TRAITE DE LA GÉNÉRATION DES ANIMAUX
LIVRE PREMIER
CHAPITRE XI Réfutation de la théorie qui fait veuir le sperme de toutes les parties du corps; la ressemblance des enfants aux parents n'est pas une preuve ; la femme d'Elis; saut par-dessus une génération; la ressemblance ne peut pas venir des parties similaires, pas plus que des parties non similaires ; si dans le sperme les parties sont séparées, elles ne peuvent pas vivre; et si elles y sont combinées, l'animal est déjà tout formé ; erreur d'Empédocle ; différences de fonctions et de propriétés enlre les parties similaires et les non-similaires : génération particulière de certains animaux qui ne viennent pas de congénères; erreur d'Ànaxagore; exemples tirés des plantes et de la reproduction par boutures ; exemples tirés des insectes, où l'intromission vient de la femelle et non du mâle; la vivacité du plaisir que donne le rapproche-ment des sexes ne prouve pas davantage que le sperme vienne de tout le corps ; cause de ce plaisir ; les parents contrefaits n'ont pas toujours des enfants qui leur ressemblent ; le sperme n'a pas de sexe ; examen de la question de savoir quelle est lu part de l'un et l'autre sexe dans l'acte de la génération. |
||
1 Ὅτι μὲν οὖν ἀπὸ παντὸς ἔρχεται τὸ σπέρμα σχεδὸν ἐκ τούτων μάλιστα πιστεύουσί τινες. [722b] Φαίνεται δ´ ἐξετάζουσι τὸν λόγον τοὐναντίον μᾶλλον· τά τε γὰρ εἰρημένα λύειν οὐ χαλεπόν, καὶ πρὸς τούτοις ἄλλα συμβαίνει λέγειν ἀδύνατα. 2 Πρῶτον μὲν οὖν ὅτι οὐθὲν σημεῖον ἡ ὁμοιότης τοῦ ἀπιέναι ἀπὸ παντός, ὅτι καὶ φωνὴν καὶ ὄνυχας καὶ τρίχας ὅμοιοι γίγνονται καὶ τὴν κίνησιν, ἀφ´ ὧν οὐθὲν ἀπέρχεται. Ἔνια δ´ οὐκ ἔχουσί πω ὅταν γεννῶσιν, οἷον τρίχωσιν πολιῶν ἢ γενείου. ἔτι τοῖς ἄνωθεν γονεῦσιν ἐοίκασιν ἀφ´ ὧν οὐθὲν ἀπῆλθεν· ἀποδιδόασι γὰρ διὰ πολλῶν γενεῶν αἱ ὁμοιότητες, οἷον καὶ ἐν Ἤλιδι ἡ τῷ Αἰθίοπι συγγενομένη· οὐ γὰρ ἡ θυγάτηρ ἐγένετο ἀλλ´ ὁ ἐκ ταύτης Αἰθίοψ. 3 Καὶ ἐπὶ τῶν φυτῶν δὲ ὁ αὐτὸς λόγος· δῆλον γὰρ ὅτι καὶ τούτοις ἀπὸ πάντων ἂν τῶν μερῶν τὸ σπέρμα γίγνοιτο. πολλὰ δὲ τὰ μὲν οὐκ ἔχει, τὰ δὲ καὶ ἀφέλοι τις ἄν, τὰ δὲ προσφύεται. ἔτι οὐδ´ ἀπὸ τῶν περικαρπίων ἀπέρχεται· καίτοι καὶ ταῦτα γίγνεται τὴν αὐτὴν ἔχοντα μορφήν. 4 Ἔτι πότερον ἀπὸ τῶν ὁμοιομερῶν μόνον ἀπέρχεται ἀφ´ ἑκάστου οἷον ἀπὸ σαρκὸς καὶ ὀστοῦ καὶ νεύρου, ἢ καὶ ἀπὸ τῶν ἀνομοιομερῶν οἷον προσώπου καὶ χειρός; εἰ μὲν γὰρ ἀπ´ ἐκείνων μόνον —ἐοίκασι δὲ μᾶλλον ταῦτα τοῖς γονεῦσι [τὰ ἀνομοιομερῆ οἷον πρόσωπον καὶ χεῖρας καὶ πόδας]· εἴπερ οὖν μηδὲ ταῦτα τῷ ἀπὸ παντὸς ἀπελθεῖν, τί κωλύει μηδ´ ἐκεῖνα τῷ ἀπὸ παντὸς ἀπελθεῖν ὅμοια εἶναι ἀλλὰ δι´ ἄλλην αἰτίαν; 5 εἰ δ´ ἀπὸ τῶν ἀνομοιομερῶν μόνον — οὔκουν ἀπὸ πάντων. Προσήκει δὲ μᾶλλον ἀπ´ ἐκείνων· πρότερα γὰρ ἐκεῖνα καὶ σύγκειται τὰ ἀνομοιμερῆ ἐξ ἐκείνων, καὶ ὥσπερ πρόσωπον καὶ χεῖρας γίγνονται ἐοικότες οὕτω καὶ σάρκας καὶ ὄνυχας. 6 Εἰ δ´ ἀπ´ ἀμφοτέρων, τίς ὁ τρόπος ἂν εἴη τῆς γενέσεως; σύγκειται γὰρ ἐκ τῶν ὁμοιομερῶν τὰ ἀνομοιομερῆ ὥστε τὸ ἀπὸ τούτων ἀπιέναι τὸ ἀπ´ ἐκείνων ἂν εἴη ἀπιέναι καὶ τῆς συνθέσεως· ὥσπερ κἂν εἰ ἀπὸ τοῦ γεγραμμένου· ὀνόματος ἀπῄει τι, εἰ μὲν ἀπὸ παντός, κἂν ἀπὸ τῶν συλλαβῶν ἑκάστης, εἰ δ´ ἀπὸ τούτων, ἀπὸ τῶν στοιχείων καὶ τῆς συνθέσεως. 7 Ὥστ´ εἴπερ ἐκ πυρὸς καὶ τῶν τοιούτων σάρκες καὶ ὀστᾶ συνεστᾶσιν, ἀπὸ τῶν στοιχείων ἂν εἴη μᾶλλον· ἀπὸ γὰρ τῆς συνθέσεως πῶς ἐνδέχεται; ἀλλὰ [723a] μὴν ἄνευ γε ταύτης οὐκ ἂν εἴη ὅμοια. Ταύτην δ´ εἴ τι δημιουργεῖ ὕστερον, τοῦτ´ ἂν εἴη τὸ τῆς ὁμοιότητος αἴτιον ἀλλ´ οὐ τὸ ἀπελθεῖν ἀπὸ παντός. 8 Ἔτι εἰ μὲν διεσπασμένα τὰ μέρη ἐν τῷ σπέρματι πῶς ζῇ; εἰ δὲ συνεχῆ ζῷον ἂν εἴη μικρόν. Καὶ τὰ τῶν αἰδοίων πῶς; οὐ γὰρ ὅμοιον τὸ ἀπιὸν ἀπὸ τοῦ ἄρρενος καὶ τοῦ θήλεος. Ἔτι εἰ ἀπ´ ἀμφοτέρων ὁμοίως ἀπὸ πάντων ἀπέρχεται, δύο γίγνεται ζῷα· ἑκατέρου γὰρ ἅπαντα ἕξει. 9 Διὸ καὶ Ἐμπεδοκλῆς ἔοικεν, εἴπερ οὕτω λεκτέον, μάλιστα λέγειν ὁμολογούμενα τούτῳ τῷ λόγῳ [τό γε τοσοῦτον, ἀλλ´ εἴπερ ἑτέρᾳ πῃ, οὐ καλῶς]· φησὶ γὰρ ἐν τῷ ἄρρενι καὶ τῷ θήλει οἷον σύμβολον ἐνεῖναι, ὅλον δ´ ἀπ´ οὐδετέρου ἀπιέναι, ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός ... διὰ τί γὰρ τὰ θήλεα οὐ γεννᾷ ἐξ αὑτῶν εἴπερ ἀπὸ παντός τε ἀπέρχεται καὶ ἔχει ὑποδοχήν; 10 ἀλλ´ ὡς ἔοικεν ἢ οὐκ ἀπέρχεται ἀπὸ παντὸς ἢ οὕτως ὥσπερ ἐκεῖνος λέγει, οὐ ταὐτὰ ἀφ´ ἑκατέρου, διὸ καὶ δέονται τῆς ἀλλήλων συνουσίας. Ἀλλὰ καὶ τοῦτ´ ἀδύνατον. Ὥσπερ γὰρ καὶ μεγάλα ὄντ´ ἀδύνατον διεσπασμένα σώζεσθαι καὶ ἔμψυχα εἶναι, καθάπερ Ἐμπεδοκλῆς γεννᾷ ἐπὶ τῆς Φιλότητος λέγων· ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν, εἶθ´ οὕτω συμφύεσθαί φησιν, τοῦτο δὲ φανερὸν ὅτι ἀδύνατον· οὔτε γὰρ μὴ ψυχὴν ἔχοντα οὔτε μὴ ζωήν τινα δύναιτ´ ἂν σώζεσθαι, οὔτε ὥσπερ ζῷα ὄντα πλείω συμφύεσθαι ὥστ´ εἶναι πάλιν ἕν. 11 Ἀλλὰ μὴν τοῦτον τὸν τρόπον συμβαίνει λέγειν τοῖς ἀπὸ παντὸς ἀπιέναι φάσκουσιν, ὥσπερ τότε ἐν τῇ γῇ ἐπὶ τῆς Φιλότητος, οὕτω τούτοις ἐν τῷ σώματι. Ἀδύνατον γὰρ συνεχῆ τὰ μόρια γίγνεσθαι καὶ ἀπιέναι εἰς ἕνα τόπον συνιόντα. 