RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE FLAVIUS JOSEPHE

 

GUERRE DES
JUIFS

texte grec
 

livre I
livre II
livre III
livre IV
livre VI
livre VII

 

texte numérisé et mis en page par François-Dominique FOURNIER

FLAVIUS JOSÈPHE

Guerre des juifs.

Φλαυίου Ἰωσήπου
ἱστορία Ἰουδαικοῦ πολέμου πρὸς Ῥωμαίους

 

LIVRE 5

texte repris et modifié sur le site

http·//khazarzar.skeptik.net/books/flavius/bj/gr/02.htm

 

Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1895.

traduction française

pour avoir la traduction française d'un chapitre, cliquer sur ce chapitre

 

 

 

 

 

Liber V

I

(1)[1] Ὁ μὲν Τίτος ὃν προειρήκαμεν τρόπον διοδεύσας τὴν ὑπὲρ Αἰγύπτου μέχρι Συρίας ἐρημίαν εἰς Καισάρειαν παρῆν ταύτῃ διεγνωκὼς προσυντάξασθαι τὰς δυνάμεις. [2] Ἔτι δ' αὐτοῦ κατὰ τὴν Ἀλεξάνδρειαν συγκαθισταμένου τῷ πατρὶ τὴν ἡγεμονίαν νέον αὐτοῖς ἐγκεχειρισμένην ὑπὸ τοῦ θεοῦ συνέβη καὶ τὴν ἐν [τοῖς] Ἱεροσολύμοις στάσιν ἀνακμάσασαν τριμερῆ γενέσθαι καὶ καθ' αὑτοῦ θάτερον ἐπιστρέψαι μέρος, ὅπερ ἄν τις ὡς ἐν κακοῖς ἀγαθὸν εἴποι καὶ δίκης ἔργον. [3] Ἡ μὲν γὰρ κατὰ τοῦ δήμου τῶν ζηλωτῶν ἐπίθεσις, ἥπερ κατῆρξεν ἁλώσεως τῇ πόλει, προδεδήλωται μετὰ ἀκριβείας ὅθεν τε ἔφυ καὶ πρὸς ὅσον κακῶν ηὐξήθη· [4] ταύτην δ' οὐκ ἂν ἁμάρτοι τις εἰπὼν στάσει στάσιν ἐγγενέσθαι, καὶ καθάπερ θηρίον λυσσῆσαν ἐνδείᾳ τῶν ἔξωθεν ἐπὶ τὰς ἰδίας ἤδη σάρκας ὁρμᾷ,
(2)[5] οὕτως Ἐλεάζαρος ὁ τοῦ Σίμωνος, ὃς δὴ καὶ τὰ πρῶτα τοῦ δήμου τοὺς ζηλωτὰς ἀπέστησεν εἰς τὸ τέμενος ὡς ἀγανακτῶν δῆθεν ἐπὶ τοῖς ὁσημέραι τῷ Ἰωάννῃ τολμωμένοις, οὐ γὰρ ἀνεπαύετο φονῶν οὗτος, τὸ δ' ἀληθὲς αὑτοῦ μεταγενεστέρῳ τυράννῳ μὴ φέρων ὑποτετάχθαι, πόθῳ τῶν ὅλων καὶ δυναστείας ἰδίας ἐπιθυμίᾳ διίσταται, [6] παραλαβὼν Ἰούδην τε τὸν Χέλικα καὶ Σίμωνα τὸν Ἐσρῶνος τῶν δυνατῶν, πρὸς οἷς Ἐζεκίας Χωβαρεῖ παῖς οὐκ ἄσημος. [7] Καθ' ἕκαστον δὲ οὐκ ὀλίγοι τῶν ζηλωτῶν ἠκολούθησαν, καὶ καταλαβόμενοι τὸν ἐνδότερον τοῦ νεὼ περίβολον ὑπὲρ τὰς ἱερὰς πύλας ἐπὶ τῶν ἁγίων μετώπων τίθενται τὰ ὅπλα. [8] Πλήρεις μὲν οὖν ἐπιτηδείων ὄντες ἐθάρρουν, καὶ γὰρ ἀφθονία τῶν ἱερῶν ἐγίνετο πραγμάτων τοῖς γε μηδὲν ἀσεβὲς ἡγουμένοις, ὀλιγότητι δὲ τῇ κατὰ σφᾶς ὀρρωδοῦντες ἐγκαθήμενοι τὰ πολλὰ κατὰ χώραν ἔμενον. [9] Ὁ δὲ Ἰωάννης ὅσον ἀνδρῶν ὑπερεῖχε πλήθει, τοσοῦτον ἐλείπετο τῷ τόπῳ καὶ κατὰ κορυφὴν ἔχων τοὺς πολεμίους οὔτ' ἀδεεῖς ἐποιεῖτο τὰς προσβολὰς οὔτε δι' ὀργὴν ἠρέμει, [10] κακούμενος δὲ πλέον ἤπερ διατιθεὶς τοὺς περὶ τὸν Ἐλεάζαρον ὅμως οὐκ ἀνίει, συνεχεῖς δ' ἐκδρομαὶ καὶ βελῶν ἀφέσεις ἐγίνοντο, καὶ φόνοις ἐμιαίνετο πανταχοῦ τὸ ἱερόν.

