retour à l'entrée du site  

table des matières de l'œuvre DE DÉMOSTHÈNE

 

DÉMOSTHÈNE

 

III

 

ΠΡΟΣ ΑΦΟΒΟΝ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ

 

Πρὸς Ἄφοβον ὑπὲρ Φάνου Ψευδομαρτυριῶν

 

 II. Contre Aphobos (Réplique) TOME I IV. Démosthène contre Onétor (1)

 

 

traduction française

 

pour avoir la traduction française d'un chapitre, cliquer sur le numéro du chapitre

 

 

 


 

ΔΗΜΟΣΘΕΝΟΥΣ ΠΡΟΣ ΑΦΟΒΟΝ ΨΕΥΔΟΜΑΡΤΥΡΙΩΝ

[1] Εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον, ὦ ἄνδρες δικασταί, συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερ' αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων, θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι, πῇ παρακρούεταί ποθ' ἕκασθ' ὑμᾶς αὐτῶν. Νῦν δὲ σὺν θεοῖς εἰπεῖν, ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθ' ἡμῶν ἀκροαταί, πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων. Καὶ ταῦτ' εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας, ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν· νῦν δ' ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν· ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι, πότερός ποθ' ἡμῶν ἐσθ' ὁ πονηρός.

[2] Οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην, οὐχὶ τῷ τὰ ψευδῆ τιν' αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων, ἀλλ' ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης, ἣν ὦφλεν, ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον, αὑτῷ δ' ἔλεον. Καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται, περὶ ἧς τότ' οὐδὲν ἔσχε δίκαιον εἰπεῖν. Ἐγὼ δ', ὦ ἄνδρες δικασταί, εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν, ἠδίκουν μὲν οὐδ' ἂν οὕτως, τὰ παρ' ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν, ὅμως δ' ἂν εἶχέν τις εἰπεῖν, ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα. [3] Νῦν δὲ τοὐναντίον ἐστίν· οὗτος ἐμὲ τῶν πατρῴων ἁπάντων μετὰ τῶν συνεπιτρόπων ἀπεστέρηκεν, καὶ οὐδ' ἐν ὑμῖν φανερῶς ἐξελεγχθεὶς οἴεται δεῖν οὐδὲν τῶν μετρίων ποιεῖν, ἀλλὰ διασκευασάμενος τὴν οὐσίαν, καὶ παραδοὺς τὴν μὲν συνοικίαν Αἰσίῳ, τὸν δ' ἀγρὸν Ὀνήτορι, πρὸς μὲν ἐκείνους δίκην καὶ πράγματ' ἔχειν ἐμὲ πεποίηκεν, ἐκ δὲ τῆς οἰκίας αὐτὸς τὰ σκεύη λαβὼν καὶ τἀνδράποδ' ἐξαγαγὼν καὶ τὸν λάκκον συντρίψας καὶ τὰ θυρώματ' ἀποσπάσας καὶ μόνον οὐκ αὐτὴν τὴν οἰκίαν ἐμπρήσας Μέγαράδ' ἐξῴκηκεν κἀκεῖ μετοίκιον τέθηκεν. Ὥστε πολὺ ἂν δικαιότερον διὰ ταῦτα τὰ ἔργα τοῦτον μισήσαιτε ἢ ἐμοῦ τιν' ἀνεπιείκειαν καταγνοίητε.

[4] Περὶ μὲν οὖν τῆς αἰσχροκερδίας τῆς τούτου καὶ μιαρίας ὕστερόν μοι δοκεῖ διεξελθεῖν πρὸς ὑμᾶς· καὶ νῦν δ' ὡς ἐν κεφαλαίοις ἀκηκόατε· περὶ δὲ τῶν μεμαρτυρημένων, ὡς ἔστιν ἀληθῆ, περὶ ὧνπερ οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. Δέομαι δ' ὑμῶν, ὦ ἄνδρες δικασταί, δικαίαν δέησιν, ἐξ ἴσου ἡμῶν ἀμφοτέρων ἀκοῦσαι. Τοῦτο δ' ἐστὶ καὶ ὑπὲρ ὑμῶν ὁμοίως· ὅσῳ γὰρ ἂν ἀκριβέστερον τὰ πεπραγμένα μάθητε, τοσούτῳ δικαιοτέραν καὶ εὐορκοτέραν θήσεσθε τὴν ψῆφον περὶ αὐτῶν. [5] Ἐπιδείξω δὲ τοῦτον οὐ μόνον ὡμολογηκότ' εἶναι τὸν Μιλύαν ἐλεύθερον, ἀλλὰ καὶ φανερὸν τοῦτ' ἔργῳ πεποιηκότα, καὶ πρὸς τούτοις τοὺς ἐκ βασάνου περὶ αὐτῶν πεφευγότα τοῦτον τοὺς ἀκριβεστάτους ἐλέγχους, καὶ οὐκ ἐθελήσαντ' ἐκ τούτων ἐπιδεῖξαι τὴν ἀλήθειαν, ἀλλὰ πανουργοῦντα καὶ μάρτυρας ψευδεῖς παρεχόμενον καὶ διακλέπτοντα τοῖς ἑαυτοῦ λόγοις τὴν ἀλήθειαν τῶν πεπραγμένων, οὕτω μεγάλοις καὶ φανεροῖς ἐλέγχοις ὥσθ' ὑμᾶς πάντας εἴσεσθαι σαφῶς, ὅτι ἡμεῖς μὲν ἀληθῆ λέγομεν, οὗτος δ' οὐδὲν ὑγιὲς εἴρηκεν. Ἄρξομαι δ' ἐντεῦθεν ὅθεν καὶ ὑμεῖς ῥᾷστ' ἂν μάθοιτε κἀγὼ τάχιστ' ἂν διδάξαιμι.