12 Εἶτα πῶς καὶ διέσπασται τὰ ἄνω καὶ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσθια καὶ ὀπίσθια; πάντα γὰρ ταῦτα ἄλογά ἐστιν. Ἔτι δὲ τὰ μέρη τὰ μὲν δυνάμει τὰ δὲ πάθεσι διώρισται, τὰ μὲν ἀνομοιομερῆ τῷ δύνασθαί τι ποιεῖν οἷον γλῶττα καὶ χείρ, τὰ δ´ ὁμοιομερῆ σκληρότητι καὶ μαλακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πάθεσιν. Οὐ πάντως οὖν ἔχον αἷμα οὐδὲ σάρξ. 13 Δῆλον τοίνυν ὅτι ἀδύνατον τὸ ἀπελθὸν εἶναι συνώνυμον τοῖς μέρεσιν, οἷον αἷμα ἀπὸ [723b] αἵματος ἢ σάρκα ἀπὸ σαρκός. Ἀλλὰ μὴν εἴ γ´ ἐξ ἑτέρου τινὸς ὄντος αἷμα γίγνεται οὐδ´ ἂν τῆς ὁμοιότητος αἴτιον εἴη, ὡς λέγουσιν οἱ φάσκοντες οὕτω, τὸ ἀπελθεῖν ἀπὸ πάντων τῶν μορίων· ἱκανὸν γὰρ ἀφ´ ἑνὸς ἀπιέναι μόνον εἴπερ μὴ ἐξ αἵματος αἷμα γίγνεται. Διὰ τί γὰρ οὐκ ἂν καὶ ἅπαντα ἐξ ἑνὸς γίγνοιτο; 14 Ὁ αὐτὸς γὰρ λόγος ἔοικεν εἶναι οὗτος τῷ Ἀναξαγόρου, τῷ μηθὲν γίγνεσθαι τῶν ὁμοιομερῶν· πλὴν ἐκεῖνος μὲν ἐπὶ πάντων, οὗτοι δ´ ἐπὶ τῆς γενέσεως τῶν ζῴων τοῦτο ποιοῦσιν. Ἔπειτα τίνα τρόπον αὐξηθήσεται ταῦτα τὰ ἀπελθόντα ἀπὸ παντός; Ἀναξαγόρας μὲν γὰρ εὐλόγως φησὶ σάρκας ἐκ τῆς τροφῆς προσιέναι ταῖς σαρξίν· τοῖς δὲ ταῦτα μὲν μὴ λέγουσιν ἀπὸ παντὸς δ´ ἀπιέναι φάσκουσι, πῶς ἑτέρου προσγενομένου ἔσται μεῖζον εἰ μὴ μεταβάλλει τὸ προσελθόν; 15 Ἀλλὰ μὴν εἴ γε δύναται μεταβάλλειν τὸ προσελθόν, διὰ τί οὐκ εὐθὺς ἐξ ἀρχῆς τὸ σπέρμα τοιοῦτόν ἐστιν ὥστ´ ἐξ αὐτοῦ δυνατὸν εἶναι γίγνεσθαι αἷμα καὶ σάρκας, ἀλλὰ μὴ αὐτὸ εἶναι ἐκεῖνο καὶ αἷμα καὶ σάρκας; οὐ γὰρ δὴ οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὡς τῇ κατακεράσει αὐξάνεται ὕστερον οἷον οἶνος ὕδατος προσεγχυθέντος· αὐτὸ γὰρ ἂν πρῶτον μάλιστα ἦν ἕκαστον ἄκρατον ὄν· νῦν δὲ ὕστερον μᾶλλον καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστόν ἐστι μορίων. Τοῦ δὲ σπέρματος φάναι τι νεῦρον εἶναι καὶ ὀστοῦν λίαν ἐστὶν ὑπὲρ ἡμᾶς τὸ λεγόμενον. 16 Πρὸς δὲ τούτοις εἰ τὸ θῆλυ καὶ τὸ ἄρρεν ἐν τῇ κυήσει διαφέρει καθάπερ Ἐμπεδοκλῆς λέγει· ἐν δ´ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες, ψύχεος ἀντιάσαντα .., Φαίνονται δ´ οὖν μεταβάλλουσαι καὶ γυναῖκες καὶ ἄνδρες, ὥσπερ ἐξ ἀγόνων γόνιμοι οὕτω καὶ ἐκ θηλυτόκων ἀρρενοτόκοι, ὡς οὐκ ἐν τῷ ἀπελθεῖν ἀπὸ παντὸς ἢ μὴ τῆς αἰτίας οὔσης ἀλλ´ ἐν τῷ σύμμετρον ἢ ἀσύμμετρον εἶναι τὸ ἀπὸ τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς ἀπιόν, ἢ καὶ δι´ ἄλλην τινὰ τοιαύτην αἰτίαν. 17 Δῆλον τοίνυν, εἰ τοῦτο θήσομεν οὕτως ὅτι οὐ τῷ ἀπελθεῖν ἀπό τινος τὸ θῆλυ, ὥστ´ οὐδὲ τὸ μέρος ὃ ἔχει ἴδιον τό τε ἄρρεν καὶ τὸ θῆλυ, εἴπερ τὸ αὐτὸ σπέρμα καὶ θῆλυ καὶ ἄρρεν δύναται γίγνεσθαι ὡς οὐκ ὄντος τοῦ μορίου ἐν τῷ σπέρματι. Τί οὖν διαφέρει ἐπὶ τούτου λέγειν ἢ [724a] ἐπὶ τῶν ἄλλων μορίων; εἰ γὰρ μηδ´ ἀπὸ τῆς ὑστέρας σπέρμα γίγνεται ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἂν εἴη μορίων. 18 Ἔτι ἔνια γίγνεται τῶν ζῴων οὔτ´ ἐξ ὁμογένων οὔτε τῷ γένει διαφόρων, οἷον αἱ μυῖαι καὶ τὰ γένη τῶν καλουμένων ψυλλῶν· ἐκ δὲ τούτων γίγνεται μὲν ζῷα οὐκέτι δ´ ὅμοια τὴν φύσιν, ἀλλὰ γένος τι σκωλήκων. Δῆλον οὖν ὅτι οὐκ ἀπὸ παντὸς μέρους ἀπιόντος γίγνονται ὅσα ἑτερογενῆ· ὅμοια γὰρ ἂν ἦν εἴπερ τοῦ ἀπὸ παντὸς ἀπιέναι σημεῖόν ἐστιν ἡ ὁμοιότης. 19 Ἔτι ἀπὸ μιᾶς συνουσίας καὶ τῶν ζῴων ἔνια γεννᾷ πολλά (τὰ δὲ φυτὰ καὶ παντάπασιν· δῆλον γὰρ ὅτι ἀπὸ μιᾶς κινήσεως τὸν ἐπέτειον πάντα φέρει καρπόν)· καίτοι πῶς δυνατὸν εἰ ἀπὸ παντὸς ἀπεκρίνετο τὸ σπέρμα; μίαν γὰρ ἀπόκρισιν ἀπὸ μιᾶς ἀναγκαῖον γίγνεσθαι συνουσίας καὶ μιᾶς διακρίσεως. Ἐν δὲ ταῖς ὑστέραις χωρίζεσθαι ἀδύνατον· ἤδη γὰρ ὥσπερ ἀπὸ ζῴου, οὐ σπέρματος εἴη ἡ διαχώρισις. 20 Ἔτι τὰ ἀποφυτευόμενα ἀφ´ αὑτοῦ φέρει σπέρμα· δῆλον οὖν ὅτι καὶ πρὶν ἀποφυτευθῆναι ἀπὸ τοῦ αὐτοῦ μεγέθους ἔφερε τὸν καρπόν, καὶ οὐκ ἀπὸ παντὸς τοῦ φυτοῦ ἀπῄει τὸ σπέρμα. 21 Μέγιστον δὲ τούτων τεκμήριον τεθεωρήκαμεν ἱκανῶς ἐπὶ τῶν ἐντόμων. Καὶ γὰρ εἰ μὴ ἐν πᾶσιν, ἀλλ´ ἐπὶ τῶν πλείστων ἐν τῇ ὀχείᾳ τὸ θῆλυ εἰς τὸ ἄρρεν μέρος τι αὑτοῦ ἀποτείνει· διὸ καὶ τὴν ὀχείαν, καθάπερ εἴπομεν πρότερον, οὕτω ποιοῦνται· τὰ γὰρ κάτωθεν εἰς τὰ ἄνω φαίνεται ἐναφιέντα, οὐκ ἐν πᾶσιν ἀλλ´ ἐν τοῖς πλείστοις τῶν τεθεωρημένων. Ὥστε φανερὸν ἂν εἴη ὅτι οὐδ´ ὅσα προΐεται γονὴν τῶν ἀρρένων, οὐ τὸ ἀπὸ παντὸς ἀπιέναι τῆς γενέσεως αἴτιόν ἐστιν, ἀλλ´ ἄλλον τινὰ τρόπον περὶ οὗ σκεπτέον ὕστερον. Καὶ γὰρ εἴπερ τὸ ἀπὸ παντὸς ἀπιέναι συνέβαινεν, ὥσπερ φασίν, οὐθὲν ἔδει ἀπὸ πάντων ἀξιοῦν ἀπιέναι ἀλλὰ μόνον ἀπὸ τοῦ δημιουργοῦντος, οἷον ἀπὸ τοῦ τέκτονος ἀλλὰ μὴ ἀπὸ τῆς ὕλης. Νῦν δ´ ὅμοιον λέγουσιν ὥσπερ κἂν εἰ ἀπὸ τῶν ὑποδημάτων· σχεδὸν γὰρ ὅμοιος υἱὸς τῷ πατρὶ ὅμοια φορεῖ. 22 Ὅτι δ´ ἡδονὴ σφοδροτέρα γίγνεται ἐν τῇ ὁμιλίᾳ τῇ τῶν ἀφροδισίων, οὐ τὸ ἀπὸ παντὸς ἀπιέναι αἴτιον ἀλλ´ ὅτι κνησμός ἐστιν ἰσχυρός· διὸ καὶ εἰ πολλάκις συμβαίνει ἡ ὁμιλία αὕτη ἧττον γίγνεται [724b] τὸ χαίρειν τοῖς πλησιάζουσιν. Ἔτι πρὸς τῷ τέλει ἡ χαρά, ἔδει δὲ ἐν ἑκάστῳ τῶν μορίων, καὶ μὴ ἅμα ἀλλ´ ἐν μὲν τοῖς πρότερον ἐν δὲ τοῖς ὕστερον. 23 Τοῦ δ´ ἐκ κολοβῶν γίγνεσθαι κολοβὰ ἡ αὐτὴ αἰτία καὶ διὰ τί ὅμοια τοῖς γονεῦσιν. Γίγνεται δὲ καὶ οὐ κολοβὰ ἐκ κολοβῶν, ὥσπερ καὶ ἀνόμοια τοῖς τεκνώσασιν· περὶ ὧν ὕστερον τὴν αἰτίαν θεωρητέον· τὸ γὰρ πρόβλημα τοῦτ´ ἐκείνοις ταὐτόν ἐστιν. Ἔτι εἰ τὸ θῆλυ μὴ προΐεται σπέρμα τοῦ αὐτοῦ λόγου μηδ´ ἀπὸ παντὸς ἀπιέναι. Κἂν εἰ μὴ ἀπὸ παντὸς ἀπέρχεται, οὐθὲν ἄλογον τὸ μηδ´ ἀπὸ τοῦ θήλεος ἀλλ´ ἄλλον τινὰ τρόπον αἴτιον εἶναι τὸ θῆλυ τῆς γενέσεως. Περὶ οὗ ἐχόμενόν ἐστιν ἐπισκέψασθαι ἐπειδὴ φανερὸν ὅτι οὐκ ἀπὸ πάντων ἀποκρίνεται τὸ σπέρμα τῶν μορίων.
