Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

12 HERACLITES.

 

11. Xénophane. - 13. Epicharme

 

HERACLITE

 

 

 

 

12.  HERALEITOS. 

 

A. LEBEN UND LEHRE.

 

LEBEN.

1. DIOG. IX. 1-17.

(1) ῾Ηράκλειτος Βλόσωνος ἤ, ὥς τινες, ῾Ηράκωντος ᾿Εφέσιος. οὗτος ἤκμαζε μὲν κατὰ τὴν ἐνάτην καὶ ἑξηκοστὴν ᾿Ολυμπιάδα (504-501). μεγαλόφρων δὲ γέγονε παρ᾿ ὁντιναοῦν καὶ ὑπερόπτης, ὡς καὶ ἐκ τοῦ συγγράμματος αὐτοῦ δῆλον ἐν ᾧ φησι, „πολυμαθίη νόον οὐ διδάσκεἰ· ῾Ησίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην, αὖτίς τε Ξενοφάνεά τε καὶ ῾Εκαταῖον.[b40)“ εἶναι γὰρ  „ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.“ (B41) τόν τε ῞Ομηρον ἔφασκεν  „ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ ᾿Αρχίλοχον ὁμοίως“. (B42)

( 2) ῎Ελεγε  δὲ καὶ „ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν“ (B43), καὶ  „μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου [ὑπὲρ τοῦ γινομένου] ὅκως ὑπὲρ τείχεος. (B44)“ καθάπτεται δὲ καὶ τῶν ᾿Εφεσίων ἐπὶ τῷ τὸν ἑταῖρον ἐκβαλεῖν ῾Ερμόδωρον ἐν οἷς φησιν , „ἄξιον ᾿Εφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες ῾Ερμόδωρον <ἄνδρα> ἑωυτῶν ὀνήιστον ἐξέβαλον λέγοντες, ῾Ημέων μηδὲ εἷς ὀνήιστος ἔστω· εἰ δέ τις τοιοῦτος, ἄλλῃ τε καὶ μετ᾿ ἄλλων. (B121)“ ἀξιούμενος δὲ καὶ νόμους θεῖναι πρὸς αὐτῶν ὑπερεῖδε διὰ τὸ ἤδη κεκρατῆσθαι τῇ πονηρᾷ πολιτείᾳ τὴν πόλιν.

(3) ἀναχωρήσας δ᾿ εἰς τὸ ἱερὸν τῆς ᾿Αρτέμιδος μετὰ τῶν παίδων ἠστραγάλιζε· περιστάντων δ᾿ αὐτὸν τῶν ᾿Εφεσίων, „τί, ὦ κάκιστοι, θαυμάζετε;“ εἶπεν· „ἢ οὐ κρεῖττον τοῦτο ποιεῖν ἢ μεθ᾿ ὑμῶν πολιτεύεσθαι;“

Καὶ τέλος μισανθρωπήσας καὶ ἐκπατήσας ἐν τοῖς ὄρεσι διῃτᾶτο, πόας σιτούμενος καὶ βοτάνας. καὶ μέντοι καὶ διὰ τοῦτο περιτραπεὶς εἰς ὕδερον κατῆλθεν εἰς ἄστυ καὶ τῶν ἰατρῶν αἰνιγματωδῶς ἐπυνθάνετο εἰ δύναιντο ἐξ ἐπομβρίας αὐχμὸν ποιῆσαι· τῶν δὲ μὴ συνιέντων, αὑτὸν εἰς βούστασιν κατορύξας τῇ τῶν βολίτων ἀλέᾳ ἤλπισεν ἐξατμισθήσεσθαι. οὐδὲν δ᾿ ἀνύων οὐδ᾿ οὕτως, ἐτελεύτα βιοὺς ἔτη ἑξήκοντα.

(4) Καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν οὕτως ἔχον·
πολλάκις ῾Ηράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν
ὧδε διαντλήσας δύσμορος εἶτ᾿ ἔθανεν·
σῶμα γὰρ ἀρδεύσασα κακὴ νόσος ὕδατι φέγγος
ἔσβεσεν ἐν βλεφάροις καὶ σκότον ἠγάγετο.

῞Ερμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται ἔντερα κεινώσας ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων δέ, θεῖναι αὑτὸν εἰς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ θαφθῆναι ἐν τῇ ἀγορᾷ. Νεάνθης δ᾿ ὁ Κυζικηνός (FHG III fr. 11) φησι μὴ δυνηθέντα αὐτὸν ἀποσπάσαι τὰ βόλιτα μεῖναι καὶ διὰ τὴν μεταβολὴν ἀγνοηθέντα κυνόβρωτον γενέσθαι.

(5) Γέγονε δὲ θαυμάσιος ἐκ παίδων, ὅτε καὶ νέος ὢν ἔφασκε μηδὲν εἰδέναι, τέλειος μέντοι γενόμενος πάντα ἐγνωκέναι· ἤκουσέ τ᾿ οὐδενός, ἀλλ᾿ αὑτὸν ἔφη διζήσασθαι  (B101) καὶ μαθεῖν πάντα παρ᾿ ἑαυτοῦ. Σωτίων δέ φησιν εἰρηκέναι τινὰς Ξενοφάνους αὐτὸν ἀκηκοέναι· λέγειν τε ᾿Αρίστωνα ἐν τῷ Περὶ ῾Ηρακλείτου καὶ τὸν ὕδερον αὐτὸν θεραπευθῆναι, ἀποθανεῖν δ᾿ ἄλλῃ νόσῳ. τοῦτο δὲ καὶ ῾Ιππόβοτός φησι.

Τὸ δὲ φερόμενον αὐτοῦ βιβλίον ἐστὶ μὲν ἀπὸ τοῦ συνέχοντος Περὶ φύσεως, διῄρηται δ᾿ εἰς τρεῖς λόγους, εἴς τε τὸν περὶ τοῦ παντὸς καὶ πολιτικὸν καὶ θεολογικόν.

(6) ἀνέθηκε δ᾿ αὐτὸ εἰς τὸ τῆς ᾿Αρτέμιδος ἱερόν, ὡς μέν τινες, ἐπιτηδεύσας ἀσαφέστερον γράψαι, ὅπως οἱ δυνάμενοι <μόνοι> προσίοιεν αὐτῷ καὶ μὴ ἐκ τοῦ δημώδους εὐκαταφρόνητον ᾖ. τοῦτον δὲ καὶ ὁ Τίμων (fr. 43 D)ὑπογράφει λέγων,

τοῖς δ᾿ ἔνι κοκκυστής, ὀχλολοίδορος ῾Ηράκλειτος,
αἰνικτὴς ἀνόρουσε.

Θεόφραστος δέ φησιν ὑπὸ μελαγχολίας τὰ μὲν ἡμιτελῆ, τὰ δ᾿ ἄλλοτε ἄλλως ἔχοντα γράψαι. σημεῖον δ᾿ αὐτοῦ τῆς μεγαλοφροσύνης ᾿Αντισθένης φησὶν ἐν Διαδοχαῖς· ἐκχωρῆσαι γὰρ τἀδελφῷ τῆς βασιλείας. τοσαύτην δὲ δόξαν ἔσχε τὸ σύγγραμμα ὡς καὶ αἱρετιστὰς ἀπ᾿ αὐτοῦ γενέσθαι τοὺς κληθέντας ῾Ηρακλειτείους.

(7) ᾿Εδόκει δ᾿ αὐτῷ καθολικῶς μὲν τάδε· ἐκ πυρὸς τὰ πάντα συνεστάναι καὶ εἰς τοῦτο ἀναλύεσθαι (cfr. B 31, B 90)· πάντα δὲ γίνεσθαι καθ᾿ εἱμαρμένην καὶ διὰ τῆς ἐναντιοδρομίας ἡρμόσθαι τὰ ὄντα (cfr. B 51)· καὶ πάντα ψυχῶν εἶναι καὶ δαιμόνων πλήρη. εἴρηκε δὲ καὶ περὶ τῶν ἐν κόσμῳ συνισταμένων πάντων παθῶν, ὅτι (cfr. B 3) τε ὁ ἥλιός ἐστι τὸ μέγεθος οἷος φαίνεται. λέγεται δὲ καὶ  „ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει. (B45)“ τήν τ᾿ οἴησιν ἱερὰν νόσον (B 46) ἔλεγε  καὶ τὴν ὅρασιν ψεύδεσθαι. λαμπρῶς τε ἐνίοτε ἐν τῷ συγγράμματι καὶ σαφῶς ἐκβάλλει, ὥστε καὶ τὸν νωθέστατον ῥᾳδίως γνῶναι καὶ δίαρμα ψυχῆς λαβεῖν· ἥ τε βραχύτης καὶ τὸ βάρος τῆς ἑρμηνείας ἀσύγκριτον.

(8) Καὶ τὰ ἐπὶ μέρους δὲ αὐτῷ ὧδε ἔχει τῶν δογμάτων· πῦρ εἶναι στοιχεῖον καὶ (B 90) „πυρὸς ἀμοιβὴν τὰ πάντα (B90)“, ἀραιώσει καὶ πυκνώσει γινόμενα. σαφῶς δ᾿ οὐδὲν ἐκτίθεται. γίνεσθαί τε πάντα κατ᾿ ἐναντιότητα καὶ ῥεῖν τὰ ὅλα ποταμοῦ δίκην (vgl. B 91), πεπεράνθαι τε τὸ πᾶν καὶ ἕνα εἶναι κόσμον· γεννᾶσθαί τε αὐτὸν ἐκ πυρὸς καὶ πάλιν ἐκπυροῦσθαι κατά τινας περιόδους ἐναλλὰξ τὸν σύμπαντα αἰῶνα· τοῦτο δὲ γίνεσθαι καθ᾿ εἱμαρμένην. τῶν δὲ ἐναντίων τὸ μὲν ἐπὶ τὴν γένεσιν ἄγον καλεῖσθαι πόλεμον καὶ ἔριν (B 80), τὸ δ᾿ ἐπὶ τὴν ἐκπύρωσιν ὁμολογίαν (cfr. B 50) καὶ εἰρήνην , καὶ τὴν μεταβολὴν ὁδὸν ἄνω κάτω (cfr. B 60), τόν τε κόσμον γίνεσθαι κατ᾿ αὐτήν.