[6] Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, Δημοφῶντι καὶ Θηριππίδῃ καὶ τούτῳ δίκας ἔλαχον ἐπιτροπῆς ἀποστερηθεὶς ἁπάντων τῶν ὄντων. Γενομένης δέ μοι τῆς δίκης πρὸς τοῦτον πρῶτον, ἐπέδειξα σαφῶς τοῖς δικάζουσιν, ὥσπερ ὑμῖν ἐπιδείξω, πάνθ' ὅς ἡμῖν κατελείφθη χρήματ' ἀπεστερηκότα τοῦτον μετ' ἐκείνων, οὐ καταψευδομαρτυρησάμενος. [7] Τεκμήριον δὲ μέγιστον· μαρτυριῶν γὰρ πλέον ἢ πάνυ πολλῶν τῶν ἁπασῶν ἀναγνωσθεισῶν ἐπὶ τῇ δίκῃ, καὶ τούτων τῶν μὲν ὡς ἔδοσάν τι τούτῳ τῶν ἐμῶν καταμαρτυρουσῶν, τῶν δ' ὡς παρῆσαν κομιζομένῳ, τῶν δ' ὡς πριάμενοι παρὰ τούτου τούτῳ τὰς τιμὰς διέλυσαν, οὐδ' ᾗ τινι τούτων τῶν ψευδο μαρτυρίων ἐπεσκήψατο, οὐδὲ τετόλμηκεν διώκειν ἀλλ' ἢ ταύτην μίαν οὖσαν, ἐν ᾗ δραχμὴν οὐκ ἂν ἔχοι δεῖξαι μεμαρ τυρημένην. [8] Καίτοι τό γε τίμημα τῶν χρημάτων ὧν ἀπεστερήμην, οὐκ ἐκ ταύτης συντιθεὶς ἐλογιζόμην τοσοῦτον οὐ γὰρ ἔνεστ' ἀργύριον, ἀλλ' ἐξ ἐκείνων καθ' ἕκαστα τιθείς, αἷς οὗτος οὐκ ἐπεσκήψατο. Ὅθεν οἱ τότ' ἀκούσαντες οὐ μόνον αὐτοῦ κατέγνωσαν, ἀλλὰ καὶ τῶν ἐπιγεγραμμένων ἐτίμησαν. Τίνος οὖν ἕνεκ' ἐκείνας μὲν εἴασε, τῇδε δ' ἐπε σκήψατο; Ἐγὼ καὶ τοῦτο διδάξω. [9] Τῶν μαρτυριῶν ὅσαι μὲν αὐτοῦ χρήματ' ἔχειν κατεμαρτύρουν, ᾔδει σαφῶς ὅτι τοσούτῳ μᾶλλον ἐξελεγχθήσεται ταῦτ' ἔχων, ὅσῳ πλείων λόγος δοθήσεται καθ' ἓν περὶ ἑκάστου. Τοῦτο δ' ἔμελλεν ἐν τῇ τῶν ψευδομαρτυρίων ἔσεσθαι κρίσει· ὃ γὰρ τότ' ἐν μικρῷ μέρει τινὶ τοῦ παντὸς ὕδατος μετὰ τῶν ἄλλων κατηγορήσαμεν, νῦν πρὸς ἅπαν τὸ ὕδωρ αὐτὸ καθ' αὑτὸ διδάξειν ἐμέλλομεν. [10] Ἀποκρίσει δ' ἐπισκηψάμενος ἐνόμιζεν, ὥσπερ τόθ' ὡμολόγησεν, οὕτω πάλιν ἔξαρνος γενέσθαι ταῦτ' ἐφ' ἑαυτῷ γενήσεσθαι. Διὰ ταῦτα τήνδε διώκει. Βούλομαι δὴ ταύτην, ὡς ἔστιν ἀληθής, ἐπιδεῖξαι σαφῶς πᾶσιν ὑμῖν, οὐκ ἐξ εἰκότων οὐδὲ λόγων πρὸς τὸ παρὸν μεμηχανημένων, ἀλλ' ἐκ τοῦ παρὰ πᾶσιν ὑμῖν δόξοντος, ὡς ἐγὼ νομίζω, δικαίου. Σκοπεῖτε δ' ἀκούσαντες.