(3)[11] Ὁ δὲ τοῦ Γιώρα Σίμων, ὃν ἐν ταῖς ἀμηχανίαις ἐπίκλητον αὑτῷ τύραννον ὁ δῆμος ἐλπίδι βοηθείας προσεισήγαγε, τήν τε ἄνω πόλιν ἔχων καὶ τῆς κάτω πολὺ μέρος ἐρρωμενέστερον ἤδη τοῖς περὶ τὸν Ἰωάννην προσέβαλλεν ὡς ἂν καὶ καθύπερθεν πολεμουμένοις· [12] ἦν δ' ὑπὸ χεῖρα προσιὼν αὐτοῖς, ὥσπερ ἐκεῖνοι τοῖς ἄνωθεν. Καὶ τῷ Ἰωάννῃ διχόθεν πολεμουμένῳ συνέβαινε βλάπτεσθαί τε καὶ βλάπτειν εὐκόλως, καὶ καθ' ὅσον ἡττᾶτο τῶν ἀμφὶ τὸν Ἐλεάζαρον ὢν ταπεινότερος, τοσοῦτον ἐπλεονέκτει τῷ ὑψηλῷ τοῦ Σίμωνος. [13] Παρὸ καὶ χειρὶ μὲν τὰς κάτωθεν προσβολὰς ἰσχυρῶς εἶργε, τοὺς δὲ ἄνωθεν ἀπὸ τοῦ ἱεροῦ κατακοντίζοντας ἀνέστελλε τοῖς ὀργάνοις· [14] ὀξυβελεῖς τε γὰρ αὐτῷ καὶ καταπέλται παρῆσαν οὐκ ὀλίγοι καὶ λιθοβόλοι, δι' ὧν οὐ μόνον ἠμύνετο τοὺς πολεμοῦντας, ἀλλὰ καὶ πολλοὺς τῶν ἱερουργούντων ἀνῄρει. [15] Καίπερ γὰρ πρὸς πᾶσαν ἀσέβειαν ἐκλελυσσηκότες, ὅμως τοὺς θύειν ἐθέλοντας εἰσηφίεσαν, μεθ' ὑποψιῶν μὲν καὶ φυλακῆς τοὺς ἐπιχωρίους, διερευνώμενοι δὲ τοὺς ξένους· οἳ καίπερ περὶ τὰς εἰσόδους δυσωπήσαντες αὐτῶν τὴν ὠμότητα παρανάλωμα τῆς στάσεως ἐγίνοντο. [16] Τὰ γὰρ ἀπὸ τῶν ὀργάνων βέλη μέχρι τοῦ βωμοῦ καὶ τοῦ νεὼ διὰ τὴν βίαν ὑπερφερόμενα τοῖς τε ἱερεῦσι καὶ τοῖς ἱερουργοῦσιν ἐνέπιπτε, [17] καὶ πολλοὶ σπεύσαντες ἀπὸ γῆς περάτων περὶ τὸν διώνυμον καὶ πᾶσιν ἀνθρώποις χῶρον ἅγιον πρὸ τῶν θυμάτων ἔπεσον αὐτοὶ καὶ τὸν Ἕλλησι πᾶσι καὶ βαρβάροις σεβάσμιον βωμὸν κατέσπεισαν ἰδίῳ φόνῳ, [18] νεκροῖς δ' ἐπιχωρίοις ἀλλόφυλοι καὶ ἱερεῦσι βέβηλοι συνεφύροντο, καὶ παντοδαπῶν αἷμα πτωμάτων ἐν τοῖς θείοις περιβόλοις ἐλιμνάζετο. [19] Τί τηλικοῦτον, ὦ τλημονεστάτη πόλις, πέπονθας ὑπὸ Ῥωμαίων, οἵ σου τὰ ἐμφύλια μύση πυρὶ καθαροῦντες εἰσῆλθον· θεοῦ μὲν γὰρ οὔτε ἦς ἔτι χῶρος οὔτε μένειν ἐδύνασο, τάφος οἰκείων γενομένη σωμάτων καὶ πολέμου τὸν ναὸν ἐμφυλίου ποιήσασα πολυάνδριον· δύναιο δ' ἂν γενέσθαι πάλιν ἀμείνων, εἴγε ποτὲ τὸν πορθήσαντα θεὸν ἐξιλάσῃ. [20] Ἀλλὰ καθεκτέον γὰρ καὶ τὰ πάθη τῷ νόμῳ τῆς γραφῆς, ὡς οὐκ ὀλοφυρμῶν οἰκείων ὁ καιρός, ἀλλ' ἀφηγήσεως πραγμάτων. Δίειμι δὲ τὰ ἑξῆς ἔργα τῆς στάσεως.

(4)[21] Τριχῇ τῶν ἐπιβούλων τῆς πόλεως διῃρημένων οἱ μὲν περὶ τὸν Ἐλεάζαρον τὰς ἱερὰς ἀπαρχὰς διαφυλάσσοντες κατὰ τοῦ Ἰωάννου τὴν μέθην ἔφερον, οἱ δὲ σὺν τούτῳ διαρπάζοντες τοὺς δημότας ἠγείροντο κατὰ τοῦ Σίμωνος· ἦν δὲ κἀκείνῳ τροφὴ κατὰ τῶν ἀντιστασιαστῶν ἡ πόλις. [22] Ὁπότε μὲν οὖν ἀμφοτέρωθεν ἐπιχειροῖτο, τοὺς συνόντας ὁ Ἰωάννης ἀντέστρεφε, καὶ τοὺς μὲν ἐκ τῆς πόλεως ἀνιόντας ἀπὸ τῶν στοῶν βάλλων, τοὺς δ' ἀπὸ τοῦ ἱεροῦ κατακοντίζοντας ἠμύνετο τοῖς ὀργάνοις· [23] εἰ δ' ἐλευθερωθείη ποτὲ τῶν καθύπερθεν ἐπικειμένων, διανέπαυε δ' αὐτοὺς πολλάκις μέθη καὶ κάματος, ἀδεέστερον τοῖς περὶ τὸν Σίμωνα μετὰ πλειόνων ἐπεξέθεεν. [24] Ἀεὶ δ' ἐφ' ὅσον τρέψαιτο τῆς πόλεως ὑπεπίμπρη τὰς οἰκίας σίτου μεστὰς καὶ παντοδαπῶν ἐπιτηδείων· τὸ δ' αὐτὸ πάλιν ὑποχωροῦντος ἐπιὼν ὁ Σίμων ἔπραττεν, ὥσπερ ἐπίτηδες Ῥωμαίοις διαφθείροντες ἃ παρεσκευάσατο πρὸς πολιορκίαν ἡ πόλις, καὶ τὰ νεῦρα τῆς αὐτῶν ὑποκόπτοντες δυνάμεως. [25] Συνέβη γοῦν τὰ μὲν περὶ τὸ ἱερὸν πάντα συμφλεγῆναι καὶ μεταίχμιον ἐρημίας γενέσθαι παρατάξεως οἰκείας τὴν πόλιν, κατακαῆναι δὲ πλὴν ὀλίγου πάντα τὸν σῖτον, ὃς ἂν αὐτοῖς οὐκ ἐπ' ὀλίγα διήρκεσεν ἔτη πολιορκουμένοις. [26] Λιμῷ γοῦν ἑάλωσαν, ὅπερ ἥκιστα δυνατὸν ἦν, εἰ μὴ τοῦτον αὑτοῖς προπαρεσκεύασαν.