|
1 Nous venons d'exposer presque tous les arguments principaux sur lesquels on s'appuie, quelquefois, pour soutenir que le sperme vient du corps tout entier ; [722b] mais en approfondissant la question, on se range plus volontiers à l'opinion contraire. Il est assez facile de répondre aux arguments qu'on avance, et de montrer, en outre, qu'il ressort de cette doctrine une foule d'impossibilités. 2 D'abord, la ressemblance n'est pas du tout une preuve que le sperme vient de tout le corps, puisque souvent les enfants ressemblent à leurs parents par la voix, les cheveux, les ongles, les gestes, d'où pourtant il ne vient rien de spermatique. Il est aussi bien des choses que les parents n'ont pas au moment où ils engendrent, par exemple, des cheveux gris ou de la barbe au menton. De plus, les enfants ressemblent parfois a des ancêtres, dont ils n'ont pourtant rien reçu; car les ressemblances sautent parfois plusieurs générations. On cite l'exemple de la femme qui, a Elis, avait eu commerce avec un Ethiopien; sa fille ne fut pas une Ethiopienne; mais ce fut l'enfant de sa fille qui plus tard fut Ethiopien. 3 On pourrait appliquer la même observation à des plantes ; car il est clair que, pour elles aussi, il faudrait que la semence vint de toutes les parties du végétal. Or, bien des plantes manquent de certaines parties; et l'on peut leur en enlever d'autres qui repoussent. On ne peut pas soutenir non plus que la semence vienne de leur péricarpe; et pourtant les péricarpes aussi se reproduisent dans la même forme. 4 On peut encore se demander si le sperme vient exclusivement de chacune des parties similaires, chair, os, nerf, ou bien s'il vient en outre des parties non similaires, visage, mains. Si le sperme ne vient que des parties similaires, on peut cependant remarquer que c'est par les parties non-similaires que les enfants ressemblent le plus aux parents, visage, mains et pieds. Si ces ressemblances ne peuvent pas tenir à ce que le sperme vient de tout le corps, qui empêche de croire que les ressemblances des autres parties ne tiennent pas davantage à cette cause particulière, mais à quelque cause différente ? 5 Si les ressemblances ne viennent que des parties non similaires, elles ne viennent donc plus de toutes les parties du corps. C'est néanmoins des parties similaires quelles devraient venir bien plutôt, puisque les parties similaires sont antérieures, et que les parties non similaires sont composées de celles-là. De même donc que les enfants ressemblent aux parents par la figure, par les mains, de même aussi ils devraient leur ressembler par la chair et par les ongles. 6 Si l'on admet que les ressemblances viennent tout à la fois des deux espèces de parties, quel est alors le mode de la génération ? Les parties non similaires sont formées de parties similaires, de telle sorte que sortir des unes ce serait aussi sortir des autres et de leur concours. Il en est absolument en ceci comme il eu est du sens qui ressort et résulte d'un mot quelconque qu'on a écrit. S'il ressort quelque sens de ce mot entier, c'est qu'il doit sortir aussi quelque sens de chacune des syllabes qui le composent ; et c'est parce qu'un certain sens sort des syllabes, que quelque sens ressort aussi des lettres et de leur combinaison. 7 Par conséquent, puisque les chairs et les os sont formés de feu et d'éléments analogues, à plus forte raison pourrait-on dire que le sperme vient des éléments. Mais comment pourrait-il venir de leur combinaison ? Et cependant [723a] sans cette combinaison, il n'y a pas de ressemblance possible. Si plus tard quelque autre cause venait à produire la ressemblance, ce serait alors à cette nouvelle cause qu'il faudrait la rapporter, et non pas à ce que le sperme viendrait du corps tout entier. 8 Si les parties sont séparées dans le sperme, comment peuvent-elles y vivre ? Si elles y sont réunies, alors elles y forment déjà un petit animal. Puis, ensuite, que fait-on des parties venant des organes honteux? On ne peut pas dire que ce soit pour elles la même chose qui sorte du mâle et de la femelle ; et si c'est de l'un et de l'autre tout entiers que le sperme sort, alors il y aura deux animaux, puisque l'animal aura toutes les parties des deux à la fois. 9 Si cette doctrine était vraie, Empédocle pourrait paraître d'accord avec cette opinion, du moins jusqu'à un certain point; mais s'il faut par hasard en admettre une autre, Empédocle se trompe. Il croit eu effet qu'il y a dans le mâle et la femelle une sorte de concours, et que la fonction parfaite et totale n'appartient complètement à aucun des deux. « La nature des organes, dit-il, est partagée; et l'une est dans l'homme ...» Alors, pourquoi les femelles n'enfantent-elles pas à elles seules, si le sperme vient de tout le corps, et si le sperme a aussi un réceptacle dans la femelle ? 