RETOUR À L'ENTRÉE DU SITE

 

ALLER A LA TABLE DES MATIERES DE PLUTARQUE

 

 

ΠΡΟΣ ΗΓΕΜΟΝΑ ΑΠΑΙΔΕΥΤΟΝ

 

traduction française

 

ΠΡΟΣ ΗΓΕΜΟΝΑ ΑΠΑΙΔΕΥΤΟΝ

(779d) Πλάτωνα Κυρηναῖοι παρεκάλουν νόμους τε γραψάμενον αὐτοῖς ἀπολιπεῖν καὶ διακοσμῆσαι τὴν πολιτείαν, ὁ δὲ παρῃτήσατο φήσας χαλεπὸν εἶναι Κυρηναίοις νομοθετεῖν οὕτως εὐτυχοῦσιν·  οὐδὲν γὰρ οὕτω γαῦρον καὶ τραχὺ καὶ δύσαρκτον ὡς ἀνὴρ ἔφυ ὐπραγίας δοκούσης ἐπιλαμβανόμενος. Διὸ τοῖς (779e) ἄρχουσι χαλεπόν ἐστι σύμβουλον περὶ ἀρχῆς γενέσθαι· τὸν γὰρ λόγον ὥσπερ ἄρχοντα παραδέξασθαι φοβοῦνται, μὴ τῆς ἐξουσίας αὐτῶν τἀγαθὸν κολούσῃ τῷ καθήκοντι δουλωσάμενος. Οὐ γὰρ ἴσασι τὰ Θεοπόμπου τοῦ Σπαρτιατῶν βασιλέως, ὃς πρῶτος ἐν Σπάρτῃ τοῖς βασιλεύουσι καταμίξας τοὺς Ἐφόρους, εἶτ´ ὀνειδιζόμενος ὑπὸ τῆς γυναικός, εἰ τοῖς παισὶν ἐλάττονα παραδώσει τὴν ἀρχὴν ἧς παρέλαβε, « Μείζονα μὲν οὖν, »  εἶπεν, « ὅσῳ καὶ βεβαιοτέραν. »  Τὸ γὰρ σφοδρὸν ἀνεὶς καὶ ἄκρατον αὐτῆς ἅμα τῷ φθόνῳ διέφυγε τὸν κίνδυνον. (779f) Καίτοι Θεόπομπος μὲν εἰς ἑτέρους τὸ τῆς ἀρχῆς ὥσπερ ῥεύματος μεγάλου παροχετευσάμενος, ὅσον ἄλλοις ἔδωκεν, αὑτοῦ περιέκοψεν· ὁ δ´ ἐκ φιλοσοφίας τῷ ἄρχοντι πάρεδρος καὶ φύλαξ ἐγκατοικισθεὶς λόγος, ὥσπερ εὐεξίας τῆς δυνάμεως τὸ ἐπισφαλὲς ἀφαιρῶν, ἀπολείπει τὸ ὑγιαῖνον.

Ἀλλὰ νοῦν οὐκ ἔχοντες οἱ πολλοὶ τῶν βασιλέων καὶ ἀρχόντων μιμοῦνται τοὺς ἀτέχνους ἀνδριαντοποιούς, οἳ νομίζουσι μεγάλους καὶ ἁδροὺς φαίνεσθαι τοὺς κολοσσούς, ἂν διαβεβηκότας σφόδρα (780a) καὶ διατεταμένους καὶ κεχηνότας πλάσωσι· καὶ γὰρ οὗτοι βαρύτητι φωνῆς καὶ βλέμματος τραχύτητι καὶ δυσκολίᾳ τρόπων καὶ ἀμιξίᾳ διαίτης ὄγκον ἡγεμονίας καὶ σεμνότητα μιμεῖσθαι δοκοῦσιν, οὐδ´ ὁτιοῦν τῶν κολοσσικῶν διαφέροντες ἀνδριάντων, οἳ τὴν ἔξωθεν ἡρωικὴν καὶ θεοπρεπῆ μορφὴν ἔχοντες ἐντός εἰσι γῆς μεστοὶ καὶ λίθου καὶ μολίβδου· πλὴν ὅτι τῶν μὲν ἀνδριάντων ταῦτα τὰ βάρη τὴν ὀρθότητα μόνιμον καὶ ἀκλινῆ διαφυλάττει, οἱ (780b) δ´ ἀπαίδευτοι στρατηγοὶ καὶ ἡγεμόνες ὑπὸ τῆς ἐντὸς ἀγνωμοσύνης πολλάκις σαλεύονται καὶ περιτρέπονται· βάσει γὰρ οὐ κειμένῃ πρὸς ὀρθὰς ἐξουσίαν ἐποικοδομοῦντες ὑψηλὴν συναπονεύουσι.