[11] Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, περὶ τῆς μαρτυρίας τῆς ἐν τῷ γραμματείῳ γεγραμμένης εἰδὼς ὄντα μοι τὸν ἀγῶνα, καὶ περὶ τούτου τὴν ψῆφον ὑμᾶς οἴσοντας ἐπιστάμενος, ᾠήθην δεῖν μηδὲν ἄλλο τούτου πρότερον ἢ τοῦτον προκαλούμενος ἐλέγξαι. Καὶ τί ποιῶ; Παραδοῦναι παῖδ' ἤθελον αὐτῷ γράμματ' ἐπιστάμενον βασανίζειν, ὃς παρῆν ὅθ' ὡμολόγει ταῦθ' οὗτος, καὶ τὴν μαρτυρίαν ἔγραφεν, οὐδὲν ὑφ' ἡμῶν κελευσθεὶς κακοτεχνεῖν, οὐδὲ τὸ μὲν γράφειν, τὸ δ' ἀφαιρεῖν ὧν οὗτος εἰρήκει περὶ τούτων, ἀλλ' ἁπλῶς ὑπὲρ τοῦ πάντα τἀληθῆ καὶ τὰ τούτῳ ῥηθέντα γράψαι. [12] Καίτοι τί κάλλιον ἦν τοῦ τὸν παῖδα στρεβλοῦντ' ἐλέγξαι ψευδομένους ἡμᾶς; Ἀλλὰ συνῄδει πάντων μάλιστ' ἀνθρώπων ὅτι τἀληθῆ μεμαρτύρηται· διόπερ ἔφευγε τὴν βάσανον. Ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ' ἴσασιν, οὐδ' ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ' ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. Καί μοι κάλει τούτων τοὺς μάρτυρας.

ΜΑPΤΥPΕΣ.

[13] Οὕτω τοίνυν οὗτός ἐστιν σοφιστὴς καὶ σφόδρ' ἑκὼν τὰ δίκαι' ἀγνοεῖν προσποιούμενος, ὥστε ψευδομαρτυρίων διώκων, καὶ περὶ τούτου τὴν ψῆφον ὑμῶν μελλόντων οἴσειν καὶ ὀμωμοκότων, περὶ τῆς μαρτυρίας μὲν ἔφευγε τὴν βάσανον, περὶ οὗ μάλιστα προσῆκεν αὐτῷ τὸν λόγον ποιεῖσθαι, περὶ δ' ἄλλων φησὶν ἐξαιτεῖν, ψευδόμενος. [14] Καίτοι πῶς οὐχ ὑπερφυές, αὑτὸν μὲν δεινὰ πεπονθέναι φάσκειν, εἰ τὸν ἐλεύθερον ἐξαιτῶν, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω, μὴ παρέλαβεν, τοὺς δὲ μάρτυρας οὐ δεινὰ πάσχειν νομίζειν, τὸν ὁμολογουμένως δοῦλον περὶ ὧν ἐμαρτύρησαν ἐκδιδόντος, οὐκ ἐθέλοντος τούτου παραλαβεῖν; Οὐ γὰρ δὴ τοῦτό γ' ἔνεστιν εἰπεῖν, ὡς περὶ μὲν τινῶν ὧν αὐτὸς βούλεται σαφὴς ἡ βάσανος, περὶ δ' αὖ τινῶν οὐ σαφής.

[15] Ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς ὁ τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δ' ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτ' ἐπιορκεῖν οὔτ' εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος. Ὃν οὐκ ἂν δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψ' ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστ' ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντ' αὐτῷ τὴν δίκην, ἔτι δ' ἐμαυτοῦ ὄντ' ἀντίδικον· οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα. [16] Τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δ' οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων. Πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότ' εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει. Δεύτερον δ' οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν. [17] Ἔτι δὲ τὸ πρᾶγμ' ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵν' εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. Νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστ' οὐδ' ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτ' ἔξαρνος ἐγένεθ' οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλ' ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους. [18] Καὶ ταῦθ' ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς Αἴσιος οὐκ ἠρνήθη ταῦτ' ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τ' ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθ' ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. Καί μοι κάλει δεῦρ' αὐτούς.

ΜΑPΤΥPΕΣ.

[19] Ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτ' ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. Ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθ' ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότ' αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ; [20] Προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτ' ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων. Οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις. Καίτοι εἴ γ' ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδ' ἐλεύθερος εἶναι, τί μαθὼν ἐμαρτύρησεν, ἀλλ' οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματος; [21] Ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματ' ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. Καὶ ταῦτ' ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν ἦσαν γάρ, ἀλλ' ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. Καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτ' ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντ' αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον; Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.

ΠPΟΚΛΗΣΙΣ. ΜΑPΤΥPΙΑ.

[22] Τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δ' ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. Βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. Οἶδ' οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν δι' ἀπορίαν ἐπαιρομένους ἢ δι' ἑταιρίαν ἢ καὶ δι' ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι. [23] Τούτων τοίνυν οὐδὲ δι' ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες. Οὔτε γὰρ ἑταιρίᾳ πῶς γάρ; Οἵ γε μήτ' ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθ' ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλ' οὐδὲ σφίσιν αὐτοῖς εἰσίν, οὔτ' ἔχθρᾳ τούτου· φανερὸν γὰρ καὶ τοῦτ' ἔστιν· ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δ' ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δ' οὔτε φίλος οὔτ' ἐχθρός, ὥστ' οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν. [24] Καὶ μὴν οὐδὲ δι' ἀπορίαν ἄν τις φήσειεν· πάντες γὰρ κέκτηνται τοσαύτην οὐσίαν ὥστε καὶ λῃτουργεῖν ὑμῖν προθύμως καὶ τὰ προσταττόμενα ποιεῖν. Χωρὶς δὲ τούτων οὔτ' ἀγνῶτες ὑμῖν οὔτ' ἐπὶ τὰ χείρω γιγνωσκόμενοι, μέτριοι δ' ὄντες ἄνθρωποι. Καίτοι εἰ μήτ' ἄποροι μήτ' ἐχθροὶ τούτου μήτ' ἐμοὶ φίλοι, πῶς χρὴ κατὰ τούτων λαβεῖν τιν' ὑποψίαν ὡς τὰ ψευδῆ μαρτυροῦσιν; Ἐγὼ μὲν γὰρ οὐκ οἶδα.