10 Mais autant qu'on peut le savoir, ou le sperme ne vient pas de tout le corps; ou, du moins, il n'en vient pas de la façon qu'Empédocle le dit. Des éléments identiques ne sortent pas du mâle et de la femelle; et voilà pourquoi il est besoin qu'ils se réunissent. Mais cette réunion même n'est pas possible dans le système d'Empédocle; car ces parties, bien que toutes grandes, ne peuvent pas se conserver si elles sont isolées, ni avoir la vie à la manière dont Empédocle entend la création, quand il dit en parlant de l'Amour : « C'est ainsi que bien des têtes naquirent sans leur cou; et qu'ensuite les membres se combinèrent » Il y a, dans toute cette théorie, une impossibilité manifeste. Sans âme et sans vie quelconque, de tels produits n'ont pu subsister ; pas plus qu'en les supposant animés, ils n'ont pu se réunir pour former dé plusieurs êtres un seul être. 11 C'est bien là toutefois la même erreur que l'on commet en soutenant que le sperme vient de tout le corps, puisque le rôle que l'Amour joue sur la terre selon Empédocle, ceux-là le voient jouer par le sperme dans le corps entier. Toutefois, il est bien impossible que les parties naissent toutes continues, et qu'elles se réunissent ensuite toutes formées, en un seul et unique lieu. 12 D'autre part, on peut demander comment alors les parties de haut et de bas, les parties de droite et de gauche, les parties de devant et de derrière, peuvent se séparer et se distinguer. Dans tout ceci, il est bien impossible de comprendre quoi que ce soit. De plus, les parties différent les unes des autres, celles-ci par leur fonction, et celles-là parleurs propriétés. Les unes qui sont non similaires se définissent, parce qu'elles peuvent agir de certaine manière comme la langue et la main; les autres, qui sont similaires, ont des propriétés diverses et fort distinctes entre elles. Le sang n'est pas sous tous les rapports uniquement du sang; la chair n'est pas uniquement de la chair. 13 II est donc évidemment impossible que ce qui provient des parties du corps porte le même nom que ces parties, et, par exemple, que ce qui vient [723b] du sang soit du sang et que ce qui vient de la chair soit de la chair. Mais s'il est certain que le sang provient de quelque chose qui n'est pas du sang, il est tout aussi clair que la cause de la ressemblance n'est pas celle qu'on indique, quand on soutient que le sperme vient de toutes les parties du corps. Il suffit de dire que le sperme ne vient que d'une seule de ces parties, puisque le sang ne vient pas du sang ; car alors pourquoi toutes choses sans distinction ne viendraient-elles pas d'une seule et unique chose ? 14 Cette théorie semble se rapprocher beaucoup de celle d'Αnaxagore, qui prétend qu'aucune des parties similaires ne peut jamais naître. Seulement, Αnaχagore applique cette théorie à toutes choses, tandis que les philosophes dont nous parlons ne l'appliquent qu'à la génération des animaux. Et puis, comment les particules qui viendraient de tout le corps pour-raient-elles s'accroître et se développer? Anaxagore a raison de dire que les chairs, grâce à la nourriture, viennent s'adjoindre aux chairs. Mais quand on n'est pas de cette opinion et qu'on soutient que le sperme vient de tout le corps, comment peut-on expliquer que la partie grandira par l'adjonction de quelque autre élément, si cet élément ajouté reste tel qu'il est? 15 Mais, si cet élément ajouté est susceptible de changer, pourquoi ne pas admettre que le sperme est organisé de telle sorte qu'il puisse immédiatement produire du sang et des chairs, bien qu'il ne soit par lui-même ni de la chair ni du sang? On ne peut pas même soutenir que c'est plus tard que l'être s'accroîtra par le mélange, comme le vin s'accroît quand on y verse de l'eau, puisque c'est surtout au début que le sang, qui est à ce moment tout à fait sans mélange, représente chaque partie du corps. Mais, dans l'état actuel des choses, c'est plutôt postérieurement qu'il devient chair, os, ou chacune des autres parties du corps. Du reste, supposer qu'une particule du sperme est le nerf, une autre partie l'os, c'est là une théorie qui dépasse, trop notre intelligence pour que nous la discutions. 16 II faut encore se demander si les deux sexes femelle et mâle diffèrent l'un de l'autre dès la conception, comme le veut Empédocle, quand il dit : « Ils furent versés dans des éléments purs ; et rencontrant du froid, ils devinrent des femmes. » On voit cependant les femmes et les hommes changer également, en ce sens qu'ils deviennent féconds d'inféconds qu'ils étaient, et qu'ils ont des enfants mâles, après avoir eu des enfants du sexe féminin. Dès lors, la cause n'en est pas que le sperme vient de tout le corps; mais elle tient à ce que le fluide qui vient de la femme et du mari a ou n'a pas la proportion convenable; ou, peut-être est-ce encore quelque autre cause analogue à celle-là. 17 II est donc bien évident, si nous admettons cette théorie, que le produit femelle ne vient pas de quelque élément d'où il sortirait, pas plus que l'organe spécial que possèdent le mâle et la femelle, puisque le même sperme peut indifféremment devenir femelle ou mâle, et qu'il n'y a pas dans le sperme de partie spéciale pour l'un des deux sexes. Mais, quelle différence peut-il y avoir à dire cela [724a] de cette partie et à le dire de toutes les autres? Car si le sperme ne vient pas de la matrice, cette même assertion peut s'appliquera toutes les autres parties également. 