾿οὔτε γὰρ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον ὥσπερ ᾿Αναξιμένης οὔτε ὕδωρ ὡς Θαλῆς οὔτε γῆν ὡς ἔν τινι (Β 33 ?) Ξενοφάνης᾿·

οὐδαμόθεν γὰρ εὑρίσκεται ὁ Ξενοφάνης ἀποφηνάμενος οὕτως ... καὶ Θεόφραστος δ᾿ ἂν ἐν ταῖς τῶν Φυσικῶν δοξῶν ἐπιτομαῖς τὴν Ξενοφάνους δόξαν, εἴπερ οὕτως εἶχεν, ἐγεγράφει. Vgl. Arist. Metaph. A 8. 989a5

37.  AËT. II, 4, 11 (D. 332)

Ξενοφάνης ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον. Vgl. II 1, 3 s. S. 14, 39

38. -- II, 13, 14 (D. 343)

Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων (sc. τοὺς ἀστέρας γίνεσθαι)· σβεννυμένους δὲ καθ᾿ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις.

39. -- II, 18, 1 (D. 347)

Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας, οὓς καὶ Διοσκούρους καλοῦσί τινες, νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα.

40. -- II, 20, 3 (D. 348)

Ξενοφάνης ἐκ νεφῶν πεπυρωμένων εἶναι τὸν ἥλιον. Θεόφραστος ἐν τοῖς Φυσικοῖς (fr. 16; D. 492) γέγραφεν ἐκ πυριδίων μὲν τῶν συναθροιζομένων ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον.

41. --- II, 24, 4 (D. 354)

Ξενοφάνης κατὰ σβέσιν (sc. τὴν ἔκλειψιν, δύσιν, ἡλίου γίνεσθαι), ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς γίνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ᾿ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι.

42. -- II, 24, 9 (D. 355)

Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας, κατὰ δέ τινα καιρὸν ἐκπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφ᾿ ἡμῶν καὶ οὕτως ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν· ὁ δ᾿ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν.

43. -- II, 30, 8 (D. 362)

Ξενοφάνης τὸν μὲν ἥλιον χρήσιμον εἶναι πρὸς τὴν τοῦ κόσμου καὶ τὴν τῶν ἐν αὐτῶι ζώιων γένεσίν τε καὶ διοίκησιν, τὴν δὲ σελήνην παρέλκειν.

43. --  II, 25, 4 (D. 356)

Ξενοφάνης νέφος εἶναι πεπιλημένον (sc. τὴν σελήνην).

43. -- II, 28, 1 (D. 358)

᾿Αναξίμανδρος, Ξενοφάνης, Βήρωσος ἴδιον αὐτὴν ἔχειν φῶς.

43. -- II, 29, 5 (D. 360)

Ξενοφάνης καὶ τὴν μηνιαίαν ἀπόκρυψιν κατὰ σβέσιν (sc. γίνεσθαι).

44. -- III, 2, 11 (D. 367)

Ξενοφάνης πάντα τὰ τοιαῦτα (sc. κομήτας, διάιττοντας, δοκίδας) νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.

45. --  III, 3, 6 (D. 368)

Ξενοφάνης ἀστραπὰς γίνεσθαι λαμπρυνομένων τῶν νεφῶν κατὰ τὴν κίνησιν.

46. -- III, 4, 4 (D. 371)

Ξενοφάνης ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος ὡς ἀρκτικῆς αἰτίας τἀν τοῖς μεταρσίοις συμβαίνειν. ἀνελκομένου γὰρ ἐκ τῆς θαλάττης τοῦ ὑγροῦ τὸ γλυκὺ διὰ τὴν λεπτομέρειαν διακρινόμενον νέφη τε συνιστάνειν ὁμιχλούμενον καὶ καταστάζειν ὄμβρους ὑπὸ πιλήσεως καὶ διατμίζειν τὰ πνεύματα. γράφει γὰρ διαρρήδην ᾿πηγὴ δ᾿ ἐστὶ θάλασσ(α) ὕδατος᾿ (B 30,1).

