RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE FLAVIUS JOSEPHE

 

GUERRE DES
JUIFS

texte grec
 

livre I
livre II
livre III
livre V
livre VI
livre VII

 

texte numérisé et mis en page par François-Dominique FOURNIER

FLAVIUS JOSÈPHE

Guerre des juifs.

Φλαυίου Ἰωσήπου
ἱστορία Ἰουδαικοῦ πολέμου πρὸς Ῥωμαίους

LIVRE 4

traduction française

pour avoir la traduction française d'un chapitre, cliquer sur le chapitre

texte repris et modifié sur le site

http·//khazarzar.skeptik.net/books/flavius/bj/gr/01.htm

Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1895.

 

 

 

 

 


 

Liber IV

I

(1)[1] Ὅσοι δὲ μετὰ τὴν Ἰωταπάτων ἅλωσιν Γαλιλαῖοι Ῥωμαίων ἀφεστήκεσαν, οὗτοι τῶν ἐν Ταριχέαις ἡττηθέντων προσεχώρουν, καὶ παρέλαβον πάντα Ῥωμαῖοι τὰ φρούρια καὶ τὰς πόλεις πλὴν Γισχάλων καὶ τῶν τὸ Ἰταβύριον ὄρος κατειληφότων. [2] Συνέστη δὲ τούτοις καὶ Γάμαλα πόλις Ταριχεῶν ἄντικρυς ὑπὲρ τὴν λίμνην κειμένη. Τῆς δ' Ἀγρίππα λήξεως αὕτη τε ἦν καὶ Σωγάνη καὶ Σελεύκεια, καὶ αἱ μὲν [ἐκ] τῆς Γαυλανίτιδος ἀμφότεραι· τοῦ γὰρ ἄνω καλουμένου Γαυλανᾶ μέρος ἦν ἡ Σωγάνη, τοῦ κάτω δ' ἡ Γάμαλα· Σελεύκεια δὲ πρὸς τῇ Σεμεχωνιτῶν λίμνῃ. [3] Ταύτῃ τριάκοντα μὲν εὖρος, ἑξήκοντα δὲ μῆκος στάδιοι· διατείνει δ' αὐτῆς τὰ ἕλη μέχρι Δάφνης χωρίου τά τε ἄλλα τρυφεροῦ καὶ πηγὰς ἔχοντος, αἳ τρέφουσαι τὸν μικρὸν καλούμενον Ἰόρδανον ὑπὸ τὸν τῆς χρυσῆς βοὸς νεὼ προπέμπουσι τῷ μεγάλῳ. [4] Τοὺς μὲν οὖν ἐπὶ Σωγάνην καὶ Σελεύκειαν ὑπὸ τὴν ἀρχὴν τῆς ἀποστάσεως δεξιαῖς Ἀγρίππας προσηγάγετο, Γάμαλα δ' οὐ προσεχώρει πεποιθυῖα τῇ δυσχωρίᾳ πλέον τῶν Ἰωταπάτων. [5] Τραχὺς γὰρ αὐχὴν ἀφ' ὑψηλοῦ κατατείνων ὄρους μέσον ἐπαίρει τένοντα, μηκύνεται δὲ ἐκ τῆς ὑπεροχῆς εἰς τοὔμπροσθεν ἐκκλίνων ὅσον κατόπιν, ὡς εἰκάζεσθαι καμήλῳ τὸ σχῆμα, παρ' ἣν ὠνόμασται τὸ τρανὸν τῆς κλήσεως οὐκ ἐξακριβούντων τῶν ἐπιχωρίων. [6] Κατὰ πλευρὰ μὲν δὴ καὶ πρόσωπον εἰς φάραγγας ἀβάτους περισχίζεται, τὸ κατ' οὐρὰν δὲ ὀλίγον ἀναφεύγει τῆς δυσχωρίας, ὅθεν ἀπήρτηται τοῦ ὄρους· καὶ τοῦτο δ' ἐπικαρσίᾳ παρακόψαντες τάφρῳ δύσβατον οἱ ἐπιχώριοι κατεσκεύασαν. [7] Πρὸς ὀρθίῳ δὲ τῇ λαγόνι δεδομημέναι πεπύκνωντο δεινῶς ἐπ' ἀλλήλαις αἱ οἰκίαι, κρημνιζομένῃ τε ἡ πόλις ἐοικυῖα κατέτρεχεν εἰς ἑαυτὴν ἀπὸ τῆς ὀξύτητος. [8] Καὶ πρὸς μεσημβρίαν μὲν ἔκλινεν, ὁ νότιος δ' αὐτῆς ὄχθος εἰς ἄπειρον ὕψος ἀνατείνων ἄκρα τῆς πόλεως ἦν, ἀτείχιστος δὲ ὑπὲρ αὐτὴν κρημνὸς εἰς τὴν βαθυτάτην κατατείνων φάραγγα· πηγὴ δ' ἐντὸς τοῦ τείχους, ἐφ' ἣν τὸ ἄστυ κατέληγεν.

(2)[9] Οὕτως οὖσαν φύσει δυσμήχανον τὴν πόλιν τειχίζων ὁ Ἰώσηπος ἐποίησεν ὀχυρωτέραν ὑπονόμοις τε καὶ διώρυξιν. [10] Οἱ δ' ἐν αὐτῇ φύσει μὲν τοῦ χωρίου θαρραλεώτεροι τῶν κατὰ τὴν Ἰωταπάτην ἦσαν, πολὺ δ' ἐλάττους μάχιμοι, καὶ τῷ τόπῳ πεποιθότες οὐδὲ πλείονας ὑπελάμβανον Πεπλήρωτο γὰρ ἡ πόλις διὰ τὴν ὀχυρότητα συμφυγόντων· παρὸ καὶ τοῖς ὑπ' Ἀγρίππα προπεμφθεῖσιν ἐπὶ τὴν πολιορκίαν ἀντεῖχεν ἐπὶ μῆνας ἑπτά.

