[0] (575) ΠΕΡΙ
ΤΟΥ ΣΩΚΡΑΤΟΥΣ ΔΑΙΜΟΝΙΟΥ.
[1] (ΑΡΧΙΔΑΜΟΣ) Ζωγράφου τινός, ὦ Καφισία, μέμνημαί ποτε περὶ τῶν θεωμένων τοὺς
γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ
ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμοῦ πολὺν ἀσπαζομένοις,
τοὺς δὲ κομψοὺς καὶ φιλοτέχνους καθ΄ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων
προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν
ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας
οὐδὲν ἀθέατον οὐδ΄ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι
δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ τὴν διάνοιαν ἐξαρκεῖν
πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος, τὸν δὲ
φιλότιμον καὶ φιλόκαλον τῶν ὑπ΄ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων θεατὴν
τὰ καθ΄ ἕκαστα μᾶλλον εὐφραίνειν, ὡς τοῦ μὲν τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην
ἔχοντος, τοὺς δ΄ ἐν ταῖς αἰτίαις καὶ τοῖς - - - μέρους ἀγῶνας ἀρετῆς πρὸς τὰ
συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει
μεμιγμένου λογισμοῦ. τούτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι
δίελθέ τε τὴν πρᾶξιν ἡμῖν ἀπ΄ ἀρχῆς ὡς ἐπράχθη καὶ τοῦ λόγου μετάδος ὃν ἀκούομεν
γενέσθαι τότε σοῦ παρόντος, ὡς ἐμοῦ μηδ΄ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος
ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτίζειν.
(ΚΑΦΕΙΣΙΑΣ) Ἀλλ΄ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ δι΄ εὔνοιαν οὕτω προθύμως τὰ
πεπραγμένα μαθεῖν σπουδάζοντος ἐμέ καὶ ἀσχολίας ὑπέρτερον θέσθαι κατὰ Πίνδαρον
τὸ δεῦρ΄ ἐλθεῖν ἐπὶ τὴν διήγησιν· τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν
ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι
πρὸς εὐγνώμονα καὶ φίλον ἑταῖρον δόξειεν ἂν ἐγείρειν τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς
μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον, ἡμεῖς δὲ παρὰ
Λῦσιν τὸν ἱερὸν σπουδάζοντες οὕτω διεφάνημεν. ἀλλ΄ ὅρα τοὺς παρόντας, εἰ πρὸς
ἀκρόασιν ἅμα πράξεων καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός
ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι κελεύεις.
(ΑΡΧΙΔΑΜΟΣ) Ἀγνοεῖς, ὦ Καφισία, τοὺς ἄνδρας; ἦ μὴν ἄξιον εἰδέναι πατέρων ὄντας
ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου
Λυσιθείδης, ὁδὶ δὲ Τιμόθεος Κόνωνος υἱός, οὗτοι δ΄ Ἀρχίνου παῖδες, οἱ δ΄ ἄλλοι
τῆς ἑταιρίας καὶ αὐτοὶ τῆς ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον
ἔχειν τὴν διήγησιν.
(ΚΑΦΕΙΣΙΑΣ) Εὖ λέγεις. ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς
ἃς ἴστε πράξεις;
(ΑΡΧΙΔΑΜΟΣ) Ἡμεῖς, ὦ Καφισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν
φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες
ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν (576) πολιτῶν τοὺς δὲ
φόβῳ κατεῖργον | ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ
Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρ΄ ὃν χρόνον ἔφευγον
ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν
ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν,
Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντ΄ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν
ἄκραν, ἠκούσαμεν· ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντ΄
εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο
διὰ γραμμάτων ἐξαγγείλαντος. ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν τῶν
φίλων καὶ τὴν κατάλυσιν τῶν τυράννων διηγεῖσθαι.
[2] (ΚΑΦΕΙΣΙΑΣ) Καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν
πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου συνιόντες οἰκίαν ἔκ τινος
πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτὸν ἐντυγχάνειν μὲν ἀλλήλοις εἴ του
δεήσειε, φανερῶς δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι
τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς
τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ
πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε
παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ
Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθιεὶς μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις
διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. τῆς δ΄ ἡμέρας ἐκείνης,
ἐν ᾗ σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί
τις ἐνθένδε Φερενίκου πέμψαντος ἄνθρωπος οὐδενὶ τῶν παρ΄ ἡμῖν ἢ Χάρωνι γνώριμος·
ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα
θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν καὶ
τὴν οἰκίαν ἐν ᾗ κρυβήσονται παρελθόντες, ὃς παρέξει, γνωσόμενος, ὡς ἂν εἰδότες
εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δ΄ ἡμῶν καὶ σκοπούντων αὐτὸς ὡμολόγησεν ὁ
Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας·
[3] Ἐμοῦ δ΄ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα
βλέψας προερχόμενον οὗτος, εἶπεν ὦ Καφισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ
μετείληφε παιδείας διαφόρου καὶ περιττῆς ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός· ἀλλ΄
ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται
κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ
πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν ἀμβλύς ἐστι καὶ ἀπρόθυμος - - - τοῦτον
ἤ τινα βελτίονα καιρὸν αὑτῷ πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος.
