|
Τάδε
ἔνεστιν ἐν τῷ
τετταρακοστῷ
δευτέρῳ τῶν
Δίωνος
Ῥωμαϊκῶν
Ὡς
Πομπήιος
ἡττηθεὶς ἐν
Θεσσαλίᾳ
ἔφυγεν εἰς
Αἴγυπτον καὶ
ἀπέθανεν.
Ὡς
Καῖσαρ
Πομπήιον
ἐπιδιώκων εἰς
Αἴγυπτον
ἦλθεν.
Ὡς
ἠγγέλθη τὰ
κατὰ Καίσαρα
καὶ Πομπήιον
εἰς Ῥώμην καὶ ἃ
ἐψηφίσαντο τῷ
Καίσαρι.
Ὡς
ἐστασίασαν οἱ
ἐν Ῥώμῃ παρὰ
τὴν τοῦ
Καίσαρος
ἀποδημίαν.
Ὡς
Καῖσαρ
Αἰγυπτίοις
πολεμήσας
κατεστρέψαντο
αὐτοὺς καὶ τῇ
Κλεοπάτρᾳ
ἐχαρίσατο.
Ὡς
Καῖσαρ
Φαρνάκην
ἐνίκησεν.
Ὡς
Καῖσαρ ἐς
Ῥώμην
ἐπανῆλθε καὶ
τὰ ἐν αὐτῇ
κατεστήσατο.
Ὡς Καῖσαρ ἐς
Ἀφρικὴν
ἐστράτευσεν.
Χρόνου πλῆθος
τὰ λοιπὰ τῆς Γ.
Ἰουλίου
Καίσαρος τὸ β'
καὶ Πουπλίου
Σερουιλίου
Ἰσαυρικοῦ
ὑπατείας καὶ
ἄλλο ἔτος ἕν, ἐν
ᾧ ἄρχοντες οἱ
ἀριθμούμενοι
οἵδε ἐγένοντο
Γ. Ἰούλιος Γ. ὑἱ.
Καῖσαρ
δικτάτωρ τὸ β'
Μ. Ἀντώνιος Μ. ὑἱ.
Ἵππαρχος,
ὑπάτω δὲ Κ.
Φούριος Κ. ὑἱ.
Καλῆνος καὶ
Π.
Οὐατίνιος Π. ὑἱ.
1.
[1] Ἡ μὲν οὖν
μάχη τοιαύτη
δή τις ἐγένετο. Καὶ
ἀπ' αὐτῆς ὁ
Πομπήιος
πάντων τῶν
ἑαυτοῦ
πραγμάτων
παραχρῆμα
ἀπέγνω, καὶ
οὐκέτ' οὔτε τῆς
ἰδίας ἀρετῆς,
οὔτε τοῦ τῶν
λοιπῶν
στρατιωτῶν
πλήθους, οὔθ'
ὅτι πολλάκις ἡ
τύχη δι'
ἐλαχίστου
τοὺς
πταίσαντας
ἀναλαμβάνει,
λογισμόν τινα
ἐποιήσατο,
καίπερ ἐν τῷ
πρόσθεν χρόνῳ
πλεῖστον μὲν
τὸ εὔθυμον
πλεῖστον δὲ τὸ
εὔελπι παρὰ
πάντα ὅσα
ἐσφάλη ἀεί
ποτεσχών.
[2] Αἴτιον
δὲ ὅτι ἐν μὲν
ἐκείνοις
ἀντίπαλος ὡς
πλήθει τοῖς
ἐναντίοις ὢν
οὐ
προελάμβανε
τῇ γνώμῃ τὴν
νίκην, ἀλλ' ἐπ'
ἀμφότερα τὴν
ἔκβασιν τῶν
πραγμάτων, ἔν
τε τῷ
θαρσοῦντι καὶ
πρὶν ἐς
κατάπληξίν
τινα
ἀφικέσθαι,
προσκοπῶν οὐκ
ἠμέλει τῆς τοῦ
χείρονος
θεραπείας, καὶ
διὰ τοῦτ' οὔθ'
ὑπείκειν ταῖς
συμφοραῖς
ἠναγκάζετο
καὶ
ἀναμάχεσθαι
ῥᾳδίως
ἐδύνατο, τότε
δὲ πολλῷ τοῦ
Καίσαρος
περισχήσειν
ἐλπίσας οὐδὲν
προείδετο.
[3] Οὔκουν
οὐδὲ τὸ
στρατόπεδον
ἐν ἐπιτηδείῳ
ἐποιήσατο, οὐδ'
ἀναφυγὴν
οὐδεμίαν
ἡττηθέντι οἱ
παρεσκεύασε·
τρῖψαί τε
δυνηθεὶς ἂν τὰ
πράγματα, κἀκ
τούτου ἀμαχεὶ
κρατῆσαι
στρατός τε γὰρ
καθ' ἑκάστην
ἡμέραν αὐτῷ
προσεγίγνετο,
καὶ τὰ
ἐπιτήδεια
ἄφθονα ἅτε ἐν
τε φιλίᾳ τῇ
πλείστῃ χώρᾳ
ὢν καὶ
ναυκρατῶν
εἶχεν, ὅμως,
εἴτε
ἐθελοντὴς ὡς
καὶ πάντως
νικήσων, εἴτε
καὶ ὑπὸ τῶν
συνόντων
ἐκβιασθείς,
συνέβαλε.
[4] Καὶ διὰ
ταῦτ', ἐπειδὴ
τάχιστα
ἐνικήθη,
δεινῶς
ἐξεπλάγη καὶ
οὔτε τι
βούλευμα
καίριον οὔτ'
ἐλπίδα
βεβαίαν ἐς τὸ
ἀνακινδυνεῦσαι
ἔσχεν. Ὅταν
γάρ τι
ἀπροσδοκήτως
τέ τινι καὶ
μετὰ πλείστου
παραλόγου
προσπέσῃ, τό τε
φρόνημα αὐτοῦ
ταπεινοῖ καὶ
τὸ
λογιζόμενον
ἐκπλήσσει, ὥστ'
αὐτὸν
κάκιστόν τε
καὶ
ἀσθενέστατον
τῶν πρακτέων
κριτὴν
γενέσθαι.
[5] Οὐ
γὰρ ἐθέλουσιν
οἱ λογισμοὶ
τοῖς φόβοις
συνεῖναι, ἀλλὰ
ἂν μὲν
προκατάσχωσί
τινα, καὶ μάλα
γενναίως
αὐτοὺς
ἀπωθοῦνται, ἂν
δ' ὑστερήσωσιν,
ἡττῶνται.
2.
[1] Διὰ μὲν δὴ
ταῦτα καὶ ὁ
Πομπήιος, ὡς
οὐδὲν αὐτῶν
προενόησε, καὶ
γυμνὸς καὶ
ἄφρακτος
εὑρέθη, τάχ' ἂν
μὴ χαλεπῶς,
εἴπερ τι
προεώρατο,
πάντα διὰ
ταχέων
ἀνακτησάμενος.
Τῶν τε γὰρ
μεμαχημένων
συχνοὶ
περιεγεγόνεσαν,
καὶ ἑτέρας
δυνάμεις οὐ
σμικρὰς εἶχε·
τό τε μέγιστον
καὶ χρήματα
πολλὰ
ἐκέκτητο καὶ
τῆς θαλάσσης
ἁπάσης
ἐκράτει, αἵ τε
πόλεις καὶ αἱ
αὐτοῦ καὶ αἱ ἐν
τῇ Ἀσίᾳ καὶ
δυστυχήσαντα
αὐτὸν ἠγάπων.