(3)[11] Οὐεσπασιανὸς δ' ἄρας ἀπὸ τῆς Ἀμμαθοῦς, ἔνθα πρὸ τῆς Τιβεριάδος ἐστρατοπεδεύκει· μεθερμηνευομένη δ' Ἀμμαθοῦς θερμὰ λέγοιτ' ἄν, ἔστι γὰρ ἐν αὐτῇ πηγὴ θερμῶν ὑδάτων πρὸς ἄκεσιν ἐπιτηδείων· ἀφικνεῖται πρὸς τὴν Γάμαλαν. [12] Καὶ πᾶσαν μὲν κυκλώσασθαι φυλακῇ τὴν πόλιν οὐχ οἷός τε ἦν οὕτως διακειμένην, πρὸς δὲ τοῖς δυνατοῖς φρουροὺς καθίστησι καὶ τὸ ὑπερκείμενον ὄρος καταλαμβάνεται. [13] Τειχισαμένων δὲ ὥσπερ ἔθος τῶν ταγμάτων ὑπὲρ αὐτοῦ στρατόπεδα χωμάτων ἤρχετο κατ' οὐράν, καὶ τὸ μὲν κατ' ἀνατολὰς αὐτῷ μέρος, ᾗπερ ὁ ἀνωτάτω τῆς πόλεως πύργος ἦν, ἐφ' οὗ τὸ πέμπτον καὶ δέκατον τάγμα, καὶ τὸ πέμπτον μὲν κατὰ μέσην ἐξειργάζετο τὴν πόλιν, τὰς δὲ διώρυγας ἀνεπλήρου καὶ τὰς φάραγγας τὸ δέκατον. [14] Κἀν τούτῳ προσελθόντα τοῖς τείχεσιν Ἀγρίππαν τὸν βασιλέα καὶ περὶ παραδόσεως τοῖς ἐφεστῶσι πειρώμενον διαλέγεσθαι βάλλει τις τῶν σφενδονητῶν κατὰ τὸν δεξιὸν ἀγκῶνα λίθῳ. [15] Καὶ ὁ μὲν ὑπὸ τῶν οἰκείων θᾶττον περιεσχέθη, Ῥωμαίους δὲ ἐπήγειρεν εἰς τὴν πολιορκίαν ὀργή τε περὶ τοῦ βασιλέως καὶ περὶ σφῶν αὐτῶν δέος· [16] οὐ γὰρ ἀπολείψειν ὠμότητος ὑπερβολὴν κατ' ἀλλοφύλων καὶ πολεμίων τοὺς πρὸς ὁμόφυλον καὶ τῶν συμφερόντων αὐτοῖς σύμβουλον οὕτως ἀγριωθέντας.

(4)[17] Συντελεσθέντων οὖν τῶν χωμάτων θᾶττον πλήθει χειρῶν καὶ τῶν πραττομένων ἔθει προσῆγον τὰς μηχανάς. [18] Οἱ δὲ περὶ τὸν Χάρητα καὶ Ἰώσηπον, οὗτοι γὰρ ἦσαν τῶν κατὰ τὴν πόλιν δυνατώτατοι, καίπερ καταπεπληγότας τοὺς ὁπλίτας τάττουσιν, ἐπειδὴ μέχρι πολλοῦ πρὸς τὴν πολιορκίαν ἀνθέξειν οὐχ ὑπελάμβανον ὕδατι καὶ τοῖς ἄλλοις ἐπιτηδείοις μὴ διαρκούμενοι. [19] Παρακροτήσαντες δ' ὅμως ἐξήγαγον ἐπὶ τὸ τεῖχος, καὶ πρὸς ὀλίγον μὲν ἀπημύναντο τοὺς προσάγοντας τὰς μηχανάς, βαλλόμενοι δὲ τοῖς καταπελτικοῖς καὶ τοῖς πετροβόλοις ἀνεχώρουν εἰς τὴν πόλιν. [20] Καὶ προσάγοντες οἱ Ῥωμαῖοι τριχόθεν τοὺς κριοὺς διασείουσι μὲν τὸ τεῖχος, ὑπὲρ δὲ τῶν ἐρειφθέντων εἰσχεόμενοι μετὰ πολλοῦ σαλπίγγων ἤχου καὶ κτύπου τῶν ὅπλων αὐτοί τ' ἐπαλαλάζοντες συνερρήγνυντο τοῖς κατὰ τὴν πόλιν. [21] Οἱ δὲ τέως μὲν κατὰ τὰς πρώτας εἰσόδους ἐνιστάμενοι προσωτέρω χωρεῖν ἐκώλυον καὶ καρτερῶς τοὺς Ῥωμαίους ἀνεῖργον· [22] βιαζόμενοι δὲ ὑπὸ πολλῶν καὶ πάντοθεν τρέπονται πρὸς τὰ ὑψηλὰ τῆς πόλεως καὶ προσκειμένοις τοῖς πολεμίοις ἐξ ὑποστροφῆς ἐπιπεσόντες συνώθουν εἰς τὸ κάταντες καὶ τῇ στενότητι καὶ δυσχωρίᾳ θλιβομένους ἀνῄρουν. [23] Οἱ δὲ μήτε τοὺς κατὰ κορυφὴν ἀμύνασθαι δυνάμενοι μήτε διεκπαίειν τῶν σφετέρων πρόσω βιαζομένων ἐπὶ τὰς οἰκίας τῶν πολεμίων, πρόσγειοι γὰρ ἦσαν, ἀνέφευγον. [24] Αἱ δὲ ταχέως κατηρείποντο πληρούμεναι καὶ τὸ βάρος μὴ στέγουσαι, κατέσειε δὲ πολλὰς μία τῶν ὑπ' αὐτῆς πεσοῦσα καὶ πάλιν ἐκεῖναι τὰς ὑπ' αὐτάς. [25] Τοῦτο πλείστους διέφθειρε τῶν Ῥωμαίων· ὑπὸ γὰρ ἀμηχανίας καίτοι συνιζανούσας ὁρῶντες ἐπεπήδων ταῖς στέγαις, καὶ πολλοὶ μὲν κατεχώννυντο τοῖς ἐρειπίοις, πολλοὶ δ' ὑποφεύγοντες μέρη τοῦ σώματος κατελαμβάνοντο, πλείστους δὲ ὁ κονιορτὸς ἄγχων ἀνῄρει. [26] Συνεργίαν θεοῦ τοῦτο Γαμαλεῖς ὑπελάμβανον καὶ τῆς κατὰ σφᾶς ἀμελοῦντες βλάβης ἐπέκειντο, πρός τε τὰ στέγη τοὺς πολεμίους ἀνωθοῦντες καί τοι κατολισθάνοντας ἐν ὀξέσι τοῖς στενωποῖς καὶ ἀεὶ τοὺς πίπτοντας ὕπερθεν βάλλοντες ἔκτεινον. [27] Καὶ τὰ μὲν ἐρείπια χερμάδων πλέα ἦν αὐτοῖς, σίδηρον δὲ παρεῖχον οἱ τῶν πολεμίων νεκροί· παρασπῶντες γὰρ τὰ τῶν πεσόντων ξίφη κατὰ τῶν δυσθανατούντων ἐχρῶντο. [28] πολλοὶ δ' ἀπὸ πιπτόντων ἤδη τῶν δωμάτων σφᾶς αὐτοὺς βάλλοντες ἔθνησκον. [29] Ἦν δ' οὐδὲ τραπέντων ἡ φυγὴ ῥᾴδιος· κατὰ γὰρ ἄγνοιαν τῶν ὁδῶν καὶ παχύτητα τοῦ κονιορτοῦ μηδὲ ἀλλήλους ἐπιγινώσκοντες ἀνειλοῦντο καὶ περὶ σφᾶς ἔπιπτον.