κἀγὼ πρὸς αὐτόν ὦ προθυμότατε εἶπον Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς·
Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν εἰκότως
ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρὸν ἄνευ
σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν εὐγνωμονοίης ἄν, οἶμαι,
τέμνειν ἢ ἀποκάειν βιαζόμενος - - - οὐκοῦν καὶ οὗτος - - - δήπου μηδὲ διὰ τῶν
πολιτῶν - - - ἄκριτον, ἀλλὰ καὶ αἵματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν
ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δ΄ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην
ὡρμήκαμεν τὴν ὁδόν, (577) ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ ἀναίτιον |
ἐφεστάναι τοῖς καιροῖς μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ
γὰρ ὅρον ἕξειν τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους
μάλιστα τρέψεσθαι καὶ πονηρούς, Εὐμολπίδαν δὲ καὶ Σαμίδαν, ἀνθρώπους διαπύρους
πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη,
πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων
ὄντων.
[4] Ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον διέκρουσεν ὁ Γαλαξίδωρος, ἐγγὺς
γὰρ Ἀρχίαν ἔδειξε καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς
ταὐτὸν ἡμῖν σπεύδοντας. ἡμεῖς μὲν οὖν ἐπέσχομεν, ὁ δ΄ Ἀρχίας καλέσας τὸν
Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ διε λάλει πολὺν χρόνον ἐκνεύσας τῆς
ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον, ὥσθ΄ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ
μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. ἐν τούτῳ δὲ Φυλλίδας, ὃν
οἶσθ΄, ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων - - -
ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς
ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην, εἶτα πόρρω τῶν ἄλλων ἀπαγαγὼν ἐπυνθάνετο
περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. ἐμοῦ δὲ φήσαντος οὐκοῦν εἶπεν
ὀρθῶς ἐγὼ τὴν ὑποδοχὴν παρεσκεύακα σήμερον ὡς δεξόμενος Ἀρχίαν καὶ παρέξων ἐν
οἴνῳ καὶ μέθῃ τοῖς ἀνδράσιν εὐχείρωτον. ἄριστα μὲν οὖν, εἶπον ὦ Φυλλίδα, καὶ
πειράθητι πάντας ἢ τούς γε πλείους εἰς ταὐτὸ τῶν ἐχθρῶν συναγαγεῖν. ἀλλ΄ οὐ
ῥᾴδιον, ἔφη μᾶλλον δ΄ ἀδύνατον· ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι
γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτὸν οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην. ὥσθ΄
ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας· Ἀρχίου γὰρ ἅμα καὶ Λεοντίδου
προκαταληφθέντων οἶμαι τοὺς ἄλλους ἐκποδὼν ἔσεσθαι φεύγοντας ἢ μενεῖν μεθ΄
ἡσυχίας ἀγαπῶντας ἄν τις διδῷ τὴν ἀσφάλειαν. οὕτως ἔφην ποιήσομεν. ἀλλὰ τί
πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται; καὶ ὁ Φυλλίδας οὐ
σαφῶς εἶπεν ἔχω λέγειν οὐδ΄ ὡς ἐπιστάμενος, ἤκουον δὲ σημεῖα καὶ μαντεύματα
δυσχερῆ καὶ χαλεπὰ προτεθεσπίσθαι τῇ Σπάρτῃ. ... Φειδόλαος ὁ Ἁλιάρ τιος
ἀπαντήσας μικρόν εἶπεν ὑμᾶς ἐνταῦθα περιμεῖναι παρα καλεῖ Σιμμίας·
ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ περὶ Ἀμφιθέου παραιτούμενος (μεῖναι) αὐτὸν
διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ.
[5] Καὶ ὁ Θεόκριτος εἰς καιρόν ἔφη καὶ ὥσπερ ἐπίτηδες· καὶ γὰρ ἐβουλόμην
πυθέσθαι, τίν΄ ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρ΄ ὑμῖν
ἀνοιχθέντος, εἰ δὴ παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος εἰς Σπάρτην τὰ
λείψανα μετεκόμιζε. καὶ ὁ Φειδόλαος οὐ γάρ ἔφη παρέτυχον, καὶ πολλὰ
δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπ΄ αὐτῶν. εὑρέθη δ΄
οὖν - - - σώματος, ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύ΄ ἀμφορεῖς κεραμεοῖ γῆν
ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν, ἐπάνω δὲ τοῦ μνήματος
ἔκειτο πίναξ χαλκοῦς ἔχων γράμματα πολλὰ θαυμαστὸν ὡς παμπάλαια· γνῶναι γὰρ ἐξ
αὑτῶν οὐδὲν παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος, ἀλλ΄ ἴδιός τις ὁ
τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις· διὸ καὶ Ἀγησίλαος,
ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ
ξυνήσουσιν. ἀλλὰ περὶ τούτων μὲν ἴσως (578) ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν
ἀπαγγεῖλαι, | κατ΄ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ
φιλοσοφίαν συγγενόμενος. Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς
λίμνης οὐκ ἀπὸ ταὐτομάτου γενέσθαι νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο
περιελθεῖν ἀνασχομένους ὀρυττόμενον. καὶ ὁ Θεόκριτος μικρὸν διαλιπών ἀλλ΄ οὐδ΄
αὐτοῖς ἔφη Λακεδαιμονίοις ἀμήνιτον ἔοικεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι
τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο· καὶ νῦν μὲν ἄπεισιν εἰς
Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ κατὰ δή
τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον ὅστις ἦν· ἐπανελθὼν δ΄ ἐκεῖθεν οἷός ἐστι τὸν
Δίρκης ἀναζητεῖν τάφον ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. ὁ γὰρ
ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί
τινας ἐπ΄ αὐτῷ δράσαντες ἀπύρους ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ
ἀφανίζουσιν, ὑπὸ σκότος ἀπέρχονται χωρισθέντες. ἐγὼ δέτ - - - μέν, ὦ Φειδόλαε, -
- - καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω· φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων
νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδ΄ ἂν ἐπιχειρήσειαν
ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας· οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ
τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτ΄ εἰδότες οὐδὲν οὔτε - - -
[6] Ταῦτα τοῦ Θεοκρίτου λέγοντος ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων, ἡμεῖς δ΄
εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον οὐ κατατετευχότα
τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον· ἀποβλέψας δὲ πρὸς ἅπαντας
ἡμᾶς ὦ Ἡράκλεις, εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν· εἶτ΄ οὐχ ὑπέρευ Θαλῆς ὁ
παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι
τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος
αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ
ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει· τὸν δὲ ξένον ἴστε τὸν
ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; οὐκ οἶδ΄, ἔφην ἐγώ τίνα
λέγεις. καὶ μήν ἔφη Λεοντίδης φησὶν ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον
ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι
κατηυλισμένον ἐπὶ στιβάδων· φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δ΄
ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος· ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς
Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ
γὰρ ἀφ΄ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.