[2] Νῦν δ'
ἐπειδήπερ ἐφ' ᾧ
μάλιστα
ἐθάρσει κακῶς
ἀπήλλαξεν,
οὐδὲ ἐκείνων
οὐδενὶ ὑπὸ τῆς
αὐτίκα τοῦ
φόβου
προσβολῆς
ἐχρήσατο, ἀλλὰ
τό τε ἔρυμα
εὐθὺς ἐξέλιπε
καὶ πρὸς
Λάρισσαν μετ'
ὀλίγων ἔφυγε.
[3] Καὶ ἐς μὲν τὴν
πόλιν οὐκ
ἐσῆλθε καίτοι
τῶν
Λαρισσαίων
ἐσκαλούντων,
φοβηθεὶς μή
τινα αἰτίαν ἐκ
τούτου
ὄφλωσιν· ἀλλ'
ἐκείνους μὲν
τῷ κρατοῦντι
προσχωρῆσαι
ἐκέλευσεν,
αὐτὸς δὲ τά τε
ἐπιτήδεια
λαβὼν καὶ ἐπὶ
τὴν θάλασσαν
καταβὰς ἐς
Λέσβον ὁλκάδι
πρός τε τὴν
γυναῖκα τὴν
Κορνηλίαν καὶ
πρὸς τὸν υἱὸν
τὸν Σέξτον
ἔπλευσε.
[4] Καὶ αὐτοὺς
παραλαβὼν καὶ
μηδὲ ἐς τὴν
Μυτιλήνην
ἐσελθὼν ἐς
Αἴγυπτον
ἀπῆρε,
συμμαχίαν
παρὰ τοῦ
Πτολεμαίου
τοῦ
βασιλεύοντος
αὐτῆς σχήσειν
ἐλπίσας· τοῦ τε
γὰρ
Πτολεμαίου
τοῦ διὰ τοῦ
Γαβινίου τὴν
βασιλείαν παρ'
αὐτοῦ
ἀπολαβόντος
υἱὸς ἦν, καὶ
διὰ τοῦτο καὶ
τὸ ναυτικὸν ἐς
ἐπικουρίαν οἱ
ἐπεπόμφει.
[5] Ἤκουσα μὲν
γὰρ ὅτι καὶ ἐς
Πάρθους
φυγεῖν
ἐβουλεύσατο,
οὐ μέντοι καὶ
πιστεύειν ἔχω.
Ἐκεῖνοί τε γὰρ
τούς τε
Ῥωμαίους
πάντας, ἀφ' οὗ
σφισιν ὁ
Κράσσος
ἐπεστράτευσε,
καὶ τὸν
Πομπήιον
μάλιστα ἅτε
καὶ
προσήκοντα
αὐτῷ, οὕτως
ἐμίσουν ὥστε
καὶ τὸν
πρεσβευτὴν
αὐτοῦ πρὸς τὴν
αἴτησιν τῆς
βοηθείας
ἐλθόντα δῆσαι
καίπερ
βουλευτὴν
ὄντα.
[6] Καὶ ὁ
Πομπήιος οὐκ
ἄν ποτε τοῦ
πολεμιωτάτου,
οὗ γε εὖ
πράττων οὐκ
ἐτετυχήκει,
ἱκέτης
ὑπέμεινε
δυστυχήσας
γενέσθαι.
3.
[1] Ἀλλ'
ἐς τὴν
Αἴγυπτον δι'
ἅπερ εἶπον
ὥρμησε, καὶ
παρὰ τὴν
ἤπειρον μέχρι
Κιλικίας
κομισθεὶς
ἐκεῖθεν πρὸς
τὸ Πηλούσιον
ἐπεραιώθη,
ὅπου ὁ
Πτολεμαῖος
Κλεοπάτρᾳ τῇ
ἀδελφῇ
πολεμῶν
ἐστρατοπέδευτο.
[2] Τάς τε ναῦς
ἀνοκωχεύσας
ἔπεμψέ τινας,
τῆς τε πατρῴας
αὐτὸν
εὐεργεσίας
ἀναμιμνήσκων
καὶ δεόμενος
ἐπὶ ῥητοῖς τέ
τισι καὶ
βεβαίοις
καταχθῆναι·
ἐκβῆναι γὰρ
πρὶν
ἀσφάλειάν
τινα λαβεῖν
οὐκ ἐθάρσησε.
[3] Καὶ αὐτῷ ὁ μὲν
Πτολεμαῖος
οὐδέν παῖς γὰρ
ἔτι κομιδῇ ἦν
ἀπεκρίνατο,
τῶν δὲ δὴ
Αἰγυπτίων
τινὲς καὶ
Λούκιος
Σεπτίμιος
ἀνὴρ Ῥωμαῖος,
συνεστρατευκὼς
μέν ποτε τῷ
Πομπηίῳ,
συγγεγονὼς δὲ
τῷ Γαβινίῳ καὶ
πρὸς ἐκείνου
τῷ Πτολεμαίῳ
μετὰ
στρατιωτῶν ἐς
φυλακὴν αὐτοῦ
καταλελειμμένος,
[4] ἦλθον μὲν ὡς
φίλοι,
ἐπεβούλευσαν
δὲ ἀνοσίως, καὶ
ἐκ τούτου
προστρόπαιον
καὶ ἑαυτοῖς
καὶ τῇ Αἰγύπτῳ
πάσῃ
προσέθεντο·
αὐτοί τε γὰρ
οὐκ ἐς μακρὰν
ἀπώλοντο, καὶ
οἱ Αἰγύπτιοι
τὸ μὲν πρῶτον
τῇ Κλεοπάτρᾳ
δουλεύειν,
ὅπερ ἥκιστα
ἐβούλοντο,
παρεδόθησαν,
ἔπειτα δὲ καὶ
ἐς τὸ τῶν
Ῥωμαίων
ὑπήκοον
ἐσεγράφησαν.
4.
[1] Ἐν
δ' οὖν τῷ τότε
Σεπτίμιος καὶ
Ἀχιλλᾶς ὁ
στρατίαρχος,
ἄλλοι τε μετ'
αὐτῶν ὄντες,
ἑτοίμως
ἔφασαν
ἐσδέξεσθαι
τὸν Πομπήιον,
ὅπως ὡς ῥᾷστα
ἀπατηθεὶς
ἁλοίη· καὶ τούς
τε ἐλθόντας
παρ' αὐτοῦ
προέπεμψαν,
θαρσεῖν σφας
ἔνιοι
κελεύσαντες,
καὶ αὐτοὶ μετὰ
τοῦτο ἀκατίων
ἐπιβάντες
προσέπλευσαν
αὐτῷ.
[2] Καὶ τά
τε ἄλλα
ἐφιλοφρονήσαντο
αὐτὸν καὶ
ἠξίωσαν πρὸς
ἑαυτοὺς
μετεκβῆναι,
λέγοντες μήτε
τινὰ ναῦν
δύνασθαι ὑπὸ
τοῦ μεγέθους
διὰ τὰ βράχη
πρὸς τὴν γῆν
προσσχεῖν, καὶ
τὸν
Πτολεμαῖον ἐν
πολλῇ
ἐπιθυμίᾳ
εἶναι θᾶσσον
αὐτὸν ἰδεῖν.
