Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

10 PARMISKOS.

 

9.  Calliphon et Democedes - 11. Xénophane

 

PARMISKOS

 

 

 

AELTERE PYTHAGOREER

 

10. PARMISCOS

 

 

 

 

I. IAMBL. V. P. 267

Μεταποντῖνοι Βροντῖνος, Παρμίσκος (so die Hds.), ᾿Ορεστάδας, Λέων...

2. DIOG.IX, 20

δοκεῖ δὲ (Xenophanes, s. S. 34, 30 ) πεπρᾶσθαι ὑπὸ <*καὶ λελύσθαι ὑπὸ> τῶν Πυθαγορικῶν Παρμενίσκου (so BO : παρμενάδου F1)  καὶ ᾿Ορεστάδου.

3. ATHEN. XIV, 614a = XIV.

Παρμενίσκος (so sie Hds] δὲ ὁ Μεταποντῖνος, ὥς φησιν Σῆμος ἐν ε Δηλιάδος (FHG IV, 493, f. 8), καὶ γένει πλούτωι πρωτεύων εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. καὶ χρηστηριαζομένωι περὶ τούτου ἡ Πυθία ἔφη·

εἴρηι μ᾿ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο·
δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε.

ἐλπίζων δ᾿ ἂν ἐπανέλθηι εἰς τὴν πατρίδα γελάσειν, ὥς <οἱ> οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεταί ποτε κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθεν καὶ εἰς τὸ Λητῶιον, νομίζων τῆς ᾿Απόλλωνος μητρὸς ἄγαλμά τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δ᾿ αὐτὸ ξύλον ὂν ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν τοῦ θεοῦ χρησμὸν συμβαλὼν καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν.

Inventar des Artemistempels zu Delos Bull. corr. hell.XIV 403, 17ff.

κρατὴρ ἀργυροῦς, ὃν ἀνέθηκε Παρμίσκος, ὁλκὴν . vgl. X 462, 19, XV 127f.

...