[25] Ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστ' ἐπιστά῎μενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα; Ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι. Βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτ' αὐτὸν ψευδόμενον. Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημο νεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε. [26] Καὶ πρὸς τούτοις ἡ μήτηρ κατ' ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, δι' οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρ' ἡνίκ' ἐτελεύτα, καὶ νομίζεσθαι παρ' ἡμῖν τοῦτον ἐλεύθερον· ἣν μηδεὶς ὑμῶν νομιζέτω καθ' ἡμῶν ποτ' ἂν ὀμνύναι ταῦτ' ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκ' ὀμουμένη. Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτ' ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας.

ΜΑPΤΥPΕΣ.

[27] Τοσαῦτα τοίνυν δίκαια λέγειν ἐχόντων ἡμῶν καὶ καταφεύγειν εἰς τοὺς μεγίστους ἐλέγχους ἐθελόντων περὶ τῶν μεμαρτυρημένων, πάντα ταῦτα φυγὼν οὗτος οἴεται, περὶ τῆς γεγενημένης δίκης διαβάλλων καὶ κατηγορῶν ἐμοῦ, τοῦ μάρτυρος ὑμᾶς πείσειν καταψηφίσασθαι, πάντων οἶμαι πρᾶγμα κατασκευάσας ἀδικώτατον καὶ πλεονεκτικώτατον. [28] Αὐτὸς μὲν γὰρ μάρτυρας ψευδεῖς παρεσκεύασται περὶ τούτων, συγχορηγὸν ἔχων Ὀνήτορα τὸν κηδεστὴν καὶ Τιμοκράτην· ἡμεῖς δ' οὐχὶ προειδότες, ἀλλ' ὑπὲρ αὐτῆς τῆς μαρτυρίας ἡγούμενοι τὸν ἀγῶν' ἔσεσθαι, τοὺς περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς χρημάτων μάρτυρας οὐ παρεσκευάσμεθα νῦν. Ὅμως δέ, καίπερ οὕτως τούτου σεσοφισμένου, τὰ πράγματ' αὐτὰ διεξιὼν οἶμαι ῥᾳδίως ὑμῖν ἐπιδείξειν δικαιότατ' ἀνθρώπων τοῦτον ὠφληκότα τὴν δίκην, [29] οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδ' ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδ' ἐμαρτύρησαν, ἀλλ' ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω· ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων· τὸν Μιλύαν δ' οὐδ' ὅστις ἔστιν οὐδεὶς ᾔδει. Γνώσεσθε δ' ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθ' οὕτως ἔχοντ' ἐστίν.

[30] Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τὴν δίκην ἔλαχον τούτῳ τῆς ἐπιτροπῆς οὐχ ἓν τίμημα συνθείς, ὥσπερ ἂν εἴ τις συκοφαντεῖν ἐπιχειρῶν, ἀλλ' ἕκαστον ἐγγράψας καὶ πόθεν λαβὼν καὶ πόσον τὸ πλῆθος καὶ παρὰ τοῦ, καὶ οὐδαμοῦ τὸν Μιλύαν παρέγραψ' ὡς εἰδότα τι τούτων. [31] Ἔστιν οὖν τοῦ μὲν ἐγκλήματος ἀρχή « τάδ' ἐγκαλεῖ Δημοσθένης Ἀφόβῳ· ἔχει μου χρήματ' Ἄφοβος ἀπ' ἐπιτροπῆς ἐχόμενα, ὀγδοήκοντα μὲν μνᾶς, ἣν ἔλαβεν προῖκα τῆς μητρὸς κατὰ τὴν διαθήκην τοῦ πατρός » . Τοῦτο πρῶτόν ἐστιν τῶν χρημάτων ὧν ἀπεστερῆσθαί φημι. Τοῖς δὲ μάρτυσιν τί μεμαρτύρηται; « Μαρτυροῦσιν παραγενέσθαι πρὸς τῷ διαιτητῇ Νοθάρχῳ, ὅτε Ἄφοβος ὡμολόγει Μιλύαν ἐλεύθερον εἶναι, ἀφεθέντα ὑπὸ τοῦ Δημοσθένους πατρός. »  [32] Σκοπεῖτε τοίνυν παρ' ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ἢ ῥήτωρ ἢ σοφιστὴς ἢ γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστ' ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τιν' ἀνθρώπων, ὡς ἔχει τὴν προῖκ' Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ. Καὶ τί λέγων, ὦ πρὸς Διός; « Ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον; »  Καὶ τί μᾶλλον ἔχων τὴν προῖκα; Οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν. [33] Ἀλλὰ πόθεν τοῦτ' ἐπεδείχθη; Πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι· δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα. Καὶ τούτοις οὐκ ἐπεσκήψατο, δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς.