[3] Καὶ ὁ μὲν οὕτω,
καίτοι πάντων
οἱ τῶν σύμπλων
ἀπαγορευόντων,
πιστεύσας
αὐτοῖς ........
Τοσοῦτον
μόνον εἰπών,
ὅστις γὰρ ὡς
τύραννον
ἐμπορεύεται,
κείνου 'στὶ
δοῦλος,
κἂν ἐλεύθερος
μόλῃ·
[4] οἱ δὲ ἐπειδὴ
ἐγγὺς τῆς γῆς
ἐγένοντο,
φοβηθέντες μὴ
καὶ ἐντυχὼν τῷ
Πτολεμαίῳ
σωθῇ εἴτε ὑπ'
αὐτοῦ ἐκείνου
ἢ καὶ ὑπὸ τῶν
Ῥωμαίων τῶν
συνόντων αὐτῷ
ἢ καὶ ὑπὸ τῶν
Αἰγυπτίων καὶ
γὰρ εὔνοιαν
αὐτοῦ μεγάλην
εἶχον,
ἀπέκτειναν
αὐτὸν πρὶν
καταπλεῦσαι,
μηδὲν μήτ'
εἰπόντα μήτ'
ὀδυράμενον. Ὡς
γὰρ τάχιστα
τῆς τε
ἐπιβουλῆς
ᾖσθετο, καὶ
ἔγνω ὅτι οὔτ'
ἀμύνασθαί
σφας οὔτε
διαφυγεῖν
δυνήσεται,
συνεκαλύψατο.
5.
[1] Τοιοῦτον
μὲν τὸ τέλος τῷ
Πομπηίῳ
ἐκείνῳ τῷ
μεγάλῳ
ἐγένετο, ὥστε
καὶ διὰ τούτου
τήν τε
ἀσθένειαν καὶ
τὴν ἀτοπίαν
τοῦ
ἀνθρωπείου
γένους
ἐλεγχθῆναι.
[2] Προμηθείας τε
γὰρ οὐδὲν
ἐλλείπων, ἀλλὰ
πρὸς τὸ
κακουργῆσαί
τι δυνάμενον
ἀσφαλέστατος
ἀεί ποτε
γενόμενος
ἠπατήθη, καὶ
νίκας μὲν
πολέμων
πολλὰς ἐν τῇ
Ἀφρικῇ πολλὰς
δὲ καὶ ἐν τῇ
Ἀσίᾳ τῇ τε
Εὐρώπῃ
παραδόξους
καὶ κατὰ γῆν
καὶ κατὰ
θάλασσαν ἐκ
μειρακίου
ἀνελόμενος
ἡττήθη
παραλόγως
ὀκτώ τε καὶ
πεντηκοντούτης
ὤν,
[3] τήν τε
θάλασσαν τὴν
τῶν Ῥωμαίων
πᾶσαν
ἡμερώσας ἐν
αὐτῇ ἐκείνῃ
διώλετο, καὶ
χιλίων ποτὲ
νεῶν, ὡς ὁ λόγος
ἔχει, ἄρξας ἐν
πλοιαρίῳ τινί,
πρός τε τῇ
Αἰγύπτῳ καὶ
πρὸς τοῦ
Πτολεμαίου
τρόπον τινὰ οὗ
ποτε τὸν
πατέρα ἔς τε
ἐκείνην ἅμα
καὶ ἐς τὴν
βασιλείαν
κατήγαγε,
διεφθάρη·
[4] ὃν γάρ τοι καὶ
τότε ἔτι
στρατιῶται
Ῥωμαῖοι διὰ
τὴν τοῦ
Πομπηίου
χάριν ὑπὸ τοῦ
Γαβινίου, διὰ
τὸ τῶν
Αἰγυπτίων ἐς
τὸν πατέρα
αὐτοῦ μῖσος,
καταλειφθέντες
ἐφρούρουν,
οὗτος αὐτὸν δι'
αὐτῶν ἐκείνων
ἑκατέρων
ἀπεκτονέναι
ἔδοξε.
[5] Πομπήιος μὲν
δὴ κράτιστος
πρότερον
Ῥωμαίων
νομισθείς,
ὥστε καὶ
Ἀγαμέμνονα
αὐτὸν
ἐπικαλεῖσθαι,
τότε καθάπερ
τις καὶ αὐτῶν
τῶν Αἰγυπτίων
ἔσχατος, πρός
τε τῷ Κασίῳ
ὄρει καὶ ἐν τῇ
ἡμέρᾳ ἐν ᾗ ποτε
τά τε τοῦ
Μιθριδάτου
καὶ τὰ τῶν
καταποντιστῶν
ἐπινίκια
ἤγαγεν, ἐσφάγη,
[6] ὥστε μηδὲν
μηδὲ ἐν τούτῳ
ὁμολογηθῆναι·
ἔν τε γὰρ τῇ
ἡμέρᾳ ἐκείνῃ
τὰ λαμπρότατα
πρὶν πράξας
τότε τὰ
ἀλγεινότατα
ἔπαθε, καὶ ἐς
πάντας τοὺς
πολίτας τοὺς
Κασσίους ἐκ
χρησμοῦ τινος
ὑποπτεύων
πρὸς μὲν
ἀνδρὸς
Κασσίου
οὐδενὸς
ἐπεβουλεύθη,
παρὰ δὲ δὴ τῷ
ὄρει τῷ τὴν
ἐπίκλησιν
ταύτην ἔχοντι
καὶ ἀπέθανε
καὶ ἐτάφη.
[7] Τῶν δὲ δὴ
συμπλεόντων
αὐτῷ οἱ μὲν
αὐτίκα
ἑάλωσαν οἱ δὲ
καὶ ἔφυγον,
ἄλλοι τε καὶ ὁ
παῖς ἥ τε γυνὴ
αὐτοῦ. Καὶ ἡ
μὲν καὶ ἐς τὴν
Ῥώμην μετὰ
ταῦτα ἀδείας
τυχοῦσα
ἀνεσώθη, ὁ δὲ
δὴ Σέξτος ἐς
τὴν Ἀφρικὴν
πρὸς τὸν
ἀδελφὸν τὸν
Γναῖον
ἐκομίσθη·
τούτοις γὰρ δὴ
τοῖς ὀνόμασι
διακεκρίδαται,
ἐπειδὴ τὴν τοῦ
Πομπηίου
πρόσρησιν
ἀμφότεροι
εἶχον.
6. [1]
Καῖσαρ δὲ ὡς
τότε μετὰ τὴν
μάχην τὰ
κατεπείγοντα
διῳκήσατο, τὴν
μὲν Ἑλλάδα τά
τε λοιπὰ τὰ
ταύτῃ ἄλλοις
τισὶ καὶ προς
ποιεῖσθαι καὶ
καθίστασθαι
προσέταξεν,
αὐτὸς δὲ τὸν
Πομπήιον
ἐπεδίωξε. Καὶ
μέχρι μὲν τῆς
Ἀσίας κατὰ
πύστιν αὐτοῦ
προϊὼν
ἠπείχθη,
ἐνταῦθα δέ,
ἐπειδὴ μηδεὶς
ὅπῃ πεπλευκὼς
ἦν ἠπίστατο,
ἐνδιέτριψεν.