[7] Οὐ γὰρ οὖν εἶπεν ὁ Φειδόλαος· ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς,
δεξόμεθα· νυνὶ δ΄ ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι
γιγνώσκεις πλεῖον ἐξάγγειλον ἡμῖν· λέγονται γὰρ οἱ κατ΄ Αἴγυπτον ἱερεῖς τὰ
γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ παρ΄ ἡμῶν ἔλαβεν Ἀγησίλαος τὸν Ἀλκμήνης τάφον
ἀνασκευασάμενος. καὶ ὁ Σιμμίας εὐθὺς ἀναμνησθείς οὐκ οἶδ΄ ἔφη τὸν πίνακα
τοῦτον, ὦ Φειδόλαε, γράμματα δὲ πολλὰ παρ΄ Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ
Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην, - - - ποτὲ συμφιλοσοφοῦντες
διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δὲ πέμψαντος βασιλέως
καὶ κελεύσαντος τὸν Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα
ταχέως ἀποστεῖλαι· πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων τῶν παλαιῶν
παντοδαποὺς (579) χαρακτῆρας | ἀντέγραψε τῷ βασιλεῖ καὶ πρὸς ἡμᾶς ἔφρασεν, ὡς
Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ γράμματα, τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ
Πρωτεῖ βασιλεύοντι γραμματικῆς, ἣν Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν, ὑφηγεῖσθαι
μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν θεὸν ἄγειν σχολὴν καὶ
εἰρήνην διὰ φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ
τῶν δικαίων τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς ἡγούμεθα τὸν
Χόνουφιν καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ἡμῖν ἀπ΄ Αἰγύπτου περὶ Καρίαν Δηλίων
τινὲς ἀπήντησαν δεόμενοι Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς ἄτοπον ὑπὸ
τοῦ θεοῦ προβεβλημένον. ἦν δ΄ ὁ χρησμὸς Δηλίοις καὶ τοῖς ἄλλοις Ἕλλησι παῦλαν
τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ βωμόν. οὔτε δὲ τὴν διάνοιαν
ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες
(ἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης ἔλαθον τῇ αὐξήσει τόπον
στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι δι΄ ἀπειρίαν ἀναλογίας ἣν τὸ μήκει διπλάσιον
παρέχεται) Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο βοηθόν. ὁ δὲ τοῦ Αἰγυπτίου μνησθεὶς
προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας οἷον ἐφυβρίζοντα τὴν
ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ παρέργως· οὐ γάρ τοι φαύλης
οὐδ΄ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς γραμμὰς ἠσκημένης ἔργον εἶναι (καὶ)
δυεῖν μέσων ἀνάλογον λῆψιν, ᾗ μόνῃ διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης
ὁμοίως αὐξόμενον διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν
Κυζικηνὸν Ἑλίκωνα συντελέσειν· μὴ τοῦτο δ΄ οἴεσθαι χρῆναι ποθεῖν τὸν θεὸν ἀλλὰ
προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν καὶ διὰ
λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ ὠφελίμως ἀλλήλοις
συμφέρεσθαι.
[8] Μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος ὁ πατὴρ ἡμῶν Πολύμνις ἐπεισῆλθε καὶ καθίσας
παρὰ τὸν Σιμμίαν Ἐπαμεινώνδας ἔφη καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή
τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα
γενναῖον μὲν αὐτὸν ὄντα μετὰ δὲ γενναίας καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως
ἀποστειλάντων ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν. ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς
χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν, συχνὸν δὲ
κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν καὶ
προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν. καὶ ὁ
Σιμμίας ἡσθείς πάνυ θαυμαστόν γε λέγεις εἶπεν ἄνδρα καὶ φιλοσοφίας ἄξιον·
ἀλλὰ τίς ἡ αἰτία, δι΄ ἣν οὐκ εὐθὺς ἥκει πρὸς ἡμᾶς; ἐκεῖνον ἔφη νυκτερεύσαντα
περὶ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν
ἀπολουσόμενον, εἶτ΄ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δ΄ ἐντυχεῖν ἐνηυλίσατο τῷ
τάφῳ διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ
μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτ΄ εἰπὼν ἐσιώπησεν.