Δεῖ δέ, ὥσπερ ὁ κανὼν αὐτός, ἀστραβὴς γενόμενος καὶ ἀδιάστροφος, οὕτως ἀπευθύνει τὰ λοιπὰ τῇ πρὸς αὑτὸν ἐφαρμογῇ καὶ παραθέσει συνεξομοιῶν, παραπλησίως τὸν ἄρχοντα πρῶτον τὴν ἀρχὴν κτησάμενον ἐν ἑαυτῷ καὶ κατευθύναντα τὴν ψυχὴν καὶ καταστησάμενον τὸ ἦθος οὕτω συναρμόττειν τὸ ὑπήκοον· οὔτε γὰρ πίπτοντός ἐστιν ὀρθοῦν οὔτε διδάσκειν ἀγνοοῦντος οὔτε κοσμεῖν ἀκοσμοῦντος ἢ τάττειν ἀτακτοῦντος ἢ ἄρχειν μὴ (780c) ἀρχομένου· ἀλλ´ οἱ πολλοὶ κακῶς φρονοῦντες οἴονται πρῶτον ἐν τῷ ἄρχειν ἀγαθὸν εἶναι τὸ μὴ ἄρχεσθαι, καὶ ὅ γε Περσῶν βασιλεὺς πάντας ἡγεῖτο δούλους πλὴν τῆς αὑτοῦ γυναικός, ἧς μάλιστα δεσπότης ὤφειλεν εἶναι.

Τίς οὖν ἄρξει τοῦ ἄρχοντος; ὁ

« Νόμος ὁ πάντων βασιλεὺς
θνατῶν τε καὶ ἀθανάτων, »

ὡς ἔφη Πίνδαρος, οὐκ ἐν βιβλίοις ἔξω γεγραμμένος οὐδέ τισι ξύλοις, ἀλλ´ ἔμψυχος ὢν ἐν αὐτῷ λόγος, ἀεὶ συνοικῶν καὶ παραφυλάττων καὶ μηδέποτε τὴν ψυχὴν ἐῶν ἔρημον ἡγεμονίας. Ὁ μὲν γὰρ Περσῶν βασιλεὺς ἕνα τῶν κατευναστῶν εἶχε πρὸς τοῦτο τεταγμένον, ὥσθ´ ἕωθεν εἰσιόντα λέγειν πρὸς αὐτὸν

« Ἀνάστα, ὦ βασιλεῦ, καὶ φρόντιζε πραγμάτων, ὧν σε φροντίζειν ὁ μέγας Ὠρομάσδης ἠθέλησε » ·

(780d)  τοῦ δὲ πεπαιδευμένου καὶ σωφρονοῦντος ἄρχοντος ἐντός ἐστιν ὁ τοῦτο φθεγγόμενος ἀεὶ καὶ παρακελευόμενος.

Πολέμων γὰρ ἔλεγε τὸν ἔρωτα εἶναι « Θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν καὶ σωτηρίαν » · ἀληθέστερον δ´ ἄν τις εἴποι τοὺς ἄρχοντας ὑπηρετεῖν θεῷ πρὸς ἀνθρώπων ἐπιμέλειαν καὶ σωτηρίαν, ὅπως ὧν θεὸς δίδωσιν ἀνθρώποις καλῶν καὶ ἀγαθῶν τὰ μὲν νέμωσι τὰ δὲ φυλάττωσιν.