18 Il y a, en outre, des animaux qui ne viennent que congénères, ni même d'un genre différent du leur, les mouches, par exemple, et les espèces appelées des psylles (pucerons). Il en sort bien des animaux, mais dont la nature n'a rien qui leur ressemble ; c'est une sorte de larves. Il est bien clair que ces êtres hétérogènes ne viennent pas d'un sperme sortant de toutes les parties du corps, sans distinction; car ils seraient semblables, si la ressemblance est une preuve que le sperme vient de tout le corps. 19 Un autre argument, c'est qu'il y a des animaux où il suffit d'un seul rapprochement pour produire un grand nombre d'êtres, C'est tout à fait le cas des plantes; car on peut voir, pour les végétaux, qu'il suffit d'un seul mouvement pour qu'ils portent tout leur fruit annuel. Et comment cette multiple fécondation serait-elle possible si la semence venait de tout le corps? Nécessairement, il n'y a qu'une seule séparation de possible, à la suite d'un seul rapprochement, et d'une seule sécrétion. Mais il est bien impossible que cette séparation se fasse dans les matrices; car alors ce ne serait plus là se séparer du sperme; mais ce serait comme se séparer d'une jeune plante ou d'un jeune animal. 20 Ajoutons que les marcottes prises sur la plante portent aussi de la semence; et que, par conséquent, il est évident qu'avant même d'être détachées, elles portaient un fruit de la même grandeur, et que la semence ne venait pas de la plante tout entière. 21 Mais c'est surtout des insectes que nous pouvons tirer la preuve la plus satisfaisante que le sperme ne provient pas de tout le corps. Ainsi, dans la plupart des insectes, si ce n'est dans tous, la femelle, lors de l'accouplement, introduit une partie d'elle-même dans le mâle; et l'accouplement se fait de la manière que nous avons antérieurement expliquée ; les parties d'en bas s'introduisent dans celles d'en haut, si ce n'est chez tous les insectes, du moins dans le plus grand nombre de ceux qu'on a pu observer. Il en résulte évidemment que, pour tous les mâles qui émettent quelque semence, la cause de la génération n'est pas que le sperme vient de tout le corps; mais la génération tient à une autre cause, que nous aurons à étudier plus tard, puisque, si en effet le sperme venait de tout le corps, comme on le prétend, ceci ne voudrait pas dire encore qu'il doit sortir de toutes les parties, mais seulement de ce qui est vraiment formateur, de même que l'œuvre vient du maçon et non pas de la matière qu'il emploie. Ceci est tout aussi déraisonnable que si l'on jugeait de la ressemblance d'après la chaussure que le fils peut porter, toute pareille à celle que porte son père. 22 Quant au plaisir extrême que cause le rapprochement des deux sexes, il ne tient pas à ce que le sperme vienne du corps tout entier, mais uniquement à ce que l'excitation est très vive. Cela est si vrai que, si ce rapprochement est trop fréquent, [724b] le plaisir qu'on y trouve en s'y livrant, devient beaucoup plus faible. C'est surtout à la fin du rapprochement que cette jouissance se fait sentir le plus vivement; et il faudrait, si ce système était vrai, qu'on la ressentit dans chacune des parties du corps successivement et non tout à la fois, dans les unes d'abord, et dans les autres ensuite. 23 Que de parents contrefaits viennent des enfants contrefaits, c'est la même cause qui fait les ressemblances des enfants avec leurs auteurs. De parents qui sont contrefaits, viennent des enfants qui ne le sont pas, comme il y a des enfants qui ne ressemblent pas du tout à leurs parents. Nous expliquerons plus tard à quoi tient cette différence ; car, au fond, cette question est la même de part et d'autre. Enfin, si la femelle n'a pas de sperme, on peut affirmer par le même motif que le sperme ne vient pas de tout le corps ; et réciproquement, si le sperme ne vient pas du corps tout entier, il n'y a rien qui empêche la raison de croire qu'il ne vient pas non plus de sperme de la femelle, et que la femelle participe à la génération d'une autre manière. C'est là le point que nous allons examiner, à la suite de ce qui précède, puisqu'il est maintenant évident que le sperme n'est pas sécrété de toutes les parties du corps. |