(9) Πυκνούμενον γὰρ τὸ πῦρ ἐξυγραίνεσθαι συνιστάμενόν τε γίνεσθαι ὕδωρ, πηγνύμενον δὲ τὸ ὕδωρ εἰς γῆν τρέπεσθαι· καὶ ταύτην ὁδὸν ἐπὶ τὸ κάτω εἶναι. πάλιν τε αὖ τὴν γῆν χεῖσθαι, ἐξ ἧς τὸ ὕδωρ γίνεσθαι, ἐκ δὲ τούτου τὰ λοιπά, σχεδὸν πάντα ἐπὶ τὴν ἀναθυμίασιν ἀνάγων τὴν ἀπὸ τῆς θαλάττης· αὕτη δέ ἐστιν ἡ ἐπὶ τὸ ἄνω ὁδός. γίνεσθαι δ᾿ ἀναθυμιάσεις ἀπό τε γῆς καὶ θαλάττης, ἃς μὲν λαμπρὰς καὶ καθαράς, ἃς δὲ σκοτεινάς. αὔξεσθαι δὲ τὸ μὲν πῦρ ὑπὸ τῶν λαμπρῶν, τὸ δὲ ὑγρὸν ὑπὸ τῶν ἑτέρων. τὸ δὲ περιέχον ὁποῖόν ἐστιν οὐ δηλοῖ· εἶναι μέντοι ἐν αὐτῷ σκάφας ἐπεστραμμένας κατὰ κοῖλον πρὸς ἡμᾶς, ἐν αἷς ἀθροιζομένας τὰς λαμπρὰς ἀναθυμιάσεις ἀποτελεῖν φλόγας, ἃς εἶναι τὰ ἄστρα.

(10) λαμπροτάτην δὲ εἶναι τὴν τοῦ ἡλίου φλόγα καὶ θερμοτάτην. τὰ μὲν γὰρ ἄλλα ἄστρα πλεῖον ἀπέχειν ἀπὸ γῆς καὶ διὰ τοῦτο ἧττον λάμπειν (cfr. B 99) καὶ θάλπειν, τὴν δὲ σελήνην προσγειοτέραν οὖσαν μὴ διὰ τοῦ καθαροῦ φέρεσθαι τόπου. τὸν μέντοι ἥλιον ἐν διαυγεῖ καὶ ἀμιγεῖ κινεῖσθαι καὶ σύμμετρον ἀφ᾿ ἡμῶν ἔχειν διάστημα· τοιγάρτοι μᾶλλον θερμαίνειν τε καὶ φωτίζειν. ἐκλείπειν τε ἥλιον καὶ σελήνην, ἄνω στρεφομένων τῶν σκαφῶν· τούς τε κατὰ μῆνα τῆς σελήνης σχηματισμοὺς γίνεσθαι στρεφομένης ἐν αὐτῇ κατὰ μικρὸν τῆς σκάφης. ἡμέραν τε καὶ νύκτα γίνεσθαι καὶ μῆνας καὶ ὥρας ἐτείους καὶ ἐνιαυτοὺς ὑετούς τε καὶ πνεύματα καὶ τὰ τούτοις ὅμοια κατὰ τὰς διαφόρους ἀναθυμιάσεις.

(11) τὴν μὲν γὰρ λαμπρὰν ἀναθυμίασιν φλογωθεῖσαν ἐν τῷ κύκλῳ) τοῦ ἡλίου ἡμέραν ποιεῖν, τὴν δὲ ἐναντίαν ἐπικρατήσασαν νύκτα ἀποτελεῖν· καὶ ἐκ μὲν τοῦ λαμπροῦ τὸ θερμὸν αὐξόμενον θέρος ποιεῖν, ἐκ δὲ τοῦ σκοτεινοῦ τὸ ὑγρὸν πλεονάζον χειμῶνα ἀπεργάζεσθαι. ἀκολούθως δὲ τούτοις καὶ περὶ τῶν ἄλλων αἰτιολογεῖ. περὶ δὲ τῆς γῆς οὐδὲν ἀποφαίνεται ποία τίς ἐστιν, ἀλλ᾿ οὐδὲ περὶ τῶν σκαφῶν. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ δοκοῦντα.
Τὰ δὲ περὶ Σωκράτους καὶ ὅσα ἐντυχὼν τῷ συγγράμματι εἴποι, κομίσαντος Εὐριπίδου καθά φησιν ᾿Αρίστων, ἐν τῷ περὶ Σωκράτους εἰρήκαμεν (s. A 4).

(12) Σέλευκος μέντοι φησὶν ὁ γραμματικὸς Κρότωνά τινα ἱστορεῖν ἐν τῷ Κατακολυμβητῇ Κράτητά τινα πρῶτον εἰς τὴν ῾Ελλάδα κομίσαι τὸ βιβλίον· ὃν καὶ εἰπεῖν Δηλίου τινὸς δεῖσθαι κολυμβητοῦ, ὃς οὐκ ἀποπνιγήσεται ἐν αὐτῷ. ἐπιγράφουσι δ᾿ αὐτῷ οἱ μὲν Μούσας, οἱ δὲ Περὶ φύσεως, Διόδοτος δὲ

ἀκριβὲς οἰάκισμα πρὸς στάθμην βίου,

ἄλλοι Γνώμον᾿ ἠθῶν, τρόπου κόσμον ἕνα τῶν ξυμπάντων. φασὶ δ᾿ αὐτὸν ἐρωτηθέντα διὰ τί σιωπᾷ, φάναι „ἵν᾿ ὑμεῖς λαλῆτε.“ ἐπόθησε δ᾿ αὐτοῦ καὶ Δαρεῖος μετασχεῖν καὶ ἔγραψεν ὧδε πρὸς αὐτόν·

(13) „Βασιλεὺς Δαρεῖος πατρὸς ῾Υστάσπεω ῾Ηράκλειτον ᾿Εφέσιον σοφὸν ἄνδρα προσαγορεύει χαίρειν.“

„Καταβέβλησαι λόγον Περὶ φύσεως δυσνόητόν τε καὶ δυσεξήγητον. ἔν τισι μὲν οὖν ἑρμηνευόμενος κατὰ λέξιν σὴν δοκεῖ δύναμίν τινα περιέχειν θεωρίας κόσμου τε τοῦ σύμπαντος καὶ τῶν ἐν τούτῳ γινομένων, ἅπερ ἐστὶν ἐν θειοτάτῃ κείμενα κινήσει·

τῶν δὲ πλείστων ἐποχὴν ἔχοντα, ὥστε καὶ τοὺς ἐπὶ πλεῖστον μετεσχηκότας συγγραμμάτων διαπορεῖσθαι τῆς ὀρθῆς δοκούσης γεγράφθαι παρὰ σοὶ ἐξηγήσεως. βασιλεὺς οὖν Δαρεῖος ῾Υστάσπου βούλεται τῆς σῆς ἀκροάσεως μετασχεῖν καὶ παιδείας ῾Ελληνικῆς.

(14) ἔρχου δὴ συντόμως πρὸς ἐμὴν ὄψιν καὶ βασίλειον οἶκον. ῞Ελληνες γὰρ ἐπὶ τὸ πλεῖστον ἀνεπισήμαντοι σοφοῖς ἀνδράσιν ὄντες παρορῶσι τὰ καλῶς ὑπ᾿ αὐτῶν ἐνδεικνύμενα πρὸς σπουδαίαν ἀκοὴν καὶ μάθησιν. παρ᾿ ἐμοὶ δ᾿ ὑπάρχει σοι πᾶσα μὲν προεδρία, καθ᾿ ἡμέραν δὲ καλὴ καὶ σπουδαία προσαγόρευσις καὶ βίος εὐδόκιμος σαῖς παραινέσεσιν.“

„῾Ηράκλειτος ᾿Εφέσιος βασιλέι Δαρείῳ πατρὸς ῾Υστάσπεω

χαίρειν.“

„῾Οκόσοι τυγχάνουσιν ὄντες ἐπιχθόνιοι τῆς μὲν ἀληθηίης καὶ δικαιοπραγμοσύνης ἀπέχονται, ἀπληστίῃ δὲ καὶ δοξοκοπίῃ προσέχουσι κακῆς ἕνεκα ἀνοίης. ἐγὼ δ᾿ ἀμνηστίην ἔχων πάσης πονηρίης καὶ κόρον φεύγων παντὸς οἰκειούμενον φθόνῳ καὶ διὰ τὸ περιίστασθαι ὑπερηφανίην οὐκ ἂν ἀφικοίμην εἰς Περσῶν χώρην, ὀλίγοις ἀρκεόμενος κατ᾿ ἐμὴν γνώμην.“

Τοιοῦτος μὲν ἁνὴρ καὶ πρὸς βασιλέα.

(15) Δημήτριος δέ φησιν ἐν τοῖς ῾Ομωνύμοις καὶ ᾿Αθηναίων αὐτὸν ὑπερφρονῆσαι, δόξαν ἔχοντα παμπλείστην, καταφρονούμενόν τε ὑπὸ τῶν ᾿Εφεσίων μᾶλλον τὰ οἰκεῖα. μέμνηται αὐτοῦ καὶ ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ (frhlt PHG II 366). πλεῖστοί τέ εἰσιν ὅσοι ἐξήγηνται αὐτοῦ τὸ σύγγραμμα· καὶ γὰρ ᾿Αντισθένης καὶ ῾Ηρακλείδης ὁ Ποντικὸς Κλεάνθης τε [ὁ ποντικὸσ] (p. 88 Voss.) καὶ Σφαῖρος ὁ Στωικός, πρὸς δὲ Παυσανίας ὁ κληθεὶς ῾Ηρακλειτιστής, Νικομήδης τε καὶ Διονύσιος· τῶν δὲ γραμματικῶν Διόδοτος, ὃς οὔ φησι περὶ φύσεως εἶναι τὸ σύγγραμμα ἀλλὰ περὶ πολιτείας, τὰ δὲ περὶ φύσεως ἐν παραδείγματος εἴδει κεῖσθαι.

(16) ῾Ιερώνυμος δέ φησι καὶ Σκυθῖνον τὸν τῶν ἰάμβων ποιητὴν (vgl. C 3) ἐπιβαλέσθαι τὸν ἐκείνου λόγον διὰ μέτρου ἐκβάλλειν. πολλά τ᾿ εἰς αὐτὸν ἐπιγράμματα φέρεται, ἀτὰρ δὴ καὶ τόδε· (Anth. P. VII, 128)

῾Ηράκλειτος ἐγώ· τί μ᾿ ἄνω κάτω ἕλκετ᾿ ἄμουσοι;
οὐχ ὑμῖν ἐπόνουν, τοῖς δ᾿ ἔμ᾿ ἐπισταμένοις.
εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δ᾿ ἀνάριθμοι
οὐδείς. ταῦτ᾿ αὐδῶ καὶ παρὰ Φερσεφόνῃ.