[9] ὁ δὲ Γαλαξίδωρος, ὦ Ἡράκλεις, εἶπεν ὡς ἔργον ἐστὶν εὑρεῖν ἄνδρα
καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων
ἁλίσκονται δι΄ ἀπειρίαν ἢ δι΄ ἀσθένειαν, οἱ δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες
εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον
ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων. | (580) ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ
πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ
ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντεπισπάσαι καὶ μεταστῆσαι τοὺς
πολλούς· φιλοσοφίᾳ δ΄ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ
καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ
συμφέρον διδάσκειν εἰς θεοὺς ἐπαναχωρεῖ περὶ τῆς τῶν πράξεων ἀρχῆς ὡς τοῦ λόγου
καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν ᾗ δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα
τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν
πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι
φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι, τὸ ἀφελὲς τοῦτο καὶ
ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ
τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας. ὑπολαβὼν δ΄ ὁ Θεόκριτος
τί γάρ, εἶπεν ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης ὑπερεώρα τὰ
θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν. οὐδαμῶς ἔφη τά γε
θεῖα· φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμονίας ἀνάπλεω φιλοσοφίαν ἀπὸ Πυθαγόρου
- - - Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ
πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι τὴν ἀλήθειαν.
[10] Εἶεν εἶπεν ὁ Θεόκριτος, τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος
ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν
ἔδοξε καὶ θεῖον· ἀτεχνῶς γὰρ οἵαν Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ἐν
πάντεσσι πόνοισι παρισταμένην, τοιαύτην ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἐξ
ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ἥ μόνη οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἐν
πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν οἷς αὐτῷ
συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν
πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων·
ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἥκομεν, ἔτυχε μέν, ὦ Σιμμία,
μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων
ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δ΄ ἐπιστὰς καὶ
σιωπήσας προσέσχεν αὑτῷ συχνὸν χρόνον, εἶτ΄ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν
κιβωτοποιῶν καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων - - - γεγονέναι τὸ
δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος,
νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες
δαιμόνιον ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετ΄ ἐμοῦ εἰς Ἀθήνας
πρὸς Κέβητα· πορευομένοις δ΄ αὐτοῖς διὰ τῶν ἑρμογλύφων παρὰ τὰ δικαστήρια σύες
ἀπαντῶσιν ἀθρόαι βορβόρου περίπλεαι καὶ κατ΄ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος,
ἐκτροπῆς δὲ μὴ παρούσης τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δ΄ ἀνεμόλυναν. ἧκεν
οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστ΄ ἀεὶ
τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος ἡμᾶς σφόδρα θαυμάζοντας, εἰ
μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδ΄ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.
[11] Καὶ ὁ Γαλαξίδωρος οἴει γάρ, ἔφη Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν
καὶ περιττὴν ἐσχηκέναι δύναμιν, οὐχὶ τῆς κοινῆς μόριόν τι ἀνάγκης τὸν ἄνδρα
πείρᾳ βεβαιωσάμενον ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν; ὡς
γὰρ ὁλκὴ μία καθ΄ αὑτὴν οὐκ ἄγει (581) τὸν ζυγόν, | ἰσορροποῦντι δὲ βάρει
προστιθεμένη κλίνει τὸ σύμπαν ἐφ΄ ἑαυτήν, οὕτω πταρμὸς ἢ κληδὼν ἤ τι τοιοῦτον
σύμβολον - - - καὶ κοῦφον ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δ΄
ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν ἔλυσε τὴν ἀπορίαν τῆς ἰσότητος ἀναιρεθείσης,
ὥστε κίνησιν γίγνεσθαι καὶ ὁρμήν. ὑπολαβὼν δ΄ ὁ πατήρ ἀλλὰ μήν ἔφη καὶ
αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ
Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρ΄ αὐτοῦ καὶ ὁ παρ΄ ἄλλων. ἑτέρου μὲν γὰρ
πταρόντος ἐκ δεξιᾶς εἴτ΄ ὄπισθεν εἴτ΄ ἔμπροσθεν ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν, εἰ
δ΄ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι· τῶν δ΄ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος
βεβαιοῦν τὸν δ΄ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλ΄ ἐκεῖνό μοι
δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι
τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ
τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ
διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος
ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι τὸ
δεδογμένον. αἱ δὲ Σωκράτους ὁρμαὶ τὸ - - - ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς
ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς· πενίᾳ γὰρ ἐμμεῖναι
παρὰ πάντα τὸν βίον ἑκουσίως σὺν ἡδονῇ καὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον
καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ
φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης μήτε καμφθῆναι
λιπαροῦσι μήθ΄ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι, χρῆσθαι δ΄ ἀτρέπτῳ τῷ λογισμῷ
πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι
γνώμην ἔχοντος ἀλλ΄ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν.
ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις
τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει
περὶ Δήλιον ὑφ΄ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς
ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετ΄ Ἀλκιβιάδου καὶ Λάχητος ἐπὶ Ῥηγίστης
καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο, πολλὰ δὲ φίλους τινὰς καὶ
λοχίτας οἷς συνέβη μετ΄ αὐτοῦ παρὰ τὴν Πάρνηθα φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων
ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος
ἦγε τρεπομένους ἀπὸ τῆς μάχης. ταῦτα δ΄ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι. πολλάκις
ὁ Σιμμίας ἔφη καὶ πολλῶν· διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ
τούτων δαιμόνιον.
[12] Τί οὖν, ὁ Φειδόλαος εἶπεν ὦ Σιμμία; Γαλαξίδωρον ἐάσωμεν παίζοντα
καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ
καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες, ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ
μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας;
καὶ ὁ Γαλαξίδωρος Σιμμίου μέν, ἔφη Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους
αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι μεθ΄ ὑμῶν· τὰ δ΄ ὑπὸ σοῦ
λελεγμένα καὶ Πολύμνιος οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ
φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελαγίου φθόγγος
ὄρνιθος ἢ (582) διαδρομὴ κνηκίδος ἀραιᾶς | πνεῦμα σημαίνει καὶ κίνησιν
τραχυτέραν θαλάσσης, οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθ΄ αὑτὸ
μεγάλου δὲ σημεῖον συμπτώματος· ἐπ΄ οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς
μεγάλα καὶ δι΄ ὀλίγων πολλὰ προμηνύειν. ἀλλ΄ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων
δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ
τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις
πόλεων πράξεις τε καὶ παθήματα βασιλέων, εἶτα φαίη δαιμόνιόν τι μηνύειν καὶ
καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε, γέλως σοι τοῦ
ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι, οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου
τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν
ἔχων ἄνθρωπος ἐκ τούτων (ἂν) ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων
αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι
γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ
μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ σημεῖον
ἀλλὰ τραγικῶς πάνυ (τὸ) δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον
ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ
δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους
φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δ΄ αὖ τὸ βάρος ὑπὸ τοῦ
ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλ΄ οὗ καὶ τὸ
ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ
σημαῖνον. ἀλλ΄ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχει λέγειν, ἀκουστέον, ὡς εἰδότος
ἀκριβέστερον.
[13] Καὶ ὁ Θεόκριτος πρότερόν γ΄ ἔφη τοὺς εἰσιόντας οἵτινές εἰσιν
ἀποσκεψαμένοις, μᾶλλον δὲ τὸν ξένον ὃν ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν.
ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ τῶν
συνεστώτων φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον
δὲ τὸν ξένον οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους
ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα. καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ
παρὰ τὸν Σιμμίαν τοῦ δ΄ ἀδελφοῦ παρ΄ ἐμὲ τῶν δ΄ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ
γενομένης σιωπῆς ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν, εἶπεν ὦ
Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις
ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ, εἶπεν ὦ
Σιμμία, ὄνομα μὲν τῷ ἀνδρί, γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ
καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ
Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. ὑπολαβὼν δ΄ ὁ ξένος οὐκοῦν ἔφη
σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους
καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ
λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν, ὁ δὲ μὴ δεξάμενος
ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ
βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ
χάριτος ἐφιέμενον; ἀλλ΄ ἐκεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται δι΄
αὑτόν, ἐνταυθοῖ δ΄ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε
μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφ΄ ὧν ἔπλευσα (583) δεῦρο,
| βούλομαι δὲ καὶ τούτοις διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον
αἱ κατὰ πόλεις ἑταιρεῖαι τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δ΄ ἔτι
συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ
διέφθειραν ἐν ταὐτῷ πάντας πλὴν Φιλολάου καὶ Λύσιδος νέων ὄντων ἔτι ῥώμῃ καὶ
κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη
πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων,
Λῦσις δ΄ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον, πρίν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ
τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι
συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε μὲν ὁ Ἄρκεσος πόθῳ τοῦ ἀνδρὸς αὐτὸς
ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν
ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δ΄ ἐν μέσῳ
πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους
τὸν ἆθλον. ἐπεὶ δ΄ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς προϋπέφαινε
τὴν τελευτήν, καὶ τὰς παρ΄ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τοῦ ἀνδρὸς οἱ
σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ
τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ
πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν δὲ χάριν καὶ
φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται καλῶς ὑφ΄ ὑμῶν, καὶ τάφου καλοῦ
κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων.