Οὕτω δ' οὖν ἐν
τύχῃ πάντα
αὐτῷ
προεχώρει
ὥστε καὶ τὸν
Ἑλλήσποντον
ἐν πορθμείῳ
τινὶ
περαιούμενος
ἐνέτυχε μὲν τῷ
τοῦ Πομπηίου
ναυτικῷ μετὰ
τοῦ Κασσίου
τοῦ Λουκίου
πλέοντι, οὐ
μόνον δὲ οὐδὲν
δεινὸν ὑπ'
αὐτῶν ἔπαθεν,
ἀλλὰ καὶ
προσκαταπλήξας
σφᾶς
προσεποιήσατο.
Κἀκ τούτου καὶ
τὰ ἄλλα τὰ
ἐκείνῃ,
μηδενὸς ἔτ'
ἀνταίροντος,
παρελάμβανε
καὶ διῴκει,
χρημάτων μὲν
ἐκλογήν, ὥσπερ
εἶπον,
ποιούμενος,
ἄλλο δὲ μηδὲν
μηδένα λυπῶν,
ἀλλὰ καὶ
εὐεργετῶν
πάντας ὅσα
ἐνεδέχετο.
Τοὺς γοῦν
τελώνας
πικρότατά
σφισι
χρωμένους
ἀπαλλάξας, ἐς
φόρου
συντέλειαν τὸ
συμβαῖνον ἐκ
τῶν τελῶν
κατεστήσατο.
7.
[1]
Κἀν τούτῳ
πυθόμενος τὸν
Πομπήιον πρὸς
τὴν Αἴγυπτον
πλέοντα, καὶ
δείσας μὴ
προκατασχὼν
αὐτὴν αὖθις
ἰσχύσῃ,
ἀφωρμήθη κατὰ
τάχος.
[2] Καὶ ἐκεῖνον
μὲν οὐκέτι
περιόντα
κατέλαβε, τῇ δ'
Ἀλεξανδρείᾳ
αὐτῇ μετ'
ὀλίγων πολὺ
πρὸ τῶν ἄλλων,
πρὶν τὸν
Πτολεμαῖον ἐκ
τοῦ Πηλουσίου
ἐλθεῖν,
προσπλεύσας,
καὶ τοὺς
Ἀλεξανδρέας
θορυβουμένους
ἐπὶ τῷ τοῦ
Πομπηίου
θανάτῳ εὑρών,
οὐκ ἐθάρσησεν
εὐθὺς ἐς τὴν
γῆν ἐκβῆναι,
ἀλλ'
ἀνορμισάμενος
ἀνεῖχε μέχρις
οὗ τήν τε
κεφαλὴν καὶ
τὸν δακτύλιον
αὐτοῦ
πεμφθέντα οἱ
ὑπὸ τοῦ
Πτολεμαίου
εἶδεν.
[3] Οὕτω δὴ ἐς μὲν
τὴν ἤπειρον
θαρσούντως
προσέσχεν,
ἀγανακτήσεως
δὲ ἐπὶ τοῖς
ῥαβδούχοις
αὐτοῦ παρὰ τοῦ
πλήθους
γενομένης
αὐτὸς μὲν
ἀγαπητῶς ἐς τὰ
βασίλεια
προκατέφυγε,
τῶν δὲ δὴ
στρατιωτῶν
τινες τὰ ὅπλα
ἀφῃρέθησαν,
καὶ διὰ τοῦθ' οἱ
λοιποὶ
ἀνωρμίσαντο
αὖθις, ἕως
πᾶσαι αἱ νῆες
ἐπικατήχθησαν.
8.
[1] Ὁ
δ' οὖν Καῖσαρ
τὴν τοῦ
Πομπηίου
κεφαλὴν ἰδὼν
κατεδάκρυσε
καὶ
κατωλοφύρατο,
πολίτην τε
αὐτὸν καὶ
γαμβρὸν
ὀνομάζων, καὶ
πάνθ' ὅσα ποτὲ
ἀλλήλοις
ἀνθυπουργήκεσαν
ἀναριθμούμενος.
Τοῖς τε
ἀποκτείνασιν
αὐτὸν οὐχ ὅπως
εὐεργεσίαν
τινὰ ὀφείλειν
ἔφη, ἀλλὰ καὶ
ἐπεκάλει, καὶ
ἐκείνην
κοσμῆσαί τε
καὶ εὐθετῆσαι
καὶ θάψαι
τισὶν
ἐκέλευσε.
[2] Καὶ ἐπὶ μὲν
τούτῳ ἔπαινον
ἔσχεν, ἐπὶ δὲ
δὴ τῇ
προσποιήσει
γέλωτα
ὠφλίσκανε· τῆς
γὰρ
δυναστείας
δεινῶς ἀπ'
ἀρχῆς
ἐφιέμενος, καὶ
ἐκεῖνον καὶ ὡς
ἀνταγωνιστὴν
καὶ ὡς
ἀντίπαλον ἀεί
ποτε μισήσας,
καὶ τά τε ἄλλα
ἐπ' αὐτῷ πάντα
πράξας
[3] καὶ τὸν
πόλεμον τόνδε
οὐκ ἐπ' ἄλλο τι
παρασκευάσας
ἢ ἵνα
ἀπολομένου
αὐτοῦ
πρωτεύσῃ, τότε
τε ἐς τὴν
Αἴγυπτον οὐ δι'
ἄλλο τι
ἐπειχθεὶς ἢ
ἵνα αὐτόν, εἰ
περιείη,
προσκατεργάσαιτο,
ποθεῖν τε
αὐτὸν
ἐπλάττετο καὶ
ἀγανακτεῖν τῷ
ὀλέθρῳ αὐτοῦ
ἐσκήπτετο.
9.
[1] Καὶ
ὁ μὲν μηδὲν ἔτι
πολέμιον
ὑπεξῃρημένου
οἱ ἐκείνου
καταλείπεσθαι
νομίζων, ἐν τῇ
Αἰγύπτῳ
ἐνεχρόνισεν
ἀργυρολογῶν
καὶ τὰ τοῦ
Πτολεμαίου
καὶ τὰ τῆς
Κλεοπάτρας
διάφορα
διακρίνων·
πόλεμοι δὲ ἐν
τούτῳ ἕτεροι
αὐτῷ
παρεσκευάσθησαν.
[2] Ἥ τε γὰρ
Αἴγυπτος
ἐνεόχμωσε, καὶ
ὁ Φαρνάκης
ἤρξατο μὲν
εὐθύς, ἐπειδὴ
πρῶτον τόν τε
Πομπήιον καὶ
τὸν Καίσαρα
ἐκπεπολεμῶσθαι
ἔμαθε, τῆς τε
πατρῴας ἀρχῆς
ἀντιποιεῖσθαι
χρονιεῖν τε
γὰρ αὐτοὺς ἐν
τῇ στάσει καὶ
τὰς δυνάμεις
τῶν Ῥωμαίων
αὐτὰς περὶ
αὑταῖς
ἀναλώσειν
ἤλπισεν,
[3] εἴχετο δὲ καὶ
τότε τῶν
προκειμένων,
ὅτι τε ἅπαξ
ἐκεκίνητο καὶ
ὅτι πόρρω τὸν
Καίσαρα ὄντα
ἐπύθετο, καὶ
πολλά γε χωρία
προκατέλαβε.