(5)[27] Πανταχόθεν δὲ τῆς πόλεως πολεμουμένης ὑπὸ τῶν ἐπιβούλων καὶ συγκλύδων μέσος ὁ δῆμος ὥσπερ μέγα σῶμα διεσπαράσσετο. [28] Γηραιοὶ δὲ καὶ γυναῖκες ὑπ' ἀμηχανίας τῶν εἴσω κακῶν ηὔχοντο Ῥωμαίοις καὶ τὸν ἔξωθεν πόλεμον ἐπ' ἐλευθερίᾳ τῶν εἴσω κακῶν ἐκαραδόκουν. [29] Κατάπληξις δὲ δεινὴ καὶ δέος ἦν τοῖς γνησίοις, καὶ οὔτε βουλῆς καιρὸς εἰς μεταβολὴν οὔτε συμβάσεως ἐλπὶς οὔτε φυγὴ τοῖς ἐθέλουσιν· [30] ἐφρουρεῖτο γὰρ πάντα, καὶ τὰ λοιπὰ στασιάζοντες οἱ ἀρχιλῃσταὶ τοὺς εἰρηνικὰ Ῥωμαίοις φρονοῦντας ἢ πρὸς αὐτομολίαν ὑπόπτους ὡς κοινοὺς πολεμίους ἀνῄρουν καὶ μόνον ὡμονόουν τὸ φονεύειν τοὺς σωτηρίας ἀξίους. [31] Καὶ τῶν μὲν μαχομένων ἀδιάλειπτος ἦν κραυγὴ μεθ' ἡμέραν τε καὶ νύκτωρ, δεινότεροι δὲ οἱ τῶν πενθούντων ὀδυρμοὶ δέει. [32] Καὶ θρήνων μὲν αἰτίας ἐπαλλήλους αἱ συμφοραὶ προσέφερον, τὰς δ' οἰμωγὰς ἐνέκλειεν ἡ κατάπληξις αὐτῶν, φιμούμενοι δὲ τά γε πάθη τῷ φόβῳ μεμυκόσι τοῖς στεναγμοῖς ἐβασανίζοντο. [33] Καὶ οὔτε πρὸς τοὺς ζῶντας ἦν αἰδὼς ἔτι τοῖς προσήκουσιν οὔτε πρόνοια τῶν ἀπολωλότων ταφῆς. Αἴτιον δὲ ἀμφοτέρων ἡ καθ' ἑαυτὸν ἀπόγνωσις ἑκάστου· παρεῖσαν γὰρ εἰς πάντα τὰς προθυμίας οἱ μὴ στασιάζοντες ὡς ἀπολούμενοι πάντως ὅσον οὐδέπω. [34] Πατοῦντες δὴ τοὺς νεκροὺς ἐπ' ἀλλήλοις σεσωρευμένους οἱ στασιασταὶ συνεπλέκοντο καὶ τὴν ἀπόνοιαν ἀπὸ τῶν ἐν ποσὶ πτωμάτων σπῶντες ἦσαν ἀγριώτεροι. [35] Προσεξευρίσκοντες δ' ἀεί τι καθ' αὑτῶν ὀλέθριον καὶ πᾶν τὸ δοχθὲν ἀφειδῶς δρῶντες οὐδεμίαν οὔτ' αἰκίας ὁδὸν οὔτε ὠμότητος παρέλειπον. [36] Ἀμέλει Ἰωάννης τὴν ἱερὰν ὕλην εἰς πολεμιστηρίων κατασκευὴν ὀργάνων ἀπεχρήσατο· δόξαν γάρ ποτε τῷ λαῷ καὶ τοῖς ἀρχιερεῦσιν ὑποστηρίξαντας τὸν ναὸν εἴκοσι πήχεις προσυψῶσαι, κατάγει μὲν ἀπὸ τοῦ Λιβάνου μεγίστοις ἀναλώμασι καὶ πόνοις τὴν χρήσιμον ὕλην ὁ βασιλεὺς Ἀγρίππας, ξύλα θέας ἄξια τήν τε εὐθύτητα καὶ τὸ μέγεθος· [37] μεσολαβήσαντος δὲ τοῦ πολέμου τὸ ἔργον Ἰωάννης τεμὼν αὐτὰ πύργους κατεσκεύασεν ἐξαρκοῦν τὸ μῆκος εὑρὼν πρὸς τοὺς ἀπὸ τοῦ καθύπερθεν ἱεροῦ μαχομένους, [38] ἵστησί τε προσαγαγὼν κατόπιν τοῦ περιβόλου τῆς πρὸς δύσιν ἐξέδρας ἄντικρυς, ᾗπερ καὶ μόνῃ δυνατὸν ἦν τῶν ἄλλων μερῶν βαθμοῖς πόρρωθεν διειλημμένων.

(6)[39] Καὶ ὁ μὲν τοῖς κατασκευασθεῖσιν ἐξ ἀσεβείας ὀργάνοις κρατήσειν ἤλπισε τῶν ἐχθρῶν, ὁ δὲ θεὸς ἄχρηστον αὐτῷ τὸν πόνον ἀπέδειξε πρὶν ἐπιστῆσαί τινα τῶν πύργων Ῥωμαίους ἐπαγαγών. [40] Ὁ γὰρ δὴ Τίτος ἐπειδὴ τὰ μὲν συνήγαγε τῆς δυνάμεως πρὸς αὑτόν, τοῖς δὲ ἐπὶ Ἱεροσολύμων συναντᾶν ἐπέστειλεν, ἐξήλαυνε τῆς Καισαρείας. [41] Ἦν δὲ τρία μὲν τὰ πρότερον αὐτοῦ τῷ πατρὶ συνδῃώσαντα τὴν Ἰουδαίαν τάγματα καὶ τὸ πάλαι σὺν Κεστίῳ πταῖσαν δωδέκατον, ὅπερ καὶ ἄλλως ἐπίσημον δι' ἀνδρείαν ὑπάρχον τότε κατὰ μνήμην ὧν ἔπαθεν εἰς ἄμυναν ᾔει προθυμότερον. [42] Τούτων μὲν οὖν τὸ πέμπτον δι' Ἀμμαοῦς ἐκέλευσεν αὐτῷ συναντᾶν καὶ διὰ Ἱεριχοῦντος τὸ δέκατον ἀναβαίνειν, αὐτὸς δ' ἀνέζευξε μετὰ τῶν λοιπῶν, πρὸς οἷς αἵ τε τῶν βασιλέων συμμαχίαι πολὺ πλείους καὶ συχνοὶ τῶν ἀπὸ τῆς Συρίας ἐπίκουροι συνῆλθον. [43] Ἀνεπληρώθη δὲ καὶ τῶν τεσσάρων ταγμάτων ὅσον Οὐεσπασιανὸς ἐπιλέξας Μουκιανῷ συνέπεμψεν εἰς Ἰταλίαν ἐκ τῶν ἐπελθόντων μετὰ Τίτου. [44] Δισχίλιοι μὲν γὰρ αὐτῷ τῶν ἀπ' Ἀλεξανδρείας στρατευμάτων ἐπίλεκτοι, τρισχίλιοι δὲ συνείποντο τῶν ἀπ' Εὐφράτου φυλάκων. [45] Φίλων δὲ δοκιμώτατος εὔνοιάν τε καὶ σύνεσιν Τιβέριος Ἀλέξανδρος, πρότερον μὲν αὐτοῖς τὴν Αἴγυπτον διέπων, [46] τότε δὲ τῶν στρατευμάτων ἄρχων, κριθεὶς ἄξιος ἐξ ὧν ἐδεξιώσατο πρῶτος ἐγειρομένην ἄρτι τὴν ἡγεμονίαν καὶ μετὰ πίστεως λαμπρᾶς ἐξ ἀδήλου τῇ τύχῃ προσέθετο, σύμβουλός γε μὴν ταῖς τοῦ πολέμου χρείαις ἡλικίᾳ τε προύχων καὶ κατ' ἐμπειρίαν εἵπετο.

