DION CASSIUS
TOME PREMIER
FRAGMENTS DES LIVRES I - XXXVI
FRAGMENTS DU LIVRE VII
TEXTE GREC
précédent (livre VI) - suite (LIVRE VII)
Pour avoir la traduction d'un chapitre, cliquer sur le chapitre
|
LVI.
Τῆς
στρατείας τῶν
Γαλατῶν αἰτία αὕτη
ἐγένετο·
οἱ Κλουσῖνοι
πολέμῳ ὑπ'
αὐτῶν
κακωθέντες,
πρὸς τοὺς Ῥωμαίους
κατέφυγον,
ἐλπίδα οὐκ
ἐλαχίστην
ἔχοντες,
ἐπειδὴ τοῖς
Οὐηιένταις
καίπερ
ὁμοφύλοις
οὖσιν οὐ
συνήραντο, πάντως τινὰ
ὠφελίαν παρ'
αὐτῶν
εὑρήσεσθαι. Ὡς δὲ
ἐκεῖνοι τὴν
ἐπικουρίαν
οὐκ
ἐψηφίσαντο, πρέσβεις δὲ
πρὸς τοὺς
Γαλάτας
πέμψαντες,
εἰρήνην
αὐτοῖς
ἔπραττον·
ταύτην παρὰ
μικρόν (ἐπὶ γὰρ
μέρει τῆς
χώρας
προετείνετό)
σφισιν
ἐποιήσαντο. LVII. Ὅτι τοῖς Ῥωμαίοις δεξαμένοις τὴν τῶν Γαλατῶν ἔφοδον οὐδ' ἀναπνεῦσαι ὑπῆρξεν· ἀλλ' αὐθημερὸν ἐς τὴν μάχην ἐκ τῆς πορείας, ὥσπερ εἶχον, καταστάντες ἔπταισαν· . Πρός γὰρ τὸ ἀδόκητον τῆς ἐπιστρατείας αὐτῶν κ,αὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν σωμάτων , τήν τε φωνὴν ξενικόν τέ τι καὶ φρικῶδες φθεγγομένην ἐκπλαγέντες, τῆς τε ἐμπειρίας ἅμα τῆς τῶν τακτικῶν ἐπελάθοντο, καὶ ἐκ τούτου καὶ τὰς ἀρετὰς προήκαντο. Πλεῖστον γάρ τοι πρὸς ἀνδρείαν ἐπιστήμη φέρει, ὅτι καὶ παροῦσά τισι τὴν ῥώμην τῆς γνώμης σφῶν βεβαιοῖ, καὶ ἐλλείπουσα καὶ ἐκείνην προσδιαφθείρει πολλῷ μᾶλλον ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτῆς προσαπῆλθχεν· ἄπειριᾳ μὲν γὰρ πολλὰ θυμῷ βιαίως κατορθοῦσιν· οἱ δὲ δὴ τῆς εὐταξίας, ἣν ἂν μάθωσιν, ἁμαρτάνοντες, καὶ τὴν τοῦ φρονήματος ἰσχὺν προσαπολλύουσιν. Ὑφ' ὧν καὶ οἱ Ῥωμαῖοι ἐσφάλησαν. LVIII.