Ἔτι τοίνυν ἡ μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατ' ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη, λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην. [34] Ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερ' αὐτὸν ἔχειν φῶμεν ἢ μή; Καὶ πότερον διὰ τούσδ' ὀφλεῖν τοὺς μάρτυρας ἢ διὰ τούσδε; Ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν. Ταύτας τοίνυν δέκ' ἔτη κεκαρπωμένος, καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς, δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι. Καίτοι τούτων γ' οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν.

[35] Περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς, ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν, ἀκούσατε, καὶ σκοπεῖθ' ὡς δικαίως τ' ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον. [36] Περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει ς' ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς· ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ; Περὶ δ' αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθ' ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν ὁ Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε. [37] Περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλ' ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτ' ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρες; Οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδ' ὡς σαυτόν, ἀλλ' ἐν τῷ λόγῳ τοῦτ' ἔγραψας σύ, κατεμαρτύρησαν δ' οἱ μάρτυρες. [38] Ἀλλὰ μὴν περί γε τοῦ ἐλέφαντος καὶ τοῦ σιδήρου, πάντας ἐγώ φημι τοὺς οἰκέτας εἰδέναι τοῦτον πωλοῦντα, καὶ παραδοῦναι καὶ τότε καὶ νῦν ἤθελον αὐτῷ τούτων ὅντινα βούλοιτο λαβὼν βασανίζειν. Εἰ τοίνυν φήσει με, τὸν εἰδότ' οὐκ ἐθέλοντα δοῦναι, τοὺς οὐκ εἰδότας ἐκδιδόναι, πολὺ δὴ μᾶλλον αὐτῷ παραλαβεῖν φανήσεται προσῆκον· εἰ γάρ, οὓς ὡς εἰδότας ἐξεδίδουν ἐγώ, μηδὲν ἔχειν ἔφασαν τούτων αὐτόν, ἀπήλλακτο δήπουθεν ἂν τῆς αἰτίας. [39] Ἀλλ' οὐχὶ τοιοῦτόν ἐστιν, ἀλλὰ σαφῶς ἂν ἐξηλέγχθη πωλῶν καὶ τὴν τιμὴν κεκομισμένος. Διόπερ τοὺς ὁμολογουμένως δούλους παραβὰς τὸν ἐλεύθερον ἠξίου βασανίζειν, ὃν οὐδ' ὅσιον παραδοῦναι, τὸ πρᾶγμ' οὐκ ἄγειν εἰς ἔλεγχον ζητῶν, ἀλλὰ μὴ παραλαμβάνων βουλόμενός τι δοκεῖν λέγειν. Περὶ τοίνυν πάντων τούτων, πρῶτον μὲν περὶ τῆς προικός, εἶθ' ὑπὲρ ὧν καθυφεῖκεν, εἶθ' ὑπὲρ τῶν ἄλλων, ἀναγνώσεται τούς τε νόμους καὶ τὰς μαρτυρίας, ἵν' εἰδῆτε.

ΝΟΜΟΙ. ΜΑPΤΥPΙΑΙ.

[40] Οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδ' ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμ' αὔτ' εἰ σκέψαισθε. Θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστ' ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν. Οὐχ ὅτι τῶν χρημάτων οὐδ' ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα; Καὶ δὴ λέγει. Διὰ τοῦτ' ἄρ' οὐκ ἔχει; Πολλοῦ γε δεῖ· τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ. Τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα πολλοὶ γὰρ ἂν εἶεν, ἀλλ' εἴ τις οἶδεν. [41] Καταμαρτυρησάντων τοίνυν τοσούτων σου μαρτύρων, τίνι τῶν ψευδομαρτυρίων ἐπεσκήψω; Δεῖξον. Ἀλλ' οὐκ ἂν ἔχοις δεῖξαι. Καίτοι πῶς οὐ σαφῶς σὺ σαυτὸν ἐξελέγχεις, ὅτι ψεύδει δεινὰ πεπονθέναι φάσκων καὶ τὴν δίκην ἀδίκως ὠφληκέναι τὸν ἄνθρωπον οὐ παραλαβών, ὃς τοὺς ταῦτα μαρτυρήσαντας ἔχειν σε καὶ λαβεῖν, περὶ ὧν ὡς οὐ καταλειφθέντων σὺ τὸν Μιλύαν ἐξῄτεις, ἀφῆκας τῶν ψευδομαρτυρίων; Οὓς πολὺ κάλλιον ἦν, εἴπερ ἠδίκησο, διώκειν. Ἀλλ' οὐκ ἠδικημένος σὺ συκοφαντεῖς.