« Ὁρᾷς τὸν ὑψοῦ τόνδ´ ἄπειρον αἰθέρα,
καὶ γῆν πέριξ ἔχονθ´ ὑγραῖς ἐν ἀγκάλαις; »

ὁ μὲν καθίησιν ἀρχὰς σπερμάτων προσηκόντων γῆ δ´ ἀναδίδωσιν, αὔξεται δὲ τὰ μὲν ὄμβροις τὰ δ´ ἀνέμοις τὰ δ´ ἄστροις ἐπιθαλπόμενα καὶ σελήνῃ, (780e) κοσμεῖ δ´ ἥλιος ἅπαντα καὶ πᾶσι τοῦτο δὴ τὸ παρ´ αὑτοῦ φίλτρον ἐγκεράννυσιν. Ἀλλὰ τῶν τοιούτων καὶ τηλικούτων ἃ θεοὶ χαρίζονται δώρων καὶ ἀγαθῶν οὐκ ἔστιν ἀπόλαυσις οὐδὲ χρῆσις ὀρθὴ δίχα νόμου καὶ δίκης καὶ ἄρχοντος. Δίκη μὲν οὖν νόμου τέλος ἐστί, νόμος δ´ ἄρχοντος ἔργον, ἄρχων δ´ εἰκὼν θεοῦ τοῦ πάντα κοσμοῦντος, οὐ Φειδίου δεόμενος πλάττοντος οὐδὲ Πολυκλείτου καὶ Μύρωνος, ἀλλ´ αὐτὸς αὑτὸν εἰς ὁμοιότητα θεῷ δι´ ἀρετῆς (780f)  καθιστὰς καὶ δημιουργῶν ἀγαλμάτων τὸ ἥδιστον ὀφθῆναι καὶ θεοπρεπέστατον.

Οἷον δ´ ἥλιον ἐν οὐρανῷ περικαλλὲς εἴδωλον ἑαυτοῦ καὶ σελήνην ὁ θεὸς ἐνίδρυσε, τοιοῦτον ἐν πόλεσι μίμημα καὶ φέγγος ἄρχων

« Ὅστε θεουδὴς
εὐδικίας ἀνέχῃσι, »

τουτέστι θεοῦ λόγον ἔχων, διάνοιαν, οὐ σκῆπτρον οὐδὲ κεραυνὸν οὐδὲ τρίαιναν, ὡς ἔνιοι πλάττουσιν ἑαυτοὺς καὶ γράφουσι τῷ ἀνεφίκτῳ ποιοῦντες ἐπίφθονον τὸ ἀνόητον· νεμεσᾷ γὰρ ὁ θεὸς τοῖς ἀπομιμουμένοις βροντὰς καὶ κεραυνοὺς καὶ ἀκτινοβολίας, (781a) τοὺς δὲ τὴν ἀρετὴν ζηλοῦντας αὐτοῦ καὶ πρὸς τὸ καλὸν καὶ φιλάνθρωπον ἀφομοιοῦντας ἑαυτοὺς ἡδόμενος αὔξει καὶ μεταδίδωσι τῆς περὶ αὐτὸν εὐνομίας καὶ δίκης καὶ ἀληθείας καὶ πραότητος· ὧν θειότερον οὐ πῦρ ἐστιν οὐ φῶς οὐχ ἡλίου δρόμος οὐκ ἀνατολαὶ καὶ δύσεις ἄστρων οὐ τὸ ἀίδιον καὶ ἀθάνατον. Οὐ γὰρ χρόνῳ ζωῆς ὁ θεὸς εὐδαίμων ἀλλὰ τῆς ἀρετῆς τῷ ἄρχοντι· τοῦτο γὰρ θεῖόν ἐστι, καλὸν δ´ αὐτῆς καὶ τὸ ἀρχόμενον.

