retour à l'entrée du site  

table des matières de l'œuvre DE DÉMOSTHÈNE

 

DÉMOSTHÈNE

 

II

 

Πρὸς Ἄφοβον Β'.

 

 

 

I. Contre Aphobos (Premier plaidoyer) TOME I  III. Contre Aphobos (Défense du témoin Paphos)

 

traduction française

 

pour avoir la traduction française d'un chapitre, cliquer sur le numéro du chapitre

 

 

 

 

Κατὰ Ἀφόβου Β

[1] Πολλὰ καὶ μεγάλ' ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου, τοῦτ' αὐτὸν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφ' ᾧ μάλιστ' ἠγανάκτησα τῶν ῥηθέντων. Εἶπεν γὰρ ὡς ὁ πάππος ὤφειλε τῷ δημοσίῳ, καὶ διὰ ταῦθ' ὁ πατὴρ οὐκ ἐβούλετο μισθωθῆναι τὸν οἶκον, ἵνα μὴ κινδυνεύσῃ. Καὶ τὴν μὲν πρόφασιν ποιεῖται ταύτην, ὡς δ' ὀφείλων ἐτελεύτησεν ἐκεῖνος, οὐδεμίαν παρέσχετο μαρτυρίαν· ἀλλ' ὡς μὲν ὦφλεν, ἐνεβάλετο τηρήσας τὴν τελευταίαν ἡμέραν, ταύτην δ' εἰς τὸν ὕστερον λόγον ὑπελίπετο, ὡς διαβαλεῖν τὸ πρᾶγμ' ἐξ αὐτῆς δυνησόμενος. [2] Ἐὰν οὖν ἀναγνῷ, προσέχετ' αὐτῇ τὸν νοῦν· εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλ' ὡς ὦφλεν. Τοῦτ' οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφ' ᾧ φρονεῖ μάλιστα· ὃ καὶ ἡμεῖς ἀμφισβητοῦμεν. Εἰ μὲν οὖν τότ' ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτ' ἐνηδρεύθημεν, παρεσχόμεθ' ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντ' αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν· νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτ' ὤφειλεν οὔτ' ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα. [3] Πρῶτον μὲν γὰρ Δημοχάρης, ἔχων ἀδελφὴν τῆς ἐμῆς μητρός, θυγατέρα δὲ Γύλωνος, οὐκ ἀποκέκρυπται τὴν οὐσίαν, ἀλλὰ χορηγεῖ καὶ τριηραρχεῖ καὶ τὰς ἄλλας λῃτουργίας λῃτουργεῖ καὶ οὐδὲν τῶν τοιούτων δέδοικεν. Ἔπειτ' αὐτὸς ὁ πατὴρ τήν τ' ἄλλην οὐσίαν καὶ τέτταρα τάλαντα καὶ τρισχιλίας φανερὰς ἐποίησεν, ἃς οὗτοι γραφῆναί τ' ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατ' ἀλλήλων καταμαρτυροῦσιν. [4] Ἔτι δὲ καὶ αὐτὸς Ἄφοβος μετὰ τῶν συνεπιτρόπων τῇ πόλει τὸ πλῆθος τῶν καταλειφθέντων χρημάτων ἐμφανὲς ἐποίησεν, ἡγεμόνα με τῆς συμμορίας καταστήσας οὐκ ἐπὶ μικροῖς τιμήμασιν, ἀλλ' ἐπὶ τηλικούτοις ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν. Καίτοι εἴ τι τούτων ἦν ἀληθές, οὐδὲν ἂν αὐτῶν ἐποίησεν, ἀλλὰ πάντ' ἂν ηὐλαβήθη. Νῦν δὲ καὶ Δημοχάρης καὶ ὁ πατὴρ καὶ αὐτοὶ οὗτοι φαίνονται φανερὰ ποιοῦντες, καὶ οὐδένα τοιοῦτον κίνδυνον δεδιότες.

[5] Πάντων δ' ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δ' ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρ' ὑμῖν. Ἀλλ' ἐχρῆν, ἐπειδὴ τάχιστ' ἐτελεύτησεν ὁ πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵν' εἴ τι ἐγίγνετ' ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτ' ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν. [6] Νῦν δ' ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δ' ἦν· αὐτὴν δὲ τὴν διαθήκην, δι' ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δ' οὐκ ἐσημήναντο, οὐδ' αὐτὴν ἀπέδοσαν. Ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν.

[7] Ἀλλ' ἐγὼ οὐκ οἶδ' ὅ τι τοῦτ' ἔστιν. Οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδ' ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ. Πότερον ἐμοί; Ἢ τῇ πόλει; Φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτ' ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε. Δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον. [8] Τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε, ὥστ' οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε· ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις. Ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκ' ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν. [9] Ἀλλ' ἀνάγκη μεγάλη τὰ καταλειφθέντα, πολλῷ πλείον' ὄντα τούτων, πάνθ' ὑμᾶς ἔχειν ἐστίν, ἃ φανερῶς ὅτι διηρπάκατ' ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε. Καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε, πάλιν δ' εἰληφέναι κατ' ἀλλήλων μαρτυρεῖτε. Φάσκοντες δ' οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε. [10] Πάντες δὲ κοινῇ μ' ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθ' ἕκαστος μηχανᾶσθε. Καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δ' οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες.

Λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθ' αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν.

Μαρτυρίαι

[11] Ταῦθ' οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθ' ὑπὲρ ἐμοῦ· μνῶν δ' οὐδ' ἑβδομήκοντ' ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες. Λέγε τὰς ἐφεξῆς.

Μαρτυρίαι

Ταύτην τὴν προῖκα οἵ τ' ἐπίτροποι καταμαρτυροῦσιν αὐτὸν λαβεῖν, ἄλλοι τε πρὸς οὓς ἔχειν ὡμολόγησεν. Ταύτην οὔτ' αὐτὴν οὔτε τὸν σῖτον ἀποδέδωκεν. Λαβὲ τὰς ἄλλας καὶ ἀναγίγνωσκε.

Μαρτυρίαι

[12] Δύ' ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν· ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτ' αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν. Λάβ' ἑτέραν καὶ ἀνάγνωθι.

Μαρτυρία

Ταῦτα τἀνδράποδ' ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθ' ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δ' ἀπ' αὐτῶν οὐδ' ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον. Λέγ' ἑτέραν.

Μαρτυρία

[13] Τοῦτον τὸν ἐλέφαντα καὶ τὸν σίδηρον πεπρακὼς οὐδὲ καταλειφθῆναί φησιν, ἀλλὰ καὶ τούτων τὴν τιμὴν ἀποστερεῖ με, μάλιστα τάλαντον. Λέγε ταυτασί.

Μαρτυρίαι

Ταῦθ' οὗτος τρία τάλαντα καὶ χιλίας ἔχει χωρὶς τῶν ἄλλων. Τοῦ μὲν οὖν ἀρχαίου πέντε τάλανθ' ἃ εἴληφεν· σὺν δὲ τοῖς ἔργοις, ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, πλέον ἢ δέκα τάλαντ' ἔχει. Λέγε τὰς ἐφεξῆς.

Μαρτυρίαι

[14] Ταῦθ' οὗτοι γραφῆναι μὲν ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατ' ἀλλήλων μαρτυροῦσιν. Οὗτος δὲ καὶ μεταπεμφθῆναι φάσκων ὑπὸ τοῦ πατρός, καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, εἰσελθεῖν μὲν οὔ φησιν ὡς τὸν μεταπεμψάμενον, οὐδ' ὁμολογῆσαι περὶ τούτων οὐδέν, Δημοφῶντος δ' ἀκοῦσαι γραμματεῖον ἀναγιγνώσκοντος καὶ Θηριππίδου λέγοντος ὡς ἐκεῖνος ταῦτα διέθετο, καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος πρὸς τὸν πατέρα, ὅσαπερ ἐκεῖνος γράψας κατέλιπεν. [15] Ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, ὡς ᾔσθετο τὴν νόσον οὐκ ἀποφευξόμενος, συγκαλέσας τούτους τρεῖς ὄντας, καὶ συμπαρακαθισάμενος Δήμωνα τὸν ἀδελφόν, τὰ σώμαθ' ἡμῶν εἰς τὰς χεῖρας ἐνέθηκεν παρακαταθήκην ἐπονομάζων, τὴν μὲν ἀδελφὴν Δημοφῶντι καὶ δύο τάλαντα προῖκα διδοὺς εὐθύς, καὶ γυναῖκ' αὐτῷ ταύτην ἐγγυῶν, ἐμὲ δὲ πᾶσιν κοινῇ μετὰ τῶν χρημάτων παρακατατιθέμενος, καὶ ἐπισκήπτων μισθῶσαί τε τὸν οἶκον καὶ συνδιασῷσαί μοι τὴν οὐσίαν, [16] διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τ' ἐμὴν μητέρ' ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμ' εἰς τὰ τούτου γόνατα τιθείς· ὧν οὗτος ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντ' ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφ' ὑμῶν ἀξιώσει, μνῶν οὐδ' ἑβδομήκοντ' ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς. [17] Ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατ' αὐτῶν, ἀντίδοσιν ἐπ' ἐμὲ παρεσκεύασαν, ἵν' εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵν' ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην. Καὶ τοῦτ' αὐτοῖς ὑπηρέτησε Θρασύλοχος ὁ Ἀναγυράσιος· ᾧ τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δ' ὡς διαδικασίας τευξόμενος· οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.