[42] Πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν σὴν πονηρίαν, μάλιστα δ' εἰ περὶ τῆς διαθήκης ἀκούσειεν. Τοῦ γὰρ πατρός, ὦ ἄνδρες δικασταί, τὰ καταλειφθέντα πάντ' ἐν τῇ διαθήκῃ γράψαντος, καὶ τὸν οἶκον ὅπως μισθώσουσιν, ταύτην μὲν οὐκ ἀπέδωκεν, ἵνα μὴ τὸ πλῆθος εὕροιμ' ἐγὼ τῶν χρημάτων ἐξ αὐτῆς, ὡμολόγει δὲ κεκτῆσθαι ταῦτα, ἃ μάλιστ' οὐχ οἷόν τ' ἦν ἐξάρνῳ γενέσθαι διὰ τὴν περιφά νειαν. [43] Ἦν δὲ ταῦθ' ἃ γεγράφθαι φησὶν ἐν τῇ διαθήκῃ, δύο μὲν τάλαντα Δημοφῶντα λαβεῖν εὐθύς, τὴν δ' ἀδελφὴν ὅταν ἡλικίαν ἔχῃ τοῦτο δ' ἔμελλεν εἰς ἔτος δέκατον γενήσεσθαι, τοῦτον δ' ὀγδοήκοντα μνᾶς καὶ τὴν μητέρα τὴν ἐμὴν καὶ τὴν οἰκίαν οἰκεῖν, Θηριππίδην δ' ἑβδομήκοντα μνᾶς λαβόντα καρπώσασθαι, τέως ἀνὴρ ἐγὼ γενοίμην. Τὰ δ' ἄλλ' ὅς' ἐμοὶ χωρὶς τούτων κατελείφθη, καὶ τὸ μισθοῦν τὸν οἶκον ἠφάνιζεν ἐκ τῆς διαθήκης, οὐ συμφέρον αὑτῷ νομίζων ταῦτ' ἐπιδειχθῆναι παρ' ὑμῖν. [44] Ἐπειδὴ τοίνυν ὡμολόγηθ' ὑπ' αὐτοῦ τούτου τὸν πατέρ' ἡμῶν τελευτῶντα τοσοῦτον ἀργύριον τούτων ἑκάστῳ δοῦναι, τεκμήριον οἱ δικάζοντες τότε τὰς ὁμολογίας ἐποιήσαντο ταύτας τοῦ πλήθους τῶν χρημάτων· ὅστις γὰρ ἀπὸ τῶν ὄντων τέτταρα τάλαντα καὶ τρισχιλίας προῖκα καὶ δωρεὰν ἔδωκεν, φανερὸν ἦν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτ' ἀφεῖλεν. [45] Οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν, ἀλλ' ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι δοῦναι. Ταῦτα δὴ τὰ χρήματ' οὐδαμοῦ παραδοὺς ἐφαίνετο, οὐδ' ἐλάττω μικροῖς· ἀλλὰ τὰ μὲν ἀνηλωκέναι, τὰ δ' οὐ λαβεῖν ἔφη, τὰ δ' οὐκ εἰδέναι, τὰ δὲ τὸν δεῖν' ἔχειν, τὰ δ' ἔνδον εἶναι, τὰ δὲ πάντα μᾶλλον ἢ ὅπου παρέδωκεν εἶχεν λέγειν.

[46] Περὶ δὲ τοῦ μὴ καταλειφθῆναι τὰ χρήματ' ἔνδον, βούλομαι σαφῶς ὑμῖν ἐπιδεῖξαι ψευδόμενον. Τοῦτον γὰρ τὸν λόγον καθεῖκεν, ἐπειδὴ τὰ χρήματα μὲν πολλὰ πέφηνεν ὄντα, οὐκ ἔχει δ' ἐπιδεῖξαι ταῦθ' ὡς ἀποδέδωκεν, ἵν' ἐξ εἰκότος οὐδὲν προσῆκον ἡμῖν φανῇ κομίζεσθαι τά γ' ὄντα παρ' ἡμῖν. [47] Εἰ μὲν τοίνυν ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ' ἂν τἄλλ' ἐπέτρεπεν, οὔτ' ἂν ἐκεῖν' οὕτω καταλείπων αὐτοῖς ἔφραζεν· ὥστε πόθεν ἴσασιν; Εἰ δ' ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ' αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ' οὐκ ἂν κυρίους ἐποίησεν. Οὐδ' ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν παρέδωκεν, αὐτὴν δὲ ταύτην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ' ἠγγύησεν· οὐ γὰρ ἔχει λόγον, σῷσαι μὲν τὰ χρήματα δι' ἐκείνης ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων ταύτης κἀκείνων κύριον ποιεῖν. [48] Ἔτι δὲ τοῦτον, εἴ τι τούτων ἀληθὲς ἦν, οἴεσθ' οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; Ὃς τὴν μὲν προῖκ' αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς αὐτῇ συνοικήσων, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ' ἔγημεν δι' αἰσχροκέρδιαν, ἵνα πρὸς αἷς εἶχεν παρ' ἡμῶν, ἑτέρας ὀγδοήκοντα μνᾶς λάβοι παρ' ἐκείνου· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων καὶ ταῦτ' ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ' αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ' ἐκείνης αὐτῶν κύριον; [49] Ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δ' οὐκ ἐμέλλεθ' ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετ' ἂν ἐξὸν αὐτῷ λαβεῖν; Καὶ τίς ἂν πιστεύσειεν; Οὐκ ἔστι ταῦτ', ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν· ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, ἐκείνῃ τῇ ἡμέρᾳ κατωρύττετο, ὅτ' εἰς τὰς τούτων χεῖρας ἦλθεν, οὗτος δ' οὐκ ἔχων ἂν εἰπεῖν ὅπου τι τούτων ἀπέδωκεν, ἵν' εὔπορος εἶναι δοκῶν μηδενὸς τύχω παρ' ὑμῶν ἐλέου, τούτοις χρῆται τοῖς λόγοις.