καὶ ἄλλο τοιόνδε (Anth. P. ix 540)

μὴ ταχὺς ῾Ηρακλείτου ἐπ᾿ ὀμφαλὸν εἴλεε βίβλον
τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός.
ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον· ἢν δέ σε μύστης
εἰσαγάγῃ, φανεροῦ λαμπρότερ᾿ ἠελίου.

(17) Γεγόνασι δ᾿ ῾Ηράκλειτοι πέντε· πρῶτος αὐτὸς οὗτος· δεύτερος ποιητὴς λυρικός, οὗ ἐστι Τῶν δώδεκα θεῶν ἐγκώμιον· τρίτος ἐλεγείας ποιητὴς ῾Αλικαρνασσεύς, εἰς ὃν Καλλίμαχος πεποίηκεν οὕτως•

εἶπέ τις, ῾Ηράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
ἤγαγεν, ἐμνήσθην δ᾿ ὁσσάκις ἀμφότεροι
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που,
ξεῖν᾿ ῾Αλικαρνασσεῦ, τετράπαλαι σποδιή,
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων
ἁρπάκτης ᾿Αΐδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. (epigr. 2 Wil.)

τέταρτος Λέσβιος, ἱστορίαν γεγραφὼς Μακεδονικήν· πέμπτος σπουδογέλοιος, ἀπὸ κιθαρῳδίας μεταβεβηκὼς εἰς τὸ εἶδος.

1a. SUIDAS, s.v. ῾Ηράκλειτος

῾Ηράκλειτος· ὄνομα κύριον. ὅτι ῾Ηράκλειτος ἔφη, ὀλιγωρεῖν πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κοπρίων ἐκβλητότερον· ἐκ τοῦ ῥᾴστου δὲ αὐτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ.

῾Ηράκλειτος, Βλόσωνος ἢ Βαύτωρος, οἱ δὲ ῾Ηρακῖνος·

᾿Εφέσιος, φιλόσοφος φυσικός, ὃς ἐπεκλήθη Σκοτεινός. οὗτος ἐμαθήτευσεν οὐδενὶ τῶν φιλοσόφων, φύσει δὲ καὶ ἐπιμελείᾳ ἠσκήθη. οὗτος ὑδρωπιάσας οὐκ ἐνεδίδου τοῖς ἰατροῖς, ᾗπερ ἐβούλοντο θεραπεύειν αὐτόν· ἀλλ᾿ αὐτὸς βολβίτῳ χρίσας ὅλον ἑαυτὸν εἴασε ξηρανθῆναι τοῦτο ὑπὸ τῷ ἡλίῳ, καὶ κείμενον αὐτὸν κύνες προελθοῦσαι διέσπασαν· οἱ δὲ ἄμμῳ χωσθέντα φασὶν ἀποθανεῖν.

τινὲς δὲ αὐτὸν ἔφασαν διακοῦσαι Ξενοφάνους καὶ ῾Ιππάσου τοῦ Πυθαγορείου. ἦν δὲ ἐπὶ τῆς ξθ ᾿Ολυμπιάδος, ἐπὶ Δαρείου τοῦ ῾Υστάσπου, καὶ ἔγραψε πολλὰ ποιητικῶς.

2. STRABO, XIV, 1, 3 p. 632-633

... ἄρξαι δέ φησιν (Oherekydes FHG I 98 fr. 111) ῎Ανδροκλον τῆς τῶν ᾿Ιώνων ἀποικίας, ὕστερον τῆς Αἰολικῆς, υἱὸν γνήσιον Κόδρου τοῦ ᾿Αθηνῶν βασιλέως, γενέσθαι δὲ τοῦτον ᾿Εφέσου κτίστην. διόπερ τὸ βασίλειον τῶν ᾿Ιώνων ἐκεῖ συστῆναί φασι, καὶ ἔτι νῦν οἱ ἐκ τοῦ γένους ὀνομάζονται βασιλεῖς ἔχοντές τινας τιμάς, προεδρίαν τε ἐν ἀγῶσι καὶ πορφύραν ἐπίσημον τοῦ βασιλικοῦ γένους, σκίπωνα ἀντὶ σκήπτρου, καὶ τὰ ἱερὰ τῆς ᾿Ελευσινίας Δήμητρος. Vgl. D. 55,7.

3. CLEM. Strom. I, 65, p. 354 P.

῾Ηράκλειτος γὰρ ὁ Βλύσωνος Μελαγκόμαν τὸν τύραννον ἔπεισεν ἀποθέσθαι τὴν ἀρχήν. οὗτος βασιλέα Δαρεῖον παρακαλοῦντα ἥκειν εἰς Πέρσας ὑπερεῖδεν.

3a. STRABO, XIV, 25, p. 642

ἄνδρες δ᾿ ἀξιόλογοι γεγόνασιν ἐν αὐτῆι (Ephesos) τῶν μὲν παλαιῶν ῾Ηράκλειτος τε ὁ Σκοτεινὸς καλούμενος καὶ ῾Ερμόδωρος, περὶ οὗ ὁ αὐτός φησιν ‘ἄξιον ᾿Εφεσίοις ἡβηδὸν ἀπάγξασθαι, οἵτινες ῾Ερμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον, φάντες ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃ τε καὶ μετ᾿ ἄλλων.’ (B 121). δοκεῖ δ᾿ οὗτος ὁ ἀνὴρ νόμους τινὰς ῾Ρωμαίοις συγγράψαι.

PLIN., H. N. XXXIV, 21

Fuit Hermodori Ephesii <sc. statua> in comitio, legum quas decemviri scribebant interpretis, publice dicata.

3b.  THEMIST. De virtute, p. 40 (Rh. Mus. 27, 456f)

PLUT, De garr. 17, 511 8c.

Οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως; ὡς ῾Ηράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τιν᾿ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας ἐκπιὼν ἀπῆλθεν, ἐνδειξάμενος αὐτοῖς ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Vgl. Schol. Ho.BT. z. K 149)

SCHRIFT.  Vgl. A 1, §§ 5-7. 12. 15. 16.

4.  ARIST., Rhet. III, 5, 1407 b11

῞Ολως δὲ δεῖ εὐανάγνωστον εἶναι τὸ γεγραμμένον καὶ εὔφραστον· ἔστιν δὲ τὸ αὐτό· ὅπερ οἱ πολλοὶ σύνδεσμοι οὐκ ἔχουσιν, οὐδ᾿ ἃ μὴ ῥᾴδιον διαστίξαι, ὥσπερ τὰ ῾Ηρακλείτου. τὰ γὰρ ῾Ηρακλείτου διαστίξαι ἔργον διὰ τὸ ἄδηλον εἶναι ποτέρῳ πρόσκειται, τῷ ὕστερον ἢ τῷ πρότερον, οἷον ἐν τῇ ἀρχῇ αὐτῇ τοῦ συγγράμματος· φησὶ γὰρ (B 1.1) ‘τοῦ λόγου τοῦδ᾿ ἐόντος ἀεὶ ἀξύνετοι ἄνθρωποι γίγνονται’· (B1) ἄδηλον γὰρ τὸ ἀεί, πρὸς ποτέρῳ <δεῖ> διαστίξαι.

DEMETR. 192

Τὸ δὲ σαφὲς ἑν πλείοσιν· πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἡ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ ῾Ηρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον ἡ λύσις.

DIOG. II, 22

φασὶ δ᾿ Εὐριπίδην αὐτῷ δόντα τὸ ῾Ηρακλείτου σύγγραμμα ἐρέσθαι, „τί δοκεῖ;“ τὸν δὲ φάναι,

„ἃ μὲν συνῆκα, γενναῖα, οἶμαι δὲ καὶ ἃ μὴ συνῆκα· πλὴν Δηλίου γέ τινος δεῖται κολυμβητοῦ.“

 

LEHRE

 

5. ARIST.Metaph. I, 3; p. 984a7 (s. c. 8, 7 S 30, 40)

Τιμιώτατον μὲν γὰρ τὸ πρεσβύτατον, ὅρκος δὲ τὸ τιμιώτατόν ἐστιν. εἰ μὲν οὖν
ἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύἀρχαία τις αὕτη καὶ παλαιὰ τετύχηκεν οὖσα περὶ τῆς φύσεως ἡ δόξα, τάχ῞ ἂν ἄδηλον εἴη, Θαλῆς μέντοι λέγεται οὕτως ἀποφήνασθαι περὶ τῆς πρώτης αἰτίας (῞Ιππωνα γὰρ οὐκ ἄν τις ἀξιώσειε θεῖναι μετὰ τούτων διὰ τὴν εὐτέλειαν αὐτοῦ τῆς διανοίας)· ᾿Αναξιμένης δὲ ἀέρα καὶ Διογένης πρότερον ὕδατος καὶ μάλιστ᾿ ἀρχὴν τιθέασι τῶν ἁπλῶν σωμάτων, ῞Ιππασος δὲ πῦρ ὁ Μεταποντῖνος καὶ ῾Ηράκλειτος ὁ ᾿Εφέσιος. ᾿Εμπεδοκλῆς ...

SIMPL., phys. 23, 33

῞Ιππασος δὲ ὁ Μεταποντῖνος καὶ ῾Ηράκλειτος ὁ ᾿Εφέσιος ἓν καὶ οὗτοι καὶ κινούμενον καὶ πεπερασμένον, ἀλλὰ πῦρ ἐποίησαν τὴν ἀρχήν, καὶ ἐκ πυρὸς ποιοῦσι τὰ ὄντα πυκνώσει καὶ μανώσει καὶ διαλύουσι πάλιν εἰς πῦρ, ὡς ταύτης μιᾶς οὔσης φύσεως τῆς ὑποκειμένης· πυρὸς γὰρ ἀμοιβὴν εἶναί φησιν ῾Ηράκλειτος πάντα (cfr. B 90). ποιεῖ δὲ καὶ τάξιν τινὰ καὶ χρόνον ὡρισμένον τῆς τοῦ κόσμου μεταβολῆς κατά τινα εἱμαρμένην ἀνάγκην.

AËT. I 3 11 (D. 283)

῾Ηράκλειτος καὶ ῞Ιππασος ἀρχὴν τῶν ἁπάντων τὸ πῦρ. ἐκ πυρὸς γὰρ τὰ πάντα καὶ εἰς πῦρ πάντα τελευτᾷ. πρῶτον μὲν γὰρ τὸ παχυμερέστερον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γίγνεται γῆ, ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίγνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ τὰ σώματα πάντα ὑπὸ τοῦ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει.

