prιcιdent
[20] Οἱ δ΄ ἦσαν
ἤδη πρόσω ζητήσεως οὐκ ἀγεννοῦς ἀλλ΄ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ
Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας καὶ δυνάμεως εἴη τὸ Σωκράτους
λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ
ἠκούσαμεν· αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν
ἀποκρίσεως, διὸ μηδ΄ αὖθις ἐρέσθαι, πολλάκις δ΄ αὐτῷ παραγενέσθαι τοὺς μὲν δι΄
ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δ΄ ἀκοῦσαί τινος φωνῆς
φάσκουσι προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς. ὅθεν ἡμῖν
παρίστατο σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον
οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου νόησις εἴη συνάπτοντος ἀτόπῳ τινὶ
τρόπῳ πρὸς αὐτόν, ὥσπερ καὶ καθ΄ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ
νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν. ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ
τοιαύτη σύνεσις γίγνεται δι΄ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι, -
- - μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι γε θορύβῳ τῶν
παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται
τοῖς δηλουμένοις. Σωκράτει δ΄ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι (μὴ) μικρὰ
τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος
ὀξέως μεταβαλεῖν· τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε
δαίμονος ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος. πληγῇ γὰρ ἡ φωνὴ
προσέοικε τῆς ψυχῆς δι΄ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις
ἐντυγχάνωμεν· ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ
νοηθέντι πληγῆς μὴ δεομένην, ἡ δ΄ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς
ὁρμὰς οὐ βιαίους ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλ΄ εὐστρόφους καὶ μαλακὰς ὥσπερ
ἡνίας ἐνδούσας. οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς οἴαξι μεγάλων
περιαγωγὰς ὁλκάδων τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας παραψαύσει χειρὸς
ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλ΄ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ
λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης, ψυχὴ δ΄ ἀνθρώπου μυρίαις
ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις
κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι. | ἐνταῦθα γὰρ εἰς τὸ
νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί, τούτου δὲ σεισθέντος ἑλκόμεναι
σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην
καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι καὶ
βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, ἅμα δὲ τῷ τὴν ψυχὴν ἐν νῷ τι
βαλέσθαι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμὴν ὅλος ἀναστὰς καὶ συνταθεὶς πᾶσι τοῖς
μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν (589) πρᾶξιν. οὐδ΄ ὁ τῆς κινήσεως καὶ
συνεντάσεως καὶ παραστάσεως τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθ΄ ὃν
ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλ΄ ἐν ὅσῳ μάλα δίχα φωνῆς
ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ
κρείσσονος νοῦν καὶ ψυχὴν ψυχῆς θειοτέρας ἄγεσθαι θύραθεν ἐφαπτομένης ἣν πέφυκεν
ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων
νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων
φέγγος ἔχουσαι τοῖς δυναμένοις ἰδεῖν ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδ΄
ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων
καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ δ΄ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν ἴδιόν τι καὶ
δαιμόνιον ὥσπερ εἴρηται φέγγος. καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν ᾗ
παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ
γενόμενος δι΄ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν
νόησιν. ὥστε θαυμάζειν οὐκ ἄξιον, εἰ καὶ κατὰ (τοῦτο) τὸ νοηθὲν ὑπὸ τῶν δαιμόνων
ὁ ἀὴρ τρεπόμενος δι΄ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι
τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν ὑπορυττόντων ἀσπίσι χαλκαῖς
ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τὰ δ΄ ἄλλ΄
ἀδήλως διεκθέουσαι λανθάνουσιν, οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι
μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον τὸ ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχήν, οὓς δὴ καὶ
ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ
δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν, εἰ δ΄ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν
ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο τὸν
μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ
ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς ἀναρμοστίαν καὶ
ταραχήν, ἧς ἀπήλλακτο Σωκράτης ὁ ἑταῖρος ἡμῶν, ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος
αὐτοῦ τῷ πατρὶ χρησμὸς ἀπεθέσπισεν· ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ
πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλ΄ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός,
εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ Ἀγοραίῳ καὶ Μούσαις, τὰ δ΄ ἄλλα μὴ πολυπραγμονεῖν περὶ
Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ
παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον.
[21] Ἡμῖν μέν, ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος οὕτως ἐννοεῖν
περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον παρ
αγόντων καταφρονοῦσιν· ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτων
διεξιόντος, οὐκ οἶδα μὴ μύθοις ὁμοιότερ΄ ἢ λόγοις ὄντα σιωπᾶν ἄμεινον.