[50] Πολλὰ μὲν οὖν ἔγωγ' ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· οὐκ ἐνδέχεται δέ μοι, τῷ μάρτυρι τοῦ κινδύνου περὶ τῆς ἐπιτιμίας ὄντος, περὶ ὧν αὐτὸς ἠδίκημαι λέγειν. Ἀλλὰ βούλομαι πρόκλησιν ὑμῖν ἀναγνῶναι· γνώσεσθε γὰρ ἐξ αὐτῆς ἀκούσαντες, τὰ μεμαρτυρημέν' ὡς ἔστιν ἀληθῆ, καὶ τὸν Μιλύαν ὅτι νῦν μὲν περὶ πάντων φησὶν ἐξαιτεῖν, τὸ δὲ πρῶτον ὑπὲρ τριάκοντα μόνον μνῶν ἐξῄτει, καὶ προσέτι ζημιοῦται κατὰ τὴν μαρτυρίαν οὐδέν. [51] Ἐγὼ γὰρ πανταχῇ τοῦτον ἐλέγξαι βουλόμενος, καὶ τὰς τέχνας αὐτοῦ καὶ τὰς πανουργίας ἐμφανεῖς ὑμῖν καταστῆσαι πειρώμενος, ἠρόμην αὐτὸν πός' εἴη τὰ χρήματα τὸ πλῆθος, καθ' ἃ τὸν Μιλύαν ὡς συνειδότ' ἐξῄτησεν· οὗτος δὲ ψευσάμενος περὶ πάντων ἔφησεν. « Περὶ μὲν τοίνυν »  ἔφην ἐγώ « τούτου παραδώσω σοι τὸν ἔχοντα τἀντίγραφα ὧν σύ με προὐκαλέσω. [52] Προομόσαντος δέ μου τὸν ἄνθρωπον ὡς ὡμολόγησας ἐλεύθερον εἶναι καὶ κατὰ Δήμωνος ἐμαρτύρησας, ἂν ἀπομόσῃς τἀναντία τούτων κατὰ τῆς θυγατρός, ἀφίημί σοι πάνθ' ὑπὲρ ὧν ἂν ἐξαιτήσας φανῇς τὸ πρῶτον βασανιζομένου τοῦ παιδός, καὶ τοσούτῳ σοι γενέσθω τὸ τίμημ' ἔλαττον ὧν ὦφλες, καθ' ἃ τὸν Μιλύαν ἐξῄτησας, ἵνα μηδὲν ζημιωθῇς παρὰ τοὺς μάρτυρας. »  [53] Ταῦτ' ἐμοῦ προκαλεσαμένου πολλῶν παρόντων, οὐκ ἂν ἔφη ποιῆσαι. Καίτοι ὅστις αὐτὸς αὑτῷ ταῦτ' ἔφυγεν δικάσαι, πῶς ὑμᾶς χρὴ τοὺς ὀμωμοκότας τούτῳ πειθομένους καταγνῶναι τῶν μαρτύρων, ἀλλ' οὐ τοῦτον ἀναισχυντότατον πάντων ἀνθρώπων εἶναι νομίζειν; Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει τούτων τοὺς μάρτυρας.

ΜΑPΤΥPΕΣ.

[54] Οὐ τοίνυν ἐγὼ μὲν ταῦθ' ἕτοιμος ἦν, οἱ δὲ μάρτυρες οὐ τὴν αὐτὴν γνώμην ἐμοὶ εἶχον, ἀλλ' ἐκεῖνοι παραστησάμενοι τοὺς παῖδας, ὑπὲρ ὧν ἐμαρτύρησαν, πίστιν ἐπιθεῖναι ἠθέλησαν κατ' ἐκείνων. Ὁ δ' οὔτ' ἐκείνοις οὔτ' ἐμοὶ δοῦναι τὸν ὅρκον ἠξίωσεν, ἀλλ' ἐπὶ λόγοις μεμηχανημένοις καὶ μάρτυσιν οὐ τἀληθῆ μαρτυρεῖν εἰθισμένοις τὸ πρᾶγμα καταστήσας, ἐλπίζει ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν. Λάβ' οὖν αὐτοῖς καὶ ταύτην τὴν μαρτυρίαν.

ΜΑPΤΥPΙΑ.