Κἀν τούτῳ καὶ ὁ
Κάτων καὶ ὁ
Σκιπίων, οἵ τε
ἄλλοι οἱ τὴν
αὐτήν σφισι
γνώμην
ἔχοντες, καὶ
ἐμφύλιον καὶ
ὀθνεῖον ἐν τῇ
Ἀφρικῇ
πόλεμον
ἤγειραν.
10
[1]
Ἔσχε
γὰρ οὕτως. Ὁ
Κάτων ἐν τῷ
Δυρραχίῳ πρὸς
τοῦ Πομπηίου
τά τε ἐκ τῆς
Ἰταλίας
ἐπιτηρεῖν, ἄν
τις διαβαίνῃ,
καὶ τοὺς
Παρθινοὺς
κατείργειν, ἄν
τι παρακινῶσι,
καταλειφθεὶς
[2] τὸ μὲν πρῶτον
ἐκείνοις
ἐπολέμει,
ἡττηθέντος δὲ
τοῦ Πομπηίου
τὴν μὲν
Ἤπειρον
ἐξέλιπεν, ἐς δὲ
Κέρκυραν μετὰ
τῶν
ὁμογνωμονούντων
οἱ κομισθεὶς
ἐνταῦθα τούς
τε ἐκ τῆς μάχης
διαφυγόντας
καὶ τοὺς
ἄλλους τοὺς τὰ
αὐτὰ
φρονοῦντας
ἐδέχετο.
Κικέρων μὲν
γὰρ καὶ ἄλλοι
τινὲς τῶν
βουλευτῶν ἐς
τὴν Ῥώμην
παραχρῆμα
ἀπῆραν·
[3] οἱ δὲ δὴ
πλείους μετά
τε τοῦ
Λαβιήνου καὶ
μετὰ τοῦ
Ἀφρανίου, ἅτε
μηδεμίαν ἐν τῷ
Καίσαρι
ἐλπίδα, ὁ μὲν
ὅτι
ηὐτομολήκει, ὁ
δὲ ὅτι σωθεὶς
ὑπ' αὐτοῦ αὖθίς
οἱ
ἐπεπολεμήκει,
ἐχόντων, πρός
τε τὸν Κάτωνα
ἦλθον καὶ
ἐκεῖνον
προστησάμενοι
ἐπολέμουν.
11
[1] Καὶ
μετὰ τοῦτο καὶ
ὁ Ὀκτάουιός
σφισι
προσεγένετο.
Ὡς γὰρ τότε τὸν
Ἰόνιον
ἐσέπλευσε καὶ
τὸν Ἀντώνιον
τὸν Γάιον
συνέλαβεν,
ἄλλων μέν
τινων χωρίων
ἐκράτησε, τὴν
δὲ δὴ Σάλωνα,
καίπερ ἐπὶ
πλεῖστον
αὐτὴν
πολιορκήσας,
οὐχ εἷλε.
[2] Τά τε γὰρ ἄλλα
ἰσχυρῶς αὐτὸν
ἀπεκρούοντο,
βοηθοῦντά
σφισι τὸν
Γαβίνιον
ἔχοντες, καὶ
τέλος μετὰ τῶν
γυναικῶν
ἐπεκδραμόντες
μέγα ἔργον
εἰργάσαντο·
ἐκεῖναί τε γὰρ
τάς τε κόμας
καθεῖσαι καὶ
στολὰς
μελαίνας
ἐνδυσάμεναι
λαμπάδας τε
λαβοῦσαι, καὶ
τὸ σύμπαν πρὸς
τὸ
φοβερώτατον
σχηματισάμεναι,
[3] τῷ τε
στρατοπέδῳ τῷ
πολιορκοῦντί
σφας νυκτὸς
μέσης
προσέμιξαν,
καὶ τοὺς
προφύλακας ὡς
καὶ δαίμονές
τινες
ἐκπλήξασαι τὸ
πῦρ ἐς τὸ
χαράκωμα
ἁπανταχόθεν
ἅμα ἐνέβαλον,
καὶ αὐτοὶ
ἐπισπόμενοί
σφισι πολλοὺς
μὲν
ταραττομένους
πολλοὺς δὲ καὶ
καθεύδοντας
ἐφόνευσαν, καὶ
ἐκεῖνό τε
εὐθὺς
κατέσχον, καὶ
τὸ ναύσταθμον
ἐν ᾧ ὁ
Ὀκτάουιος
ηὐλίζετο
αὐτοβοεὶ
εἷλον.
[4] Οὐ μέντοι καὶ
ἐν ῥᾳστώνῃ
τινὶ ἐγένοντο·
διαφυγὼν γάρ
πως αὐτοὺς
δύναμίν τε
αὖθις ἤθροισε,
καὶ μάχῃ
νικήσας
προσήδρευε
σφίσι. Κἀν
τούτῳ τοῦ
Γαβινίου νόσῳ
τελευτήσαντος
τῆς τε
θαλάσσης τῆς
ἐκεῖ πάσης
ἐκράτησε, καὶ
ἐς τὴν γῆν
ἐκβαίνων
πολλὰ αὐτῆς
ἐκακούργει,
μέχρις οὗ ἥ τε
πρὸς τῷ
Φαρσάλῳ μάχη
ἐγένετο, καὶ οἱ
στρατιῶται
αὐτοῦ
ἐπιπλευσάντων
τινῶν ἐκ τοῦ
Βρεντεσίου
σφίσι
μετέστησαν,
μηδὲ ἐς χεῖρας
αὐτοῖς
ἐλθόντες. Τότε
γὰρ ἐρημωθεὶς
τῶν συμμάχων
ἐς τὴν
Κέρκυραν
ἀπεχώρησε.
12.
[1] Καὶ
ὁ Πομπήιος δὲ ὁ
Γναῖος
πρότερον μὲν
τῷ τῶν
Αἰγυπτίων
ναυτικῷ
περιπλέων τήν
τε Ἤπειρον
καλουμένην
κατέτρεχε καὶ
Ὠρικὸν ὀλίγου
εἷλε, Μάρκου
Ἀκιλίου αὐτὸ
κατέχοντος,
καὶ τόν τε
ἔσπλουν τὸν ἐς
τὸν λιμένα
πλοίοις λίθων
γέμουσι
χώσαντος, καὶ
περὶ τὸ στόμα
αὐτοῦ πύργους
ἑκατέρωθεν
ἐπί τε τῆς
ἠπείρου καὶ ἐφ'
ὁλκάδων
ἐγείραντος.
[2] Τούς τε γὰρ
λίθους τοὺς ἐν
τοῖς σκάφεσιν
ἐγκειμένους
κολυμβηταῖς
ὑφύδροις
διασκεδάσας,
καὶ αὐτὰ
ἐκεῖνα
κουφισθέντα
ἑλκύσας, τόν τε
ἔσπλουν
ἠλευθέρωσε,
καὶ μετὰ τοῦτο
ὁπλίτας ἐφ'
ἑκάτερα τῆς
χηλῆς
ἐκβιβάσας
ἐπεσέπλευσε,
καὶ τά τε πλοῖα
πάντα καὶ τῆς
πόλεως τὸ πολὺ
κατέκαυσεν.
[3] Εἷλε δ' ἂν καὶ
τὴν λοιπήν, εἰ
μὴ τρωθεὶς
δέος τοῖς
Αἰγυπτίοις μὴ
καὶ ἀποθάνῃ
παρέσχε.