μηδαμῶς εἶπεν ὁ Θεόκριτος, ἀλλὰ δίελθ΄ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλ΄
ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. (590) πρότερον δὲ τίς ἦν οὗτος ὁ
Τίμαρχος φράσον· | οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον. εἰκότως γ΄, εἶπεν ὁ Σιμμίας ὦ
Θεόκριτε· νέος γὰρ ὢν κομιδῇ κατέστρεψε τὸν βίον καὶ Σωκράτους δεηθεὶς ταφῆναι
παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγ αις πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα,
φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν
ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ
Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε δράσας τὰ νομιζόμενα περὶ τὸ
μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων
αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε· προσκυνήσας δὲ
τὸν θεόν, ὡς πρῶτον διέφυγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν
καὶ ἀκοῦσαι.
[22] Ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτ΄
ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτ΄ ἐγρήγορεν εἴτ΄
ὀνειροπολεῖ· πλὴν δόξαι γε τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης τὰς ῥαφὰς
διαστάσας μεθιέναι τὴν ψυχήν. ὡς δ΄ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ
καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ τεινομένην
τέως καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον, ἔπειτα
κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν
ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ
πυρὶ κατ΄ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν ὥσπερ βαφὴν ἅμα τῷ φωτὶ
ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δ΄
ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλ΄ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ ταύταις τὸν
αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν λιγυρῶς · εἶναι γὰρ ὁμολογουμένην τῇ τῆς
κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ
μέσου δ΄ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς
γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν δι εκ πλεῖν κατὰ πόρον καὶ
διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς - - - ἐφέλκεσθαι τῇ - - -
σχεδὸν ὑποφερομένης. εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον μάλιστα,
πῆ δ΄ ἀραιὰ τενάγη καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν αὖθις
οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δ΄
οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν δὲ ῥοθίων τὰς νήσους ἅμα
περιγινομένας ἐπανάγειν· οὐ μὴν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν τὸ πέρας οὐδὲ ποιεῖν
κύκλον, ἀλλ΄ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ
περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ περιέχοντος καὶ μέγιστον
ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ
κατεφαίνετο· δύο δ΄ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας ἐναντίους
ποταμοὺς δεχομένας, ὥστ΄ ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν καὶ
ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δ΄
ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ
δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλ΄ ἐκταραττομένου καὶ
ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων
μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους
δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν (591) ἀμυδροὺς ἀναπεμπομένους |
οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. χρόνου δὲ προϊόντος εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ
ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι; φράσαι δ΄ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ
θαυμάσιον; ἀλλ΄ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα·
τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὡς ἡ Στὺξ
ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν. ἐρομένου δ΄ αὐτοῦ τίς ἡ Στύξ ἐστιν,
ὁδὸς εἰς Ἅιδου φάναι καὶ πρόεισιν ἐξ ἐναντίας, αὐτῇ σχίζουσα τῇ κορυφῇ τὸ
φῶς· ἀνατείνουσα δ΄, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη (καὶ)
τοῦ φωτός, ἀφορίζει τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δ΄ εἰσὶν ἀρχαὶ πάντων,
ζωῆς μὲν ἡ πρώτη κινήσεως δ΄ ἡ δευτέρα γενέσεως δ΄ ἡ τρίτη φθορᾶς δ΄ ἡ
τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον, τὴν δὲ
δευτέραν τῇ τρίτῃ Νοῦς καθ΄ ἥλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ
σελήνην. τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ
μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ
καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι νῆσοι θεοὺς ἔχουσι· σελήνη δὲ δαιμόνων
ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα, λαμβάνεται δ΄ ἅπαξ ἐν
μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά. καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ
βοῶσι δειμαίνουσαι· πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας, ἄλλας δ΄
ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν ἡ τῆς γενέσεως
τελευτὴ συνέπεσε, πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι· ταύτας δ΄ ἀστράπτουσα καὶ
μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον
ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπ΄ ἄλλην γένεσιν, ὡς ὁρᾷς. ἀλλ΄ οὐδὲν ὁρῶ
τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ
καταδυομένους εἰς αὐτό, τοὺς δ΄ ᾄττοντας αὖ κάτωθεν. αὐτοὺς ἄρα φάναι τοὺς
δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους
οὐκ ἔστιν, ἀλλ΄ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται
καθ΄ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δ΄ οὐ πᾶσα τὸν αὐτὸν τρόπον·
ἀλλ΄ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ δι΄ ὅλων ἀναταραχθεῖσαι τὸ σύμπαν ὑπὸ
παθῶν διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δ΄ ἔλιπον ἔξω τὸ
καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλ΄ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ
ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς
ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον
ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν
καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα
κατ΄ ἀνταύγειαν· οἱ δ΄ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι.
τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε, φάναι τὰς εἰς σῶμα
καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δ΄ οἷον ἀναλάμποντας πάλιν καὶ
ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ
τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δ΄ ἄνω (δια)φερόμενοι δαίμονές
εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν
σύνδεσμον, ᾗ τῇ ψυχῇ συμπέφυκε. ταῦτ΄ ἀκούσας αὐτὸς ἀκριβέστερον προσέχειν καὶ
θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, | (592) ὥσπερ
τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους· ἐνίους
δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἕλικα τεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας,
οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπ΄ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν
εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ
παίδευσιν ἀστείαν, οὐκ ἄγαν σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον· τοὺς δ΄
ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ
σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις δι΄ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ
μὲν κρατοῦντας καὶ περιάγοντας ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ
συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν
μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ,
τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι
παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἔνδοθεν τῆς ψυχῆς
ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης, μέχρι ἂν οὕτω κολαζομένη
πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ
συμβόλων ὀξέως καὶ σημείων αἰσθανομένη τοῦ δαίμονος. αὗται μὲν οὖν ὀψέ ποτε καὶ
βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ
κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι
καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας
δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθ΄ ἡμέραν ἐπλανᾶτο πολὺν
τόπον, εἶτ΄ αὖθις ἐπανῄει πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα
καὶ παραγενομένη, μέχρι οὗ τὸ σῶμα τῆς γυναικὸς προδούσης λαβόντες οἱ ἐχθροὶ
ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν
ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δ΄ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου
περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς
εἰσαγγέλλειν. οἱ δ΄ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ
τίνουσι. ταῦτα δ΄ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνί· νῦν δ΄ ἄπιθι.
παυσαμένης δὲ τῆς φωνῆς βούλεσθαι μὲν αὑτὸν ὁ Τίμαρχος ἔφη θεάσασθαι
περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας,
καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδ΄ αἰσθάνεσθαι τῶν καθ΄
ἑαυτόν, εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν
εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον.
[23] Ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος· ἐπεὶ δ΄ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ κατὰ τὴν
γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες ἀπηγγέλλομεν,
ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν· αὐτοῦ γὰρ ἂν
ἡδέως ἐκείνου πυθέσθαι καὶ προσανακρῖναι σαφέστερον. Ἀπέχεις, ὦ Θεόκριτε, μετὰ
τοῦ λόγου τὸν μῦθον, ἀλλ΄ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν·
οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι. τί δ΄ εἶπεν Ἐπαμεινώνδας οὐ
συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν; καὶ ὁ πατὴρ μειδιάσας τοιοῦ
τον ἔφη τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές,
ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι· διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ
ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί (593) πη τῶν καθ΄
ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι | μήτε πλείονα γιγνώσκοντι μήτ΄ ἐλάσσονα
φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων.
[24] Ἐγὼ τοίνυν ἔφη τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί
φημι τῷ θεῷ χρῆναι· θαυμάζω δ΄ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις αὐτοῦ
δυσπιστήσουσί τινες, κύκνους μὲν (γὰρ) ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους
ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν
θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων
ὁμοίως ἐπιμελεῖται τῶν ὑπὸ τὸ γένος, ἀλλ΄ ἀεί τιν΄ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων
καθ΄ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως, οὕτω καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς
τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας
ἀξιοῦσι, οὐχ ὑφ΄ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ
πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν
θηρατικῶν σημείων οὐδ΄ (οἱ πολλοὶ) ἵπποι τῶν ἱππικῶν συνιᾶσιν, ἀλλ΄ οἱ
μεμαθηκότες εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον
αἰσθανόμενοι ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν
λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς,
ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν
οἴεται τὸ μέλλον, ἐν οἷς λέγει
τῶν δ΄ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο θυμῷ
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·
καί
ὣς γὰρ ἐγὼν ὄπ΄ ἄκουσα θεῶν αἰει γενετάων.
ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται
καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς
καὶ συνήθεσιν αὐτοὶ φράζουσιν, οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει δι΄ αὑτοῦ καὶ
σπανίως, τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε.
θεοὶ μὲν (γὰρ) οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ
θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν· αἱ δ΄ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ
σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφειμέναι, δαίμονές
εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθ΄ Ἡσίοδον. ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ
γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον, ἀλλ΄ ἑτέρους ἀσκοῦντας
ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν, οὕτως οἱ πεπαυμένοι τῶν περὶ
τὸν βίον ἀγώνων δι΄ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τὰ
ἐνταῦθα πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος
εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετὴν ἐγκελεύονται καὶ
συνεξορμῶσιν, ὅταν ἐγγὺς ἤδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ
γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον, ἀλλ΄ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ
τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ
θεῶνται μόνον, τοὺς δ΄ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ
καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν, οὗτος, ὦ - - - τοῦ δαιμονίου ὁ τρόπος· - - -
ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων καὶ σώματα πολλὰ καθάπερ ὀχήματα
μεταλαμβάνοντας αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν δι΄ οἰκείας πειρωμένους
ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δ΄ ἂν ἤδη διὰ μυρίων γενέσεων
ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως (594) ψυχὴ τῆς περιόδου
συμπεραινομένης κινδυνεύουσα | καὶ φιλοτιμουμένη περὶ τὴν ἔκβασιν ἱδρῶτι πολλῷ
τοῖς ἄνω προσφέρηται, ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεὸς ἀλλ΄
ἀφίησι τῷ προθυμουμένῳ· προθυμεῖται δ΄ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος, ἡ δὲ
συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται, μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ
δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει.
[25] Τούτων εἰρημένων ὁ Ἐπαμεινώνδας ἀποβλέψας εἰς ἐμέ σοὶ μέν, εἶπεν ὦ
Καφισία, σχεδὸν ὥρα βαδίζειν εἰς τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν τοὺς
συνήθεις, ἡμεῖς δὲ Θεάνορος ἐπιμελησόμεθα διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν.
κἀγώ ταῦτ΄ ἔφην πράττωμεν· ἀλλὰ μικρὸν οἶμαί τι μετ΄ ἐμοῦ καὶ Γαλαξιδώρου
βούλεταί σοι διαλεχθῆναι (ὁ) Θεόκριτος οὑτοσί. ἀγαθῇ τύχῃ εἶπε διαλεγέσθω
καὶ προῆγεν ἀναστὰς εἰς τὸ ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν
ἐπεχειροῦμεν παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ σαφῶς
εἰδέναι τῆς καθόδου τῶν φυγάδων καὶ συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις πρὸς
τὸν καιρόν, ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα μὴ μεγάλης ἀνάγκης
γενομένης, ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους
καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς τὸν δῆμον ὡς ἀπὸ
τοῦ βελτίστου παραινοῦντες. ἐδόκει ταῦθ΄ ἡμῖν. κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς
τοὺς περὶ Σιμμίαν, ἡμεῖς δὲ καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς
φίλοις, καὶ διαλαμβάνων ἄλλος ἄλλον ἐν τῷ συμπαλαίειν τὰ μὲν ἐπυνθάνετο τὰ δ΄
ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ τοὺς περὶ Ἀρχίαν καὶ
Φίλιππον ἀληλιμμένους ἀπιόντας ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ Φυλλίδας δεδιὼς μὴ τὸν
Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος
καὶ περὶ τῆς - - - γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας ἐμβαλὼν ὡς
ἀφιξομένης εἰς τὸν πότον, ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ ἄνεσιν τραπέσθαι μετὰ τῶν
εἰωθότων αὐτῷ συνακολασταίνειν.
[26] Ὀψὲ δ΄ ἦν ἤδη τό τε ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν
πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ
Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δ΄ ἄλλους· ἐσχίσθησαν
γὰρ εὐθὺς ὑπερβάλλοντες τὸν Κιθαιρῶνα, καὶ παρέσχεν αὐτοῖς ὁ χειμὼν τὰ πρόσωπα
συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν· ἐνίοις δ΄ ἐπήστραψε δεξιὸν ἄνευ
βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ
δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων.
[27] Ὡς οὖν ἅπαντες ἔνδον ἦμεν πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ Θεοκρίτου καθ΄
ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου πολὺς ἦν τῆς θύρας ἀραγμός, καὶ μετὰ μικρὸν
ἧκέ τις ἀγγέλλων ὑπηρέτας τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους
σπουδῇ πρὸς Χάρωνα καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν βράδιον ὑπακουόντων.