[55] Πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγξειεν συκοφαντουμένους ἡμᾶς καὶ καταμεμαρτυρημένα τἀληθῆ καὶ τὴν δίκην δικαίως ὠφλημένην, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνύς; Οἰκέτην τὸν τὴν μαρτυρίαν γράφοντ' οὐκ ἐθελήσαντα τοῦτον βασανίζειν περὶ αὐτῶν τῶν μεμαρτυρημένων· Αἴσιον τὸν ἀδελφὸν αὐτοῦ ταῦτα μεμαρτυρηκότα, ἅ φησιν εἶναι ψευδῆ· [56] τοῦτον αὐτὸν ταὐτὰ τοῖς μάρτυσιν οὓς διώκει μεμαρτυρηκότα μοι κατὰ Δήμωνος, ὄντος αὐτῷ θείου καὶ συνεπιτρόπου· τὰς θεραπαίνας οὐκ ἐθελήσανθ' ὑπὲρ τοῦ τὸν ἄνθρωπον ἐλεύθερον εἶναι βασανίζειν· τὴν μητέρα τὴν ἐμαυτοῦ πίστιν περὶ τούτων ἐπιθεῖναι καθ' ἡμῶν ἐθέλουσαν· τῶν ἄλλων οἰκετῶν οὐκ ἐθέλοντα τοῦτον παραλαμβάνειν οὐδένα, τῶν πάντ' εἰδότων μᾶλλον ἢ Μιλύας· τῶν μαρτύρων οἳ κατεμαρτύρουν χρήματ' ἔχειν αὐτόν, οὐδενὶ τῶν ψευδομαρτυρίων ἐπεσκημμένον· [57] τὴν διαθήκην οὐκ ἀποδόντα, οὐδὲ τὸν οἶκον μισθώσαντα τῶν νόμων κελευόντων· πίστιν ἐπιθεῖναι προομνύντος ἐμοῦ καὶ τῶν μαρτύρων, ὥστ' ἀφεῖσθαι τοῦτον τῶν χρημάτων καθ' ἃ τὸν Μιλύαν ἐξῄτησεν, οὐκ οἰηθέντα δεῖν; Μὰ τοὺς θεούς, ἐγὼ μὲν οὐκ ἂν ἔχοιμ' ἐπιδεῖξαι ταῦτ' ἀκριβέστερον ῎ἢ τοῦτον τὸν τρόπον. Οὕτω τοίνυν φανερῶς τῶν μαρτύρων καταψευδόμενος καὶ ἐκ τῶν πραγμάτων οὐδὲν ζημιούμενος καὶ τὴν δίκην δικαίως ὠφληκώς, ὅμως ἀναισχυντεῖ. [58] Καὶ εἰ μὲν μὴ καὶ παρὰ τοῖς αὑτοῦ φίλοις καὶ παρὰ τῷ διαιτητῇ προεγνωσμένος ἀδικεῖν τούτους ἐποιεῖτο τοὺς λόγους, ἧττον ἂν ἦν ἄξιον θαυμάζειν· νῦν δ' ἐπιτρέψαι με πείσας Ἀρχένεῳ καὶ Δρακοντίδῃ καὶ Φάνῳ τουτῳί, τῷ νῦν ὑπ' αὐτοῦ φεύγοντι τῶν ψευδομαρτυρίων, τούτους μὲν ἀφῆκεν ἀκούσας αὐτῶν ὅτι, εἰ μεθ' ὅρκου ταῦτα διαιτήσουσιν, καταγνώσονται τὴν ἐπιτροπήν, ἐπὶ τὸν κληρωτὸν δὲ διαιτητὴν ἐλθὼν καὶ οὐδὲν ἔχων ἀπολύσασθαι τῶν ἐγκεκλημένων ὦφλεν τὴν δίαιταν. [59] Οἱ δικασταὶ δ' ἀκούσαντες, εἰς οὓς ἐφῆκεν, ταὐτὰ καὶ τοῖς τούτου φίλοις καὶ τῷ διαιτητῇ περὶ αὐτῶν ἔγνωσαν καὶ δέκα ταλάντων ἐτίμησαν, οὐ μὰ Δί' οὐχ ὅτι τὸν Μιλύαν ὡμολόγησεν εἶναι ἐλεύθερον τοῦτο μὲν γὰρ οὐδὲν ἦν, ἀλλ' ὅτι πεντεκαίδεκα ταλάντων οὐσίας μοι καταλειφθείσης τὸν μὲν οἶκον οὐκ ἐμίσθωσεν, δέκα δ' ἔτη μετὰ τῶν συνεπιτρόπων διαχειρίσας πρὸς μὲν τὴν συμμορίαν ὑπὲρ παιδὸς ὄντος ἐμοῦ πέντε μνᾶς συνετάξατ' εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνω νος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματ' εἰσέφερον, [60] χρόνον δὲ τοσοῦτον τὰ χρήματα ταῦτ' ἐπιτροπεύσας, ὑπὲρ ὧν τηλικαύτην αὐτὸς εἰσφορὰν ἠξίου εἰσφέρειν, ἐμοὶ μὲν τὸ καθ' αὑτὸν οὐδ' εἴκοσι μνῶν ἄξια παρέδωκεν, μετὰ δ' ἐκείνων ὅλα τὰ κεφάλαια καὶ τὰς ἐπικαρπίας ἀπεστέρηκεν. Θέντες οὖν οἱ δικασταὶ τοῖς πᾶσι χρήμασιν οὐκ ἐφ' ὅσῳ μισθοῦσιν τοὺς οἴκους τόκον, ἀλλ' ὃς ἦν ἐλάχιστος, ηὗρον τὸ σύμπαν πλέον ἢ τριάκοντα τάλαντ' αὐτοὺς ἀποστεροῦντας· διὸ τούτῳ τῶν δέκα ταλάντων ἐτίμησαν.