[14] Ταῦτα τοῦ ξένου λέγοντος ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν
χρόνον, ὁ δ΄ ἀδελφὸς ὑπομειδιῶν ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ
Καφισία; προϊέμεθα τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; ἥκιστ΄ ἔφην ἐγώ τὴν
φίλην καὶ ἀγαθὴν κουροτρόφον, ἀλλ΄ ἄμυνε· σὸς γὰρ ὁ λόγος. καὶ μὴν ἐγώ,
εἶπεν ὦ πάτερ, ταύτῃ μόνον τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι,
κατὰ τὸ Καφισίου σῶμα καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς
ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς τροφῆς ἵν΄ ἀντέχῃ πρὸς τὰ
γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δ΄ οὗτος οὐ προδίδωσι
(τὴν πενίαν) οὐδ΄ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον
εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων
διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα καὶ τὴν ἀσπίδα πορφύρᾳ
συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δ΄, ὦ
πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς
γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεὰν εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ
ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον. ἄπαγ΄, εἶπεν ὁ πατήρ ὦ παῖ·
μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν τοῦ βίου (ἡμῶν). καὶ μὴν οὐδ΄ ἀργόν
ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ
ἄτιμος ἡ κτῆσις εἴη. τί μήν; εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας
Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ
δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν,
ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου (584) πόλεως
ἐπείρα διὰ χρη|μάτων· σοῦ δ΄, ὦ ξένε, τὴν μὲν προθυμίαν (καλὴ γὰρ καὶ φιλόσοφος)
δέχομαι καὶ ἀγαπῶ διαφερόντως, ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ
οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας (ἡμᾶς) ὅπλοις καὶ βέλεσιν ὠφελήσων,
εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ
δεομένοις, οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπ΄ αὐτῆς, ἡ δ΄
ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος· οὔκουν δεῖ χρημάτων (οὐδ΄) ὅπλων ἐπ΄
αὐτὴν μηδὲν ἀνιῶσαν, ἀλλ΄ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ
πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος
ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τά τ΄ ἄλλα καὶ πενίαν
διδάξας μὴ δυσχεραίνειν.
[15] Ὑπολαβὼν δ΄ ὁ Θεάνωρ ἆρ΄ οὖν ἔφη τὸ πενίαν δυσχεραίνειν ἀγεννές ἐστι τὸ
δὲ πλοῦτον δεδιέναι καὶ φεύγειν οὐκ ἄτοπον; ἄτοπον, εἶπεν ὁ Ἐπαμεινώνδας ,
εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ δι΄ ἀπειροκαλίαν ἢ τῦφόν τινα
διωθεῖται. καὶ τίς ἄν ἔφη λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων κτῆσιν, ὦ
Ἐπαμεινώνδα; μᾶλλον δὲ (πραότερον γὰρ ἡμῖν ἢ τῷ Θετταλῷ πρὸς τὰς ἀποκρίσεις
ἐνδίδου σαυτὸν ὑπὲρ τούτων) εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων
ὀρθὴν λῆψιν δὲ μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς
λαμβάνοντας; οὐδαμῶς εἶπεν ὁ Ἐπαμεινώνδας, ἀλλ΄ ὥσπερ ἄλλου τινὸς ἐγὼ καὶ
πλούτου χάριν τε καὶ κτῆσιν εἶναι νομίζω τὴν μὲν αἰσχρὰν τὴν δ΄ ἀστείαν. ἆρ΄
οὖν ἔφη ὁ Θεάνωρ ὁ μέν ὀφείλων διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν;
ὡμολόγησεν. ὁ δ΄ ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτ΄ ἂν
δικαιοτέρα χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος; οὐκ ἄν ἔφη
γένοιτο. δυεῖν ἄρα φίλων, εἶπεν ὦ Ἐπαμεινώνδα, εἰ θατέρῳ δοτέον, θατέρῳ
δήπου ληπτέον· ἐν μὲν γὰρ ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν
δὲ ταῖς χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν οὔτ΄ ἀπωθεῖσθαι δίκαιον·
εἰ γὰρ ἡ πενία μὴ δυσχερές, οὐδ΄ αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος.
οὐ γὰρ οὖν εἶπεν ὁ Ἐπαμεινώνδας, ἀλλ΄ ἔστιν ὅτῳ μὴ λαβόντι τὸ καλῶς διδόμενον
τιμιώτερον ὑπάρχει καὶ κάλλιον· οὑτωσὶ δ΄ ἐπίσκεψαι μεθ΄ ἡμῶν. εἰσὶ δήπουθεν
ἐπιθυμίαι πολλαὶ καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα
βλαστάνουσαι πρὸς τὰς ἀναγκαίας ἡδονάς, αἱ δ΄ ἐπήλυδες, αἳ ἕνεκα κενῶν δοξῶν,
ἰσχὺν δὲ καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι πολλάκις
ἕλκουσι καὶ ταπεινοῦσι τὴν ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων. ἔθει δὲ καὶ
μελέτῃ πολὺ μέν τις ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ
πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσάγοντας
ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ
λόγου κολαζομένας. εἰ γὰρ δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν
ἀντίβασις τοῦ λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι καὶ
φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας· ἢ οὐ δοκεῖ
σοι; ὡμολόγησεν ὁ ξένος. ἆρ΄ οὖν ἔφη διαφορὰν ὁρᾷς ἀσκήσεως καὶ τοῦ πρὸς ὃ ἡ
ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου
πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων
παρασκευὴν τοῦ σώματος, οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον εἶναι τὸ δ΄
ἄσκησιν; ὁμολογήσαντος δὲ τοῦ ξένου φέρε τοίνυν πρῶτον ἐπὶ τῆς ἐγκρατείας τὸ
τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν ἀπέχεσθαι πότερον ἄσκησιν | ἢ μᾶλλον ἔργον καὶ
(585) ἀπόδειξιν ἀσκήσεως εἶναι νομίζεις; ἔργον εἶπεν ἐγὼ καὶ ἀπόδειξιν.