θορυβηθεὶς οὖν ὁ Χάρων ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δ΄
ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι
βούλοιντο. λέγει δ΄ ἅτερος Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς
τάχιστά ς΄ ἥκειν πρὸς αὐτούς. ἐρομένου δὲ τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς
τηνικαῦτα μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον, οὐδὲν ἴσμεν ὁ ὑπηρέτης ἔφη
πλέον, ἀλλὰ τί λέγωμεν αὐτοῖς; ὅτι νὴ Δί΄ εἶπεν ὁ Χάρων θεὶς τὸν στέφανον
ἤδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι· μεθ΄ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς
(595) ὡς ἀγόμενος. οὕτως ἔφη ποίει· | καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν
φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων. ἐκεῖνοι μὲν οὖν ᾤχοντο, τοῦ δὲ
Χάρωνος εἰσελθόντος πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος ἔκπληξις ἅπαντας ἔσχεν
οἰομένους μεμηνῦσθαι, καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι κωλῦσαι μὲν
ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δ΄ ἀπέτυχε καὶ συνῆπτε τῷ καιρῷ
τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ
τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλ΄ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ παλίμβολος. οὐ
μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι
καλούμενον. ὁ δὲ κελεύσας τὸν υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε,
παῖδα καὶ φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ
καὶ μεγέθει διαφέροντα τῶν ὁμηλίκων, οὗτος, εἶπεν ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ
καὶ ἀγαπητός, ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων
ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ φείσησθ΄ ἡμῶν· τὸ
δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα
διαφθεῖραι τοῖς ἐχθίστοις ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλ΄ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους
τῇ πατρίδι φυλάττοντες. ταῦτα τοῦ Χάρωνος λέγοντος τὸ μὲν φρόνημα καὶ τὴν
καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν
ἐκελεύομεν τὸν παῖδα. τὸ δ΄ ὅλον εἶπεν ὁ Πελοπίδας οὐδ΄ εὖ βεβουλεῦσθαι
δοκεῖς ἡμῖν, ὦ Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν· τί γὰρ αὐτὸν
δεῖ κινδυνεύειν μεθ΄ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ νῦν ἐκπεμπτέος, ἵν΄ ἡμῖν, ἐάν
τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς ἐπὶ τοὺς τυράννους. οὐκ ἔστιν εἶπεν
ὁ Χάρων, ἀλλ΄ αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθ΄ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν
ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς, ἀλλὰ τόλμα παρ΄ ἡλικίαν, ὦ παῖ, γευόμενος
ἄθλων ἀναγκαίων καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ
ἀρετῆς· πολλὴ δ΄ ἐλπὶς ἔτι λείπεται, καί πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους
περὶ τῶν δικαίων.
[28] Δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός, αὐτὸς δ΄
ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος
ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδὸς αὐτοῦ τὴν
φαιδρότητα καὶ τὸ ἀδεὲς πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτ΄
ὠχριάσαντος μήτ΄ ἐκπλαγέντος, ἀλλ΄ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ
καταμανθάνοντος. ἐν τούτῳ Κηφισοδώρῳ Διότονος, εἷς τῶν φίλων, παρῆν πρὸς ἡμᾶς
ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπ΄
Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας
βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς, εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας
ἐν ὑπαίθρῳ συμπλέκεσθαι πρὸς (ἀλλήλους) ἀσυντάκτους καὶ σποράδας ἢ μένειν ἐν
οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων.
ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς
ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων.