Θεραπευθεὶς δ'
οὖν Ὠρικῷ μὲν
οὐκέτι
προσέβαλε, τὰ δ'
ἄλλα
περιφοιτῶν
ἐπόρθει, καί
ποτε καὶ αὐτοῦ
τοῦ
Βρεντεσίου
μάτην, ὥσπερ
που καὶ ἄλλοι
τινές,
ἐπείρασε. Τέως
μὲν δὴ ταῦτ'
ἐποίει· ἐπεὶ
δὲ ὅ τε πατὴρ
αὐτοῦ ἡττήθη
καὶ οἱ
Αἰγύπτιοι
πυθόμενοι
τοῦτο οἴκαδε
ἀπέπλευσαν,
οὕτω δὴ πρὸς
τὸν Κάτωνα
ἀφίκετο.
13
[1] Καὶ
αὐτὸν Κάσσιος
ὁ Γάιος
ἐμιμήσατο,
πλεῖστα μὲν
καὶ τῆς
Σικελίας καὶ
τῆς Ἰταλίας
λυπήσας,
πολλαῖς δὲ
μάχαις ἔν τε τῇ
θαλάσσῃ καὶ ἐν
τῇ ἠπείρῳ
συχνοὺς
νικήσας.
[2] Προύχοντα μὲν
δὴ τὸν Κάτωνα
ἀρετῇ σφῶν
ἰδόντες
πολλοὶ πρὸς
αὐτὸν
συγκατέφυγον,
καὶ αὐτοῖς
ἐκεῖνος
συναγωνισταῖς
καὶ
συμβούλοις
πρὸς πάντα
χρώμενος ἐς
Πελοπόννησον,
ὡς καὶ
καταληψόμενος
αὐτήν,
ἔπλευσεν· οὐ
γάρ πω τὸν
Πομπήιον
τεθνεῶτα
ἠκηκόει.
[3] Καὶ Πάτρας
μὲν κατέσχον,
κἀνταῦθα
ἄλλους τε
πολλοὺς καὶ
τὸν Πετρέιον
Πομπήιον τὸν
Φαῦστον
προσέλαβον·
Κυίντου δὲ δὴ
Φουφίου
Καλήνου μετὰ
τοῦτο
ἐπιστρατεύσαντός
σφισιν
ἐξανήχθησαν,
καὶ ἐς Κυρήνην
ἐλθόντες καὶ
ἐκεῖ τὸν τοῦ
Πομπηίου
θάνατον
μαθόντες
οὐκέτι
συνεφρόνησαν,
[4] ἀλλ' ὁ μὲν
Κάτων δι'
ἀχθηδόνα τῆς
τοῦ Καίσαρος
δυναστείας,
καὶ ἄλλοι
τινὲς δι'
ἀπόγνωσιν τῆς
παρ' αὐτοῦ
συγγνώμης, ἔς
τε τὴν Ἀφρικὴν
μετὰ τοῦ
στρατοῦ
ἔπλευσαν καὶ
τὸν Σκιπίωνα
προσλαβόντες
πάντα ἐπὶ τῷ
Καίσαρι
ἔπραττον, οἱ δὲ
δὴ πλείους
ἐσκεδάσθησαν,
καὶ αὐτῶν οἱ
μὲν ἄλλοι
ἀποχωρήσαντες
ἀπήλλαξαν ὥς
που καὶ
συνέτυχε
σφίσιν, οἱ δὲ
καὶ πρὸς τὸν
Καίσαρα
παραχρῆμα
ἐλθόντες,
ἄλλοι τε καὶ
Γάιος Κάσσιος,
ἀδείας ἔτυχον.
14
[1] Ὁ
δὲ δὴ Καλῆνος
ἐπέμφθη τε ἐς
τὴν Ἑλλάδα πρὸ
τῆς μάχης ὑπὸ
τοῦ Καίσαρος,
καὶ εἷλεν ἄλλα
τε καὶ τὸν
Πειραιᾶ ἅτε
καὶ
ἀτείχιστον
ὄντα. Τὰς γὰρ
Ἀθήνας, καίπερ
πλεῖστα τὴν
χώραν αὐτῶν
κακώσας, οὐκ
ἠδυνήθη πρὸ
τῆς τοῦ
Πομπηίου
ἥττης λαβεῖν.
[2] Τότε
γὰρ ἐθελονταὶ
αὐτῷ
προσεχώρησαν,
καὶ αὐτοὺς ὁ
Καῖσαρ μηδὲν
μνησικακήσας
ἀθῴους ἀφῆκε,
τοσοῦτον
μόνον εἰπών,
ὅτι πολλὰ
ἁμαρτάνοντες
ὑπὸ τῶν νεκρῶν
σώζοιντο. Τὸ δὲ
δὴ ἔπος τοῦτο
ἐδήλου ὅτι
σφῶν διά τε
τοὺς
προγόνους καὶ
διὰ τὴν δόξαν
τήν τε ἀρετὴν
αὐτῶν
ἐφείσατο.
[3] Ἀθῆναι μὲν
οὖν καὶ τὰ ἄλλα
τὰ πλείω τῆς
Ἑλλάδος εὐθὺς
τότε
ὡμολόγησαν
αὐτῷ, Μεγαρεῖς
δὲ καὶ ὣς
ἀντέσχον·
πολλῷ τε
ὕστερον χρόνῳ
τὰ μὲν βίᾳ τὰ
δὲ καὶ
προδοσίᾳ
ἥλωσαν.
Ὅθενπερ φόνος
τε αὐτῶν πολὺς
ἐγένετο καὶ οἱ
λοιποὶ
ἐπράθησαν.
[4] Ὁ μέντοι
Καλῆνος τοῦτο
μέν, ἵνα δὴ καὶ
κατ' ἀξίαν
αὐτοὺς
τετιμωρῆσθαι
δόξῃ, ἐποίησε·
φοβηθεὶς δὲ μὴ
καὶ παντελῶς ἡ
πόλις
ἀπόληται,
πρῶτα μὲν τοῖς
ἐπιτηδείοις
σφᾶς, ἔπειτα δὲ
καὶ ἐλαχίστου
ἀπέδοτο, ἵν'
ἐλευθερωθῶσι.
[5] Καὶ ὁ
μὲν ταῦτα
πράξας ἐπί τε
τὰς Πάτρας
ἐπεστράτευσε,
καὶ ἀμαχεὶ
αὐτάς, τόν τε
Κάτωνα καὶ
τοὺς μετ' αὐτοῦ
προεκφοβήσας,
κατέσχεν.
15.
[1] Ἐν ᾧ δὲ ταῦτα
τε ὡς ἕκαστα
ἐπράττετο, καὶ
ἡ Ἰβηρία
καίπερ
εἰρηνεύσασα
ἐκινήθη.
Ἐπειδὴ γὰρ ὁ
Λογγῖνος ὁ
Κύιντος πολλὰ
καὶ τότε
αὐτοὺς
ἐλυμαίνετο, τὸ
μὲν πρῶτον
ὀλίγοι τινὲς
συνέστησαν ὡς
καὶ
ἀποκτενοῦντες
αὐτόν· ἐπεὶ δὲ
δὴ τρωθεὶς
διέφυγε κἀκ
τούτου πολλῷ
μείζω σφᾶς
ἠδίκει,
[2] συχνοὶ μὲν
Κορδουβήσιοι
συχνοὶ δὲ καὶ
στρατιῶται,
ἅτε καὶ τοῦ
Πομπηίου
γεγονότες,
ἐπανέστησαν
αὐτῷ, Μᾶρκον
Μάρκελλον
Αἰσερνῖνον
τὸν ταμίαν
προστησάμενοι.