Ὅτι οἱ Ῥωμαῖοι
οἱ ἐν τῷ
Καπιτωλίῳ
ὄντες, καὶ
πολιορκούμενοι,
ἐλπίδα
σωτηρίας πλὴν
παρὰ τοῦ
δαιμονίου
οὐδεμίαν
εἶχον. Τὸ
γὰρ δὴ θεῖον
καίπερ ἐν
παντὶ κακοῦ
ὄντες
ἐθεράπευον
οὕτως, ὥστε
ἐπειδή τι τῶν
ἱερῶν ἐχρῆν
ὑπὸ τῶν
ποντιφίκων
ἄλλοθί που τῆς
πόλεως;
γενέσθαι,
Καίσων
Φάβιος,
οὗ ἡ
ἱερουργία
ἱκνεῖτο,
κατέβη τε ἐπ' αὐτὴν ἐκ τοῦ
Καπιτωλίου
στειλάμενος
ὥσπερ εἰώθει,
καὶ διὰ τῶν
πολεμίων
διεξελθὼν, τά
τε νομιζόμενα
ἐποίησε καὶ
αὐθημερὸν
ἀνεκομίσθη. LIX. Ὅτι ὁ Κ άμιλλος παρακαλούμενος τὴν ἡγεμονίαν ἐγχειρισθῆναι, οὐχ ὑπήκουσεν, ὅτι φεύγων τε ἦν, καὶ οὐκ ἔμελλε κατὰ τὰ πάτρια αὐτὴν λήψεσθαι. Οὕτω γάρ που νόμιμος ἀκριβής τε ἀνὴρ ἐγένετο, ὥστε καὶ ἐν τηλικούτῳ τῆς πατρίδος κινδύνῳ διὰ φροντίδος τὰ καθήκοντα ποιεῖσθαι, καὶ μὴ δικαιοῦν παράδειγμα τοῖς ἔπειτα παρανομίας καταλιπεῖν. LX. Ὁτι τῶν Ῥωμαίων ἁλούσης ὑπὸ Γαλατῶν τῆς πόλεως εἰς τὸ Καπιτώλιον ἀνασκευασαμένων, ὁ Κάμιλλος φυγὰς ὢν, εἰσπέμπει πρὸς αὐτοὺς, ὡς ἐπιθέσθαι βούλεται τοῖς Γαλάταις. Ὡς δὲ ὁ διακομίζων τὰ γράμματα εἰς τὸ φρούριου ἀφίκετο, οἱ βάρβαροι τὰ ἴχνη διεσημαίντο. Καὶ μικροῦ δεῖν καὶ τὸ καταφύγιον ἔλαβεν ἂν, εἰ μὴ ἱεροὶ χῆνες βοσκόμενοι τὴν τῶν βαρβάρων ἔφοδον διεθρύλλησαν, καὶ τοὺς ἔνδον Ῥωμαίους διυπνίσαντες τοῖς ὅπλοις παρέστησαν. LXI. Ὅτι Σιβύλλης χρησμὸς ἐφάσκετο Καπιτὼλιον κεφάλαιον ἔσεσθαι τῆς οἰκουμένης μέχρι τῆς τοῦ κόσμου καταλύσεως. LXII. Ὁτι Φευρουάριος φθονήσας Καμίλλῳ μελέτην τυραννίδος αὐτοῦ κατηγόρησε· τούτου δὲ διωχθέντος καὶ αὖθις καθόδου τυχόντος, ὡς πολιορκουμένῃ τῇ πατρἰδι κατὰ τὴν φυγὴν ἐβοήθησεν, εἰς ἐξέτασιν Φευρουάριος ἄγεται καὶ διώκεται. Κάμιλλος δὲ καὶ τὸν ὲπώνυμον αὐτῷ μῆνα παρὰ τοὺς ἄλλους ἐκολόβωσεν. LXIII.
Ὅτι
τοῦ
Καπιτωλίνου
κατέγνω ὁ
δῆμος. Καὶ
ἥ τε οἰκία
αὐτοῦ
κατεσκάφη, καὶ
τὰ χρήματα
ἐδημεύθη,
τό τε ὄνομα,
καὶ εἰ δή που
εἰκὼν ἦν ἀπηλείφθη
καὶ διεφθάρη. Καὶ νῦν δὲ,
πλὴν τῆς
κατασκαφῆς,
πάντα
γίγνεται ἐπὶ
τοῖς τῷ κοινῷ
ἐπιβουλεύουσιν.
Ἔκριναν
δὲ καὶ μηδένα
εὐπατρίδην ἐν
τῇ ἄκρᾳ
κατοικεῖν,
ὅτι καὶ
ἐκεῖνος
ἐνταυθοῖ
οἰκῶν
ἐτύγχανεν.