47. ARISTOT. de caelo II, 13; p. 294a 21

οἱ μὲν γὰρ διὰ ταῦτα ἄπειρον τὸ κάτω τῆς γῆς εἶναί φασιν, ἐπ᾿ ἄπειρον αὐτὴν ἐρριζῶσθαι λέγοντες ὥσπερ Ξενοφάνης ὁ Κολοφώνιος (Β 28), ἵνα μὴ πράγματ᾿ ἔχωσι ζητοῦντες τὴν αἰτίαν. διὸ καὶ ᾿Εμπεδοκλῆς οὕτως ἐπέπληξεν εἰπὼν ὡς

εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ,
ὡς διὰ πολλῶν δὴ γλώσσας ἐλθόντα ματαίως
ἐκκέχυται στομάτων ὀλίγον τοῦ παντὸς ἰδόντων ... (21 B 39).

vgl. Simpl., ad Ar. l. c. p. 522, 7 Heib.

ἀγνοῶ δὲ ἐγὼ τοῖς Ξενοφάνους ἔπεσι τοῖς περὶ τούτου μὴ ἐντυχών, πότερον τὸ κάτω μέρος τῆς γῆς ἄπειρον εἶναι λέγων διὰ τοῦτο μένειν αὐτήν φησιν ἢ τὸν ὑποκάτω τῆς γῆς τόπον καὶ αἰθέρα ἄπειρον καὶ διὰ τοῦτο ἐπ᾿ ἄπειρον καταφερομένην τὴν γῆν δοκεῖν ἠρεμεῖν. οὔτε γὰρ ὁ ᾿Αριστοτέλης διεσάφησεν οὔτε τὰ ᾿Εμπεδοκλέους ἔπη διορίζει σαφῶς· ᾿γῆς᾿ γὰρ ᾿βάθη᾿ λέγοιτο ἂν καὶ ἐκεῖνα εἰς ἃ κάτεισιν.

AËT.III, 9, 4 (D. 376)

Ξενοφάνης ἐκ τοῦ κατωτέρου μέρους εἰς ἄπειρον (μέρος) ἐρριζῶσθαι (sc. τὴν γῆν), ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι.

AËT. II, 11, 1. 2 (D. 377)

οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην, Ξενοφάνης πρώτην· εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι (vgl. B 28).

CIC.  Acad. pr. II, 39, 122

Sed ecquid nos eodem modo rerum naturas persecare aperire dividere possumus, ut videamus, terra penitusne defixa sit et quasi radicibus suis haereat (d. i. Xenophanes) an media pendeat?

123

Habitari ait Xenophanes (vielmehr Anaxagoras)  in luna eamque esse terram multarum urbium et montium. Vgl. Hippol. I, 14, 3 (S. 41, 30)Aus Aristoteles Pseudar. de MXG 2, 21 p. 976a32 (20 A 5)

48. [ARIST.] Mirab. 38. 833a 15 (viell. aus Timaios)

τὸ δ᾿ ἐν τῆι Λιπάραι (sc. πῦρ) ποτὲ καὶ ἐκλιπεῖν Ξενοφάνης φησὶν ἐπ᾿ ἔτη ἑκκαίδεκα, τῶι δ᾿ ἑβδόμωι ἐπανελθεῖν.

49.  ARISTOCLES, Περὶ φιλοσοφίας η (Eus., XIV, 17, 1)

οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῶι δὲ μόνον τῶι λόγωι πιστεύειν· τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ᾿ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι καὶ τὸ ἕτερον μὴ εἶναι μηδὲ γεννᾶσθαί τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν.

AËT. IV, 9, 1 (D. 369)

Πυθαγόρας, ᾿Εμπεδοκλῆς, Ξενοφάνης ... ψευδεῖς εἶναι τὰς αἰσθήσεις. Vgl. B 34.

50.  MACROB., S.. Scip. I, 14, 19

Xenophanes ex terra et aqua (sc. animam esse).