(5)[30] Οἱ μὲν οὖν μόλις εὑρίσκοντες τὰς ἐξόδους ἀνεχώρησαν ἐκ τῆς πόλεως· [31] Οὐεσπασιανὸς δ' ἀεὶ προσμένων τοῖς πονουμένοις, δεινὸν γάρ τι πάθος αὐτὸν εἰσῄει κατερειπομένην ὁρῶντα περὶ τῷ στρατῷ τὴν πόλιν, ἐν λήθῃ τοῦ κατ' αὐτὸν ἀσφαλοῦς γενόμενος λανθάνει κατὰ μικρὸν ἀνωτάτω τῆς πόλεως προελθών, ἔνθα μέσοις ἐγκαταλείπεται τοῖς κινδύνοις μετ' ὀλίγων παντελῶς· [32] οὐδὲ γὰρ ὁ παῖς αὐτῷ Τίτος τότε συμπαρῆν τηνικαῦτα πρὸς Μουκιανὸν εἰς Συρίαν ἀπεσταλμένος. [33] Τραπῆναι μὲν οὖν οὔτε ἀσφαλὲς οὔτε πρέπον ἡγήσατο, μνησθεὶς δὲ τῶν ἀπὸ νεότητος αὐτῷ πεπονημένων καὶ τῆς ἰδίας ἀρετῆς, ὥσπερ ἔνθους γενόμενος, συνασπίζει μὲν τοὺς ἅμ' αὐτῷ τά τε σώματα καὶ τὰς πανοπλίας, [34] ὑφίσταται δὲ κατὰ κορυφὴν ἐπιρρέοντα τὸν πόλεμον καὶ οὔτε ἀνδρῶν πλῆθος οὔτε βελῶν ὑποπτήξας ἐπέμενε, μέχρι δαιμόνιον τὸ παράστημα τῆς ψυχῆς συννοήσαντες οἱ πολέμιοι ταῖς ὁρμαῖς ἐνέδοσαν. [35] Ἀτονώτερον δὲ προσκειμένων αὐτὸς ὑπὸ πόδα ἀνεχώρει νῶτα μὴ δεικνὺς ἕως ἔξω τοῦ τείχους ἐγένετο. [36] Πλεῖστοι μὲν οὖν Ῥωμαίων κατὰ ταύτην ἔπεσον τὴν μάχην, ἐν οἷς ὁ δεκαδάρχης Αἰβούτιος, ἀνὴρ οὐ μόνον ἐφ' ἧς ἔπεσε παρατάξεως, ἀλλὰ πανταχοῦ καὶ πρότερον γενναιότατος φανεὶς καὶ πλεῖστα κακὰ Ἰουδαίους ἐργασάμενος. [37] Ἑκατοντάρχης δέ τις, Γάλλος ὀνόματι, μετὰ στρατιωτῶν δέκα περισχεθεὶς ἐν τῇ ταραχῇ κατέδυ μὲν εἴς τινος οἰκίαν, [38] τῶν δ' ἐν αὐτῇ διαλαλούντων παρὰ δεῖπνον ὅσα κατὰ τῶν Ῥωμαίων ἢ περὶ σφῶν ὁ δῆμος ἐβουλεύετο κατακροασάμενος, ἦν δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ Σύροι, νύκτωρ ἐπανίσταται καὶ πάντας ἀποσφάξας μετὰ τῶν στρατιωτῶν εἰς τοὺς Ῥωμαίους διασώζεται.

(6)[39] Οὐεσπασιανὸς δ' ἀθυμοῦσαν τὴν στρατιὰν ἀνοίᾳ πταισμάτων καὶ διότι τέως οὐδαμοῦ τηλικαύτῃ συμφορᾷ κέχρηντο, τό γε μὴν πλέον αἰδουμένους ἐπὶ τῷ τὸν στρατηγὸν μόνον τοῖς κινδύνοις ἐγκαταλιπεῖν παρεμυθεῖτο, [40] περὶ μὲν τοῦ καθ' αὑτὸν ὑποστελλόμενος, ὡς μηδὲ τὴν ἀρχὴν μέμφεσθαι δοκοίη, δεῖν δὲ τὰ κοινὰ λέγων ἀνδρείως φέρειν τὴν τοῦ πολέμου φύσιν ἐννοοῦντας, ὡς οὐδαμοῦ τὸ νικᾶν ἀναιμωτὶ περιγίνεται, δαπανᾷ δ' ἡ τύχη τι καὶ παρίσταται. [41] Τοσαύτας μέντοι μυριάδας Ἰουδαίων ἀνελόντας αὐτοὺς ὀλίγην τῷ δαίμονι δεδωκέναι συμβολήν. [42] Εἶναι δ' ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐπραγίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν· ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή, κἀκεῖνος ἄριστος ὁ κἀν τοῖς εὐτυχήμασιν νήφων, ἵνα μένῃ καὶ δι' εὐθυμίας ἀναπαλαίων τὰ σφάλματα. [43] Τὰ μέντοι συμβεβηκότα νῦν οὔτε μαλακισθέντων ὑμῶν οὔτε παρὰ τὴν τῶν Ἰουδαίων ἀρετὴν γέγονεν, ἀλλὰ κἀκείνοις τοῦ πλεονεκτῆσαι καὶ τοῦ διαμαρτεῖν ἡμῖν αἴτιον ἡ δυσχωρία. [44] Καθ' ἣν ἄν τις ὑμῶν μέμψαιτο τῆς ὁρμῆς τὸ ἀταμίευτον· ἀναφυγόντων γὰρ ἐπὶ τὰ ὑψηλὰ τῶν πολεμίων αὑτοὺς ὑποστέλλειν ἐχρῆν, καὶ μὴ κατὰ κορυφὴν ἱσταμένοις τοῖς κινδύνοις ἕπεσθαι, κρατοῦντας δὲ τῆς κάτω πόλεως κατ' ὀλίγον προκαλεῖσθαι τοὺς ἀναφεύγοντας εἰς ἀσφαλῆ καὶ ἑδραίαν μάχην. Νυνὶ δὲ ἀκρατῶς ἐπὶ τὴν νίκην ἐπειγόμενοι τῆς ἀσφαλείας ἠμελήσατε. [45] Τὸ δ' ἀπερίσκεπτον ἐν πολέμῳ καὶ τῆς ὁρμῆς μανιῶδες οὐ πρὸς Ῥωμαίων, οἳ πάντα ἐμπειρίᾳ καὶ τάξει κατορθοῦμεν, ἀλλὰ βαρβαρικόν, καὶ ᾧ μάλιστα Ἰουδαῖοι κρατοῦνται. [46] Χρὴ τοίνυν ἐπὶ τὴν αὑτῶν ἀρετὴν ἀναδραμεῖν καὶ θυμοῦσθαι μᾶλλον ἢ προσαθυμεῖν τῷ παρ' ἀξίαν πταίσματι. [47] Τὴν δ' ἀρίστην ἕκαστος ἐκ τῆς ἰδίας χειρὸς ἐπιζητείτω παραμυθίαν· οὕτω γὰρ τοῖς τε ἀπολωλόσι τιμωρήσεσθε καὶ τοὺς ἀνελόντας ἀμυνεῖσθε. [48] Πειράσομαι δ' ἐγώ, καθάπερ νῦν, ἐπὶ πάσης μάχης προάγειν τε ὑμῶν εἰς τοὺς πολεμίους καὶ τελευταῖος ἀποχωρεῖν.”