Ἀνάξαρχος μὲν οὖν ἐπὶ τῷ Κλείτου φόνῳ δεινοπαθοῦντα παραμυθούμενος Ἀλέξανδρον ἔφη (781b) καὶ τῷ Διὶ τὴν Δίκην εἶναι καὶ τὴν Θέμιν παρέδρους, ἵνα πᾶν πραττόμενον ὑπὸ βασιλέως θεμιτὸν δοκῇ καὶ δίκαιον, οὐκ ὀρθῶς οὐδ´ ὠφελίμως τὴν ἐφ´ οἷς ἥμαρτε μετάνοιαν αὐτοῦ τῷ πρὸς τὰ ὅμοια θαρρύνειν ἰώμενος. Εἰ δὲ δεῖ ταῦτ´ εἰκάζειν, ὁ μὲν Ζεὺς οὐκ ἔχει τὴν Δίκην πάρεδρον, ἀλλ´ αὐτὸς Δίκη καὶ Θέμις ἐστὶ καὶ νόμων ὁ πρεσβύτατος καὶ τελειότατος. Οἱ δὲ παλαιοὶ οὕτω λέγουσι καὶ γράφουσι καὶ διδάσκουσιν, ὡς ἄνευ Δίκης ἄρχειν μηδὲ τοῦ Διὸς καλῶς δυναμένου· « Ἡ δέ γε παρθένος (781c) ἐστὶ »  καθ´ Ἡσίοδον ἀδιάφθορος, αἰδοῦς καὶ σωφροσύνης καὶ ὠφελείας σύνοικος· ὅθεν « αἰδοίους »  προσαγορεύουσι τοὺς βασιλεῖς· μάλιστα γὰρ αἰδεῖσθαι προσήκει τοῖς ἥκιστα φοβουμένοις. Φοβεῖσθαι δὲ δεῖ τὸν ἄρχοντα τοῦ παθεῖν κακῶς μᾶλλον τὸ ποιῆσαι· τοῦτο γὰρ αἴτιόν ἐστιν ἐκείνου καὶ οὗτός ἐστιν ὁ φόβος τοῦ ἄρχοντος φιλάνθρωπος καὶ οὐκ ἀγεννής, ὑπὲρ τῶν ἀρχομένων δεδιέναι μὴ λάθωσι βλαβέντες,

« Ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσονται ἐν αὐλῇ,
θηρὸς ἀκούσαντες κρατερόφρονος, »

οὐχ ὑπὲρ αὑτῶν ἀλλ´ ὑπὲρ τῶν φυλαττομένων. Ὁ δ´ Ἐπαμεινώνδας, εἰς ἑορτήν τινα καὶ πότον ἀνειμένως (781d) τῶν Θηβαίων ῥυέντων, μόνος ἐφώδευε τὰ ὅπλα καὶ τὰ τείχη, νήφειν λέγων καὶ ἀγρυπνεῖν ὡς ἂν ἐξῇ τοῖς ἄλλοις μεθύειν καὶ καθεύδειν. Καὶ Κάτων ἐν Ἰτύκῃ τοὺς ἄλλους ἅπαντας ἀπὸ τῆς ἥττης ἐκήρυττε πέμπειν ἐπὶ θάλατταν· καὶ ἐμβιβάσας, εὔπλοιαν εὐξάμενος ὑπὲρ αὐτῶν, εἰς οἶκον ἐπανελθὼν ἑαυτὸν ἀπέσφαξε· διδάξας ὑπὲρ τίνων δεῖ τὸν ἄρχοντα τῷ φόβῳ χρῆσθαι καὶ τίνων δεῖ τὸν ἄρχοντα καταφρονεῖν. Κλέαρχος δ´ ὁ Ποντικὸς τύραννος εἰς κιβωτὸν ἐνδυόμενος ὥσπερ ὄφις ἐκάθευδε. (781e) Καὶ Ἀριστόδημος ὁ Ἀργεῖος εἰς ὑπερῷον οἴκημα θύραν ἔχον ἐπιρρακτήν, ἧς ἐπάνω τιθεὶς τὸ κλινίδιον ἐκάθευδε μετὰ τῆς ἑταίρας· ἡ δὲ μήτηρ ἐκείνης ὑφεῖλκε κάτωθεν τὸ κλιμάκιον, εἶθ´ ἡμέρας πάλιν προσετίθει φέρουσα. Πῶς οὗτος, οἴεσθε, τὸ θέατρον ἐπεφρίκει καὶ τὸ ἀρχεῖον, τὸ βουλευτήριον, τὸ συμπόσιον, ὁ τὸν θάλαμον ἑαυτῷ δεσμωτήριον πεποιηκώς; τῷ γὰρ ὄντι δεδίασιν οἱ βασιλεῖς ὑπὲρ τῶν ἀρχομένων, οἱ δὲ τύραννοι τοὺς ἀρχομένους· διὸ τῇ δυνάμει τὸ  δέος συναύξουσι· πλειόνων γὰρ ἄρχοντες πλείονας φοβοῦνται.