 

II

(1)[47] Προιόντι δὲ εἰς τὴν πολεμίαν Τίτῳ προῆγον μὲν οἱ βασιλικοὶ καὶ πᾶν τὸ συμμαχικόν, ἐφ' οἷς ὁδοποιοὶ καὶ μετρηταὶ στρατοπέδων, ἔπειτα τὰ τῶν ἡγεμόνων σκευοφόρα καὶ μετὰ τοὺς τούτων ὁπλίτας αὐτὸς τούς τε ἄλλους ἐπιλέκτους καὶ τοὺς λογχοφόρους ἔχων, κατόπιν δ' αὐτῷ τοῦ τάγματος τὸ ἱππικόν· [48] οὗτοι δὲ πρὸ τῶν μηχανημάτων, κἀπ' ἐκείνοις μετ' ἐπιλέκτων χιλίαρχοι καὶ σπειρῶν ἔπαρχοι, μετὰ δὲ τούτους περὶ τὸν αἰετὸν αἱ σημαῖαι, καὶ ἔμπροσθεν οἱ σαλπικταὶ τῶν σημαιῶν, ἐπὶ δὲ τούτοις ἡ φάλαγξ τὸ στῖφος εἰς ἓξ πλατύνασα. [49] Τὸ δ' οἰκετικὸν ἑκάστου τάγματος ὀπίσω καὶ πρὸ τούτων τὰ σκευοφόρα, τελευταῖοι δὲ πάντων οἱ μίσθιοι καὶ τούτων φύλακες οὐραγοί. [50] Προάγων δὲ τὴν δύναμιν ἐν κόσμῳ, καθὰ Ῥωμαίοις σύνηθες, ἐμβάλλει διὰ τῆς Σαμαρείτιδος εἰς Γόφνα κατειλημμένην τε πρότερον ὑπὸ τοῦ πατρὸς καὶ τότε φρουρουμένην· [51] ἔνθα μίαν ἑσπέραν αὐλισάμενος ὑπὸ τὴν ἕω πρόεισι, καὶ διανύσας ἡμέρας σταθμὸν στρατοπεδεύεται κατὰ τὸν ὑπὸ Ἰουδαίων πατρίως Ἀκανθῶν αὐλῶνα καλούμενον πρός τινι κώμῃ Γαβὰθ Σαοὺλ λεγομένῃ, σημαίνει δὲ τοῦτο λόφον Σαούλου, διέχων ἀπὸ τῶν Ἱεροσολύμων ὅσον ἀπὸ τριάκοντα σταδίων. [52] Ἀναλαβὼν δ' ἐντεῦθεν ὅσον εἰς ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων ᾔει τήν τε πόλιν περισκεψόμενος, ὅπως ὀχυρότητος ἔχοι, καὶ τὰ φρονήματα τῶν Ἰουδαίων, εἰ πρὸς τὴν ὄψιν αὐτοῦ πρὶν εἰς χεῖρας ἐλθεῖν ὑποδείσαντες ἐνδοῖεν· [53] πέπυστο γάρ, ὅπερ ἦν ἀληθές, τοῖς στασιώδεσι καὶ λῃστρικοῖς τὸν δῆμον ὑποπεπτηχότα ποθεῖν μὲν εἰρήνην, ἀσθενέστερον δὲ ὄντα τῆς ἐπαναστάσεως ἠρεμεῖν.

(2)[54] Ἕως μὲν οὖν ὄρθιον ἱππάζετο τὴν λεωφόρον κατατείνουσαν πρὸς τὸ τεῖχος οὐδεὶς προυφαίνετο τῶν πυλῶν, [55] ἐπεὶ δ' ἐκ τῆς ὁδοῦ πρὸς τὸν Ψήφινον πύργον ἀποκλίνας πλάγιον ἦγε τὸ τῶν ἱππέων στῖφος, προπηδήσαντες ἐξαίφνης ἄπειροι κατὰ τοὺς Γυναικείους καλουμένους πύργους διὰ τῆς ἀντικρὺ τῶν Ἑλένης μνημείων πύλης διεκπαίουσι τῆς ἵππου, [56] καὶ τοὺς μὲν ἔτι κατὰ τὴν ὁδὸν θέοντας ἀντιμέτωποι στάντες ἐκώλυσαν συνάψαι τοῖς ἐκκλίνασι, τὸν δὲ Τίτον ἀποτέμνονται σὺν ὀλίγοις. [57] Τῷ δὲ πρόσω μὲν ἦν χωρεῖν ἀδύνατον· ἐκτετάφρευτο γὰρ ἀπὸ τοῦ τείχους περὶ τὰς κηπείας ἅπαντα τοίχοις τε ἐπικαρσίοις καὶ πολλοῖς ἕρκεσι διειλημμένα· [58] τὴν δὲ πρὸς τοὺς σφετέρους ἀναδρομὴν πλήθει τῶν ἐν μέσῳ πολεμίων ἀμήχανον ἑώρα καὶ τραπέντας τοὺς ἀνὰ τὴν λεωφόρον, ὧν οἱ πολλοὶ μηδὲ γινώσκοντες τὸν τοῦ βασιλέως κίνδυνον, ἀλλ' οἰόμενοι συναναστραφῆναι κἀκεῖνον ἀνέφευγον. [59] Ὁ δὲ κατιδὼν ὡς ἐν μόνῃ τῇ καθ' αὑτὸν ἀλκῇ κεῖται τὸ σώζεσθαι τόν τε ἵππον ἐπιστρέφει καὶ τοῖς περὶ αὐτὸν ἐμβοήσας ἕπεσθαι μέσοις ἐμπηδᾷ τοῖς πολεμίοις διεκπαῖσαι πρὸς τοὺς σφετέρους βιαζόμενος. [60] Ἔνθα δὴ μάλιστα παρέστη νοεῖν, ὅτι καὶ πολέμων ῥοπαὶ καὶ βασιλέων κίνδυνοι μέλονται θεῷ· [61] τοσούτων γὰρ ἐπὶ τὸν Τίτον ἀφιεμένων βελῶν μήτε κράνος ἔχοντα μήτε θώρακα, προῆλθε γὰρ ὡς ἔφην οὐ πολεμιστὴς ἀλλὰ κατάσκοπος, οὐδὲν ἥψατο τοῦ σώματος, κενὰ δ' ὥσπερ ἐπίτηδες ἀστοχούντων παρερροιζεῖτο πάντα. [62] Ὁ δὲ ξίφει τοὺς κατὰ πλευρὸν ἀεὶ διαστέλλων καὶ πολλοὺς τῶν ἀντιπροσώπων ἀνατρέπων ἤλαυνεν ὑπὲρ τοὺς ἐρειπομένους τὸν ἵππον. [63] Τῶν δὲ κραυγή τε ἦν πρὸς τὸ παράστημα τοῦ Καίσαρος καὶ παρακέλευσις ὁρμᾶν ἐπ' αὐτόν, φυγὴ δὲ καὶ χωρισμὸς ἄθρους καθ' οὓς ἐπελαύνων γένοιτο. [64] Συνῆπτον δὲ οἱ τοῦ κινδύνου μετέχοντες κατὰ νῶτα καὶ κατὰ πλευρὰν νυσσόμενοι· μία γὰρ ἐλπὶς ἦν σωτηρίας ἑκάστῳ τὸ συνεξανύτειν τῷ Τίτῳ καὶ μὴ φθάσαντα κυκλωθῆναι. [65] Δύο γοῦν τῶν ἀπωτέρω τὸν μὲν σὺν τῷ ἵππῳ περισχόντες κατηκόντισαν, θάτερον δὲ καταπηδήσαντα διαφθείραντες τὸν ἵππον ἀπήγαγον, μετὰ δὲ τῶν λοιπῶν Τίτος ἐπὶ τὸ στρατόπεδον διασώζεται. [66] Τοῖς μὲν οὖν Ἰουδαίοις πλεονεκτήσασι κατὰ τὴν πρώτην ἐπίθεσιν ἐπήγειρε τὰς διανοίας ἄσκεπτος ἐλπίς, καὶ πολὺ θάρσος αὐτοῖς εἰς τὸ μέλλον ἡ πρόσκαιρος ῥοπὴ προυξένει.