(7)[49] Ὁ μὲν οὖν τοιαῦτα λέγων τὴν στρατιὰν ἀνελάμβανεν, τοῖς δὲ Γαμαλεῦσιν πρὸς ὀλίγον μὲν θαρρῆσαι τῷ κατορθώματι παρέστη παραλόγως τε συμβάντι καὶ μεγάλως, [50] λογιζόμενοι δ' ὕστερον ἀφῃρῆσθαι σφᾶς αὐτοὺς καὶ δεξιᾶς ἐλπίδας τό τε μὴ δύνασθαι διαφεύγειν ἐννοοῦντες, ἤδη γὰρ ἐπέλιπε τὰ ἐπιτήδεια, δεινῶς ἠθύμουν καὶ ταῖς ψυχαῖς ἀναπεπτώκεσαν. [51] Οὐ μὴν εἰς τὸ δυνατὸν ἠμέλουν σωτηρίας, ἀλλὰ καὶ τὰ παραρρηχθέντα τοῦ τείχους οἱ γενναιότατοι καὶ τὰ μένοντα περισχόντες ἐφύλασσον οἱ λοιποί. [52] Τῶν δὲ Ῥωμαίων ἐπιρρωννύντων τὰ χώματα καὶ πάλιν πειρωμένων προσβολῆς οἱ πολλοὶ διεδίδρασκον ἐκ τῆς πόλεως κατά τε δυσβάτων φαράγγων, ᾗπερ οὐκ ἔκειντο φυλακαί, καὶ διὰ τῶν ὑπονόμων. [53] Ὅσοι γε μὴν δέει τοῦ ληφθῆναι παρέμενον, [ἐν] ἐνδείᾳ διεφθείροντο· πανταχόθεν γὰρ τροφὴ τοῖς μάχεσθαι δυναμένοις συνηθροίζετο.

(8)[54] Καὶ οἱ μὲν ἐν τοιούτοις πάθεσι διεκαρτέρουν, Οὐεσπασιανὸς δὲ πάρεργον ἐποιεῖτο τῆς πολιορκίας τοὺς τὸ Ἰταβύριον κατειληφότας ὄρος, ὅ ἐστι τοῦ μεγάλου πεδίου καὶ Σκυθοπόλεως μέσον· [55] οὗ τὸ μὲν ὕψος ἐπὶ τριάκοντα σταδίους ἀνίσχει, μόλις προσβατὸν κατὰ τὸ προσάρκτιον κλίμα, πεδίον δ' ἐστὶν ἡ κορυφὴ σταδίων ἓξ καὶ εἴκοσι, πᾶν τετειχισμένον. [56] ἤγειρε δὲ τοσοῦτον ὄντα τὸν περίβολον ὁ Ἰώσηπος ἐν τεσσαράκοντα ἡμέραις τῇ τε ἄλλῃ χορηγούμενος ὕλῃ κάτωθεν καὶ ὕδατι· καὶ γὰρ τοῖς ἐποίκοις μόνον ἦν ὄμβριον. [57] Πολλοῦ οὖν πλήθους ἐπὶ τοῦτο συνειλεγμένου Οὐεσπασιανὸς Πλάκιδον σὺν ἱππεῦσιν ἑξακοσίοις πέμπει. [58] Τούτῳ τὸ μὲν προσβαίνειν ἀμήχανον ἦν, ἐλπίδι δὲ δεξιῶν καὶ παρακλήσεως πρὸς εἰρήνην τοὺς πολλοὺς προεκαλεῖτο. [59] Κατῄεσαν δὲ ἀντεπιβουλεύοντες· ὅ τε γὰρ Πλάκιδος ὡμίλει πρᾳότερον σπουδάζων αὐτοὺς ἐν τῷ πεδίῳ λαβεῖν, κἀκεῖνοι κατῄεσαν ὡς πειθόμενοι δῆθεν, ἵνα ἀφυλάκτῳ προσπέσωσιν. [60] Ἐνίκα μέντοι τὸ Πλακίδου πανοῦργον· ἀρξαμένων γὰρ τῶν Ἰουδαίων μάχης φυγὴν ὑπεκρίνετο καὶ διώκοντας ἑλκύσας ἐπὶ πολὺ τοῦ πεδίου τοὺς ἱππεῖς ἐπιστρέφει, τρεψάμενος δὲ πλείστους μὲν αὐτῶν ἀναιρεῖ, τὸ δὲ λοιπὸν πλῆθος ὑποτεμόμενος εἴργει τῆς ἀνόδου. [61] Καὶ οἱ μὲν τὸ Ἰταβύριον καταλιπόντες ἐπὶ Ἱεροσολύμων ἔφευγον, οἱ δὲ ἐπιχώριοι πίστεις λαβόντες, ἐπιλελοίπει δ' αὐτοὺς ὕδωρ, τό τε ὄρος καὶ σφᾶς αὐτοὺς Πλακίδῳ παρέδοσαν.