[29] Ὁπλιζομένων δ΄ ἡμῶν καὶ συνταττομένων αὖθις ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ
προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς
ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ὁ γὰρ Ἀρχίας ἔφη καὶ ὁ Φίλιππος ὡς
ἤκουσαν (596) ἥκειν ἐμὲ κεκλημένον, | ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ
συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς, μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς
θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι
παρεισελθόντας οὐ μετρίως ἐγὼ διαταραχθείς ποῦ δ΄ εἶπον εἶναι λέγονται καὶ
τίνες; ἀγνοοῦμεν ὁ Ἀρχίας εἶπε καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή
τι τυγχάνοις σαφέστερον ἀκηκοώς. κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς ἀναφέρων τὴν
διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδ΄ ὑπὸ τῶν συνειδότων
ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν ἀγνοεῖν τὴν οἰκίαν αὐτούς, εἴ τις
εἰδὼς ἀκριβῶς ἐμήνυεν, ἄλλως δ΄ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον
ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις
ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν,
νυνὶ δ΄ ἔφην οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία· σκέψομαι δὲ τὸν λόγον, εἰ
κελεύεις, κἂν πύθωμαί τι φροντίδος ἄξιον, ὑμᾶς οὐ λήσεται. πάνυ μὲν οὖν ὁ
Φυλλίδας εἶπε μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδ΄ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς·
τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν
γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές. ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον,
ἐν ᾧ πίνοντες τυγχάνουσιν. ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες, ἔφη, προσευξάμενοι δὲ
τοῖς θεοῖς ἐξίωμεν. ταῦτα τοῦ Χάρωνος εἰπόντος εὐχόμεθα τοῖς θεοῖς καὶ
παρεκαλοῦμεν ἀλλήλους.
[30] Ὥρα μὲν οὖν ἦν καθ΄ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα
μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον, ὥστε πολλὴν
ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν
Ὑπάτην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν
ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ
Δαμοκλείδας καὶ Κηφισόδωρος), Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετ΄ αὐτῶν ἐπιτίθεσθαι
τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες
οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης, ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικεί ων ἀμπεχόμενοι,
μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. ἡ δὲ χείρων, ὦ Ἀρχίδαμε,
τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις
καὶ παρασκευαῖς καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπ΄ ἀρχῆς διαποικίλλουσα
κινδυνώδεσιν ἐπεισοδίοις εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν
ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς περὶ Ἀρχίαν καὶ
Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν ἧκεν
ἐνθένδε παρ΄ ὑμῶν ἐπιστολὴ παρ΄ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον ὄντα
φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν
φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, καὶ τοὺς συμπράττοντας αὐτοῖς.
ἤδη δὲ καὶ τῇ μέθῃ κατακεκλυσμένος ὁ Ἀρχίας καὶ τῇ προσδοκίᾳ τῶν γυναικῶν
ἀνεπτοημένος ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπὲρ (τῶν)
σπουδαίων αὐτῷ γεγράφθαι τὰ σπουδαῖα τοίνυν εἰς αὔριον ἔφη. καὶ τὴν μὲν
ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν
καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.
[31] Τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης προσμίξαντες ἡμεῖς καὶ διὰ
τῶν οἰκετῶν εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν (597)
ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. | ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς ἐσθῆτος
ὄψις παραλογιζομένη τὴν ἐπιδημίαν ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων
ὥρμησε διὰ μέσου τὴν χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς
ἄρχων τοῦ βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας ἀνεβόησεν οὐ Μέλων οὗτος,
ὦ Φυλλίδα; τούτου μὲν οὖν ἐξέκρουσε τὴν ἐπιβο(υ)λὴν ἅμα τὸ ξίφος ἀνέλκων,
διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. τὸν
δὲ Φίλιππον ἔτρωσε μὲν Χάρων παρὰ τὸν τράχηλον, ἀμυνόμενον δὲ τοῖς παρακειμένοις
ἐκπώμασιν ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε. τὸν δὲ Καβίριχον
ἡμεῖς κατεπραΰνομεν ἀξιοῦντες μὴ τοῖς τυράννοις βοηθεῖν ἀλλὰ τὴν πατρίδα
συνελευθεροῦν ἱερὸν ὄντα καὶ τοῖς θεοῖς καθωσιωμένον ὑπὲρ αὐτῆς· ὡς δὲ καὶ διὰ
τὸν οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ μετέωρος καὶ
τεταραγμένος ἀνίστατο καὶ τὸ δόρυ προεβάλλετο κατ΄ αἰχμήν, ὅπερ ἐξ ἔθους ἀεὶ
φοροῦσιν οἱ παρ΄ ἡμῖν ἄρχοντες, ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας
ὑπὲρ κεφαλῆς ἐβόων ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μή, πεπλήξεσθαι· Θεόπομπος
δὲ παραστὰς ἐκ δεξιῶν καὶ τῷ ξίφει πατάξας αὐτόν ἐνταῦθ΄ ἔφη κεῖσο μετὰ
τούτων, οὓς ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ
θύσειας ἔτι τοῖς θεοῖς, ἐφ΄ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν
πολεμίων εὐχόμενος. πεσόντος δὲ τοῦ Καβιρίχου τὸ μὲν ἱερὸν δόρυ Θεόκριτος παρὼν
ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους τολμήσαντας ἀμύνασθαι
διεφθείραμεν ἡμεῖς, τοὺς δ΄ ἡσυχίαν ἄγοντας εἰς τὸν ἀνδρῶνα κατεκλείσαμεν οὐ
βουλόμενοι διαπεσόντας ἐξαγγεῖλαι τὰ πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων
εἰ καλῶς κεχώρηκεν.