Vgl. 5, 5 S 30, 45

῾Ηράκλειτος καὶ ῞Ιππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ἁπάντων τὸ πῦρ. ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι. τούτου δὲ κατασβεννυμένου κοσμοποιεῖσθαι τὰ πάντα· πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆ γίγνεται, ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίγνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ τὰ σώματα πάντα ὑπὸ τοῦ πυρὸς ἀναλοῦσθαι ἐν τῆι ἐκπυρώσει.

GAL., de elem. sec. Hipp. I, 443 K.

Οἵ τε τὸ πῦρ (στοιχεῖον εἰπόντες) ὡσαύτως, ἐκ τοῦ συνιὸν μὲν καὶ πυκνούμενον ἀέρα γίγνεσθαι, παθὸν δ᾿ ἐπὶ μᾶλλον τοῦτο καὶ σφοδρότερον πιληθὲν ὕδωρ, ἐπὶ πλεῖστον δὲ πυκνωθὲν γῆν ἀποτελεῖσθαι, συλλογίζονται καὶ αὐτοὶ τοῦτ᾿ εἶναι τὸ στοιχεῖον.

6.  PLATO, Cratyl. 402a

Λέγει που ῾Ηράκλειτος ὅτι πάντα χωρεῖ καὶ οὐδὲν μένει, καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης. (vgl. B 12)

AËT. I, 23, 7 (D. 320)

῾Ηράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνήιρει· ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δὲ τοῖς πᾶσιν ἀπεδίδου, ἀίδιον μὲν τοῖς ἀιδίοις, φθαρτὴν δὲ τοῖς φθαρτοῖς.

7.  ARIST. Metaph. III, 3, p. 1005b 23

᾿Αδύνατον γὰρ ὁντινοῦν ταὐτὸν ὑπολαμβάνειν εἶναι καὶ μὴ εἶναι, καθάπερ τινὲς οἴονται λέγειν ῾Ηράκλειτον.

8.  AËT., I, 7, 22 (D. 303)

῾Ηέρακλειτος τὸ περιοδικὸν πῦρ ἀίδιον, εἱμαρμένην δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων.  (vgl. S. 55, 10)

-- I 27, 1 (D 322 nach Theophrast)

῾Ηέρακλειτος πάντα καθ᾿ εἱμαρμένην, τὴν δὲ αὐτὴν ὑπάρχειν καὶ ἀνάγκην.

-- 28, 1 (D. 323 nach Poseidonios)

῾Ηέρακλειτος οὐσίαν εἱμαρμένης ἀπεφαίνετο λόγον τὸν διὰ οὐσίας τοῦ παντὸς διήκοντα. αὕτη δ᾿ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως καὶ περιόδου μέτρον τεταγμένης. Vgl. c. 8, 8)

9.  ARIST. de partibus anim. I, 5; p. 645a 17

᾿Εν πᾶσι γὰρ τοῖς φυσικοῖς ἔνεστί τι θαυμαστόν· καὶ καθάπερ ῾Ηράκλειτος λέγεται πρὸς τοὺς ξένους εἰπεῖν τοὺς βουλομένους ἐντυχεῖν αὐτῷ, οἳ ἐπειδὴ προσιόντες εἶδον αὐτὸν θερόμενον πρὸς τῷ ἰπνῷ ἔστησαν (ἐκέλευε γὰρ αὐτοὺς εἰσιέναι θαρροῦντας· εἶναι γὰρ καὶ ἐνταῦθα θεούς), οὕτω καὶ πρὸς τὴν ζήτησιν περὶ ἑκάστου τῶν ζῴων προσιέναι δεῖ μὴ δυσωπούμενον ὡς ἐν ἅπασιν ὄντος τινὸς φυσικοῦ καὶ καλοῦ.

10. ARIST. de caelo I, 10, p. 279b 12

Γενόμενον μὲν οὖν ἅπαντες εἶναί φασιν, ἀλλὰ γενόμενον οἱ μὲν ἀΐδιον, οἱ δὲ φθαρτὸν ὥσπερ ὁτιοῦν ἄλλο τῶν συνισταμένων, οἱ δ᾿ ἐναλλὰξ ὁτὲ μὲν οὕτως ὁτὲ δὲ ἄλλως ἔχειν [φθειρόμενον], καὶ τοῦτο αἰεὶ διατελεῖν οὕτως, ὥσπερ ᾿Εμπεδοκλῆς ὁ ᾿Ακραγαντῖνος καὶ ῾Ηράκλειτος ὁ ᾿Εφέσιος.

AËT., II 1. 2 (D. 327)

Θαλῆς Πυθαγόρας ᾿Εμπεδοκλῆς ῎Εκφαντος Παρμενίδης Μέλισσος ῾Ηράκλειτος ᾿Αναξαγόρας Πλάτων ᾿Αριστοτέλης Ζήνων ἕνα τὸν κόσμον.

4, 3 (D. 331)

῾Ηέρακλειτος οὐ κατὰ χρόνον εἶναι γενητὸν τὸν κόσμον, ἀλλὰ κατ᾿ ἐπίνοιαν.

11, 4 (D. 340)

Παρμενίδης ῾Ηράκλειτος Στράτων Ζήνων πύρινον εἶναι τὸν οὐρανόν.

11. -- (D. 342)

Παρμενίδης καὶ ῾Ηράκλειτος πιλήματα πυρὸς τὰ ἄστρα.

17, 4 (D 346)

῾Ηράκλειτος καὶ οἱ Στωϊκοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως.

12. AËT. II, 20, 16 (D. 351)

῾Ηράκλειτος καὶ ῾Εκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον.

--  II, 22, 2 (D. 352)

Σκαφοειδῆ, ὑπόκυρτον.

-- II, 24, 3 (D. 354)

(Γίνεσθαι τὴν ἔκλειψιν) κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίγνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν.

-- II, 27,2 (D. 358)

῾Ηέρακλειτος σκαφοειδῆ (τὴν σελήνην).

- 28, 6 (D. 359)

῾Ηέρακλειτος ταὐτὸν πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην. σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγάς, φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπρότερον μὲν τὸν ἥλιον· ἐν καθαρωτέρωι γὰρ ἀέρι φέρεσθαι· τὴν δὲ σελήνην ἐν θολωτέρωι· διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.

-- II, 29, 3

῾Ηέρακλειτος ... (ἐκλείπειν τὴν σελήνην) κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις.

13. -- .II 32, 3 (D 364)

῾Ηράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ὁ Στωικὸς ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσος ἦν ὁ καθ᾿ ῾Ηράκλειτον ἐνιαυτός.

Vgl. Censorin., 18, 10

Hic annus etiam heliacos a quibusdam dicitur, et ab aliis (Heraclitus?) θεοῦ ἐνιαυτός ...hunc Aristarchus putavit esse annorum vertentium IICCCCLXXXIIII, … Heraclitus et Linus XDCCC.

14.  AËT III, 3 9 (D. 369)

῾Ηέρακλειτος βροντὴν μὲν κατὰ συστροφὰς ἀνέμων καὶ νεφῶν καὶ ἐμπτώσεις πνευμάτων εἰς τὰ νέφη, ἀστραπὰς δὲ κατὰ τὰς τῶν θυμιωμένων ἐξάψεις, πρηστῆρας δὲ κατὰ νεφῶν ἐμπρήσεις καὶ σβέσεις.

14a.  NICAND. Alex. 171-177 (vgl. B 84)

Καί τε σύ γ᾿ ἀγλεύκην βάψαις ἰόεντα θάλασσαν,
ἥν τε καὶ ἀτμεύειν ἀνέμοις πόρεν ᾿Εννοσίγαιος
σὺν πυρί. καὶ γὰρ δὴ τὸ πνοαῖς συνδάμναται ἐχθραῖς
πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ
ἀργέστας, καί ῥ᾿ ἡ μὲν ἀκοσμήεσσα, φιλοργὴς
δεσπόζει νηῶν τε καὶ ἐμφθορέων αἰζηῶν,
ὕλη δ᾿ ἐχθομένοιο πυρὸς κατὰ θεσμὸν ἀκούει.

Schol.

(172) ἀτμεύειν δὲ δουλεύειν, ὑποκεῖσθαι· ἀτμένες γὰρ οἱ δοῦλοι· ὅτι δὲ δουλεύει ἡ θάλασσα καὶ τὸ πῦρ ἀνέμοις, κατὰ θεῖον νόμον δηλονότι, τοῦτο δὲ καὶ Ἡ. καὶ Μενεκράτης εἴρηκεν. ἀργέστας· οἰονεὶ τοὺς ἀνέμους. ἀχύνετον δὲ τὸ πολύχυτον. τὸ γὰρ ἐπιτατικόν ἐστιν. Ἐκιίτεσθαι οὖν βούλεται διὰ τούτων λαὶ Ἡ., ὅτι πάντα ἐναντία ἀλλήλοις ἐστὶ κατ' αὐτόν... δεσπόζει νηῶν· τῇ γὰρ θαλάσσῃ ὑπόκεινται τὰ πλοῖα, τῷ δὲ πυρὶ ἡ ὕλη. ἐμφθορέων δὲ αἰζηῶν· τῶν ἐν θαλάσσῃ φθειρομένων.

15 .  ARIST. de anima I, 2; p. 405a 24

καὶ ῾Ηράκλειτος δὲ τὴν ἀρχὴν εἶναί φησι ψυχήν, εἴπερ τὴν ἀναθυμίασιν (B. 12), ἐξ ἧς τἆλλα συνίστησιν·

MACROB. S. Scip. 14, 19

(Animam) Heraclitus physicus scintillam stellaris essentiae.

AËT. IV, 3, 12 (D. 389)

῾Ηέρακλειτος τὴν μὲν τοῦ κόσμου ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ἐν αὐτῶι ὑγρῶν, τὴν δὲ ἐν τοῖς ζώιοις ἀπὸ τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως, ὁμογενῆ πεφυκέναι. (Vgl. c. 8, 9)

16. SEXT. adv. math. VII, 126ff.

Delší referát Sexta Empeirika (s využitím překladu Tomáše Vítka). Obsahuje zlomky B 1, B 2, B 107. Od odstavce 127 cituje Sextos Poseidónia Fr. 353.1-45 Theiler.