(9)[62] Τῶν δ' ἐπὶ τῆς Γαμάλας οἱ παραβολώτεροι μὲν φεύγοντες διελάνθανον, οἱ δ' ἀσθενεῖς διεφθείροντο λιμῷ· [63] τὸ μάχιμον δ' ἀντεῖχεν τῇ πολιορκίᾳ, μέχρι δευτέρᾳ καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τρεῖς τῶν ἀπὸ τοῦ πέμπτου καὶ δεκάτου τάγματος στρατιῶται περὶ τὴν ἑωθινὴν φυλακὴν ὑποδύντες τὸν προύχοντα κατὰ τούτους πύργον ὑπορύσσουσιν ἡσυχῆ. [64] Τοῖς δ' ὑπὲρ αὐτοῦ φύλαξιν οὔτε προσιόντων αἴσθησις, νὺξ γὰρ ἦν, οὔτε προσελθόντων ἐγένετο. Οἱ δὲ στρατιῶται φειδόμενοι τοῦ ψόφου καὶ πέντε τοὺς κραταιοτάτους ἐκκυλίσαντες λίθους ὑποπηδῶσι. [65] Κατηρείπετο δὲ ὁ πύργος ἐξαίφνης μετὰ μεγίστου ψόφου, καὶ συγκατακρημνίζονται μὲν οἱ φύλακες αὐτῷ, θορυβηθέντες δὲ οἱ κατὰ τὰς ἄλλας φυλακὰς ἔφευγον· [66] καὶ πολλοὺς διεκπαίειν τολμῶντας οἱ Ῥωμαῖοι διέφθειραν, ἐν οἷς καὶ Ἰώσηπόν τις ὑπὲρ τὸ παρερρηγμένον τοῦ τείχους ἐκδιδράσκοντα βαλὼν ἀναιρεῖ. [67] Τῶν δ' ἀνὰ τὴν πόλιν διασεισθέντων ὑπὸ τοῦ ψόφου διαδρομή τε ἦν καὶ πτόα πολλὴ καθάπερ εἰσπεπαικότων πάντων τῶν πολεμίων. [68] ἔνθα καὶ Χάρης κατακείμενος καὶ νοσηλευόμενος ἐκλείπει πολλοῦ δέους συνεργήσαντος εἰς θάνατον τῇ νόσῳ. [69] Ῥωμαῖοί γε μὴν μεμνημένοι τοῦ προτέρου πταίσματος οὐκ εἰσέβαλλον ἕως τρίτῃ καὶ εἰκάδι τοῦ προειρημένου μηνός.

(10)[70] Τίτος δέ, ἤδη γὰρ παρῆν, ὀργῇ τῆς πληγῆς ἣν παρ' αὐτὸν ἐπλήγησαν ἀπόντα Ῥωμαῖοι, τῶν ἱππέων ἐπιλέξας διακοσίους, πρὸς οἷς πεζοὺς , Εἰσέρχεται τὴν πόλιν ἡσυχῆ. [71] Καὶ παρελθόντος οἱ μὲν φύλακες αἰσθόμενοι μετὰ βοῆς ἐχώρουν ἐπὶ τὰ ὅπλα, δήλης δὲ τῆς εἰσβολῆς ταχέως καὶ τοῖς εἴσω γενομένης, οἱ μὲν ἁρπάζοντες τὰ τέκνα καὶ γυναῖκας ἐπισυρόμενοι πρὸς τὴν ἄκραν ἀνέφευγον μετὰ κωκυτοῦ καὶ βοῆς, οἱ δὲ τὸν Τίτον ὑπαντιάζοντες ἀδιαλείπτως ἔπιπτον· [72] ὅσοι δὲ ἀπεκωλύθησαν ἐπὶ τὴν κορυφὴν ἀναδραμεῖν ὑπ' ἀμηχανίας εἰς τὰς τῶν Ῥωμαίων φρουρὰς ἐξέπιπτον. Ἄπειρος δ' ἦν πανταχοῦ φονευομένων ὁ στόνος, καὶ τὸ αἷμα πᾶσαν ἐπέκλυζε τὴν πόλιν κατὰ πρανοῦς χεόμενον. [73] Πρὸς δὲ τοὺς ἀναφεύγοντας εἰς τὴν ἄκραν ἐπεβοήθει Οὐεσπασιανὸς πᾶσαν εἰσαγαγὼν τὴν δύναμιν. [74] Ἦν δ' ἥ τε κορυφὴ πάντοθεν πετρώδης καὶ δύσβατος, εἰς ἄπειρον ὕψος ἐπηρμένη, καὶ πανταχόθεν † τοῦ βάθους κατέγεμεν περιειλημμένη κρημνοῖς κατέτεμνόν τε. [75] Ἐνταῦθα τοὺς προσβαίνοντας οἱ Ἰουδαῖοι τοῖς τε ἄλλοις βέλεσι καὶ πέτρας κατακυλινδοῦντες ἐκάκουν· αὐτοὶ δὲ δι' ὕψος ἦσαν δυσέφικτοι βέλει. [76] Γίνεται δὲ πρὸς ἀπώλειαν αὐτῶν ἄντικρυς θύελλα δαιμόνιος, ἣ τὰ μὲν Ῥωμαίων ἔφερεν εἰς αὐτοὺς βέλη, τὰ δὲ αὐτῶν ἀνέστρεφεν καὶ πλάγια παρέσυρεν. [77] Οὔτε δὲ τοῖς ὑποκρήμνοις ἐφίστασθαι διὰ τὴν βίαν ἐδύναντο τοῦ πνεύματος μηδὲν ἑδραῖον ἔχοντες, οὔτε τοὺς προσβαίνοντας καθορᾶν. [78] Ἐπαναβαίνουσι δὲ Ῥωμαῖοι, καὶ περισχόντες οὓς μὲν ἀμυνομένους ἔφθανον, οὓς δὲ χεῖρας προίσχοντας· ἐτόνου δὲ τὸν θυμὸν αὐτοῖς ἐπὶ πάντας ἡ μνήμη τῶν ἐπὶ τῆς πρώτης εἰσβολῆς ἀπολωλότων. [79] Ἀπογινώσκοντες δὲ τὴν σωτηρίαν πανταχόθεν οἱ πολλοὶ περισχόμενοι τέκνα καὶ γυναῖκας αὑτούς τε κατεκρήμνιζον εἰς τὴν φάραγγα· βαθυτάτη δ' αὕτη κατὰ τὴν ἄκραν ὑπορώρυκτο. [80] Συνέβη δὲ τὴν Ῥωμαίων ὀργὴν τῆς εἰς ἑαυτοὺς ἀπονοίας τῶν ἁλόντων πρᾳοτέραν φανῆναι· τετρακισχίλιοι μέν γε ὑπὸ τούτων ἐσφάγησαν, οἱ δὲ ῥίψαντες ἑαυτοὺς ὑπὲρ πεντακισχιλίους εὑρέθησαν. [81] Διεσώθη δὲ πλὴν δύο γυναικῶν οὐδείς· τῆς Φιλίππου δὲ ἦσαν ἀδελφῆς θυγατέρες αὗται, αὐτὸς δὲ ὁ Φίλιππος Ἰακίμου τινὸς ἀνδρὸς ἐπισήμου, τετραρχήσαντος Ἀγρίππᾳ τῷ βασιλεῖ. [82] Διεσώθησαν δὲ τὰς παρὰ τὴν ἅλωσιν ὀργὰς Ῥωμαίων λαθοῦσαι· τότε γὰρ οὐδὲ νηπίων ἐφείδοντο, πολλὰ δ' ἑκάστοτε ἁρπάζοντες ἐσφενδόνων ἀπὸ τῆς ἄκρας. [83] Γάμαλα μὲν οὕτως ἑάλω τρίτῃ καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τῆς ἀποστάσεως ἀρξαμένης Γορπιαίου μηνὸς τετάρτῃ καὶ εἰκάδι.