(781f) Οὐ γὰρ εἰκὸς οὐδὲ πρέπον, ὥσπερ ἔνιοι φιλόσοφοι λέγουσι, τὸν θεὸν ἐν ὕλῃ πάντα πασχούσῃ καὶ πράγμασι μυρίας δεχομένοις ἀνάγκας καὶ τύχας καὶ μεταβολὰς ὑπάρχειν ἀναμεμιγμένον· ἀλλ´ ὁ μὲν ἄνω που περὶ τὴν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως φύσιν ἔχουσαν ἱδρυμένος ἐν βάθροις ἁγίοις ᾗ φησι Πλάτων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· οἷον δ´ ἥλιος ἐν οὐρανῷ μίμημα τὸ περικαλλὲς αὐτοῦ δι´ ἐσόπτρου εἴδωλον ἀναφαίνεται τοῖς ἐκεῖνον ἐνορᾶν δι´ αὐτοῦ δυνατοῖς, οὕτω τὸ ἐν πόλεσι φέγγος εὐδικίας καὶ λόγου τοῦ (782a) περὶ αὑτὸν ὥσπερ εἰκόνα κατέστησεν, ἣν οἱ μακάριοι καὶ σώφρονες ἐκ φιλοσοφίας ἀπογράφονται πρὸς τὸ κάλλιστον τῶν πραγμάτων πλάττοντες ἑαυτούς. Ταύτην δ´ οὐδὲν ἐμποιεῖ τὴν διάθεσιν ἢ λόγος ἐκ φιλοσοφίας παραγενόμενος· ἵνα μὴ πάσχωμεν τὸ τοῦ Ἀλεξάνδρου, ὃς ἐν Κορίνθῳ Διογένην θεασάμενος καὶ δι´ εὐφυΐαν ἀγαπήσας καὶ θαυμάσας τὸ φρόνημα καὶ τὸ μέγεθος τοῦ ἀνδρὸς εἶπεν

« Εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην »·

ὀλίγου δέων εἰπεῖν, τὴν περὶ αὑτὸν εὐτυχίαν καὶ λαμπρότητα καὶ δύναμιν ὡς κώλυσιν (782b) ἀρετῆς καὶ ἀσχολίαν βαρυνόμενος καὶ ζηλοτυπῶν τὸν τρίβωνα καὶ τὴν πήραν, ὅτι τούτοις ἦν ἀνίκητος καὶ ἀνάλωτος Διογένης, οὐχ ὡς ἐκεῖνος ὅπλοις καὶ ἵπποις καὶ σαρίσσαις. Ἐξῆν οὖν φιλοσοφοῦντα καὶ τῇ διαθέσει γίγνεσθαι Διογένην καὶ τῇ τύχῃ μένειν Ἀλέξανδρον, καὶ διὰ τοῦτο γενέσθαι Διογένην μᾶλλον, ὅτι ἦν Ἀλέξανδρος, ὡς πρὸς τύχην μεγάλην πολὺ πνεῦμα καὶ σάλον ἔχουσαν ἕρματος πολλοῦ καὶ κυβερνήτου μεγάλου δεόμενον.

Ἐν μὲν γὰρ τοῖς ἀσθενέσι καὶ ταπεινοῖς καὶ ἰδιώταις τῷ ἀδυνάτῳ μιγνύμενον τὸ ἀνόητον εἰς τὸ ἀναμάρτητον τελευτᾷ, ὥσπερ ἐν ὀνείρασι φαύλοις τις ἀνία τὴν ψυχὴν διαταράττει συνεξαναστῆναι (782c) ταῖς ἐπιθυμίαις μὴ δυναμένην· ἡ δ´ ἐξουσία παραλαβοῦσα τὴν κακίαν νεῦρα τοῖς πάθεσι προστίθησι· καὶ τὸ τοῦ Διονυσίου ἀληθές ἐστιν· ἔφη γὰρ ἀπολαύειν μάλιστα τῆς ἀρχῆς, ὅταν ταχέως ἃ βούλεται ποιῇ. Μέγας οὖν ὁ κίνδυνος βούλεσθαι ἃ μὴ δεῖ τὸν ἃ βούλεται ποιεῖν δυνάμενον·