(126) ῾Ο δὲ ῾Ηράκλειτος, ἐπεὶ πάλιν ἐδόκει δυσὶν ὠργανῶσθαι ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀληθείας γνῶσιν, αἰσθήσει τε καὶ λόγωι, τούτων τὴν <μὲν> αἴσθησιν παραπλησίως τοῖς προειρημένοις φυσικοῖς ἄπιστον εἶναι νενόμικεν, τὸν δὲ λόγον ὑποτίθεται κριτήριον. ἀλλὰ τὴν μὲν αἴσθησιν ἐλέγχει λέγων κατὰ λέξιν  ‘κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων (Β 107)’, ὅπερ ἴσον ἦν τῶι ‘βαρβάρων ἐστὶ ψυχῶν ταῖς ἀλόγοις αἰσθήσεσι πιστεύειν’.

(127) Τὸν δὲ λόγον κριτὴν τῆς ἀληθείας ἀποφαίνεται οὐ τὸν ὁποιονδήποτε, ἀλλὰ τὸν κοινὸν καὶ θεῖον. τίς δ᾿ ἐστὶν οὗτος, συντόμως ὑποδεικτέον· ἀρέσκει γὰρ τῶι φυσικῶι τὸ περιέχον ἡμᾶς λογικόν τε ὂν καὶ φρενῆρες.

(128) ᾿Εμφαίνει δὲ τὸ τοιοῦτο πολὺ πρόσθεν ῞Ομηρος (σ 163) εἰπών·

τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων,
οἷον ἐπ᾿ ἦμαρ ἄγηισι πατὴρ ἀνδρῶν τε θεῶν τε.
καὶ ᾿Αρχίλοχος (fr. 70) δέ φησι τοὺς ἀνθρώπους τοιαῦτα φρονεῖν

ὁποίην Ζεὺς ἐφ᾿ ἡμέρην ἄγει.

εἴρηται δὲ καὶ τῶι Εὐριπίδηι (Troad. 885) τὸ αὐτό·

ὅστις <ποτ᾿> εἶ σὺ δυστόπαστος εἰσιδεῖν
Ζεύς, εἴτ᾿ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
ἐπευξάμην σε.

(129) Τοῦτον οὖν τὸν θεῖον λόγον καθ᾿ ῾Ηράκλειτον δι᾿ ἀναπνοῆς σπάσαντες νοεροὶ γινόμεθα, καὶ ἐν μὲν ὕπνοις ληθαῖοι, κατὰ δὲ ἔγερσιν πάλιν ἔμφρονες· ἐν γὰρ τοῖς ὕπνοις μυσάντων τῶν αἰσθητικῶν πόρων χωρίζεται τῆς πρὸς τὸ περιέχον συμφυΐας ὁ ἐν ἡμῖν νοῦς, μόνης τῆς κατὰ ἀναπνοὴν προσφύσεως σωιζομένης οἱονεί τινος ῥίζης, χωρισθείς τε ἀποβάλλει ἣν πρότερον εἶχε μνημονικὴν δύναμιν·

(130) ᾿Εν δὲ ἐγρηγόρσει πάλιν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ διά τινων θυρίδων προκύψας καὶ τῶι περιέχοντι συμβαλὼν λογικὴν ἐνδύεται δύναμιν. ὅνπερ οὖν τρόπον οἱ ἄνθρακες πλησιάσαντες τῶι πυρὶ κατ᾿ ἀλλοίωσιν διάπυροι γίνονται, χωρισθέντες δὲ σβέννυνται, οὕτω καὶ ἡ ἐπιξενωθεῖσα τοῖς ἡμετέροις σώμασιν ἀπὸ τοῦ περιέχοντος μοῖρα κατὰ μὲν τὸν χωρισμὸν σχεδὸν ἄλογος γίνεται, κατὰ δὲ τὴν διὰ τῶν πλείστων πόρων σύμφυσιν ὁμοιοειδὴς τῶι ὅλωι καθίσταται.

(131) Τοῦτον δὴ τὸν κοινὸν λόγον καὶ θεῖον καὶ οὗ κατὰ μετοχὴν γινόμεθα λογικοί, κριτήριον ἀληθείας φησὶν ὁ ῾Ηράκλειτος ὅθεν τὸ μὲν κοινῆι πᾶσι φαινόμενον, τοῦτ᾿ εἶναι πιστόν τῶι κοινῶι γὰρ καὶ θείωι λόγωι λαμβάνεται, τὸ δέ τινι μόνωι προσπῖπτον ἄπιστον ὑπάρχειν διὰ τὴν ἐναντίαν αἰτίαν.

(132) ἐναρχόμενος γοῦν τῶν Περὶ φύσεως ὁ προειρημένος ἀνὴρ καὶ τρόπον τινὰ δεικνῦς τὸ περιέχον φησί (B 1)· ‘λόγου τοῦδ᾿ ἐόντος αἰεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε, ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει· τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.’

(133) Διὰ τούτων γὰρ ῥητῶς παραστήσας ὅτι κατὰ μετοχὴν τοῦ θείου λόγου πάντα πράττομέν τε καὶ νοοῦμεν ὀλίγα προσδιελθὼν ἐπιφέρει  ᾿διὸ δεῖ ἕπεσθαι τῷ <ξυνῷ᾿, τουτέστι τῷ> κοινῷ, ξυνὸς γὰρ ὁ κοινός. ᾿τοῦ λόγου δ᾿ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν (B 2)᾿. ἡ δ᾿ ἔστιν οὐκ ἄλλο τι ἀλλ᾿ ἐξήγησις τοῦ τρόπου τῆς τοῦ παντὸς διοικήσεως. διὸ καθ᾿ ὅ τι ἂν αὐτοῦ τῆς μνήμης κοινωνήσωμεν, ἀληθεύομεν, ἃ δὲ ἂν ἰδιάσωμεν, ψευδόμεθα.

(134) Νῦν γὰρ ῥητότατα καὶ ἐν τούτοις τὸν κοινὸν λόγον κριτήριον ἀποφαίνεται, καὶ τὰ μὲν κοινῆι φησι φαινόμενα πιστὰ ὡς ἂν τῶι κοινῶι κρινόμενα λόγωι, τὰ δὲ κατ᾿ ἰδίαν ἑκάστωι ψευδῆ.

--- VIII, 286

Καὶ μὴν ῥητῶς ὁ ῾Ηράκλειτος φησι τὸ μὴ εἶναι λογικὸν τὸν ἄνθρωπον, μόνον δ᾿ ὑπάρχειν φρενῆρες τὸ περιέχον. (s. VII, 127)

Danach. APOLL. Tyan. ep. 18.

῾Ηράκλειτος ὁ φυσικὸς ἄλογον εἶναι κατὰ φύσιν ἔφησε τὸν ἄνθρωπον. (fr. 133 Byw.). Zu Z. 15 vgl. CHALCID. c. 237 p. 272 Wrobel.  at vero H. intimum motum, qui est intentio animi sive animadversio, porrigi dicit per oculorum meatus atque ita tangere tractareque visenda.

17.  AËT. IV, 7, 2 (D. 392)

῾Ο δὲ ῾Ηράκλειτος τὰς ἀπαλλαττομένας τοῦ σώματος εἰς τὴν τοῦ παντὸς ἀναχωρεῖν ψυχὴν ἔφησεν οἶα δὴ ὁμογενῆ τε οὖσαν καὶ ὁμοούσιον.

18.  AËT.  V, 23 (D. 434)

῾Ηράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός.

19. (fr. 87-89 Byw.) PLUT. def. orac. 11. 415D.

οἱ μὲν „ἡβώντων“ ἀναγιγνώσκοντες (bei Hesiod fr. 171, 2 Rz. 1902) ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθ᾿ ῾Ηράκλειτον, ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας.

Philo, fr. Harris (Cambridge 1886), p. 20

δυνατὸν ἐν τριακοστῶι ἔτει τὸν ἄνθρωπον πάππον γενέσθαι, ἡβᾶν μὲν περὶ τὴν τεσσερεσκαιδεκαετῆ ἡλικίαν, ἐν ἧι σπείρει, τὸ δὲ σπαρὲν ἐνιαυτοῦ γενόμενον πάλιν πεντεκαιδεκάτωι ἔτει τὸ ὅμοιον ἑαυτῶι γεννᾶν.

Vgl. CENSORIN. 17, 2

Saeculum est spatium vitae humanae longissimum partu et morte definitum.  Quare quis annos triginta saeculum putarunt multum videntur errasse. Hoc enim tempus  “genean” vocari Heraclitus auctor est, quia orbia aetatis in eo sit spatio; orbem autem vocat aetatis dum natura ab sementi humana ad sementim revertitur.

JOH. LYDUS, de mens. III, 14

ὅθεν οὐκ ἀπὸ σκοποῦ ῾Ηράκλειτος γενεὰν τὸν μῆνα καλεῖ.

20.  CHALCID. c. 251 p. 284, 10 Wrob (wahrsch. aus Poseidonios' Timaeuscomm.)

Heraclitus vero consentientibus Stoicis rationem nostram cum divina ratione conectit regente ac moderante mundana: propter inseparabilem comitatum consciam decreti rationabilis factam quiescentibus animis ope sensuum futura denuntiare. ex quo fieri, ut adpareant imagines ignotorum locorum simulacraque hominum tam viventium quam mortuorum. idemque adserit divinationis usum et praemoneri meritos instruentibus divinis potestatibus.

21 CLEM. Strom. II, 130, p. 497 P.

᾿Αναξαγόραν μὲν γὰρ τὸν Κλαζομένιον τὴν θεωρίαν φάναι τοῦ βίου τέλος εἶναι καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν λέγουσιν ῾Ηρακλειτόν τε τὸν ᾿Εφέσιον τὴν εὐαρέστησιν.

22. [43b] EUDEM. Eth. H 1 1235a 25

῎καὶ ῾Ηράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι

‘ὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο,’

οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐδὲ τὰ ζῷα ἄνευ θήλεως καὶ ἄρρενος ἐναντίων ὄντων.

SIMPL. Cat. 412, 26 Kalbfl. fügt dem Homerverse zu Οἰχήσεσθαι γάρ φησι πάντα.

NUMEN. fr. 16 Thedinga (bei Chalcid. c. 297)

Numenius laudat Heraclitum reprehendentem Homerum qui optaverit interitum ac vastitatem malis vitae, quod non intelligeret mundum sibi deleri placere, siquidem silva, quae malorum fons est, exterminaretur.

23 [14B] POLYB. IV, 20

Οὐκ ἂν ἔτι πρέπον εἴη ποιηταῖς καὶ μυθογράφοις χρῆσθαι μάρτυσι περὶ τῶν ἀγνοουμένων, ὅπερ οἱ πρὸ ἡμῶν πεποιήκασι περὶ τῶν πλείστων, ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτὰς κατὰ τὸν ῾Ηράκλειτον. Vgl. B 40. 42. 56. 57. 104.
 