(3)[67] Καῖσαρ δ' ὡς αὐτῷ συνέμιξε διὰ νυκτὸς τὸ ἀπὸ τῆς Ἀμμαοῦς τάγμα, μεθ' ἡμέραν ἐκεῖθεν ἄρας ἐπὶ τὸν Σκοπὸν καλούμενον πρόεισιν, ἔνθεν ἥ τε πόλις ἤδη κατεφαίνετο καὶ τὸ τοῦ ναοῦ μέγεθος ἐκλάμπον, καθὰ τῷ βορείῳ κλίματι τῆς πόλεως χθαμαλὸς συνάπτων ὁ χῶρος ἐτύμως Σκοπὸς ὠνόμασται. [68] Τῆς δὲ πόλεως σταδίους ἑπτὰ διέχων ἐκέλευσε περιβαλέσθαι στρατόπεδον τοῖς δύο τάγμασιν ὁμοῦ, τὸ δὲ πέμπτον τούτων ὀπίσω τρισὶ σταδίοις· κόπῳ γὰρ τῆς διὰ νυκτὸς πορείας τετρυμένους ἐδόκει σκέπης ἀξίους εἶναι, ὡς ἂν ἀδεέστερον τειχίσαιντο. [69] Καταρχομένων δ' ἄρτι τῆς δομήσεως καὶ τὸ δέκατον τάγμα διὰ Ἱεριχοῦντος ἤδη παρῆν, ἔνθα καθῆστό τις ὁπλιτικὴ μοῖρα φρουροῦσα τὴν ἐμβολὴν ὑπὸ Οὐεσπασιανοῦ προκατειλημμένην. [70] Προσετέτακτο δ' αὐτοῖς ἓξ ἀπέχοντας τῶν Ἱεροσολύμων σταδίους στρατοπεδεύσασθαι κατὰ τὸ Ἐλαιῶν καλούμενον ὄρος, ὃ τῇ πόλει πρὸς ἀνατολὴν ἀντίκειται μέσῃ φάραγγι βαθείᾳ διειργόμενον, ἣ Κεδρὼν ὠνόμασται.

(4)[71] Τῶν δ' ἀνὰ τὸ ἄστυ συρρηγνυμένων ἀδιαλείπτως τότε πρῶτον ἀνέπαυσεν τὴν ἐπ' ἀλλήλοις ἔριν ὁ ἔξωθεν πόλεμος ἐξαίφνης πολὺς ἐπελθών· [72] καὶ μετ' ἐκπλήξεως οἱ στασιασταὶ τοὺς Ῥωμαίους ἀφορῶντες στρατοπεδευομένους τριχῆ κακῆς ὁμονοίας κατήρχοντο καὶ λόγον ἀλλήλοις ἐδίδοσαν, [73] τί μένοιεν ἢ τί παθόντες ἀνέχοιντο τρία ταῖς ἀναπνοαῖς αὐτῶν ἐπιφρασσόμενα τείχη, καὶ τοῦ πολέμου μετ' ἀδείας ἀντιπολίζοντος ἑαυτόν, οἱ δ' ὥσπερ θεαταὶ καλῶν καὶ συμφόρων ἔργων καθέζοιντο τειχήρεις τὼ χεῖρε καὶ τὰς πανοπλίας παρέντες; [74] “Καθ' αὑτῶν ἄρα γενναῖοι μόνον ἡμεῖς, ἐξεβόησαν, Ῥωμαῖοι δὲ ἐκ τῆς ἡμετέρας στάσεως κερδήσουσιν ἀναιμωτὶ τὴν πόλιν.” τούτοις ἀθροίζοντες ἀλλήλους παρεκρότουν, [75] καὶ τὰς πανοπλίας ἁρπάσαντες αἰφνιδίως ἐπεκθέουσι τῷ δεκάτῳ τάγματι καὶ διὰ τῆς φάραγγος ᾄξαντες μετὰ κραυγῆς ἐξαισίου τειχιζομένοις προσπίπτουσι τοῖς πολεμίοις. [76] Οἱ δὲ πρὸς τὸ ἔργον διῃρημένοι καὶ διὰ τοῦτο τὰ πολλὰ τεθεικότες τῶν ὅπλων, οὔτε γὰρ θαρρήσειν τοὺς Ἰουδαίους πρὸς ἐκδρομὴν ὑπελάμβανον καὶ προθυμουμένων περισπασθήσεσθαι τὰς ὁρμὰς τῇ στάσει, [77] συνεταράχθησαν ἀδοκήτως, καὶ τῶν ἔργων ἀφέμενοι τινὲς μὲν ἀνεχώρουν εὐθέως, πολλοὶ δ' ἐπὶ τὰ ὅπλα θέοντες πρὶν ἐπιστραφῆναι πρὸς τοὺς ἐχθροὺς ἐφθάνοντο παιόμενοι. [78] Προσεγίνοντο δὲ τοῖς Ἰουδαίοις ἀεὶ πλείους ἐπὶ τῷ κρατεῖν τοὺς πρώτους τεθαρρηκότες, καὶ τῶν ὄντων πολλαπλασίους ἐδόκουν σφίσι τε καὶ τοῖς πολεμίοις δεξιᾷ χρώμενοι τῇ τύχῃ. [79] Μάλιστα δὲ τοὺς ἐν ἔθει συντάξεως ὄντας καὶ μετὰ κόσμου καὶ παραγγελμάτων πολεμεῖν εἰδότας ἀταξία φθάσασα θορυβεῖ. Διὸ καὶ τότε προληφθέντες οἱ Ῥωμαῖοι ταῖς ἐμβολαῖς εἶκον. [80] Καὶ ὁπότε μὲν ἐπιστραφεῖεν οἱ καταλαμβανόμενοι, τοῦ τε δρόμου τοὺς Ἰουδαίους ἐπεῖχον καὶ διὰ τὴν ὁρμὴν ἧττον φυλαττομένους ἐτίτρωσκον, ἀεὶ δὲ πληθυούσης τῆς ἐκδρομῆς μᾶλλον ταραττόμενοι τελευταῖον ἀπὸ τοῦ στρατοπέδου τρέπονται. [81] Καὶ δοκεῖ τότε ἂν κινδυνεῦσαι τὸ τάγμα πᾶν, εἰ μὴ Τίτος ἀγγελθὲν αὐτῷ τάχος ἐπεβοήθησε, καὶ πολλὰ ὀνειδίσας εἰς ἀνανδρίαν ἐπιστρέφει μὲν τοὺς φεύγοντας, [82] αὐτὸς δὲ πλαγίοις τοῖς Ἰουδαίοις προσπεσὼν μεθ' ὧν ἧκεν ἐπιλέκτων συχνοὺς μὲν ἀναιρεῖ, τιτρώσκει δὲ πλείους, τρέπεται δὲ πάντας καὶ συνωθεῖ κατὰ τῆς φάραγγος. [83] Οἱ δ' ἐν τῷ κατάντει πολλὰ κακωθέντες ὡς διεξέπεσον, ἄντικρυς ἐπιστρέφονται καὶ μέσην ἔχοντες τὴν χαράδραν τοῖς Ῥωμαίοις διεμάχοντο. [84] Μέχρι μὲν δὴ μέσης ἡμέρας οὕτως ἐπολέμουν, ὀλίγον δ' ἀπὸ μεσημβρίας ἐκκλίνοντος ἤδη, Τίτος τοὺς μεθ' αὑτοῦ προσβοηθήσαντας καὶ τοὺς ἀπὸ τῶν σπειρῶν τοῖς ἐκτρέχουσιν ἀντιπαρατάξας τὸ λοιπὸν τάγμα πρὸς τὸν τειχισμὸν ἀνέπεμπεν εἰς τὴν ἀκρώρειαν.