Ἡ δὲ δὴ
συγγένεια ἡ
τῶν Μαλλίων
ἀπεῖπε
μηδένα σφῶν
Μᾶρκον, ἐπείπερ
οὗτος
ὠνομάζετο,
προσκαλεῖσθαι. LXIV. Ὅτι ὁ Καπιτωλῖνος κατεκρημνίσθη ὑπὸ τῶν Ῥωμαίων· οὕτως οὔτ' ἄλλο τι κατὰ χώραν, ὡς πλήθει, τοῖς ἀνθρώποις μένει· καὶ εὐπραγίαι συχνοὺς ἐς συμφορὰς ἀντιρρόπους προάγουσιν· ἐξαίρουσαι γὰρ αὐτοὺς πρὸς τὰς ἐλπίδας τῶν ὁμοίων, τοῦ τε πλείονος ἀεὶ ποιοῦσιν ἐπορέγεσθαι, καὶ ἐς τὸ ἐναντιώτατον σφαλέντας καταβάλλουσι. LXV. Ὅτι πρὸς Τουσκουλανοὺς ἐστράτευσε Κάμιλλος· θαυμαστῇ δέ τινι προσποιήσει δεινὸν οὐδὲν ἔπαθον. Καθάπερ γὰρ οὔτ' αὐτοί τι πλημμελήσαντες, οὔτε τῶν Ῥωμαίων ὀργήν σφισι ἐχόντων, ἀλλ' ἤτοι ὡς φίλων παρὰ φίλους ἰόντων, ἢ καὶ ἐφ' ἑτέρους τινὰς διὰ τῆς ἐκείνων στρατευόντων, οὔτε τι μετέβαλον τῶν καθεστηκότων, οὔθ' ὅλως ἐταράχθησαν. Ἀλλὰ καὶ πάνυ πάντες ἐπί τε ταῖς δημιουργίαις, καὶ ἐπὶ τοῖς ἄλλοις ἔργοις ὡς καὶ ἐν εἰρήνῃ κατὰ χώραν μείναντες, εἴσω τε τὸν στρατὸν ἐσεδέξαντο, καὶ ξένια αὐτοῖς ἔδοσαν, τά τε ἄλλα ὡς φίλους ἐτίμησαν. Ἐξ οὗπερ καὶ οἱ Ῥωμαῖοι οὐχ ὅτι κακόν τι αὐτοὺς ἔδρασαν, ἀλλὰ καὶ ἐς τὴν πολιτείαν μετὰ ταῦτ' ἐσεγράψαντο. LXVI. Ὅτι χιλιαρχοῦντος Ῥούφου, καὶ πράττοντός ἐν τῇ ἀγορᾷ δημόσιον, [πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν] ἐπειδὴ [δὲ] ἐκ τινος ἀφίκετο, καὶ [ τὴν] θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσεν, ἐξεταράχθη πρὸς τοῦτο [ἡ γυνὴ] οὔπω πρότερον τοιούτου τινὸς πεπειραμένη καὶ διεπτοήθη. Γέλωτος οὖν ἐπ' αὐτῇ συχνοῦ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν ἄλλων γενομένου, καὶ σκωφθεῖσα ὡς ἰδιῶτις τῶν ἀρχικῶν πραγμάτων, διὰ τὸ τὸν ἄνδρα αὐτῆς μήποτε ἐν ἡγεμονίᾳ τινὶ ἐξητάσθαι, οὖσα, δεινὸν ἐποιήσατο· οἷά που ἄλλως τε καὶ ταῖς γυναιξὶν ἐκ μικροψυχίας συμβαίνειν πέφυκεν· καὶ οὐ πρότερον ἀνῆκε δυσκολαίνουσα πρὶν πᾶσαν τὴν πόλιν θορυβῆσαι, ὥς που σμικρὰ καὶ τὰ τυχόντα πολλῶν τισι καὶ μεγάλων κακῶν αἴτια γίγνεται, ὅταν φθόνῳ τέ τις αὐτὰ καὶ ζηλοτύπως λαμβάνῃ.
suite (livre VIII) |