B. FRAGMENTE

 

ΗΡΑΚΛΕΙΤΟΥ ΠΕΡΙ ΦΥΣΕΩΣ

1 (2 Bywater) SEXT. VII. 132.

τοῦ λόγου τοῦ δέοντος αἰεὶ ἀξύνετοι ἄνθρωποι γίνονται καὶ πρόσθεν ἢ ἀκοῦσαι  καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε,  ἀπείροισιν ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων  ὁποῖα ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον  καὶ φράζων ὅπως ἔχει· τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν  ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.

2. (92) SEXT., VII 133

διὸ δεῖ ἕπεσθαι τῷ (ξυνῷ, τουτέστι τῷ) κοινῷ· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λόγου δὲ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνησιν.

3. (0) AËT. II, 21, 4

[D. 351, περὶ μεγέθους ἡλίου] εὖρος ποδὸς ἀνθρωπείου.

4 . (J. of. phil. ix, 320) ALBERTUS M. , de veget., VI, 401 p. 545 Meyer H. dixit quod

Si felicitas esset in delectationibus corporis, boues felices diceremus, cum inveniant orobum ad comedendum.

4a. (jetz 126a.)

5. (130. 126) ARISTPCRITUS Theosophia, 68 (Buresch Klaros 118), ORIG. c. CELS. VII 62

καθαίρονται δ᾽ ἄλλως αἵματι μιαινόμενοι οἷον εἴ τις εἰς πηλὸν ἐμϐὰς πηλῷ ἀπονίζοιτο. μαίνεσθαι δ᾽ ἂν δοκοίη, εἴ τις αὐτὸν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο (οὔ τι γινώσκων θεοὺς οὐδ᾽ ἥρωας οἵτινές εἰσι.

6. (32) ARISTOTELES., Meteor., B 2, 355a 13 (vgl. 55 B 158)

ὁ ἥλιος οὐ μόνον, καθάπερ ὁ Ἡ. φησί, νέος ἐφ᾽ ἡμέρῃ ἐστίν, ἀλλ᾽ ἀεί νέος συνεχῶς.

7. -- de sensu, 5, 443a 23

εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.

8. -- eth.Nic., Θ, 2, 1155b4

Ἡ. τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν καὶ πάντα κατ᾽ ἔριν γίνεσθαι. [s. fr. 80].

9. -- -- K5, 1176a7

ὄνους σύρματ᾽ ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν.

10. [Arist.] de mundo, 5. 396b7

ἴσως δὲ τῶν ἐναντίων ἡ φύσις γλίχεται καὶ ἐκ τούτων ἀποτελεῖ τὸ σύμφωνον οὐκ ἐκ τῶν ὁμοίων, ὥσπερ ἀμέλει τὸ ἄρρεν συνήγαγε πρὸς τὸ θῆλυ καὶ οὐχ ἑκάτερον πρὸς τὸ ὁμόφυλον καὶ τὴν πρώτην ὁμόνοιαν διὰ τῶν ἐναντίων συνῆψεν, οὐ διὰ τῶν ὁμοίων. ἔοικε δὲ καὶ ἡ τέχνη τὴν φύσιν μιμουμένη τοῦτο ποιεῖν. ζωγραφία μὲν γὰρ λευκῶν τε καὶ μελάνων ὠχρῶν τε καὶ ἐρυθρῶν χρωμάτων ἐγκερασαμένη φύσεις τὰς εἰκόνας τοῖς προηγουμένοις ἀπετέλεσε συμφώνους, μουσικὴ δὲ ὀξεῖς ἅμα καὶ βαρεῖς μακρούς τε καὶ βραχεῖς φθόγγους μείξασα ἐν διαφόροις φωναῖς μίαν ἀπετέλεσεν ἁρμονίαν, γραμματικὴ δὲ ἐκ φωνηέντων καὶ ἀφώνων γραμμάτων κρᾶσιν ποιησαμένη τὴν ὅλην τέχνην ἀπ᾽ αὐτῶν συνεστήσατο. ταὐτὸ δὲ τοῦτο ἦν καὶ τὸ παρὰ τῷ σκοτεινῷ λεγόμενον Ἡρακλείτῳ· συνάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.

11. (55) -- -- 6, 401, a 8s.

τῶν τε ζώιων τά τε ἄγρια καὶ ἥμερα τά τε ἐν ἀέρι καὶ ἐπὶ γῆς καὶ ἐν ὕδατι βοσκόμενα γίνεταί τε καὶ ἀκμάζει καὶ φθείρεται τοῖς τοῦ θεοῦ πειθόμενα θεσμοῖς· πᾶν γὰρ ἑρπετὸν (θεοῦ) πληγῇ νέμεται, ὥς φησιν Ἡράκλειτος.

12. (41-42) ARIUS DID. ap. Eus., P. E., XV, 20, (D. 471. 1)

Ζήνων τὴν ψυχὴν λέγει αἰσθητικὴν ἀναθυμίασιν, καθάπερ Ἡ.· βουλόνεμος γὰρ ἐμφανίσαι, ὅτι αἱ ψυχαὶ ἀναθυμιώμεναι νοεραὶ ἀεὶ γίνονται, εἴκασεν αὐτὰς τοῖς ποταμοῖς λέγων οὕτως· ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμϐαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιρρεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται [vgl. B 49a. 91].

13. (54) ATHEN. V p. 178 f

δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορϐόρῳ χαίρειν καθ᾽ Ἡράκλειτον. [Vgl. B 9. 37. 55 B 147].

CLEM. Strom. I 2 (II 4, 3 St.)

ὕες βορϐόρῳ ἥδονται μᾶλλον ἢ καθαρῷ ὕδατι. [Vgl. B 37. 68 B 147. Plotin. I 6, 6.]

14. CLEM., Protr., 22, p. 16, 24 Stählin.

τίσι δὴ μαντεύεται Ἡ. ὁ Ἐφέσιος; νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις· τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· τὰ γὰρ νομιζόμενα κατ᾽ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται.

15. (127) -- -- 34, p. 26, 6

εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ᾽ ἄν· ὡυτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν.

16. (27) -- Paed., II. 99. 216, 28

λήσεται μὲν γὰρ ἴσως τὸ αἰσθητὸν φῶς τις, τὸ δὲ νοητὸν ἀδύνατόν ἐστιν, ἢ ὥς φησιν Ἡ. · τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;

17. (5) -- Strom. II, 8, p. 432 Pott.

οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκοίοις ἐγκυ­ρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι. (vgl. A 16 § 128)

18. (7) -- --.II, 17 p 437

ἐὰν μὴ ἔλπηται, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνη­τον ἐὸν καὶ ἄπορον.

19. (6) -- --  II, 24, p. 442

ἀπίστους εἶναί τινας ἐπιστύφων Ἡ. φησιν· ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ᾽ εἰπεῖν.

20. (86) -- -- III, 14, p. 516

Ἡ. γοῦν κακίζων φαίνεται τὴν γένεσιν, ἐπειδὰν φῇ· γενόμενοι ζώειν ἐθέλουσι μόρους τ᾽ ἔχειν, μᾶλλον δὲ ἀναπαύεσθαι, καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.

21. (64) -- -- III, 3, 21, p. 520

οὐχὶ καὶ Ἡ. θάνατον τὴν γένεσιν καλεῖ ... ἐν οἷς φησι· θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.

22. (8) -- -- IV, 4, p. 565.

χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑ­ρίσκουσιν ὀλίγον.

23. (60) -- -- IV, 10, p. 568.

Δίκης ὄνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν.

24. (102) -- -- IV, 16, p. 571.

ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι.

25. (101) -- -- IV,  50, p. 586.

μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι.

26. (77) -- -- IV, 143, p. 628

ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσϐεσθείς [ὄψεις], ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, [ἀποσϐεσθεὶς ὄψεις], ἐγρη­γορὼς ἅπτεται εὕδοντος.

27. (122) -- -- IV, 22, 146 p. 630

ἀνθρώπους μένει ἀποθανόντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.

28. (118) -- -- , V,  9, p. 649

δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει, φυλάσσει· καὶ μέντοι καὶ Δίκη κατὰλήψεται ψευδῶν τέκτονας καὶ μάρτυρας.

29. (11b) -- -- V, 60, p 682 (nach B 104)

αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα. (αἱρεῦνται γὰρ ἓν ἀντία πάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα).

30. (20) -- -- V, 105 p. 711 (Plut. d. anim. 5 p. 1014a.

κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ᾽ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀπο­σϐεννύμενον μέτρα.

31. (21) -- -- -- --  p. 712 (nach 30)

ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν εἶναι ἐδογμάτιζεν, μηνύει τὰ ἐπιφερόμενα·) πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ. δυνάμει γὰρ λέγει ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι᾽ ἀέρος πρέπεται εἰς ὑγρὸν τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν, ἐκ δὲ τούτου αὖθις γίνεται γῆ καὶ οὐρανὸς καὶ τὰ ἐμπερι­εχόμενα. ὅπως δὲ πάλιν ἀναλαμϐάνεται καὶ ἐκ­πυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· [23] θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ.

32. (65) -- -- -- 116 p. 718

ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.

33. (110) -- -- -- --

νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.

34. (3) -- -- -- --

ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι.

35. (49) -- -- 141 p. 173

χρὴ γὰρ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι καθ᾽ Ἡράκλειτον.

36. (68) -- -- VI, 16 p. 746

ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.

37. (53) COLUMELLA, VIII, 4,

si modo credimus Ephesio Heracleto qui ait sues caeno [Vgl. B 13 ] , cohortales aves pulvere vel cinere lavari.

38. (33) DIOG. I, 23. (1 A 1 Thales)

δοκεῖ δὲ κατά τινας πρῶτος ἀστρολογῆσαι ... μαρτυρεῖ δ᾽ αὐτὸ καὶ Ἡράκλειτος καὶ Δημόκριτος.

39  (112) - 188

ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλέων λόγος ἢ τῶν ἄλλων.

40. (16) -- IX, 1 (s. S. 54, 17 A 1, 4, vgl. ATHEN. XIII 610b)

πολυμαθίη νόον (ἔχειν) οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτις τε Ξενοφάνεά (τε) καὶ Ἑκαταῖον.

41. (19) -- -- (anschl. an 40) , IX, 1.

εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυϐέρνησε πάντα διὰ πάντων.