(5)[85] Ἰουδαίοις δὲ τοῦτ' ἐδόκει φυγή, καὶ τοῦ σκοποῦ κατασείσαντος θοιμάτιον, ὃς αὐτοῖς ἐπὶ τοῦ τείχους καθῆστο, προπηδῶσι πλῆθος ἀκραιφνέστερον μετὰ τοσαύτης ὁρμῆς, ὡς τὸν δρόμον αὐτῶν τοῖς ἀγριωτάτοις εἰκάζειν θηρίοις. [86] Ἀμέλει τῶν ἀντιπαραταχθέντων οὐδεὶς ἔμεινεν τὴν συμβολήν, ἀλλ' ὥσπερ ἐξ ὀργάνου παιόμενοι διέρρηξαν τὴν τάξιν καὶ πρὸς τὸ ὄρος τραπέντες ἀνέφευγον. [87] Λείπεται δ' ἐν μέσῳ τῷ προσάντει Τίτος μετ' ὀλίγων, καὶ πολλὰ τῶν φίλων παραινούντων, ὅσοι δι' αἰδῶ τὴν πρὸς τὸν ἡγεμόνα τοῦ κινδύνου καταφρονήσαντες ἔστησαν, [88] εἶξαι θανατῶσιν Ἰουδαίοις καὶ μὴ προκινδυνεύειν τούτων, οὓς ἐχρῆν πρὸ αὐτοῦ μένειν, λαμβάνειν δὲ ἔννοιαν τῆς καθ' αὑτὸν τύχης καὶ μὴ στρατιώτου τάξιν ἀποπληροῦν ὄντα καὶ τοῦ πολέμου καὶ τῆς οἰκουμένης δεσπότην, μηδ' ὀξεῖαν οὕτως ὑφίστασθαι ῥοπὴν ἐν ᾧ σαλεύει τὰ πάντα, [89] τούτων οὐδ' ἀκούειν ἔδοξε, τοῖς δὲ καθ' αὑτὸν ἀνατρέχουσιν ἀνθίσταται καὶ κατὰ στόμα παίων βιαζομένους ἀνῄρει κατά τε τοῦ πρανοῦς ἀθρόοις ἐμπίπτων ἀνεώθει τὸ πλῆθος. [90] Οἱ δὲ πρός τε τὸ παράστημα καὶ τὴν ἰσχὺν καταπλαγέντες οὐδ' οὕτως μὲν ἀνέφευγον εἰς τὴν πόλιν, καθ' ἕτερον δ' ἐκκλίνοντες ἀπ' αὐτοῦ τοῖς ἀνωτέρω φεύγουσι προσέκειντο. Καὶ τούτοις δὲ κατὰ πλευρὰν προσβάλλων τὰς ὁρμὰς ὑπετέμνετο. [91] Κἀν τούτῳ καὶ τοῖς ἄνω τειχίζουσι τὸ στρατόπεδον, ὡς ἐθεάσαντο τοὺς κάτω φεύγοντας, [92] πάλιν ἐμπίπτει ταραχὴ καὶ δέος, καὶ διασκίδναται πᾶν τὸ τάγμα, δοκούντων ἀνυπόστατον μὲν εἶναι τὴν τῶν Ἰουδαίων ἐκδρομήν, τετράφθαι δ' αὐτὸν Τίτον· οὐ γὰρ ἄν ποτε τοὺς ἄλλους φεύγειν ἐκείνου μένοντος. [93] Καὶ καθάπερ πανικῷ δείματι κυκλωθέντες ἄλλος ἀλλαχῆ διεφέροντο, μέχρι τινὲς κατιδόντες ἐν μέσῳ τοῦ πολέμου τὸν ἡγεμόνα στρεφόμενον καὶ μέγα δείσαντες ἀμφ' αὐτῷ διαβοῶσι τὸν κίνδυνον ὅλῳ τῷ τάγματι. [94] Τοὺς δ' αἰδὼς ἐπέστρεφε, καὶ πλεῖόν τι φυγῆς κακίζοντες ἀλλήλους ἐπὶ τῷ καταλιπεῖν Καίσαρα πάσῃ βίᾳ κατὰ τῶν Ἰουδαίων ἐχρῶντο καὶ κλίναντες ἅπαξ ἀπὸ τοῦ κατάντους συνώθουν αὐτοὺς εἰς τὸ κοῖλον. [95] Οἱ δ' ὑπὸ πόδα χωροῦντες ἐμάχοντο, καὶ πλεονεκτοῦντες οἱ Ῥωμαῖοι τῷ καθύπερθεν εἶναι συνελαύνουσι πάντας εἰς τὴν φάραγγα. [96] Προσέκειτο δὲ τοῖς καθ' αὑτὸν ὁ Τίτος καὶ τὸ μὲν τάγμα πάλιν ἐπὶ τὴν τειχοποιίαν ἔπεμψεν, αὐτὸς δὲ σὺν οἷς πρότερον ἀντιστὰς εἶργε τοὺς πολεμίους· [97] ὥστ', εἰ χρὴ μήτε θεραπείᾳ τι προστιθέντα μήθ' ὑφελόντα φθόνῳ τἀληθὲς εἰπεῖν, αὐτὸς Καῖσαρ δὶς μὲν ἐρρύσατο κινδυνεῦσαν ὅλον τὸ τάγμα καὶ τοῦ περιβαλέσθαι τὸ στρατόπεδον αὐτοῖς ἄδειαν παρέσχε.