« Αὐτίκ´ ἔπειτά γε μῦθος ἔην, τετέλεστο δὲ ἔργον. »

Ὀξὺν ἡ κακία διὰ τῆς ἐξουσίας δρόμον ἔχουσα πᾶν πάθος ἐξωθεῖ, ποιοῦσα τὴν ὀργὴν φόνον τὸν ἔρωτα μοιχείαν τὴν πλεονεξίαν δήμευσιν.

« Αὐτίκ´ ἔπειθ´ ἅμα μῦθος ἔην, »

καὶ ἀπόλωλεν ὁ προσκρούσας· ὑπόνοια, καὶ τέθνηκεν (782d) ὁ διαβληθείς. Ἀλλ´ ὥσπερ οἱ φυσικοὶ λέγουσι τὴν ἀστραπὴν τῆς βροντῆς ὑστέραν μὲν ἐκπίπτειν ὡς αἷμα τραύματος, προτέραν δὲ φαίνεσθαι, τὸν μὲν ψόφον ἐκδεχομένης τῆς ἀκοῆς τῷ δὲ φωτὶ τῆς ὄψεως ἀπαντώσης· οὕτως ἐν ταῖς ἀρχαῖς φθάνουσιν αἱ κολάσεις τὰς κατηγορίας καὶ προεκπίπτουσιν αἱ καταδίκαι τῶν ἀποδείξεων.

« Εἴκει γὰρ ἤδη θυμὸς οὐδ´ ἔτ´ ἀντέχει,
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ, »

ἂν μὴ βάρος ἔχων ὁ λογισμὸς ἐπιθλίβῃ καὶ πιέζῃ τὴν ἐξουσίαν, μιμουμένου τὸν ἥλιον τοῦ ἄρχοντος, (782e) ὃς ὅταν ὕψωμα λάβῃ μέγιστον, ἐξαρθεὶς ἐν τοῖς βορείοις, ἐλάχιστα κινεῖται, τῷ σχολαιοτέρῳ τὸν δρόμον εἰς ἀσφαλὲς καθιστάμενος.

Οὐδὲ γὰρ λαθεῖν οἷόν τε τὰς κακίας ἐν ταῖς ἐξουσίαις· ἀλλὰ τοὺς μὲν ἐπιληπτικούς, ἂν ἐν ὕψει τινὶ γένωνται καὶ περιενεχθῶσιν, ἴλιγγος ἴσχει καὶ σάλος, ἐξελέγχων τὸ πάθος αὐτῶν, τοὺς δ´ ἀπαιδεύτους καὶ ἀμαθεῖς ἡ τύχη μικρὸν ἐκκουφίσασα πλούτοις τισὶν ἢ δόξαις ἢ ἀρχαῖς μετεώρους γενομένους εὐθὺς ἐπιδείκνυσι πίπτοντας· μᾶλλον δ´, ὥσπερ τῶν κενῶν ἀγγείων οὐκ ἂν διαγνοίης τὸ ἀκέραιον καὶ πεπονηκός, ἀλλ´ ὅταν ἐγχέῃς, (782f) φαίνεται τὸ ῥέον· οὕτως αἱ σαθραὶ ψυχαὶ τὰς ἐξουσίας μὴ στέγουσαι ῥέουσιν ἔξω ταῖς ἐπιθυμίαις, ταῖς ὀργαῖς, ταῖς ἀλαζονείαις, ταῖς ἀπειροκαλίαις. Καίτοι τί δεῖ ταῦτα λέγειν, ὅπου καὶ τὰ σμικρότατα τῶν ἐλλειμμάτων περὶ τοὺς ἐπιφανεῖς καὶ ἐνδόξους συκοφαντεῖται; Κίμωνος ἦν ὁ οἶνος διαβολή, Σκιπίωνος ὁ ὕπνος, Λεύκολλος ἐπὶ τῷ δειπνεῖν πολυτελέστερον ἤκουε κακῶς * * *