42. (119) -- --

τόν τε Ὅμηρον ἔφασκεν ἄξιον ἐκ τῶν ἀγώνων ἐκϐάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ Ἀρχίλοχον ὁμοίως.

43. (103) -- -- 2

ὕϐριν χρὴ σϐεννύναι μᾶλλον ἢ πυρκαϊήν

44. (100) -- --

μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος.

45. (71) -- -- 7

ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο, πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει.

46. (132) -- --

τήν τε οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι.

47. (48) -- -- 73

μὴ εἰκῆ περὶ τῶν μεγίστων συμϐαλλώμεθα.

48. (66) ETYM. GEN. : βιός

τῷ οὖν τόξῳ ὄνομα βίος, ἔργον δὲ θάνατος.

49. (113) GALEN. de diff. puls. VIII 773 K (SYMMACH. ep. ix 115, THEOG. PRODR. ep. p. 20) :

εἷς ἐμοὶ μύριοι, (ἐὰν ἄριστος ᾖ. Vgl. 55 B 24)

49 a (81) HERACLIT. alleg. 24 (nach 62)

ποταμοῖς τοῖς αὐτοῖς ἐμϐαίνομέν τε καὶ οὐκ ἐμϐαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν.

50. (1) HIPPOL., refut. IX, 9

Ἡ. μὲν οὖν ἕν φησιν εἶναι τὸ πᾶν διαιρετὸν ἀδιαίρετον, γενητὸν ἀγένητον, θνητὸν ἀθάνατον, λόγον αἰῶνα, πατέρα υἱόν, θεὸν δίκαιον· οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκού­σαντας ὁμολογεῖν σο­φόν ἐστιν ἓν πάντα εἶναί [οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκού­σαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἰδέναι]

51. (45; vgl. 56) -- --

οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίν­τροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης. (Folgt B 1)

52. (79) -- -- 

αἰὼν παῖς ἐστι παίζων, πεσσεύων· παιδὸς ἡ βασιληίη.

53. (44) -- -- 

Πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.

54. (47)  -- --

ἁρμονίη ἀφανὴς φανερῆς κρείττων.

55. (13) -- --

ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω.

56. (47 Anm.) HIPPOL. IX. 9

ἐξηπάτηνται, (φησίν) οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάϐομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾽ ἐλάϐομεν, ταῦτα φέρομεν.

57. (35) -- IX 10

διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν.

58. (35) -- IX, 10

καὶ ἀγαθὸν καὶ κακόν [näml. ἕν ἐστιν] . οἱ γοῦν ἰατροί, (φησίν ὁ Ἡ.,) τέμνοντες, καίοντες, πάντῃ βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας, ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμ­ϐάνειν παρὰ τῶν ἀρρωστούντων, ταὐτὰ ἐργαζό­μενοι, τὰ ἀγαθὰ καὶ τὰς νόσους.

59. (50) -- --

γναφείῳ ὁδὸς εὐθεῖα καὶ σκολιὴ (ἡ τοῦ ὀργάνου τοῦ καλουμένου κοχλίου ἐν τῷ γναφείῳ περιστροφὴ εὐθεῖα καὶ σκολιή· ἄνω γὰρ ὁμοῦ καὶ κύκλῳ περιέρχεται) μία ἐστί, (φησί,) καὶ ἡ αὐτή.

60. (69) -- --

ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή.

61. (52) -- --

θάλασσα ὕδωρ καθα­ρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.

62. (67) -- --

ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι, ζῶντες τὸν ἐκεί­νων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.

63. (123) -- --

λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης (τῆς) φανερᾶς, ἐν ᾗ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· ἔνθα δ᾽ ἐόντι ἐπ­ανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν. λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς.

64.. -- -- --

πυρὸς γίνεσθαι λέγων οὕτως· τὰ δὲ πὰντα οἰακίζει κεραυνός, τουτέστι κατευθύνει, κεραυνὸν [τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι] τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν

65  -- -- --

ὄλων αἴτιον· καλεῖ δὲ αὐτὸ χρησμοσύνην καὶ κόρον χρησμοσύνη δὲ ἐστιν ἡ διακόσμησις κατ΄ αὐτον, ἡ δὲ ἐκπύρωσις

66. -- -- --

κόρος. πάντα γάρ, φησί, τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.

67. (36) -- --

ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός (τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς), ἀλλοιοῦται δὲ ὅκωσπερ (πῦρ), ὁπόταν συμμιγῇ θυώμασιν ὀνομάζεται καθ΄ ἡδονὴν ἑκάστου.

67a. (0) HISDOSUS scholasticus ad Chalc. Plat. Tim. (cod. Paris. l. 8624)

ita vitalis calor a sole procedens omnibus quae vivunt vitam subministrat. cui sententiae Heraclitus adquiescens optimam similitudinem dat de aranea ad animam, de tela araneae ad corpus, sic(ut) aranea, ait, stans in medio telae sentit, quam cito musca aliquem filum suum corrumpit itaque illuc celeriter currit quasi de fili persectione dolens, sic hominis anima aliqua parte corporis laesa illuc festine meat quasi impatiens laesionis corporis, cui firme et proportionaliter iuncta est.

68. (129) IAMBL. de myst., I, 11.

καὶ διὰ τοῦτο εἰκότως αὐτὰ ἄκεα Ἡ. προσεῖπεν ὡς ἐξακεσόμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῇ γενέσει συμφορῶν.

69. (128) -- -- v 15.

θυσιῶν τοίνυν τίθημι διττὰ εἴδη· τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ΄ ἑνὸς ἄν ποτε γένοιτο σπανίως, ὥς φησιν Ἡ., ἤ τινων ὀλίγων εὐαριθμήτων ἀνδρῶν· τὰ δ΄ ἔνυλα κτλ.

70. (79 Anm.) -- de anima (Stob. ecl. II, 1, 16.)

πόσῳ δὴ οὖν βέλτιον Ἡ. παίδων ἀθύρματα νενόμικεν εἶναι τὰ ἀνθρώπινα δοξάσματα.

71 (73 Anm.) MARC. ANT. IV, 46 (nach 76)

μεμνῆσθαι δὲ καὶ τοῦ ἐπιλανθανομένου ᾗ ἡ ὁδὸς ἄγει.

72. (93) -- --

ᾧ μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγῳ τῷ τὰ ὅλα διοικοῦντι, τούτῳ διὰφέρονται, καὶ οἷς καθ΄ ἡμέραν ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται.

73. 94. -- --

οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν· καὶ γὰρ καὶ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν.

74. (97 Anm.) -- --

οὐ δεῖ ὡς παῖδας τοκεών, ὧν τοῦτ᾿ ἔστι κατὰ ψιλόν· καθότι παρειλήφαμεν.

75. (90) -- IV, 42.

τοὺς καθεύδοντας οἶμαι ὁ Ἡ. ἐργάτας εἶναι λέγει καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων.

76. (25) MAXIM. TYR. XII 4 p.489 (nach B 60. 62)

 ζῇ πῦρ τὸν ἀέρος θάνατον καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον, ὕδωρ ζῇ τὸν γῆς θάνατον, γῆ τὸν ὕδατος.

PLUT.de E. 18. 392c.

πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος ὕδατι γένεσις.

MARC. IV. 46

ὅτι γῆς θάνατος ὕδωρ γενέσθαι καὶ ὕδατος θάνατος ἀέρα γενέσθαι καὶ ἀέρος πῦρ καὶ ἔμπαλιν.

77. (72) NUMEN. fr. 35 Thedinga bei Porphyr., ant. nymph.

ὅθεν καὶ Ἡράκλειτονψυχῇσι φάναι τέρψιν ἢ θάνατονὑγρῇσι γενέσθαιν, τέρψιν δὲ εἶναι αὐταῖς τὴν εἰς γένεσιν πτῶσιν, ἀλλαχοῦ δὲ φάναι ζῆν ἡμᾶς τὸν ἐκείνων θάνατον καὶ ζῆν ἐκείνας τὸν ἡμέτερον θάνατον.

78. (96) ORIG., c. Cels., VI, 12.

ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.

79 (97) -- --

ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός.

80. (62) ORIG. c. Cels. VI, 42, p. 111, 11

εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ΄ ἔριν καὶ χρεώμενα [χρεών?].

81. (vgl. 138à PHILOD. Rhet., I, col. 62 S 351. 354 Sudh (aus d. Stoiker Diogenes)

ἡ δὲ τῶν ῥητόρων εἰσαγωγὴ πάντα τὰ θεωρήματα πρὸς τοῦτ΄ ἔχει τείνοντα καὶ κατὰ τὸν Ἡράκλειτον κοπίδων ἐστὶν ἀρχηχός.

82. (99) PLAT.Hipp. maior, 289 a.

πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμϐάλλειν.

83. (98) -- --  289 b.

ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν.

84. (83, 82) PLOTIN, Enn., IV, 8, 1.

μεταϐάλλον ἀναπαύεται καὶ κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι.

85. (105) PLUT. Cor. 22.

θυμῷ μάχεσθαι χαλεπόν· ὅτι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται.

86. (116) -- 38

ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθ΄ Ἡράκλειτον, ἀπιστίῃ διαφυγγάνει μὴ γιγνώσκεσθαι.

87. (117) -- de aud. 7 p. 41 A

βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ.

88 (78) -- con. ad Apoll. 10 p. 106 E.

ταὐτό τ΄ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ  τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μετὰ­πεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.

89. (95) -- de supers. 3, 166 C.

ὁ Ἡ. φησι τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιονἀποστρέφεσθαι.

90. (22) -- de E 8 p. 388 E

πυρός τε ἀνταμοιϐὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός.

91. (41. 40) -- --  18 p. 392 B.

ποταμῷ γὰρ οὐκ ἔστιν ἐμϐῆναι δὶς τῷ αὐτῷ καθ΄ Ἡράκλειτον (vgl. B 12) οὐδὲ θνητῆς οὐσίας δὶς ἅφασθαι κατὰ ἕξιν· ἀλλ΄ ὀξύτητι καὶ τάχει μεταϐολῆς σκίδνησι καὶ πάλιν συνάγει καὶ πρόσεισι καὶ ἄπεισι.

92. (12) -- de Pyth. or. 6  397 A.

Σίϐυλλα δὲ μαινομένῳ στόματι καθ΄ Ἡράκλειτον ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.

93. (11) -- --  18 p. 404 D.

ὁ ἄναξ οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς,οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.

94. (29) -- de exil, 18 p. 604 A.