51. TERTULL., de anima, c. 43 (über den Schlaf)

Anaxagoras cum Xenophane defetiscentiam (gr. κόπον τῆς σωματικῆς ἐνεργείας).

52.  CIC. de divin. I, 3, 5

Philosophorum vero exquisita quaedam argumenta cur esset vera divinatio collecta sunt, e quibus, ut de antiquissumis loquar, Colophonius Xenophanes, unus qui deos esse diceret, divinationem funditus sustulit reliqui vero omnes praeter Epicurum balbutientem de natura deorum divinationem probaverunt.

AËT. V 1, 1 (D. 415)

Ξενοφάνης καὶ ᾿Επίκουρος ἀναιροῦσι τὴν μαντικήν.

B.  FRAGMENTE.

ΞΕΝΟΦΑΝΟΥΣ ΕΛΕΓΕΙΑΙ

1. (21 Karsten, 1. Crusiusà ATHEN, XI,  462c

νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες· πλεκτοὺς δ᾿ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δ᾿ εὐῶδες μύρον ἐν φιάληι παρατείνει·
κρατὴρ δ᾿ ἕστηκεν μεστὸς ἐυφροσύνης,
ἄλλος δ᾿ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, 5
μείλιχος ἐν κεράμοισ᾿ ἄνθεος ὀζόμενος·
ἐν δὲ μέσοισ᾿ ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
ψυχρὸν δ᾿ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν·
πάρκεινται δ᾿ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· 10
βωμὸς δ᾿ ἄνθεσιν ἀν τὸ μέσον πάντηι πεπύκασται,
μολπὴ δ᾿ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι 15
πρήσσειν ᾿ταῦτα γὰρ ὦν ἐστι προχειρότερον᾿
οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδ᾿ ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δ᾿ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει,
ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφ᾿ ἀρετῆς, 20
οὔτι μάχας διέπων Τιτήνων οὐδὲ Γιγάντων
οὐδέ <τε> Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς, τοῖσ᾿ οὐδὲν χρηστὸν ἔνεστι·
θεῶν <δὲ> προμηθείην αἰὲν ἔχειν ἀγαθόν.

2. (19 K., 2 Cr.) ATH, X, 413f (vgl. C 2.)

ἀλλ᾿ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο· οῆισ᾿ ἐν ᾿Ολυμπίηι, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
εἴτε τι δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν, 5
ἀστοῖσίν κ᾿ εἴη κυδρότερος προσορᾶν
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
καί κεν σῖτ᾿ εἴη δημοσίων κτεάνων
ἐκ πόλεως καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη·
εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι 10
οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδ᾿ ἵππων ἡμετέρη σοφίη.
ἀλλ᾿ εἰκῆι μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
προκρίνειν ·ώμην τῆς ἀγαθῆς σοφίης.
οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη 15
οὔτ᾿ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
ῥώμης ὅσσ᾿ ἀνδρῶν ἔργ᾿ ἐν ἀγῶνι πέλει,
τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίηι πόλις εἴη.
σμικρὸν δ᾿ ἄν τι πόλει χάρμα γένοιτ᾿ ἐπὶ τῶι, 20
εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρ᾿ ὄχθας·
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.

3. (20 K., 3 Cr). ATH., XII,  526a

ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρε᾿ ἔχοντες,
οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν,
αὐχαλέοι, χαίτηισιν ἀγάλμενοι εὐπρεπέεσσιν,
ἀσκητοῖσ᾿ ὀδμὴν χρίμασι δευόμενοι.

4.  POLLUX.IX, 83

εἴτε Φείδων πρῶτος ὁ ᾿Αργεῖος ἔκοψε νόμισμα εἴτε Δημοδίκη ἡ Κυμαία συνοικήσασα Μίδαι τῶι Φρυγὶ (παῖς δ᾿ ἦν ᾿Αγαμέμνονος Κυμαίων βασιλέως) εἴτε ᾿Αθηναίοις ᾿Εριχθόνιος καὶ Λύκος, εἴτε Λυδοί, καθά φησι Ξενοφάνης.