 

II

(1)[84] Μόνη δὲ Γίσχαλα πολίχνη τῆς Γαλιλαίας ἀχείρωτος κατελείπετο, τοῦ μὲν πλήθους εἰρηνικὰ φρονοῦντος, καὶ γὰρ ἦσαν τὸ πλέον γεωργοὶ καὶ ταῖς ἀπὸ τῶν καρπῶν ἐλπίσιν ἀεὶ προσανέχοντες, παρεισεφθαρμένου δ' αὐτοῖς οὐκ ὀλίγου λῃστρικοῦ τάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν. [85] Ἐνῆγε δὲ τούτους εἰς τὴν ἀπόστασιν καὶ συνεκρότει Ληΐου τινὸς υἱὸς Ἰωάννης, γόης ἀνὴρ καὶ ποικιλώτατος τὸ ἦθος, πρόχειρος μὲν ἐλπίσαι μεγάλα, δεινὸς δὲ τῶν ἐλπισθέντων περιγενέσθαι παντί τε ὢν δῆλος ἀγαπᾶν τὸν πόλεμον εἰς δυναστείας ἐπίθεσιν. [86] ὑπὸ τούτῳ τὸ στασιῶδες ἐν τοῖς Γισχάλοις ἐτέτακτο, δι' οὓς τυχὸν καὶ πρεσβευσάμενον περὶ παραδόσεως τὸ δημοτικὸν ἐν πολέμου μοίρᾳ τὴν Ῥωμαίων ἔφοδον ἐξεδέχετο. [87] Οὐεσπασιανὸς δὲ ἐπὶ μὲν τούτους Τίτον ἐκπέμπει σὺν χιλίοις ἱππεῦσιν, τὸ δέκατον δὲ τάγμα ἀπαίρει εἰς Σκυθόπολιν. [88] Αὐτὸς δὲ σὺν δυσὶ τοῖς λοιποῖς ἐπανῆλθεν εἰς Καισάρειαν, τοῦ τε συνεχοῦς καμάτου διδοὺς ἀνάπαυσιν αὐτοῖς καὶ δι' εὐθηνίαν τῶν πόλεων τά τε σώματα καὶ τὸ πρόθυμον ὑποθρέψειν οἰόμενος ἐπὶ τοὺς μέλλοντας ἀγῶνας· [89] οὐ γὰρ ὀλίγον αὐτῷ πόνον ἑώρα περὶ τοῖς Ἱεροσολύμοις λειπόμενον, ἅτε δὴ βασιλείου μὲν οὔσης τῆς πόλεως καὶ προανεχούσης ὅλου τοῦ ἔθνους, συρρεόντων δὲ εἰς αὐτὴν τῶν ἐκ τοῦ πολέμου διαδιδρασκόντων. [90] Τό γε μὴν φύσει τε ὀχυρὸν αὐτῆς καὶ διὰ κατασκευὴν τειχῶν ἀγωνίαν οὐ τὴν τυχοῦσαν ἐνεποίει· τὰ δὲ φρονήματα τῶν ἀνδρῶν καὶ τὰς τόλμας δυσμεταχειρίστους καὶ δίχα τειχῶν ὑπελάμβανεν. [91] Διὸ δὴ τοὺς στρατιώτας καθάπερ ἀθλητὰς προήσκει τῶν ἀγώνων.

(2)[92] Τίτῳ δὲ προσιππασαμένῳ τοῖς Γισχάλοις εὐπετὲς μὲν ἦν ἐξ ἐφόδου τὴν πόλιν ἑλεῖν, εἰδὼς δέ, εἰ βίᾳ ληφθείη, διαφθαρησόμενον ὑπὸ τῶν στρατιωτῶν ἀνέδην τὸ πλῆθος, ἦν δ' αὐτῷ κόρος ἤδη φόνων καὶ δι' οἴκτου τὸ πλέον ἀκρίτως συναπολλύμενον τοῖς αἰτίοις, ἐβούλετο μᾶλλον ὁμολογίαις παραστήσασθαι τὴν πόλιν. [93] Καὶ δὴ τοῦ τείχους ἀνδρῶν καταγέμοντος, οἳ τὸ πλέον ἦσαν ἐκ τοῦ διεφθαρμένου τάγματος, θαυμάζειν ἔφη πρὸς αὐτούς, τίνι πεποιθότες πάσης ἑαλωκυίας πόλεως μόνοι τὰ Ῥωμαίων ὅπλα μένουσιν, [94] ἑωρακότες μὲν ὀχυρωτέρας πολλῷ πόλεις ὑπὸ μίαν προσβολὴν κατεστραμμένας, ἐν ἀσφαλείᾳ δὲ τῶν ἰδίων κτημάτων ἀπολαύοντας ὅσοι ταῖς Ῥωμαίων δεξιαῖς ἐπίστευσαν, ἃς καὶ νῦν προτείνειν αὐτοῖς μηδὲν μνησικακῶν τῆς αὐθαδείας. [95] Εἶναι γὰρ συγγνωστὸν ἐλευθερίας ἐλπίδα, μηκέτι μέντοι τὴν ἐν τοῖς ἀδυνάτοις ἐπιμονήν· [96] εἰ γὰρ οὐ πεισθήσονται λόγοις φιλανθρώποις καὶ δεξιαῖς πίστεως, πειράσειν αὐτοὺς ἀφειδῆ τὰ ὅπλα, καὶ ὅσον οὐδέπω † γνωσθήσεσθαι πιεζόμενον τοῖς Ῥωμαίων μηχανήμασιν τὸ τεῖχος, ᾧ πεποιθότες ἐπιδείκνυνται μόνοι Γαλιλαίων, ὅτι εἰσὶν αὐθάδεις αἰχμάλωτοι.