Ἥλιος γὰρ οὐχ ὑπερϐήσεται [τὰ] μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.

95. (108) PLUT. Symp. III pr. 1 p. 644F

ἀμαθίην γὰρ ἄμεινον κρύπτειν, (τὰ) ἔργον δὲ ἐν ἀνέσει καὶ παρ΄ οἶνον. (vgk. B 109)

96. (85) -- --  IV, 4, 3, p. 669A.

νέκυες γὰρ κοπρίων ἐκϐλητότεροι.

97. (115) -- an seni resp. 7 p.  787 C

κύνες γὰρ καὶ βαΰζουσινὃν, ἂν μὴ γινώσκωσι.

98. (38) -- fac. lun., 28, p. 943 E.

αἱ ψυχαὶ ὀσμῶνται καθ΄ Ἅιδην.

99. (31) -- aqu. et ign. comp. 7 p. 957 A; de fort. 3. p. 98 C.

εἰ μὴ ἥλιος ἦν,( ἕνεκα τῶν ἄλλων ἄστρων) εὐφρόνη ἄν ἦν.

100. (34) -- Qu. Plat., 8,4, p. 1007 D-E.

… περιόδους· ὧν ὁ ἥλιοςἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραϐεύειν καὶ ἀναδεικνύναι καὶ ἀνα­φαίνειν μεταϐολὰς καὶ ὥρας αἳ πάντα φέρουσι καθ΄ Ἡράκλειτον κτλ.

101. (80) -- adv. Colot., 20 1118 C.

ἐδιζησάμην ἐμεωυτόν.

101a (15) POLYB. XII 27

δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡσανεί τινων ὀργάνων ἡυῖν, οἷς πάντα πυνθανόμεθα καὶ πολυπραγμονοῦμεν, ἀκοῆς καὶ ὁράσεως, ἀληθινωτέραςδ΄ οὔσης οὐ μικρῷ τῆς ὁράσεως κατὰ τὸν Ἡράκλειτον· ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριϐέστεροι μάρτυρες.

102. (61) PORPHYR zu  Δ 4. (I 69, 6 Schr.)

τῷ μὲν θεῷ καλά πάντα καὶ ἀγαθὰ καὶ δὶκαια, ἄνθρωποι δὲ ἅ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.

103. (70) -- zu Ξ 200 (I 190 Schr)

ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας

104. (11a) PROCL. in Alc. p. 525, 21 (1864)

τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλῳ χρείωνται ὁμίλῳ οὐκ εἰδότες ὅτι οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί . (vgl. Bias 378 a 3 ς)

105 (119 Anm.) SCHOL. HOM. AT zu  Σ 251.

Ἕκτορι δ΄ ἦεν ἑταῖρος, [näml. Πουλυδάμας], ἰῇ δ΄ ἐν νυκτὶ γένοντο ) Ἡ. Ἐντεῦθεν ἀστρολόγον φησὶτὸν Ὅμὴ­ρον καὶ ἐνοἷς φησι τὸν «μοῖραν δ΄ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀν­δρῶν » κτλ.

106. (120) SENECA, ep. 12,7

unus dies par omni est.

107. (4) SEXT. EMP. VII, 126.

κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρϐάρους ψυχὰς ἐχόντων.

108. (18) STOB. fl. 1, 174 Hense.

Ἡρακλείτου. ὁκόσων λόγους ἤκουσα,οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον.

109. [108] -- -- 175

κρύπτειν ἀμαθίην κρέσσον ἢ ἐς τὸ μέσον φέρειν.

110. (104a) -- --  176.

ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον.

111. (104b) -- --  177.

νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ, κακὸν ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.

112. (107) -- -- 178.

τὸ φρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαΐοντας.

113. (91) -- -- 179.

ξυνόν ἐστι πᾶσι τὸ φρονέειν.

114 (91b) -- -- 179.

ξὺν νόῳ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὃκωσπερ νόμῳ πόλις, καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περὶγίνεται.

115 (0) -- -- 180 a

ψυχῆς ἐστι λόγος ἑαυτὸν αὔξων.

116 (106) -- --  v 6

ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ φρονεῖν.

117. (73) -- --  7.

ἀνὴρ ὁκόταν μεθυσθῇ, ἄγεται ὑπὸ παιδὸς ἀνήϐου σφαλλόμενος, οὐκ ἐπαΐων ὅκη βαίνει, ὑγρήντὴν ψυχὴς ἔχων.

118. (74-46) -- -- 8

αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη

119. (121) -- -- 104, 23 Mein.

ἦθος ἀνθρώπῳ δαίμων.

120. (30) STRABO, I  6 p. 3.

 βέλτιον δ΄· Ἡ. καὶ ὁμηρικωτέρως ὁμοίως ἀντὶ τοῦ ἀρκτιτοῦ τὴν ἄρκτον ὀνομάζων· ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός.  ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, οὐχ ἡ ἄρκτος.

121 (114) -- xiv 25 p.  642. DIOG. IX, 2 (s. S. 54, 21)

ἄξιον Ἐφεσίοις ἡϐηδὸν ἀπάγξασθαι (πᾶσι καὶ τοῖς ἀνήϐοις τὴν πόλιν καταλιπεῖν), οἵτινες Ἑρμό­δωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέϐαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ΄ἄλλων.

122 (9). SUID. s. ἀγχιϐατεῖν  und ἀμφισϐατεῖν :

ἀγχιϐασίην Ἡράκλειτος.

123 (10) THEMIST. or. 5 p. 69

φύσις δὲ καθ΄ Ἡράκλειτον κρύπτεσθαι φιλεῖ.

124 (10 Anm) THEOPR. Metaphys., 15 p. 7a 10 Unsen.

ἄλογον δὲ κἀκεῖνοδόξειεν ἂν, εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶἕκαστα τῶν μερῶν ἅπαντ΄ ἐν τάξει καὶ λόγῳ, καὶ μορφαῖς καὶ δυνάμεσιν καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον, ἀλλ΄ ὥσπερ σάρμα εἰκῆ κεχυ­μένον ὁ κάλλιστος, φησὶν Ἡράκλειτος, [ὁ] κόσμος.

125. (84) -- de vert.  9

καὶ ὁ κυκεὼν διίσταται (μὴ) κινούμενος.

126 . (39) TZETZ. schol. ad exeg. II p 126 Herm.

τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται.

 

ZWEIFELHAFTE, FALSCHE UND GEFÄLSCHTE FRAGMENTE.

 

126a (0) ANATOL, de decade p. 36 Heiberg (Annales d'Histoire. Congrès de Paris 1901, 5. section)

κατὰ λόγον δὲ ὡρέων συμϐάλλεται ἑϐδομὰς κατὰ σελήνην, διαιρεῖται δὲ κατὰ τὰς ἄρκτους, ἀθανάτου Μνήμης σημείω.

126b  (0) ANONYM. IN PLAT. Theat. (Berl. Klassikert. 2) 71, 12 zu p. 152E (13 A 6)

Ἐπίχαρμος ὁ (ὁμιλή) σας τοῖς Πυθα (γορείοις) ἄλλα τ(έ) τινα ἐ(πινενόη)κεν δ(ειν)ὰ τ(όν τε περὶ τὸ)ῦ αὐξο (μένον λόγον). Ἐφοδ(εύει δὲ κατὰ τὸ) Ἡρα (κλείτου) «ἄλλως ἄ(λλο ἀεὶ αὔξε)ται πρὸς ὃ (ἂν ᾖ ἐλλι)πές ».εἰ οὖν (μηδεὶς) (παύε)ται (ῥέων καὶ ἀλ)λ(άτ)των (τὸ εἶδος, αἱ) οὐσίαι ἄλλ(οτε ἄλλαι) γίνονται (κατὰ συν)εχῆ ῥύσιν.]

127. (0) ARISTOCRITUS Theos. 69 (nach B 5)

ὁ αὑτὸς πρὸς Αἰγυπτίους ἔφη· εἰ θεοί εἰσιν, ἵνα τί θρηνεῖτε αὐτούς; εἰ δὲ θρηνεῖτε αὐτούς, μηκέτι τούτους ἡγεῖσθε θεούς.

128 (0) --

ὅτι ὁ Ἡράκλειτος ὁρῶν τοὺς Ἕλληνας γέρα τοῖς δαίμοσιν ἀπονέμοντας εἶπεν· δαιμό­νων ἀγάλμασιν εὔχονται οὐκ ἀκούουσιν, ὥσπερ ἀκού­οιεν, οὐκ ἀποδιδοῦσιν, ὥσπερ [οὐκ] ἀπαιτοῖεν.

129. (17) DIOG. VIII, 6.

Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώ­πων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑωυ­τοῦ σοφίην, πολυμαθείην, κακοτεχνίην.

130 . (o) GNOMOL. Monac. lat., I, 19 (Caecil. Balb. Wölfflin p. 18)

non convenit ridiculum esse ita, ut ridiculus ipse videaris.

131. (134) -- Paris ed. Sternbach n 209

ὁ δὲ γε Ἡ. ἔλεγε τὴν οἴησιν προκοπῆς ἐγκοπήν.

132. (0) -- Vat.. 743 n.312 Sternb.

τιμαὶ θεοὺς καὶ ἀνθρώπους καταδουλοῦνται.

133 (0) -- -- 313

ἄνθρωποικακοὶἀληθινῶνἀντίδικοι

134 (135) -- -- 314

τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευμένοις.

135. (137) -- -- 315

συντομωτάτην ὁδὸν ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν.

136. (0) SCHOL.  EPICT. BODL. p. lxxi Schenkl.

Ἡρακλείτου· ψυχαὶ ἀρηί­φατοι καθερώπεραι (ainsi) ἢ ἐνὶ νούσοις.

137. (36) STOB. ecl. I, 5, 15 p 78, 11 (nach Aët. I, 27, 1 S. A 8.).

γράφει γοῦν « ἔστι γὰρ εἱμαρμένα πάντως . . .»

138. (0) COD. PARIS. 1630 s. xiv f.  191r.

Ἡρακλείτου φιλοσόφου κατὰ τοῦ βίου. Ποίην τις βιότοιο τάμοι τρίϐον κτλ.

139 (0) COD. MUTIN. 11 s. xv f. 88v (Catal. codd. astrol. graec. iv. 32)

Ἡρακλείτου φιλοσόφου. Ἐπειδὴ φασί τινες εἰς ἀρχὰς κεῖσθαι τὰ ἄστρα . . . μέχρις οὗ ἐθέλει ὁ ποιήσας αὐτόν.