§ 1. En approfondissant la question. On voit quelle importance Aristote attache à cotte question. — L'opinion contraire. Les raisons qu'Aristole en donne sont péremptoires. § 2. La ressemblance. C'est le troisième argument ; voir au chapitre précédent, § 6. — La voix, les cheveux, les ongles. C'est, à ce qu'il semble, résoudre la question par la question, puisque les partisans de la théorie contraire soutiennent que le sperme vient de toutes les parties du corps, y compris la voix, les cheveux, les ongles comme tout le reste. — Les enfants ressemblent.. . les ressemblances. Voir sur tous ces faits l'Histoire des Animaux, liv. VII, ch. vi, §§ 6 et suiv. de ma traduction. — A Elis. Cet exemple est cité aussi dans l'Histoire des Animaux. id., ibid , § 8; seulement il y est dit : Une femme sicilienen ; quelques manuscrits disent aussi ; Une femme de l'Elide, comme ici. — Ethiopien. En d'autres termes, Nègre. Le fait n'est pas impossible. § 3. La même observation à des plantes. Il est probable que tout ce § est une iuterpolation ; et en tout cas, la comparaison n'est pas assez développée ni assez claire. § 4. Des parties similaires. Voir le début de l'Histoire des Animaux. L'objection est très forte. — Visage, mains et pieds. Qui sont des parties non similaires, composées elles-mêmes de parties similaires. — Si ces ressemblances. Celles des parties non similaires. — Des autres. Les ressemblances des parties similaires ; mais il serait bien impossible de constater ces dernières ressemblances. § 5. De toutes les parties du corps. Comme on le soutient dans la théorie que combat Aristote. — Par la chair et par les ongles. Qui sont des parties similaires, du moins dans les théories aristotéliques. § 6. Le mode de la génération. L'expression du texte n'est pas plus elaire que ma traduction; et le commentaire de Philopon néclaircit pas les choses davantage. Si le sperme vient des parties similaires en même temps qu'il vient des parties non similaires, comment se forme-t-il dans les unes et dans les autres ? Comment de leur mélange sort-il un produit unique ? Il semble que la liqueur séminale devrait être différente pour des parties différentes aussi. — Il en est absolument en ceci. Le texte n est pas aussi précis que ma traduction ; mais je ne crois pas qu'il puisse avoir une autre signification que celle que je lui donne. Les lettres jouent le même rôle que les parties similaires dans le corps; et c'est parce que chaque lettre a un sens que le mot entier résultant de leur combinaison en a un. D'ailleurs, cette comparaison n'est point assez: développée pour servir à faire mieux comprendre le reste. § 7. Les chairs et les os. Qui sont des parties similaires. — Formés de feu et d'éléments analogues. Pour l'Antiquité, le feu, la terre, l'eau, l'air étaient des corps simples, dont tous les autres corps étaient composés. Les quatre éléments répondaient aux corps simples de la chimie actuelle. — Vient des éléments. Qui sont antérieurs aux parties similaires, qu'ils composent, comme celles-ci sont antérieures aux parties non similaires. - Il n'y a pas de ressemblance possible. Puisque c'est de la combinaison des premiers éléments et de la combinaison des parties similaires, que se forme le corps entier, d'où Ton prétend que doit Tenir la liqueur séminale. § 8. Aï les parties sont séparées. Cette pensée ne paraît pas faire une suite régulière à celles qui précèdent. — Que fait-on. L'expression du texte est un peu plus vague encore. — Des parties. Ici encore Je texte est moins précis. — Des organes honteux. Les organes du sexe étant différents dans le mâle et la femelle, il est bien à présumer que leur fonction n'est pas moins différente, et qu'ils ne produisent pas une liqueur identique. — Il y aura deux animaux. C'est une conséquence nécessaire, si l'on admet que le sperme vient du corps tout entier, et que chacun des parents fournit son sperme particulier. — Des deux. Parents, sous-entendu. § 9. Empédocle. La théorie d'Empédocle est indiquée dans ce qui suit ; mais la citation est tronquée. — Parfaite et totale. Le texte n'est pas aussi précis. Le mot dont il se sert fait allusion aux deux fragments qui se rejoignent pour former une pièce entière. J'ai conservé cette allusion autant que je l'ai pu par le mot de Concours. — Des organes. Le mol grec signifie proprement Membres. — L'enfantent-elles pas à elles seules. L'objection est irréfutable,du moment qu'on suppose que le sperme vient isolément du corps entier des deux parents. § 10. Autant qu'on peut le savoir. La restriction est prudente dans des questions aussi obscures. — Des éléments identiques. Le fait est de toute évidence ; et bien que souvent Àristote voie une liqueur séminale dans les meustrues, il les distingue toujours du sperme. — Il est besoin qu'ils se réunissent. Parce que, isolés l'un de Vautre, ils sont inféconds, sauf les espèces hermaphrodites. — Dans le système d'Empédocle. J'ai ajouté ces mots qui m'ont paru nécessaires et qui ressor-tent du contexte. — Bien des têtes naquirent sans leur cou. Aristote cite encore ce vers d'Empédocle dans le Traité de l'Ame, liv. III, ch. vi, § l, de ma traduction. § 11. Le sperme vient de tout le corps. Théorie qu'Aristote tient essentiellement à combattre, et qui aujourd'hui a complètement disparu de la science, bien que Buffbn la soutienne encore, tome XI, p. 374, édition de 1830. — Ceux-là. C'est-à-dire, les naturalistes