5. (23 K., 4 cr.) ATH.XI, 18, 782a

οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας, ἀλλ᾿ ὕδωρ καὶ καθύπερθε μέθυ.

6. (22 K., 5 Cr.) ATH. IX, 6, 368e

πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος ῾Ελλάδα πᾶσαν ἐφίξεται οὐδ᾿ ἀπολήξει,
ἔστ᾿ ἂν ἀοιδάων ἦι γένος ῾Ελλαδικῶν.
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρε᾿ ἔχοντες,
οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν,
αὐχαλέοι, χαίτηισιν ἀγάλμενοι εὐπρεπέεσσιν,
ἀσκητοῖσ᾿ ὀδμὴν χρίμασι δευόμενοι.

7. (18 K. 6 Cr.) DIOG. VIII, 36

περὶ δὲ τοῦ ἄλλοτε ἄλλον γεγενῆσθαι (Pythagoras) Ξενοφάνης ἐν ἐλεγείαι προσμαρτυρεῖ, ἧς ἀρχή "νῦν -- κέλευθον". Ὁ δὲ περὶ αὐτοῦ (Pythagoras) φησιν, οὕτως ἔχει "καὶ -- ἀἰων" Vgl. A 1, S. 34, 13.

νῦν αὖτ᾿ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.

***
καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·
᾿παῦσαι μηδὲ ῤάπιζ᾿, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστίν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων᾿.

8 . (24 K., 7 Cr.) DIOG.  IX, 18, 19 (vgl. S. 34, 13)

μακροβιώτατός τε γέγονεν (Ξενοπηανες), ὥς που καὶ αὐτός φησιν·

ἤδη δ᾿ ἑπτά τ᾿ ἔασι καὶ ἑξήκοντ᾿ ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδ᾿ ἀν᾿ ῾Ελλάδα γῆν·
ἐκ γενετῆς δὲ τότ᾿ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδ᾿ οἶδα λέγειν ἐτύμως.

9. (26 K. 8 Cr.) ETYM.  GEN, s. v. γῆρας

ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.

ΣΙΛΛΟΙ

10. (18 Cr. 4 Waschm.  Sillogr.) HERODIAN., Peri dichr.; p. 296, 6 (Cr. An. Ox. III)

ἐξ ἀρχῆς καθ᾿ ῞Ομηρον ἐπεὶ μεμαθήκασι πάντες ...

11. (7 K., 16 Cr., 2 W).  SEXT., adv. math. IX, 193

πάντα θεοῖσ᾿ ἀνέθηκαν ῞Ομηρός θ᾿ ῾Ησίοδός τε,
ὅσσα παρ᾿ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.

12. (7 K., 16 Cr., 2 W.) SEXT.adv. math. I, 289

῞Ομηρος δὲ καὶ ῾Ησίοδος κατὰ τὸν Κολοφώνιον Ξενοφάνη

ὡς πλεῖστ(α) ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.

Κρόνος μὲν γὰρ ἐφ᾿ οὗ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι τὸν πατέρα ἠνδροτόμησε καὶ τὰ τέκνα κατέπιεν Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγεμονίας ‘γαίης νέρθε καθεῖσε’ (X, 204).

13. [31 K., 5 W.] GELLIUS, N. A. III, 11

Alii Homerum quam Hesiodum maiorem natu fuisse scripserunt, in quibus Philochorus et Xenophanes, alii minorem.

14. (5 K., 30 Cr) CLEM. Str. V, 110 p. 714 P.

ἀλλ᾿ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δ᾿ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.

15. (6 K;, 17 Cr.) CLEM. Str. V, 110 p. 715 P

ἀλλ᾿ εἰ χεῖρας ἔχον βόες <ἵπποι τ᾿> ἠὲ λέοντες
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μέν θ᾿ ἵπποισι βόες δέ τε βουσὶν ὁμοίας
καί <κε> θεῶν ἰδέας ἔγραφον καὶ σώματ᾿ ἐποίουν
τοιαῦθ᾿ οἷόν περ καὐτοὶ δέμας εἶχον <ἕκαστοι>.