ἄσκησιν δὲ καὶ μελέτην (μετὰ) ἐγκρατείας οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε πάντες
ὑμεῖς, ὅταν γυμνασάμενοι καὶ κινήσαντες ὥσπερ ζῷα τὰς ὀρέξεις ἐπιστῆτε λαμπραῖς
τραπέζαις καὶ ποικίλοις ἐδέσμασι πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις ὑμῶν
εὐωχεῖσθαι παραδόντες αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε κεκολασμέναις ἤδη ταῖς
ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ
κεκώλυται. πάνυ μὲν οὖν εἶπεν. ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς
φιλοπλουτίαν καὶ φιλαργυρίαν ἄσκησις, οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν
πέλας μηδὲ λωποδυτεῖν, οὐδ΄ εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους δι΄ ἀργύριον,
οὗτος ἀσκεῖ πρὸς φιλαργυρίαν (καὶ γὰρ ὁ νόμος ἴσως ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει
τὴν πλεονεξίαν τοῦ ἀδικεῖν), ἀλλ΄ ὁ τῶν δικαίων καὶ συγκεχωρημένων ὑπὸ τοῦ νόμου
κερδῶν πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως ἀσκεῖ καὶ προσεθίζεται μακρὰν εἶναι
παντὸς ἀδίκου καὶ παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις
δὲ καὶ βλαβεραῖς οἷόν τε τὴν διάνοιαν ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ
ἀπολαύειν καταφρονήσασαν, οὔτε λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς
ἐφικτὸν ἡκούσας ὑπερβῆναι ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν δέδεται καὶ κεκόλασται τὸ
φιλοκερδές, ἀλλ΄ ἐν οἷς ἔξεστιν ἀνέδην εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον ὅταν
σπαργᾷ περὶ τάς ἀδικους μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν ἀπεχόμενον. ἀνδρὶ
δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον
ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος ἐπιπηδῶσαν ἀποστήσαντι τὴν φιλοπλουτίαν οὐκ
ἐπανίσταται πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν, ἀλλ΄ εὐκόλως χρῆται πρὸς
τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων ἐγὼ καὶ
Καφισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες, ὦ φίλε Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν
ἡμᾶς ἱκανῶς ἐγγυμνάσασθαι τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν ἐκείνην.
[16] Ταῦτα τοῦ ἀδελφοῦ διελθόντος ὁ Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ
μέγας ἔφη μέγας ἀνήρ ἐστιν Ἐπαμεινώνδας, τούτου δ΄ αἴτιος οὑτοσὶ Πολύμνις ἐξ
ἀρχῆς τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν
τούτων αὐτοὶ διαλύεσθε πρὸς αὑτούς, ὦ ξένε· τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι,
πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα
παρ΄ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον;
καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας ἔοικεν ἔφη Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν οὐδενὸς τῶν
καλῶν ἐνδεὴς γεγονὼς δι΄ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον ἰδίᾳ περὶ τὰς
ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν
καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτήν (δια
γιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε
ζῶντος εἴδωλόν ἐστιν), ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως
κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ
δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθεὶς
ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν
ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτὸς εἶδον μὲν οὐδέν,
ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα μὴ κινεῖν· ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι
τὸ Λύσιδος σῶμα, τὴν δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν ἄλλῳ
δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ | (586) καὶ τὸν
τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος
ὑπ΄ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ
τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. μυρίαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι δ΄ ἃς
δαίμονες ἀνθρώπους ἄγουσιν. ὁ μὲν οὖν Θεάνωρ ταῦτ΄ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ
προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος.
[17] Ἐν τούτῳ δ΄ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον ὡς
θεραπεύσων τὸ σῶμα, Φυλλίδας δ΄ ἐπεισελθὼν μεθ΄ Ἱπποσθενείδου καὶ κελεύσας ἐμὲ
καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ περιστύλου,
σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ. κἀμοῦ μή τι καινότερον, ὦ
Φυλλίδα, προσπέπτωκεν; εἰπόντος ἐμοὶ μὲν οὐδέν ἔφη καινόν, ὦ Καφισία· καὶ
γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν δεόμενος μὴ
ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν. ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν
ὁ Ἱπποσθενείδας μὴ λέγε πρὸς θεῶν, ἔφη Φυλλίδα, ταῦτα μηδὲ τὴν προπέτειαν
εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμᾶς καὶ τὴν πόλιν, ἀλλ΄ ἔασον ἀσφαλῶς, εἴπερ
εἵμαρται, κατελθεῖν τοὺς ἄνδρας. καὶ ὁ Φυλλίδας παροξυνόμενος εἰπέ μοι, φησίν
ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν; ἐγὼ
μέν εἶπεν οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω. τί οὖν ἔφη τοσούτων τὸ πλῆθος
ὄντων τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας ἱππέα πρὸς τοὺς
ἄνδρας ἤδη καθ΄ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας καὶ μὴ κατατεῖναι σήμερον, ὅτε
τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ τὸ αὐτόματον συμπαρεσκεύασεν.