[3] Οὐ μὴν καὶ ὅλῃ
τῇ γνώμῃ
αὐτοὺς προσεδέξατο,
ἀλλὰ τό τε
ἀστάθμητον
τῶν πραγμάτων
ὁρῶν καὶ τὴν
ἔκβασίν σφων
ἐφ' ἑκάτερα
προς δεχόμενος
ἐπημφοτέριζε
καὶ διὰ μέσου
πάντα καὶ
ἔλεγε καὶ
ἔπραττεν, ὥστε,
ἄν τε ὁ Καῖσαρ
ἄν τε καὶ ὁ
Πομπήιος
κρατήσῃ,
ἀμφοτέροις
σφίσι
συνηγωνίσθαι
δόξαι.
[4] Πομπηίῳ μὲν
γάρ, ὅτι τούς τε
μεταστάντας
πρὸς αὐτὸν
ἐδέξατο καὶ τῷ
Λογγίνῳ τὰ τοῦ
Καίσαρος
πράττειν
λέγοντι
ἀντεπολέμησεν,
ἐχαρίσατο,
Καίσαρι δὲ ὅτι
καὶ τοὺς
στρατιώτας, ὡς
καὶ τοῦ
Λογγίνου
νεωτερίζοντός
τι, παραλαβὼν
τούτους τε
αὐτῷ ἐτήρησε
καὶ ἐκεῖνον
οὐκ εἴασε
πολεμωθῆναι.
[5] Καὶ τό γε
ὄνομα τὸ τοῦ
Πομπηίου τῶν
στρατιωτῶν
ταῖς ἀσπίσιν
ἐπιγραψάντων
ἀπήλειψεν,
ὅπως καὶ ἐκ τοῦ
τοιούτου τῷ
μὲν τὰ ἔργα τῶν
ὅπλων τῷ δὲ τὴν
δόκησιν
προβάλλων, καὶ
τῶν μὲν ὑπὲρ
τοῦ
κρατήσαντος
γεγονότων
προσποιούμενος,
τὰ δὲ ἐναντία
ἔς τε τὴν
ἀνάγκην καὶ ἐς
ἄλλους τινὰς
ἀναφέρων,
ἀσφαλὴς εἴη.
16
[1] Καὶ
διὰ τοῦτο,
καίτοι
παρασχὸν αὐτῷ
παντελῶς τοῦ
Λογγίνου τῷ
πλήθει
κρατῆσαι, οὐκ
ἠθέλησεν, ἀλλ'
ἔς τε ἔνδειξιν
καὶ ἐς
παρασκευὴν ὧν
ἐβούλετο
προάγων τὰ
πράγματα, ἐπ'
ἄλλοις τισὶ τὰ
ἀμφίλογα
αὐτῶν
ἐποιήσατο,
ὥστε καὶ ἐν οἷς
ἠλαττώθη καὶ
ἐν οἷς
ἐπλεονέκτησέ
τι, ὑπὲρ τοῦ
αὐτοῦ ὁμοίως
τὰ μὲν ὡς αὐτὸς
καὶ ἐποίησε,
καὶ οὐκ
ἐποίησε, τὰ δὲ
ὡς ἕτεροι,
προτείνασθαι
δυνηθῆναι.
[2] Καὶ
ὁ μὲν οὕτω
διαγαγὼν
μέχρις οὗ καὶ ὁ
Καῖσαρ
ἐνίκησε,
παραχρῆμα μὲν
ἐς ὀργὴν αὐτῷ
ἦλθε καὶ
ὑπερωρίσθη,
ἔπειτα δὲ
κατῆλθε καὶ
ἐτιμήθη.
Λογγῖνος δέ,
καταβοησάντων
αὐτοῦ διὰ
πρεσβείας τῶν
Ἰβήρων, τῆς τε
ἀρχῆς ἐξέπεσε,
καὶ οἴκαδε
ἀνακομιζόμενος
ἐφθάρη πρὸς
ταῖς τοῦ
Ἴβηρος
ἐκβολαῖς.
17
[1] Ταῦτα
μὲν ἔξω
ἐγίγνετο· οἱ δὲ
ἐν τῇ Ῥώμῃ,
τέως μὲν ἔν τε
ἀμφιλόγῳ καὶ
ἐν μετεώρῳ τά
τε τοῦ
Καίσαρος καὶ
τὰ τοῦ
Πομπηίου
πράγματα ἦν, ἐκ
μὲν τοῦ
προφανοῦς
πάντες τὰ τοῦ
Καίσαρος ὑπό
τε τῆς
δυνάμεως
αὐτοῦ τῆς
συνούσης
σφίσι καὶ ὑπὸ
τοῦ
Σερουιλίου
τοῦ
συνάρχοντος
ἐσπούδαζον,
[2] καὶ εἴτε που
κρατήσας
ἠγγέλθη,
ἔχαιρον, εἴτε
καὶ πταίσας,
ἐλυποῦντο, οἱ
μὲν ἀληθῶς οἱ
δὲ πλαστῶς
ἑκάτερον· καὶ
γὰρ
κατάσκοποί
σφων καὶ
κατήκοοι, πάνθ'
ὅσα ἐπ' αὐτοῖς
καὶ ἐλέγετο
καὶ ἐγίγνετο
παρατηροῦντες,
πολλοὶ
περιενόστουν·
[3] ἰδίᾳ δὲ τὰ
ἐναντιώτατα
τῶν φανερῶν οἱ
τῷ τε Καίσαρι
ἀχθόμενοι καὶ
τὰ τοῦ
Πομπηίου
προαιρούμενοι
καὶ ἔλεγον καὶ
ἐποίουν, κἀκ
τούτου τά τε
ἀγγελλόμενα
κατὰ τὸ
πρόσφορόν
σφισιν
ἀμφότεροι
λαμβάνοντες
τοῖς μὲν
δεδιότως τοῖς
δὲ θαρσούντως
ἐχρῶντο, καὶ
οἷα πολλῶν καὶ
ποικίλων ἔν τε
τῇ αὐτῇ ἡμέρᾳ
καὶ ἐν
τῇ αὐτῇ
ὥρᾳ πολλάκις
λογοποιουμένων
χαλεπώτατα
διετίθεντο·
καὶ γὰρ ἥδοντο
καὶ ἐλυποῦντο
καὶ ἐθάρσουν
καὶ ἐφοβοῦντο
διὰ
βραχυτάτου.
18.
[1] Ἀγγελθείσης
δὲ τῆς
Φαρσαλικῆς
μάχης ἐπὶ πολὺ
μὲν ἠπίστουν·
οὔτε γὰρ ὁ
Καῖσαρ τῷ
κοινῷ τι
ἐπέστειλεν,
ὀκνήσας
δημοσίᾳ
χαίρων ἐπὶ
τοιαύτῃ νίκῃ
φανῆναι
διόπερ οὐδὲ
ἐπινίκια
αὐτῆς ἔπεμψε,
καὶ ὁ
παράλογος
πρός τε τὴν
παρασκευὴν
αὐτῶν καὶ πρὸς
τὰ ἐλπιζόμενα
πολὺς
ἐφαίνετο.