 

III

(1)[98] Λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραζε πολέμου πάλιν τὸν ἔνδον ἡ στάσις ἐπήγειρεν. [99] Καὶ τῆς τῶν ἀζύμων ἐνστάσης ἡμέρας τεσσαρεσκαιδεκάτῃ Ξανθικοῦ μηνός, ἐν ᾗ δοκοῦσιν Ἰουδαῖοι τὸν πρῶτον ἀπαλλαγῆναι καιρὸν Αἰγυπτίων, οἱ μὲν περὶ τὸν Ἐλεάζαρον παρανοίγοντες τὰς πύλας ἐδέχοντο ἐκ τοῦ δήμου τοὺς προσκυνεῖν ἐθέλοντας εἴσω, [100] Ἰωάννης δὲ προκάλυμμα τῆς ἐπιβουλῆς ποιησάμενος τὴν ἑορτὴν τῶν σὺν αὐτῷ κρυπτοῖς ὅπλοις ἐνσκευάσας τοὺς ἀσημοτέρους, ὧν οἱ πλείους ἦσαν ἄναγνοι, διὰ σπουδῆς παρεισπέμπει προκαταληψομένους τὸ ἱερόν. Οἱ δ' ὡς ἔνδον ἐγένοντο, τὰς ἐσθῆτας ἀπορρίψαντες ἐφάνησαν ἐξαπίνης ὁπλῖται. [101] Ταραχὴ δὲ μεγίστη περὶ τὸν ναὸν αὐτίκα καὶ θόρυβος ἦν, τοῦ μὲν ἔξω τῆς στάσεως λαοῦ κατὰ πάντων ἄκριτον οἰομένων εἶναι τὴν ἐπίθεσιν, τῶν δὲ ζηλωτῶν ἐπὶ σφίσι μόνοις. [102] Ἀλλ' οἱ μὲν ἀφέμενοι τὸ φρουρεῖν ἔτι τὰς πύλας καὶ τῶν ἐπάλξεων καταπηδήσαντες πρὶν εἰς χεῖρας ἐλθεῖν εἰς τοὺς ὑπονόμους τοῦ ἱεροῦ κατέφυγον· οἱ δ' ἀπὸ τοῦ δήμου πρὸς τῷ βωμῷ καταπτήσσοντες καὶ περὶ τὸν ναὸν συνειλούμενοι κατεπατοῦντο ξύλοις τε ἀνέδην παιόμενοι καὶ σιδήρῳ. [103] Πολλοὺς δὲ τῶν ἡσυχίων κατ' ἔχθραν καὶ μῖσος ἴδιον ὡς ἀντιστασιαστὰς ἀνῄρουν οἱ διάφοροι, καὶ πᾶς ὁ προσκρούσας τῳ τῶν ἐπιβούλων πάλαι τηνικαῦτα ἐπιγνωσθεὶς ὡς ζηλωτὴς πρὸς αἰκίαν ἀνήγετο. [104] Πολλὰ δὲ δεινὰ τοὺς ἀναιτίους διαθέντες ἐκεχειρίαν τοῖς αἰτίοις ἔδοσαν, καὶ προελθόντας ἐκ τῶν ὑπονόμων διίεσαν. Αὐτοὶ δὲ καὶ τὸ ἐνδότερον ἱερὸν κατασχόντες καὶ τὰς ἐν αὐτῷ παρασκευὰς πάσας κατεθάρρουν ἤδη τοῦ Σίμωνος. [105] Ἡ μὲν οὖν στάσις οὕτω τριμερὴς οὖσα πρότερον εἰς δύο μοίρας περιίσταται.

(2)[106] Ὁ δὲ Τίτος ἔγγιον ἀπὸ τοῦ Σκοποῦ τῇ πόλει παραστρατοπεδεύσασθαι προαιρούμενος πρὸς μὲν τοὺς ἐκτρέχοντας ἔστησεν ἐπιλέξας ἱππέων τε καὶ πεζῶν ὅσους ἀρκέσειν ὑπελάμβανεν, τῇ δ' ὅλῃ δυνάμει προσέταξεν ἐξομαλίζειν τὸ μέχρι τοῦ τείχους διάστημα. Καταβληθέντος δὲ παντὸς ἕρκους καὶ περιφράγματος, [107] ὅσα κήπων προανεστήσαντο καὶ δένδρων οἱ οἰκήτορες, ὕλης τε ἡμέρου τῆς μεταξὺ πάσης ἐκκοπείσης ἀνεπλήσθη μὲν τὰ κοῖλα καὶ χαραδρώδη τοῦ τόπου, [108] τὰς δὲ πετρώδεις ἐξοχὰς σιδήρῳ κατεργαζόμενοι χθαμαλὸν ἐποίουν πάντα τὸν τόπον ἀπὸ τοῦ Σκοποῦ μέχρι τῶν Ἡρώδου μνημείων, ἃ προσέχει τῇ τῶν ὄφεων ἐπικαλουμένῃ κολυμβήθρᾳ.