εἰπόντος δὲ ταῦτα τοῦ Φυλλίδου πάντες μὲν διεταράχθημεν, ὁ δὲ Χάρων τῷ
Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας ὦ μοχθηρέ εἶπεν ἄνθρωπε, τί
δέδρακας ἡμᾶς; οὐδέν ἔφη δεινόν ὁ Ἱπποσθενείδας, ἐὰν ἀνεὶς τὴν τραχύτητα
τῆς φωνῆς ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ
μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα
τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι, καὶ τὴν ἑσπέραν μὴ
περιμένωμεν ἀλλ΄ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες·
ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι
χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων τοσούτων πολεμίων περιεχόντων
καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον (οὐδὲ γὰρ
τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε
τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχία μεθυσθῆναι δορυφόρους· ἀλλὰ κἂν ἐκεῖνον
ἀνέλωμεν, ἐφεδρεύει τῇ νυκτὶ νήφων Ἑρμιππίδας καὶ Ἄρκεσος), τί σπεύδομεν
κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον καὶ τοῦτο μηδ΄
ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον; διὰ τί γὰρ Θεσπιεῦσι μὲν
παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι καὶ προσέχειν, ὅταν οἱ
Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν
ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ
λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλ΄ ὅσον
ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι τὸν βοῦν θύοντες πολὺν
θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ
πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ
Ἐριάνθους, χρηστὸς μὲν ἄλλως καὶ (587) οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων
συνειδώς, | ἔστι σοι, φησίν ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δ΄ οὐ πάνυ
συνήθης· ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου
μάλα δυσχεροῦς καὶ ἀτόπου. τῆς γὰρ ἄλλης νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν
ὥσπερ κύουσαν, αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ
παρεῖναι, τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους, τέλος δὲ πῦρ λάμψαι
πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ
Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν. ἡ μὲν οὖν ὄψις, ὦ
Χάρων, ἣν ὁ ἄνθρωπος διεξῆλθε, τοιαύτη τις ἦν· ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα
καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν
μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς οὐδὲν ἀξιόλογον τοὺς
πολεμίους δράσαντες ἀλλ΄ ὅσον διαταράξαντες. τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι,
τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων.
[18] Ὑπολαβὼν δ΄ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς
τὸν Ἱπποσθενείδαν ἀλλ΄ ἔμοιγ΄ εἶπεν ἀπ΄ οὐδενὸς οὕτως οὐδέποτε θαρρῆσαι πρὸς
τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν
φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει
λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων
οἰκητήριον οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον, ἀσήμους δὲ φωνὰς
ἐκφέρεσθαι παρ΄ ἡμῶν, ὥστε κἄν (εἰ) τις ἐπιχειρῇ κατηγορεῖν, περιφώνησιν ἀσαφῆ
καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει.
δυσιερεῖν δέ γε θύοντας εἰκός· ἡ γὰρ ἀρχὴ καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν
κρατούντων ἐστίν. ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος λέγω πρὸς τὸν Ἱπποσθενείδαν
τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα. καὶ
ὁ Ἱπποσθενείδας οὐκ οἶδ΄, εἶπεν ὦ Καφισία (δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν), εἰ
καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δ΄
ὑμῖν ὁ ἄνθρωπός ἐστι τῶν Μέλωνος ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν
ἀπ΄ ἀρχῆς συνειδώς. κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ἆρ΄ οὐ Χλίδωνα λέγεις, εἶπον ὦ
Ἱπποσθενείδα, τὸν κέλητι τὰ Ἡράκλε ια νικῶντα πέρυσιν; ἐκεῖνον μὲν οὖν αὐτόν
ἔφησε. καὶ τίς οὗτος ἔφην ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ
προσβλέπων ἡμῖν; ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων ἔφη νὴ τὸν Ἡρακλέα·
φεῦ, μή τι χαλεπώτερον συμβέβηκε; κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ
τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δ΄ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν
κελεύσαντος εἰς ἅπαντας - - - οἶδ΄ ἔφη τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα, καί
σε μήτε κατ΄ οἶκον εὑρὼν μήτ΄ ἐπ΄ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἥκειν
καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς γὰρ ἐκέλευσας τάχει
παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε
ληψόμενος τὸν ἵππον, αἰτοῦντι δέ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ
διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον ὡς ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον·
ἱκανῶς δ΄ ἀπολαύσασά μου τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν
ἑσπέρας αἰτησαμένης αὐτοῦ τῆς γυναικός. ἀγανακτοῦντος δ΄ ἐμοῦ καὶ κακῶς αὐτὴν
λέγοντος τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους ἐπαρωμένη κακὰς μὲν ὁδοὺς (588)
κακὰς δ΄ ἐπανόδους· | ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος
δὲ μέχρι πληγῶν προαχθεὶς ὑπ΄ ὀργῆς, εἶτ΄ ὄχλου γειτόνων καὶ γυναικῶν
συνδραμόντος αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον
ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ
κακῶς ἔχοντος.
[19] Ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ
κεκωλῦσθαι δυσχεραίνοντες πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ
οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλ΄ ἐγὼ προσαγορεύσας
τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ
τὴν πρᾶξιν.
Ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος καὶ τὸν Ἀρχίαν εὐθὺς
ἐνσείσων εἰς τὸν πότον, Χάρων δὲ τῆς οἰκίας - - -, ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν
πρὸς τὸν Σιμμίαν ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν.
suivant |