16. (o) CLEM.  Str. VII, 22

Αἰθίοπές τε <θεοὺς σφετέρους> σιμοὺς μέλανάς τε
Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς <φασι πέλεσθαι>.

17. (27 K. 10 Cr. 1 W) SCHOL. ARIST.Equ. 408

βάκχους ... τοὺς κλάδους, οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξενοφάνης ἐν Σίλλοις·

ἑστᾶσιν δ᾿ ἐλάτης <βάκχοι> πυκινὸν περὶ δῶμα.

18. (16 K., 28 Cr.) STOB. Ecl. I, 8, 2.  Flor. 29, 41.

οὔτοι ἀπ᾿ ἀρχῆς πάντα θεοὶ θνητοῖσ᾿ ὑπέδειξαν,
ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.

19. DIOG. I, 23 (vgl. S. 3, 10; A 1 S. 34, 12)

δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς φησιν Εὔδημος ἐν τῆι περὶ τῶν ᾿Αστρολογουμένων ἱστορίαι, ὅθεν αὐτὸν καὶ Ξενοφάνης καὶ ῾Ηρόδοτος θαυμάζει.

20. (32 K.) --  I, 111 (vgl. S. 34, 13)

ὡς δὲ Ξενοφάνης ὁ Κολοφώνιος ἀκηκοέναι φησί, τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν (sc. ἔτη βιῶναι ᾿Επιμενίδην).

21. (28 K) SCHOL.  ARISTOPH. Pac. 697

ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαργυρίαι .... χαριέντως δὲ πάνυ τῶι αὐτῶι λόγωι διέσυρε (β τοῦ ἰαμβοποιοῦ) καὶ μέμνηται ὅτι σμικρολόγος ἦν. ὅθεν Ξενοφάνης κίμβικα αὐτὸν προσαγορεύει. (Vgl.. S 36 n.22.)

ΠΑΡΩΙΔΙΑΙ (= ΣΙΛΛΟΙ ? vgl. 11 A 9)

22 (1 K., 12 Cr) ATHEN, Epit. II, p. 54e

Ξενοφάνης ὁ Κολοφώνιος ἐν Παρωιδίαις·

πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι
ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ᾿ ἐρεβίνθους·
‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτε᾿ ἐστί, φέριστε;
πηλίκος ἦσθ᾿, ὅθ᾿ ὁ Μῆδος ἀφίκετο;’

ΠΕΡΙ ΦΥΣΕΩΣ

23. (1K., 12 Cr) CLEM. Strom. V, 109 P

Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει (crf. A 30)·

εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔτι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.

24. (2K., 13 Cr). SEXT.adv. math. IX, 144 (11 A 1, S. 34, 418)

οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ᾿ ἀκούει.

25. (3K., 14 Cr). SIMPL., phys. 23, 19 (A 31, 9)

ἀλλ᾿ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει.

26. (4K., 15 Cr) . SIMPL. phys.. 22, 9 (A 31, 7)

αἰεὶ δ᾿ ἐν ταὐτῶι μίμνει κινούμενος οὐδέν
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι.

27. (8K., 11 Cr).  AËT. Theodor.  IV, 5 (vgl. A 36)

ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι.

28. (12K., 22 Cr).  ACHILL., Isag. 4; p. 34, 11 Maass (vgl. A 33, 3. S 41)

γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
ἠέρι προσπλάζον, τὸ κάτω δ᾿ ἐς ἄπειρον ἱκνεῖται.

29. (10K., 22 Cr).  SIMPLIC. phys. 188, 32 (vgl. A 29, S 40)

γῆ καὶ ὕδωρ πάντ᾿ ἐσθ᾿ ὅσα γίνοντ(αι) ἠδὲ φύονται.