(3)[97] Πρὸς ταῦτα τῶν μὲν δημοτικῶν οὐ μόνον οὐκ ἀποκρίνεσθαί τινι μετῆν, ἀλλ' οὐδ' ἐπὶ τὸ τεῖχος ἀναβῆναι· προδιείληπτο γὰρ ἅπαν τοῖς λῃστρικοῖς, καὶ φύλακες τῶν πυλῶν ἦσαν, ὡς μή τινες ἢ προέλθοιεν ἐπὶ τὰς σπονδὰς ἢ δέξαιντό τινας τῶν ἱππέων εἰς τὴν πόλιν· [98] ὁ δ' Ἰωάννης αὐτός τε ἀγαπᾶν ἔφη τὰς προκλήσεις καὶ τοὺς ἀπειθοῦντας ἢ πείσειν ἢ συναναγκάσειν· [99] δεῖν μέντοι τὴν ἡμέραν αὐτὸν ἐκείνην, ἑβδομὰς γὰρ ἦν, χαρίσασθαι τῷ Ἰουδαίων νόμῳ, καθ' ἣν ὥσπερ ὅπλα κινεῖν αὐτοῖς, οὕτω καὶ τὸ συντίθεσθαι περὶ εἰρήνης ἀθέμιτον. [100] Οὐκ ἀγνοεῖν δὲ οὐδὲ Ῥωμαίους, ὡς ἀργὴ πάντων αὐτοῖς ἐστιν ἡ τῆς ἑβδομάδος περίοδος, ἔν τε τῷ παραβαίνειν αὐτὴν οὐχ ἧττον ἀσεβεῖν τῶν βιασθέντων τὸν βιασάμενον. Φέρειν δ' ἐκείνῳ μὲν οὐδεμίαν βλάβην τὰ τῆς ὑπερθέσεως· [101] τί γὰρ ἄν τις ἐν νυκτὶ βουλεύσαιτο δρασμοῦ πλέον ἐξὸν περιστρατοπεδεύσαντα παραφυλάξαι; [102] Μέγα δὲ κέρδος αὐτοῖς τὸ μηδὲν παραβῆναι τῶν πατρίων ἐθῶν. Πρέπει δὲ τῷ παρὰ προσδοκίαν εἰρήνην χαριζομένῳ τοῖς σωζομένοις τηρεῖν καὶ τοὺς νόμους.” [103] Τοιούτοις ἐσοφίζετο τὸν Τίτον, οὐ τοσοῦτον τῆς ἑβδομάδος στοχαζόμενος, ὅσον τῆς αὑτοῦ σωτηρίας· ἐδεδοίκει δὲ ἐγκαταληφθῆναι παραχρῆμα τῆς πόλεως ἁλούσης ἐν νυκτὶ καὶ φυγῇ τὰς ἐλπίδας ἔχων τοῦ βίου. [104] Θεοῦ δ' ἦν ἔργον ἄρα τοῦ σώζοντος τὸν Ἰωάννην ἐπὶ τὸν τῶν Ἱεροσολύμων ὄλεθρον τὸ μὴ μόνον πεισθῆναι Τίτον τῇ σκήψει τῆς ὑπερθέσεως, ἀλλὰ καὶ τῆς πόλεως πορρωτέρω στρατοπεδεύσασθαι πρὸς Κυδασοῖς· [105] μεσόγειος δέ ἐστι Τυρίων κώμη καρτερά, διὰ μίσους ἀεὶ καὶ πολέμου Γαλιλαίοις, ἔχουσα πλῆθός τε οἰκητόρων καὶ τὴν ὀχυρότητα τῆς πρὸς τὸ ἔθνος διαφορᾶς ἐφόδια.

(4)[106] Νυκτὸς δ' ὁ Ἰωάννης ὡς οὐδεμίαν περὶ τῇ πόλει Ῥωμαίων ἑώρα φυλακήν, τὸν καιρὸν ἁρπασάμενος οὐ μόνον τοὺς περὶ αὐτὸν ὁπλίτας ἀλλὰ καὶ τῶν ἀργοτέρων συχνοὺς ἅμα ταῖς γενεαῖς ἀναλαβὼν ἐπὶ Ἱεροσολύμων ἔφευγε. [107] Μέχρι μὲν οὖν εἴκοσι σταδίων οἷόν τε ἦν συνεξαγαγεῖν γυναικῶν καὶ παιδίων ὄχλον ἀνθρώπῳ κατασπερχομένῳ τοῖς ὑπὲρ αἰχμαλωσίας καὶ τοῦ ζῆν φόβοις, περαιτέρω δὲ προκόπτοντος ἀπελείποντο, καὶ δειναὶ τῶν ἐωμένων ἦσαν ὀλοφύρσεις· [108] ὅσον γὰρ ἕκαστος τῶν οἰκείων ἐγίνετο πορρωτέρω, τοσοῦτον ἐγγὺς ὑπελάμβανεν εἶναι τῶν πολεμίων, παρεῖναί τε ἤδη τοὺς αἰχμαλωτισομένους δοκοῦντες ἐπτόηντο, καὶ πρὸς τὸν ἀλλήλων ἐκ τοῦ δρόμου ψόφον ἐπεστρέφοντο καθάπερ ἤδη παρόντων οὓς ἔφευγον· [109] ἀνοδίαις τ' ἐνέπιπτον οἱ πολλοί, καὶ περὶ τὴν λεωφόρον ἡ τῶν φθανόντων ἔρις συνέτριβεν τοὺς πολλούς. [110] Οἰκτρὸς δὲ γυναικῶν καὶ παιδίων ὄλεθρος ἦν, καί τινες πρὸς ἀνακλήσεις ἀνδρῶν τε καὶ συγγενῶν ἐθάρσησαν μετὰ κωκυτῶν ἱκετεύουσαι περιμένειν. [111] Ἀλλ' ἐνίκα τὸ Ἰωάννου παρακέλευσμα σώζειν ἑαυτοὺς ἐμβοῶντος καὶ καταφεύγειν ἔνθα καὶ περὶ τῶν ἀπολειπομένων ἀμυνοῦνται Ῥωμαίους ἂν ἁρπαγῶσι. Τὸ μὲν οὖν τῶν διαδιδρασκόντων πλῆθος ὡς ἕκαστος ἰσχύος εἶχεν ἢ τάχους ἐσκέδαστο.