que réfute Aristote, et qui soutenaient que le sperme vient de toutes les parties du corps. — Naissent toutes continues. C'est-à-dire, avec tout le développement qu'elles comportent ; j'ai conservé le mot du texte, bien qu'il soit assez obscur. — Lieu. C'est le mot même du texte : mais le lieu ne signifie ici que le résultat total, le produit unique sorti de la réunion des parties. § 12. Se séparer et se distinguer. Il n'y a qu'un seul mot dans le grec. — De comprendre quoi que ce soit. La critique peut paraître bien sévère ; l'expression même du texte est encore plus dure. — Les parties. Similaires et non similaires, comme la suite le prouve. — Le sang n'est pas... uniquement du sang. MM. Aubert el Wimmer trouvent avec raison que cette phrase est obscure ; el le commentaire de Philopon ne l'éclaircit point. Le § suivant, qui semble compléter la pensée de celui-ci, n'est pas non plus d'un grand secours. § 13. Ce qui provient. L'expression du texte est tout aussi vague. Il faut entendre par la le produit des sécrétions dans tous les organes du corps. Le sang, par exemple, produit d'autres fluides, qui ne sont plus du sang, l'urine, la bile, la salive, la liqueur séminale, etc. — De quelque chose qui n'est pas du sang. La nourriture que prend l'animal n'est pas du sang; mais elle devient du sang par les élaborations successives qu'elle reçoit. Elle est donc autre que le sang; et c'est de ce corps différent du sang que le sang provient, de même qu'il donne aussi naissance à d'autres corps. — Il est tout aussi clair. Cette conséquence n'est pas aussi évidente que l'auteur semble le croire. — Le sperme ne vient que d'une seule de ces parties. Le texte n'est pas aussi précis. — Puisque le sang ne vient pas du sang. La liaison de ces idées ne paraît pas suffisante ; il semble qu'il manque ici quelque développement indispensable» que l'auteur seul aurait pu donner à sa pensée' — Toutes choses. Quelques traducteurs ont compris qu'il s'agissait ici des parties, et non pas des choses en général ; j'ai cru devoir conserver l'indécision du texte, que semble justifier ce qui est dit dans le § suivant. § 14. Celle d'Anaxagore. Voir la Métaphysique, liv. I, ch iii, § 20, et ch. vii, § 38 ; et liv, IV, ch. v, § 4, de ma traduction. Il ne semble pas que les Homœoméries d'Ànaxagore puissent être identifiées avec les parties similaires des animaux, telles que les entend Àristote. — A toutes choses. Et non pas seulement à l'organisation animale, comme Aristote lui-même le remarque. — Les philosophes dont nous parlons. Le texte dit simplement : « Ceux-ci. » On sait que les parties similaires ou Homoeoméries d'Ànaxagore sont éternelles — Pourraient-elles s'accroître et se développer. Il ne semble pas que cette objection s'applique uniquement au système que combat Aristote ; elle s'applique également au sien; et la croissance des corps est aussi mystérieuse que la vie même qui les anime. — Grâce à la nourriture. Le fait est évident; mais ce qui ne l'est pas, c'est la force qui modilie les aliments et les convertit en la substance du corps, selon les organes. — Que le sperme vient de tout le corps. Le texte n'a pas cette précision; et il se sert dune expression indéterminée. § 15. Immédiatement produire du sang... Il semble que c'est attribuer au sperme une fonction nouvelle dont il n'a pas été parlé jusqu'ici. D'après cette théorie, ce serait le sperme qui serait cause de la croissance de l'embryon et de tout son développement. On ne voit rien de pareil dans le système de ceux qui soutiennent que le sperme vient de toutes les parties du corps. d'après l'exposition même qu'Aristote fait de ce système. — Le vin s'accroît. La comparaison ne semble pas juste, en ce sens que c'est bien plutôt le liquide qui s'accroît en quantité; mais le vin même disparaît au fur et à mesure que l'on y ajoute de l'eau. — Dans l'état actuel des choses. Le texte dit simplement : Maintenant. — Qui dépasse trop notre intelligence. Mot à mot : « Trop au-dessus de nous. » — Pour que nous la discutions. J'ai du ajouter ces mots pour compléter la pensée. § 16. Les deux sexes. Ces mots explicatifs ont été encore ajoutés ; le texte dit seulement : « Femelle et mâle. » — Ernpédocle. Voir les Fragments d'Empédorle, édit. Firmin-Didot, p. 10. Le vers que cite Arisiote paraît avoir appartenu au second livre des Choses physiques d'Empédocle. — On voit cependant.. . L'objection est très forte ; et les sexes ne sont pas séparés dès le moment de la conception, puisque les mêmes individus ont tantôt des enfants mâles et tantôt des enfants femelles. — Ils deviennent féconds... Le fait est assez fréquent. — Elle tient à ce que le fluide... Cette explication n'est peut-être pas plus vraie que celle qu'elle prétend réfuter; mais il faut dire aussi que. sur ce point, la science moderne n'est guère plus avancée. — Quelque autre cause. Cette restriction prouve que l'auteur lui-même sent que sa théorie est insuffisante. Autrement, il n'aurait pas cette hésitation. § 