30. (11K., 13 Cr).  SCHOL. GENAV. ad. Φ 196 (aus Krates von Mallos)

Ξενοφάνης ἐν τῶι Περὶ φύσεως· (A 46, S 43)

πηγὴ δ᾿ ἐστὶ θάλασσ(α) ὕδατος, πηγὴ δ᾿ ἀνέμοιο·
οὔτε γὰρ ἐν νέφεσιν <γίνοιτό κε ἲς ἀνέμοιο
ἐκπνείοντος> ἔσωθεν ἄνευ πόντου μεγάλοιο
οὔτε· οαὶ ποταμῶν οὔτ᾿ αἰ<θέρος> ὄμβριον ὕδωρ,
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε
καὶ ποταμῶν.

31. (0) HERACLIT.  Alleg. Hom. c. 44

ἠέλιός θ᾿ ὑπεριέμενος γαῖάν τ᾿ ἐπιθάλπων

32. (13K., 24 Cr).  SCHOL. BLT Eust. ad Hom. L 27

ἥν τ᾿ ῏Ιριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.

33. (9K., 21 Cr).  SEXT., adv. math. X, 314

πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.

34. (14K., 19 Cr).  SEXT. , adv. math.. VII, 49, 110. PLUT., aud. poet. 2 p.17e.

καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ᾿ ἐπὶ πᾶσι τέτυκται.

35. (15 K., 26 Cr.) PLUT. Sympos. IX, 7 p. 746b

ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι ...

36.  (15 K., 26 Cr.). HERODIAN., Peri dichr. 296, 9

ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι ...

37. (29 Cr.) HERODIAN., Περι μον. λέξ. 30, 30

καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.

38. (25 Cr.) HERODIAN  Περι μον. λέξ. 41, 5

εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
γλύσσονα σῦκα πέλεσθαι.

39 (20 K) POLLUX, VI, 46

κέρασον τὸ δένδρον ἐν τῶι Περὶ φύσεως Ξενοφάνους εὑρών.

40. (30 K).  ETYM.  GEN., s. v. βρόταχον τὸν βάτραχον

῎Ιωνες (καὶ ᾿Αριστοφάνης φησὶ) καὶ παρὰ Ξενοφάνει.

41. TZETZ, Ad Dion. Perieg. V, 940; p. 1010 Bernhardy

περὶ τῶν εἰς ρος κανών (über σιρός)

σιλλογράφος δέ τις τὸ σι μακρὸν γράφει
τῶι ῥῶ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα.

σιλλογράφος νῦν ὁ Ξενοφάνης ἐστὶ καὶ ὁ Τίμων καὶ ἕτεροι.

ZWEIFELHAFTE FRAGMENTE.

42.  HERODIAN., Περι μον. λέξεως 7, 11

καὶ παρὰ Ξενοφάνει ἐν δωι Σίλλων·

καί <κ᾿> ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.

43. SCHOL. HOM. B ad. I 539

χλούνην οἱ μὲν ἀφριστήν... Ξενοφῶντα [Ξενοφάνην G. Hermann] δὲ γένος τι Ἰνδῶν φάναι τὸν χλούνην εἶναι καθάπερ καὶ παρ' Αἰσχύλωι ἐν, Ἠδωνοῖς "μακροσκελὴς μέν; ἆρα μὴ χλούνης τις ἦν;  (FT 62 Nauck.)

44. ATHEN. IV p. 174F

 Γιγγραίνοισι γὰρ οἱ Φοίνικες, ὥς φησιν ὁ Ξενοφῶν, ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος, ὀξὺ καὶ γοερὸν φθεγγομένοις. Τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν. Ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων· τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης.

45.  SCHOL. HIPPOCR.. ad Epid. I, 13, 3 (Klein., Erotian. S, 18)

βληστρισμός· ὁ ῥιπτασμός· οὕτω Βακχεῖος τίθησιν· ἐν ἐνίοις δὲ ἀντιγράφοις εὕρομεν βλητρισμὸν χωρὶς τοῦ σ. ὄντως δὲ τὸν· ιπτασμὸν σημαίνει, καθὼς καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν· ᾿ἐγὼ δὲ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων ἐβλήστριζον᾿ ἀντὶ τοῦ ἐρριπταζόμην.(vgl. fr. 8, 2)