[2] Ὡς δ'
οὖν
ἐπίστευσάν
ποτε, τὰς μὲν
εἰκόνας τοῦ τε
Πομπηίου καὶ
τοῦ Σύλλου τὰς
ἐπὶ τῷ βήματι
ἑστώσας
ἀνεῖλον, ἄλλο
δὲ οὐδὲν τότε
ἔπραξαν·
συχνοὶ μὲν γὰρ
οὐδὲ τοῦτο
βουλόμενοι
ποιῆσαι,
[3] συχνοὶ δὲ καὶ
τὸν Πομπήιον,
μή πως
ἀναμαχέσηται,
φοβούμενοι, τῷ
τε Καίσαρι καὶ
ἐκεῖνο ἱκανῶς
ἔχειν
ἐνόμιζον, καὶ
τὸν Πομπήιον
εὐπαραίτητον
ἐπ' αὐτῷ
γενήσεσθαί
σφισι
προσεδόκων.
Ἐπεὶ μέντοι
καὶ ἀπέθανεν,
ὀψὲ μὲν καὶ
τοῦτο, καὶ οὐ
πρότερον πρὶν
τὸν δακτύλιον
αὐτοῦ
πεμφθέντα
ἰδεῖν,
ἐπίστευσαν
ἐνεγέγλυπτο
δὲ ἐν αὐτῷ
τρόπαια τρία,
ὥσπερ καὶ ἐν τῷ
τοῦ Σύλλου.
19.
[1] Ὡς δ'
οὖν ἐτεθνήκει,
φανερῶς τε ἤδη
τὸν μὲν
ἐπῄνουν, τὸν δὲ
ἐλοιδόρουν,
καὶ πᾶν ὅ τι
ποτὲ ἐξευρεῖν
ἐδύναντο
ἐσηγοῦντο
δοθῆναι τῷ
Καίσαρι. Καὶ ἔν
τε τούτῳ πολλὴ
ἦν παρὰ πάντων
ὡς εἰπεῖν τῶν
πρώτων ἅμιλλα,
ὑπερβάλλειν
σφῶν ἀλλήλους
τῇ κολακείᾳ
σπουδαζόντων,
καὶ ἐν τῇ
ἐπιχειροτονίᾳ
αὐτῶν.
[2] Τοῖς τε
γὰρ
ἐπιβοήμασι
καὶ τοῖς
σχήμασι,
πάντες, ὡς καὶ
παρόντος καὶ
ὁρῶντος τοῦ
Καίσαρος, πολὺ
πλείστην
σπουδὴν
ἐνεδείκνυντο,
καὶ ἐνόμιζον
εὐθὺς ἀντ'
αὐτῶν, ὥσπερ τι
αὐτῷ
χαριζόμενοι
ἀλλ' οὐκ ἐξ
ἀνάγκης αὐτὸ
ποιοῦντες, ὁ
μὲν ἀρχὴν, ὁ δὲ
ἱερωσύνην, ὁ δὲ
καὶ χρήματα
ἀντιλήψεσθαι.
[3] Ἐγὼ οὖν τὰ μὲν
ἄλλα, ὅσα ἤτοι
καὶ ἑτέροις
τισὶ πρότερον
ἐψήφισται,
εἰκόνας τε καὶ
στεφάνους καὶ
προεδρίας τά
τε
τοιουτότροπα,
ἢ καινὰ μὲν καὶ
τότε
ἐσενεχθέντα
πρῶτον ἦν, οὐ
μέντοι καὶ ὑπὸ
τοῦ Καίσαρος
ἐβεβαιώθη,
παραλείψω, μὴ
καὶ δι' ὄχλου
γένωμαι εἰ
πάντα αὐτὰ
ἐπεξίοιμι.
[4] Τὸ δ'
αὐτὸ τοῦτο καὶ
ἐν τοῖς ἔπειτα,
καὶ μᾶλλόν γε
ὅσῳ καὶ πλείω
καὶ ἀτοπώτερα
ἀεὶ ἐσήγετο,
ποιήσω· μόνα δὲ
δὴ ὅσα ἴδιόν τέ
τι καὶ
ἐξαίρετον
ἔχοντα
ἐκυροῦτο κατα
λέξω.
20.
[1] Τούς τε
γὰρ τὰ τοῦ
Πομπηίου
φρονήσαντας
ἐπέτρεψαν
αὐτῷ πάνθ' ὅ τι
ποτ' ἂν ἐθελήσῃ
δρᾶσαι, οὐχ ὅτι
καὶ αὐτὸς παρ'
ἑαυτοῦ οὐ τοῦτ'
ἤδη λαβὼν
εἶχεν, ἀλλ' ἵνα
καὶ ἐν νόμῳ δή
τινι αὐτὸ
ποιεῖν δόξῃ·
καὶ πολέμων
καὶ εἰρήνης
κύριον,
προφάσει τῶν
ἐν τῇ Ἀφρικῇ
συνισταμένων,
πρὸς πάντας
ἀνθρώπους
ἀπέδειξαν
αὐτόν, κἂν
μηδὲν μήτε τῷ
δήμῳ μήτε τῇ
βουλῇ περὶ
αὐτῶν
κοινώσηται.
[2] Καὶ ἦν μέν που
καὶ τοῦτο καὶ
πρὶν ἐπ' ἐκείνῳ
ἅτε καὶ
δύναμιν
τηλικαύτην
ἔχοντι· τοὺς
γοῦν πολέμους
οὓς ἐπολέμησε
πάντας ὀλίγου
καθ' ἑαυτὸν
ἀνείλετο· ὅμως
δ' οὖν αὐτῷ
πολῖταί τε γὰρ
καὶ
αὐτοτελεῖς
ἔτι δοκεῖν
εἶναι ἤθελον
ταῦτά τε οὕτως
ἐψηφίσαντο
καὶ τἆλλα
πάντα ἃ καὶ
ἀκόντων αὐτῶν
ἔχειν ἐδύνατο.
[3] Ὕπατός τε γὰρ
ἔτη πέντε
ἐφεξῆς
γενέσθαι καὶ
δικτάτωρ οὐκ
ἐς ἕκμηνον ἀλλ'
ἐς ἐνιαυτὸν
ὅλον λεχθῆναι
ἔλαβεν, τήν τε
ἐξουσίαν τῶν
δημάρχων διὰ
βίου ὡς εἰπεῖν
προσέθετο·
συγκαθέζεσθαί
τε γὰρ ἐπὶ τῶν
αὐτῶν βάθρων
καὶ ἐς τἆλλα
συνεξετάζεσθαί
σφισιν, ὃ
μηδενὶ ἐξῆν,
εὕρετο.
[4] Αἵ τε
γὰρ
ἀρχαιρεσίαι
πᾶσαι, πλὴν τῶν
τοῦ πλήθους, ἐπ'
αὐτῷ ἐγένοντο,
καὶ διὰ τοῦτο
ἐς τὴν
παρουσίαν
αὐτοῦ
ἀναβληθεῖσαι
ἐπ' ἐξόδῳ τοῦ
ἔτους
ἐτελέσθησαν.
Τάς τε
ἡγεμονίας τὰς
ἐν τῷ ὑπηκό̱ |