DION CASSIUS
TOME PREMIER
FRAGMENTS DES LIVRES I - XXXVI
FRAGMENTS DU LIVRE VII
TEXTE GREC
précédent (livre VI) - suite (LIVRE V)
Pour avoir la traduction d'un chapitre, cliquer sur le chapitre
LII.
Ὅτι
τὴν τῶν
Φαλίσκων
πόλιν
πολιορκοῦντες
οἱ Ῥωμαῖοι,
ταύτῃ
προσκαθήμενοι
διετρίβησαν
ἂν,
εἰ μὴ τοιόνδε
τι ἐγένετο.
Γραμματιστής
τις ἐν αὐτῇ
παῖδας οὔτ'
ὀλίγους οὔτ' ἀφανεῖς
παιδεύων,
εἴθ' ὑπ'
ὀργῆς ἢ καὶ
κέρδους
ἐλπίδι πάντας
σφᾶς ἔξω τε τοῦ
τείχους ὡς καὶ
ἐπ' ἄλλο
τι ἐξήγαγεν (τοσοῦτον
γάρ που τῆς
ἀδείας αὐτοῖς
περιῆν, ὥστε
καὶ τότε
συμφοιτᾶν)·
καὶ πρὸς τὸν
Κάμιλλον
ἐκόμισε,
πᾶσάν οἱ τὴν
πόλιν δι'
αὐτῶν
παραδιδόναι
λέγων·
οὐ γὰρ
περιοίσειν
ἔτι τοὺς ἔνδον,
τῶν φιλτάτων
σφίσι
ἐχομένων. LIII. Ὅτι πρὸς Φαλίσκους οἱ Ῥωμαῖοι πολλὰς μάχας μαχεσάμενοι καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες, τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν, πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρμησαν. Φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν συνήθους, κἂν θεῖον ᾖ, καταφρονεῖν, τὸ δὲ ἀπείρατον θαυμάζειν. Παρ' ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖσθαι νομίζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται· παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινοτομίας ἐλπίζουσιν. LIV. Ὁ οὖν Κάμιλλος ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Οὐηίων τὸ δημόσιον ὠφελήσας· καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. LV. Οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον, οὐδ' ὅσοι φιλοτιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον, ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγγενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον, ὥστε μηδ' ἀποκρύπτεσθαι· δεομένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν γε ἀπολύουσαν θέσθαι, ... Ἁλόντι δ' αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο. Διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπ' ὀργῆς ἐποιήσατο, χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν, καὶ πρὸς τοὺς Ῥουτούλους πρὶν κατηγορηθῆναι μετέστη.
suite (livre VII) |