17. Il est donc bien évident. Cette formule, quAristote emploie très souvent, n'est pas toujours justiliée; et ici particulièrement, la pensée n'est pas exprimée assez clairement pour qu'on puisse parler d'évidence. -- Dont il sortirait. J ai ajouté ces mots qui me semblent indispensables. — L'organe spécial. Ce sont les parties génitales dans l'un et l'autre sexe.Indifféremment devenir femelle ou mâle. Le fait est exact. — De cette partie. C'est-à-dire, des organes qui distinguent les sexes l'un de l'autre. Si des organes des parents ue viennent pas les organes des jeunes, on peut en dire autant de tous les organes. — De la matrice. En ce qui concerne la jeune femelle, ou des organes mâles en ce qui concerne le jeune mâle. § 18. Les mouches, par exemple. Cette erreur est assez singulière ; car l'observation est très facile; et l'accouplement des mouches est si évident qu'il est presque impossible de le méconnaître. — Pucerons. Le texte dit ici, comme plus haut, Psyles, ch. ix, § 7. — C'est une sorte de larves. Pour les mouches, ce sont des œufs qu'elles pondent. — Que ces êtres hétérogènes. L'expression n'est pas juste; ce ne sont pas des êtres hétérogènes ; mais ce sont les métamorphoses naturelles d'êtres du même genre. Voir l'Histoire des Animaux, liv. IX, ch. xxvi, § 2. § 19. Un autre argument. Contre cette théorie qui fait venir le sperme de toutes les parties du corps. — Un grand nombre d'êtres. Ou de Petits. Cette multiplicité des produits, à la suite d'un seul accouplement, peut s'observer sur les animaux supérieurs, mais surtout chez les animaux moins élevés ; on la voit spécialement chez les insectes. — C'est tout à fait le cas des plantes. Aristote se complaît, à ce qu'il semble, dans ces relations entre les plantes et les animaux ; et il fait déjà de la biologie au sens où l'entendent les Modernes. Mais on peut trouver qu'ici,comme plus haut,même chapitre, § 3, ces relations sont bien éloignées et bien peu frappantes. — D'un seul mouvement. J'ai conservé la formule du texte ; mais on voit que l'expression est bien vague. J'aurais pu préciser davantage ; mais comme la fécondation des végétaux n'était pas connue des Anciens, j'ai craint de préciser par trop les choses, en changeant le mot de Mouvement en un mot mieux défini. — Multiple. J'ai ajouté ce mot, qui ressort du contexte. — Semence. On pourrait traduire aussi par Sperme; mais comme le mot grec peut tout à la fois s'appliquer aux plantes et aux animaux, j'ai cru devoir conserver, en notre langue, un mot qui eût aussi cette double acception. — Une seule séparation. L'expression est bien obscure ; elle peu! s'adresser tout a la lois, et à la séparation des sexes, et au jeune, se détachant des parents. — Cette séparation. Sous-entendu : Des sexes. — D'une jeune plante. Le paragraphe suivant complète la pensée, du moins en partie. § 20. Les marcottes. Le mot grec ne paraît avoir tout ce sens; seulement, c'est un participe au lieu d'un substantif. L'exemple du règne végétal n'est pas ici plus décisif que les exemples du même genre invoqués plus haut. § 21. Surtout des insectes. Cet argument qu'Aristote croit le plus fort n'est pas plus péreinp-toire que les précédents. D'ailleurs, l'accouplement des insectes. tel qu'il le décrit pour certaines espèces, n'est pas exact. — Si ce n'est dans tous. La restriction est a remarquer; mais elle n'est pas justifiée par les faits. Il paraît, bien d'après les observations les plus modernes. que l'accouplement des insectes a lieu comme celui des mammifères, et que l'organe du mâle s'introduit dans celui de la femelle, pour y déposer aussi des spermatozoïdes; voir la note de MM. Aubert et Wimmer, p. 80 de leur édition et de leur traduction. — Antérieurement. Plus haut, ch. x, § 2, il a été dit qu'on ne savait pas si les insectes émettent du sperme comme les animaux qui ont du sang; voir aussi, ch. ix, § 7. — Il en résulte évidemment. La conclusion est ici plus certaine, du moins en ce qui regarde les insectes. — Plus tard. Dans le reste de ce traité, passim. — De même que l'œuvre vient du maçon. On peut croire que ceci est une addition, d'une main étrangère.
— Ceci est tout
aussi déraisonnable. Le texte n'est pas aussi précis. § 22. Quant au plaisir extrême. Voir plus haut, ch. x, § 6; c'est le premier argument donné en faveur de la théorie que combat Aristote, et qui fait venir le sperme de toutes les parties du corps. — Sï ce système était vrai. J'ai ajouté ces mots, dont le sens ressort évidemment du contexte, et qui sont indispensables. § 23. De parents contrefaits. C'est le second argument allégué plus haut. ch. x.§ 6. — Plus tard. Voir liv. IV, ch. iii, où la question de la ressemblance est traitée spécialement. — Enfin. Ceci semblerait répondre à uu dernier argument ; mais cet argument n'a pas été énuméré à la suite des quatre autres. — Réciproquement. J'ai ajouté ce mol, que la tournure de la phrase grecque autorise. — A la suite de ce qui précède. Voir plus plus loin, cli. xiii.
|