(5)[112] Τίτος δὲ μεθ' ἡμέραν ἐπὶ τὰς συνθήκας πρὸς τὸ τεῖχος παρῆν. [113] Ἀνοίγει δ' αὐτῷ τὰς πύλας ὁ δῆμος, καὶ μετὰ τῶν γενεῶν προελθόντες ἀνευφήμουν ὡς εὐεργέτην καὶ φρουρᾶς ἐλευθερώσαντα τὴν πόλιν· [114] ἐδήλουν γὰρ ἅμα τὴν τοῦ Ἰωάννου φυγὴν καὶ παρεκάλουν φείσασθαί τε αὐτῶν καὶ παρελθόντα τοὺς ὑπολειπομένους τῶν νεωτεριζόντων κολάσαι. [115] ὁ δὲ τὰς τοῦ δήμου δεήσεις ἐν δευτέρῳ θέμενος μοῖραν ἔπεμπε τῶν ἱππέων Ἰωάννην διώξουσαν, οἳ τὸν μὲν οὐ καταλαμβάνουσιν, ἔφθη γὰρ εἰς Ἱεροσόλυμα διαφυγών, τῶν δὲ συναπαράντων ἀποκτείνουσι μὲν εἰς ἑξακισχιλίους, γύναια δὲ καὶ παιδία τρισχιλίων ὀλίγον ἀποδέοντα περιελάσαντες ἀνήγαγον. [116] ὁ δὲ Τίτος ἤχθετο μὲν ἐπὶ τῷ μὴ παραχρῆμα τιμωρήσασθαι τὸν Ἰωάννην τῆς ἀπάτης, ἱκανὸν δὲ ἀστοχήσαντι τῷ θυμῷ παραμύθιον ἔχων τὸ πλῆθος τῶν αἰχμαλώτων καὶ τοὺς διεφθαρμένους εἰσῄει τε ἀνευφημούμενος εἰς τὴν πόλιν, [117] καὶ τοῖς στρατιώταις ὀλίγον τοῦ τείχους παρασπάσαι κελεύσας νόμῳ καταλήψεως ἀπειλαῖς μᾶλλον ἢ κολάσει τοὺς ταράσσοντας τὴν πόλιν ἀνέστελλε· [118] πολλοὺς γὰρ ἂν καὶ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους, εἰ διακρίνοι τοὺς τιμωρίας ἀξίους· ἄμεινον δ' εἶναι μετέωρον ἐν φόβῳ τὸν αἴτιον καταλιπεῖν ἤ τινα τῶν οὐκ ἀξίων αὐτῷ συναπολεῖν· [119] τὸν μὲν γὰρ ἴσως καὶ σωφρονῆσαι δέει κολάσεως τὴν ἐπὶ τοῖς παρῳχηκόσι συγγνώμην αἰδούμενον, ἀδιόρθωτον δὲ τὴν ἐπὶ τοῖς παραναλωθεῖσι τιμωρίαν εἶναι. [120] Φρουρᾷ μέντοι τὴν πόλιν ἠσφαλίσατο, δι' ἧς τούς τε νεωτερίζοντας ἐφέξειν καὶ τοὺς εἰρηνικὰ φρονοῦντας θαρραλεωτέρους καταλείψειν ἔμελλεν. Γαλιλαία μὲν οὖν οὕτως ἑάλω πᾶσα, πολλοῖς ἱδρῶσι προγυμνάσασα Ῥωμαίους ἐπὶ τὰ Ἱεροσόλυμα.

 

III

(1)[121] Πρὸς δὲ τὴν εἴσοδον τοῦ Ἰωάννου ὁ πᾶς δῆμος ἐξεκέχυτο, καὶ περὶ ἕκαστον τῶν συμπεφευγότων μυρίος ὅμιλος συνηθροισμένοι τὰς ἔξωθεν συμφορὰς ἀνεπυνθάνοντο. [122] Τῶν δὲ τὸ μὲν ἆσθμα θερμὸν ἔτι κοπτόμενον ἐδήλου τὴν ἀνάγκην, ἠλαζονεύοντο δὲ κἀν κακοῖς, οὐ πεφευγέναι Ῥωμαίους φάσκοντες, ἀλλ' ἥκειν πολεμήσοντες αὐτοὺς ἐξ ἀσφαλοῦς· [123] ἀλογίστων γὰρ εἶναι καὶ ἀχρήστων παραβόλως προκινδυνεύειν περὶ Γίσχαλα καὶ πολίχνας ἀσθενεῖς, δέον τὰ ὅπλα καὶ τὰς ἀκμὰς ταμιεύεσθαι τῇ μητροπόλει καὶ συμφυλάσσειν. [124] Ἔνθα δὴ παρεδήλουν τὴν ἅλωσιν τῶν Γισχάλων, καὶ τὴν λεγομένην εὐσχημόνως ὑποχώρησιν αὐτῶν οἱ πολλοὶ δρασμὸν ἐνενόουν. [125] Ὡς μέντοι τὰ περὶ τοὺς αἰχμαλωτισθέντας ἠκούσθη, σύγχυσις οὐ μετρία κατέσχε τὸν δῆμον, καὶ μεγάλα τῆς ἑαυτῶν ἁλώσεως συνελογίζοντο τὰ τεκμήρια. [126] Ἰωάννης δ' ἐπὶ μὲν τοῖς καταληφθεῖσιν ἧττον ἠρυθρία, περιιὼν δ' ἑκάστους ἐπὶ τὸν πόλεμον ἐνῆγεν ταῖς ἐλπίσιν, τὰ μὲν Ῥωμαίων ἀσθενῆ κατασκευάζων, τὴν δ' οἰκείαν δύναμιν ἐξαίρων, [127] καὶ κατειρωνευόμενος τῆς τῶν ἀπείρων ἀγνοίας, ὡς οὐδ' ἂν πτερὰ λαβόντες ὑπερβαῖέν ποτε Ῥωμαῖοι τὸ Ἱεροσολύμων τεῖχος οἱ περὶ ταῖς Γαλιλαίων κώμαις κακοπαθοῦντες καὶ πρὸς τοῖς ἐκεῖ τείχεσι κατατρίψαντες τὰς μηχανάς.

(2)[128] Τούτοις τὸ πολὺ τῶν νέων προσδιεφθείρετο καὶ πρὸς [μὲν] τὸν πόλεμον ἦρτο, τῶν δὲ σωφρονούντων καὶ γηραιῶν οὐκ ἦν ὅστις οὐ τὰ μέλλοντα προορώμενος ὡς ἤδη τῆς πόλεως οἰχομένης ἐπένθει. [129] ὁ μὲν οὖν δῆμος ἦν ἐν τοιαύτῃ συγχύσει, προδιέστη δὲ τὸ κατὰ τὴν χώραν πλῆθος τῆς ἐν Ἱεροσολύμοις στάσεως. [130] ὁ μὲν γὰρ Τίτος ἀπὸ Γισχάλων εἰς Καισάρειαν, Οὐεσπασιανὸς δὲ ἀπὸ Καισαρείας εἰς Ἰάμνειαν καὶ Ἄζωτον ἀφικόμενος παρίσταταί τε αὐτὰς καὶ φρουροὺς ἐγκαταστήσας ὑπέστρεψε πολὺ πλῆθος ἐπαγόμενος τῶν ἐπὶ δεξιᾷ προσκεχωρηκότων. [131] Ἐκινεῖτο δ' ἐν ἑκάστῃ πόλει ταραχὴ καὶ πόλεμος ἐμφύλιος, ὅσον τε ἀπὸ Ῥωμαίων ἀνέπνεον εἰς ἀλλήλους τὰς χεῖρας ἐπέστρεφον. ἦν δὲ τῶν ἐρώντων τοῦ πολέμου πρὸς τοὺς ἐπιθυμοῦντας εἰρήνης ἔρις χαλεπή. [132] Καὶ πρῶτον μὲν ἐν οἰκίαις ἥπτετο τῶν ὁμονοούν&#