[32] Ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ
Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες καὶ πρὸς τὸν ὑπακούσαντα τῶν οἰκετῶν
ἔφασαν ἥκειν Ἀθήνηθεν γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δ΄
ἀπαγγείλας καὶ κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν
θύραν, ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς
ἐπὶ τὸν θάλαμον. ὁ δ΄ εὐθὺς ἐπὶ τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ
σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς ἄμυναν, ἄδικος μὲν ἀνὴρ καὶ τυραννικὸς
εὔρωστος δὲ τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον
καταβαλεῖν καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλ΄ ἐν φωτὶ καθορώμενος
ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα καὶ
δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλ΄ ἐκείνους
μὲν οἱ περὶ τὸν Σαμίδαν ἀνεῖργον οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν
ἐπιφανεστάτοις τῶν πολιτῶν καὶ κατ΄ ἀλκὴν διαφέρουσιν. ἀγὼν δ΄ ἦν τῷ Πελοπίδᾳ
πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου στεναῖς οὔσαις καὶ
τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς καὶ θνήσκοντος, ὥστε μὴ δύνασθαι
τοὺς ἄλλους προσβοηθεῖν. τέλος δ΄ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα
τραῦμα δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην ἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ·
καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε καὶ
τοὺς ἄλλους ἀσπασάμενος ἅμ΄ ἵλεως ἐξέπνευσε. γενόμενοι δ΄ ἀπὸ τούτων ἐπὶ τὸν
Ὑπάτην τρέπονται καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα τὸν Ὑπάτην
ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.
[33] (598) Ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν
πολύστυλον. ἀσπασάμενοι δ΄ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν ἐπὶ τὸ
δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας Ἀρχίας ἔφη καὶ
Φίλιππος κελεύουσί σε ταχέως ἄγειν ἐπ΄ αὐτοὺς Ἀμφίθεον. ὁ δ΄ ὁρῶν καὶ τῆς ὥρας
τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ τὸν Φυλλίδαν, ἀλλὰ θερμὸν ὄντα τῷ
ἀγῶνι καὶ μετέωρον, ὑπ(ε)ιδόμενος τὸ πλάσμα πότ΄, ἔλεγεν ὦ Φυλλίδα, τηνικαῦτα
μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον;
*** ἅμα δὲ τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν
ἄνθρωπον, ᾧ καὶ μεθ΄ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες.
ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν
Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν· οἱ δὲ τὴν φωνὴν
γνωρίζοντες ἀνεπήδων ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες, οἱ δὲ τοὺς
πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι.
λυομένων δὲ τούτων ἤδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ
πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος
ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν ἐξέτρεχον πρὸς ἀλλήλας καὶ
διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων, αἱ δ΄ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν
ἠκολούθουν, οὐδεὶς δ΄ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρ΄
αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν.
[34] Ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν
Γοργίδαν ἤδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἐπορευόμην
πρὸς αὐτούς, ἧκον δὲ πολλοὶ καὶ ἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ
πλείονες. ὡς δ΄ ἀπήγγειλα καθ΄ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν
βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον
τοὺς πολίτας. τοῖς δὲ τότ΄ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ
πλήρεις οὖσαι παντοδαπῶν λαφύρων καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια
μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν τοὺς
ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δ΄ οἱ
μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατ΄ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες
τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων. οἱ μὲν οὖν λακωνίζοντες - - - τὴν
Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ
τὴν ἄκραν κάτω νυκτερεύειν, οἱ δ΄ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως
ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ
πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ
περὶ πεντακοσίους καὶ χιλίους τὸ πλῆθος ὄντες, ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον
ἄλλως προυφασίζοντο Λυσανορίδαν περιμένειν· γὰρ - - - ἡ τῆς ἡμέρας ἐκείνης. διὸ
καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν
Λακεδαιμονίων οἱ γέροντες, Ἑρμιππίδαν δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ
λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον μετὰ τῶν
στρατιωτῶν. |