[18] Ἆρ' οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δ', ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπ' αὐτῶν βλάπτομαι; Τίς δ' οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δ' ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν ἢ δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους; Ποῖ δ' ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθ' ὑμεῖς περὶ αὐτῶν; Εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν; Ἀλλὰ τῶν ὑποθεμένων ἐστίν. Ἀλλ' εἰς τὰ περιόντ' αὐτῶν; Ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν. [19] Μηδαμῶς, ὦ ἄνδρες δικασταί, γένησθ' ἡμῖν τοσούτων αἴτιοι κακῶν· μηδὲ τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφὴν ἀνάξια παθόντας περιίδητε, οὓς ὁ πατὴρ οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν κατέλιπεν, ἀλλὰ τὴν μὲν ὡς Δημοφῶντι συνοικήσουσαν ἐπὶ δυοῖν ταλάντοιν προικί, τὴν δ' ἐπ' ὀγδοήκοντα μναῖς τούτῳ τῷ σχετλιωτάτῳ πάντων ἀνθρώπων, ἐμὲ δ' ὑμῖν διάδοχον ἀνθ' αὑτοῦ τῶν λῃτουργιῶν ἐσόμενον. [20] Βοηθήσατ' οὖν ἡμῖν, βοηθήσατε, καὶ τοῦ δικαίου καὶ ὑμῶν αὐτῶν ἕνεκα καὶ ἡμῶν καὶ τοῦ πατρὸς τοῦ τετελευτηκότος. Σῴσατε, ἐλεήσατε, ἐπειδή μ' οὗτοι συγγενεῖς ὄντες οὐκ ἠλέησαν. Εἰς ὑμᾶς καταπεφεύγαμεν. Ἱκετεύω, ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ἀγαθῶν ὑμῖν. Οὕτως ὄναισθε τούτων, μὴ περιίδητέ με, μηδὲ ποιήσητε τὴν μητέρα καὶ τῶν ἐπιλοίπων ἐλπίδων εἰς τὸν βίον στερηθεῖσαν ἀνάξιον αὑτῆς τι παθεῖν· [21] ἣ νῦν μὲν οἴεται τυχόντα με τῶν δικαίων παρ' ὑμῖν ὑποδέξεσθαι καὶ τὴν ἀδελφὴν ἐκδώσειν· εἰ δ' ὑμεῖς ἄλλο τι γνώσεσθε, ὃ μὴ γένοιτο, τίν' οἴεσθ' αὐτὴν ψυχὴν ἕξειν, ὅταν ἐμὲ μὲν ἴδῃ μὴ μόνον τῶν πατρῴων ἀπεστερημένον, ἀλλὰ καὶ πρὸς ἠτιμωμένον, περὶ δὲ τῆς ἀδελφῆς μηδ' ἐλπίδ' ἔχουσαν ὡς τεύξεταί τινος τῶν προσηκόντων διὰ τὴν ἐσομένην ἀπορίαν; [22] Οὐκ ἄξιος, ὦ ἄνδρες δικασταί, οὔτ' ἐγὼ δίκης ἐν ὑμῖν μὴ τυχεῖν, οὔθ' οὗτος τοσαῦτα χρήματ' ἀδίκως κατασχεῖν. Ἐμοῦ μὲν γὰρ εἰ καὶ μήπω πεῖραν εἰλήφατε, ποῖός τις ἂν εἰς ὑμᾶς εἴην, ἐλπίζειν προσήκει μὴ χείρω τοῦ πατρὸς ἔσεσθαι. Τούτου δὲ πεῖραν ἔχετε, καὶ σαφῶς ἴσθ' ὅτι πολλὴν οὐσίαν παραλαβὼν οὐ μόνον οὐδὲν πεφιλοτίμηται πρὸς ὑμᾶς, ἀλλὰ καὶ τἀλλότρι' ἀποστερῶν ἀποδέδεικται. [23] Ταῦτ' οὖν σκοποῦντες καὶ τἄλλα μνησθέντες, ᾗ δίκαιόν ἐστι, ταύτῃ ψηφίσασθε. Πίστεις δ' ἔχεθ' ἱκανὰς ἐκ μαρτύρων, ἐκ τεκμηρίων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦντες ἁθρόα τἀμά, ταῦτ' ἀνηλωκέναι φασὶν οὐκ ἀνηλωκότες, ἀλλ' αὐτοὶ πάντ' ἔχοντες. [24] Ὧν ἐνθυμουμένους χρὴ ποιήσασθαί τιν' ἡμῶν πρόνοιαν, εἰδότας ὅτι ἐγὼ μὲν τἀμαυτοῦ δι' ὑμῶν κομισάμενος εἰκότως λῃτουργεῖν ἐθελήσω, χάριτας ὀφείλων ὅτι μοι δικαίως ἀπέδοτε τὴν οὐσίαν, οὗτος δ', ἐὰν αὐτὸν ποιήσητε τῶν ἐμῶν κύριον, οὐδὲν ποιήσει τοιοῦτον. Μὴ γὰρ οἴεσθ' αὐτόν, ὑπὲρ ὧν ἤρνηται μὴ λαβεῖν, ὑπὲρ τούτων ὑμῖν λῃτουργεῖν ἐθελήσειν, ἀλλ' ἀποκρύψεσθαι μᾶλλον, ἵνα δικαίως ἀποπεφευγέναι δοκῇ.