(3)[109] Καὶ κατὰ ταύτας τὰς ἡμέρας ἐνέδραν οἱ Ἰουδαῖοι κατὰ τῶν Ῥωμαίων συσκευάζονται τοιάνδε. [110] Τῶν στασιαστῶν οἱ τολμηροὶ προελθόντες ἔξω τῶν Γυναικείων καλουμένων πύργων, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν εἰρηνικὰ φρονούντων καὶ δεδοικότες τὴν τῶν Ῥωμαίων ἔφοδον ἀνειλοῦντο καὶ παρ' ἀλλήλους ὑπέπτησσον. [111] Οἱ δὲ διαστάντες ἐπὶ τοῦ τείχους δῆμος εἶναι δοκῶν εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο καὶ τοὺς Ῥωμαίους ἐκάλουν ἀνοίξειν ὑπισχνούμενοι τὰς πύλας· ἅμα δὲ ταῦτα κεκραγότες καὶ τοὺς σφετέρους ἔβαλλον λίθοις ὡς ἀπελαύνοντες τῶν πυλῶν. [112] Κἀκεῖνοι βιάζεσθαι τὰς εἰσόδους ὑπεκρίνοντο καὶ τοὺς ἔνδον ἱκετεύειν, συνεχῶς τε πρὸς τοὺς Ῥωμαίους ὁρμήσαντας ἐπιστρεφόμενοι ταραττομένοις προσεῴκεισαν. [113] Παρὰ μὲν οὖν τοῖς στρατιώταις τὸ πανοῦργον αὐτῶν οὐκ ἐλείπετο πίστεως, ἀλλ' ὡς τοὺς μὲν ἐν χερσὶν ἔχοντες ἑτοίμους πρὸς τιμωρίαν, τοὺς δὲ ἀνοίξειν τὴν πόλιν ἐλπίζοντες ἐχώρουν ἐπὶ τὴν πρᾶξιν. [114] Τίτῳ δὲ δι' ὑποψίας ἦν τὸ τῆς ἐπικλήσεως παράλογον· καὶ γὰρ πρὸ μιᾶς ἡμέρας προκαλούμενος αὐτοὺς ἐπὶ συμβάσεις διὰ τοῦ Ἰωσήπου μέτριον οὐδὲν εὕρισκε· καὶ τότε τοὺς στρατιώτας κατὰ χώραν μένειν ἐκέλευσεν. [115] Ἔφθασαν δέ τινες τῶν ἐπὶ τοῖς ἔργοις προτεταγμένων ἁρπάσαντες τὰ ὅπλα πρὸς τὰς πύλας ἐκδραμεῖν. [116] Τούτοις οἱ μὲν ἐκβεβλῆσθαι δοκοῦντες τὸ πρῶτον ὑπεχώρουν, ἐπεὶ δὲ μεταξὺ τῶν τῆς πύλης ἐγίνοντο πύργων, ἐκθέοντες ἐκυκλοῦντό σφας καὶ προσέκειντο κατόπιν· [117] οἱ δ' ἀπὸ τοῦ τείχους πλῆθος χερμάδων καὶ βελῶν παντοίων ἄθρουν κατέχεαν, ὡς συχνοὺς μὲν ἀνελεῖν, τρῶσαι δὲ πλείστους. [118] Ἦν γὰρ οὐ ῥᾴδιον τοῦ τείχους διαφυγεῖν τῶν κατόπιν βιαζομένων, καὶ ἄλλως αἰδὼς τῆς διαμαρτίας καὶ τῶν ἡγεμόνων δέος παρεκελεύετο τῷ πταίσματι προσλιπαρεῖν. [119] Διὸ δὴ μέχρι πλείστου διαδορατιζόμενοι καὶ πολλὰς ὑπὸ τῶν Ἰουδαίων λαμβάνοντες πληγάς, ἀμέλει δ' οὐκ ἐλάττους ἀντιδιδόντες, τέλος ἀνωθοῦσι τοὺς κυκλωσαμένους· ὑποχωροῦσι δ' αὐτοῖς οἱ Ἰουδαῖοι καὶ μέχρι τῶν Ἑλένης μνημείων εἵποντο βάλλοντες.

(4)[120] Ἔπειθ' οἱ μὲν ἀπειροκάλως ἐξυβρίζοντες εἰς τὴν τύχην ἔσκωπτόν τε τοὺς Ῥωμαίους δελεασθέντας ἀπάτῃ καὶ τοὺς θυρεοὺς ἀνασείοντες ἐσκίρτων καὶ μετὰ χαρᾶς ἀνεβόων. [121] Τοὺς δὲ στρατιώτας ἀπειλή τε τῶν ταξιάρχων καὶ χαλεπαίνων Καῖσαρ τούτοις ἐξεδέχετο, φάσκων ὡς Ἰουδαῖοι μέν, οἷς ἀπόνοια μόνη στρατηγεῖ, πάντα μετὰ προνοίας πράττουσι καὶ σκέψεως ἐπιβουλάς τε συντάσσοντες καὶ λόχους, ἕπεται δ' αὐτῶν ταῖς ἐνέδραις καὶ τύχη διὰ τὸ πειθήνιον καὶ τὴν πρὸς ἀλλήλους εὔνοιάν τε καὶ πίστιν· [122] Ῥωμαῖοι δέ, οἷς δι' εὐταξίαν καὶ τὸ πρὸς τοὺς ἡγεμόνας εὐπειθὲς ἀεὶ δουλεύει καὶ τύχη, νῦν ὑπὸ τῶν ἐναντίων πταίουσι καὶ διὰ χειρῶν ἀκρασίαν ἁλίσκονται, τὸ πάντων αἴσχιστον, ἀστρατήγητοι μαχόμενοι παρόντος Καίσαρος. [123] Ἦ μεγάλα μὲν στενάξειν ἔφη τοὺς τῆς στρατείας νόμους, μεγάλα δὲ αὐτοῦ τὸν πατέρα τήνδε τὴν πληγὴν πυθόμενον, [124] εἴ γε ὁ μὲν ἐν πολέμοις γηράσας οὐδέποτ' ἔπταισεν οὕτως, οἱ νόμοι δ' ἀεὶ καὶ τοὺς βραχύ τι τῆς τάξεως παρακινήσαντας θανάτῳ κολάζουσιν, νῦν δ' ὅλην στρατιὰν ἑωράκασι λιποτάκτην. [125] Γνώσεσθαί γε μὴν αὐτίκα τοὺς ἀπαυθαδισαμένους, ὅτι καὶ τὸ νικᾶν παρὰ Ῥωμαίοις δίχα παραγγέλματος ἀδοξεῖται. [126] Τοιαῦτα διατεινάμενος πρὸς τοὺς ἡγεμόνας δῆλος ἦν κατὰ πάντων χρήσεσθαι τῷ νόμῳ. Καὶ οἱ μὲν παρεῖσαν τὰς ψυχὰς ὡς ὅσον οὔπω τεθνηξόμενοι δικαίως, [127] περιχυθέντα δὲ τὰ τάγματα τῷ Τίτῳ περὶ τῶν συστρατιωτῶν ἱκέτευε καὶ τὴν ὀλίγων προπέτειαν χαρίσασθαι τῇ πάντων εὐπειθείᾳ κατηντιβόλουν· ἀναλήψεσθαι γὰρ τὸ παρὸν πταῖσμα ταῖς εἰς τὸ μέλλον ἀρεταῖς.

(5)[128] Πείθεται Καῖσαρ ἅμα ταῖ`