|
Τάδε ἔνεστιν ἐν τῷ
τετταρακοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
Ὡς Καῖσαρ Σκιπίωνα καὶ Ἰόβαν ἐνίκησεν.
Ὡς Νουμιδίαν οἱ Ῥωμαῖοι ἔσχον.
Ὡς Κάτων ἑαυτὸν ἀπέκτεινεν.
Ὡς Καῖσαρ ἐς
Ῥώμην ἐπανῆλθε καὶ τὰ ἐπινίκια ἔπεμψε καὶ τἆλλα κατεστήσατο.
Ὡς ἥ τε ἀγορὰ
Καίσαρος καὶ ὁ ναὸς ὁ τῆς Ἀφροδίτης καθιερώθη.
Ὡς Καῖσαρ τὸν ἐνιαυτὸν ἐς τὸν
νῦν τρόπον κατεστήσατο.
Ὡς καῖσαρ Γναῖον Πομπήιον τὸν τοῦ Πομπηίου υἱὸν ἐν
Ἰβηρίᾳ ἐνίκησεν.
Ὡς πρῶτον ὕπατοι ἐς οὐχ ὅλον τὸ ἔτος ἀπεδείχθησαν.
Ὡς
Καρχηδὼν καὶ Κόρινθος ἀπῳκίσθη.
Ὡς οἱ Κερεάλιοι ἀγορανόμοι κατεστάθησαν.
Χρόνου πλῆθος ἔτη τρία, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
Γ. Ἰούλιος
Γ. Υἱ. Καῖσαρ δικτάτωρ τὸ γ' μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ γ'
μετὰ Αἰμιλίου Λεπίδου ὑπ.
Γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ δ' μετὰ Αἰμιλίου Λεπίδου
ἱππάρχου καὶ ὕπατος τὸ δ' μόνος
Γ. Ἰούλιος Καῖσαρ δικτάτωρ τὸ ε' μετὰ Αἰμιλίου
Λεπίδου ἱππάρχου καὶ ὕπατος τὸ ε' μετὰ Μ. Ἀντωνίου ὑπ.
1 [1]
Τότε μὲν ταῦτ'
ἔπραξε, τῷ δὲ
ἐχομένῳ ἔτει
καὶ
ἐδικτατόρευσεν
ἅμα καὶ
ὑπάτευσε,
τρίτον
ἑκάτερον, τοῦ
Λεπίδου οἱ
ἀμφοτέρωθι
συνάρξαντος.
Ἐπειδὴ γὰρ
δικτάτωρ ὑπ'
αὐτοῦ τὸ
πρῶτον ἐλέχθη,
παραχρῆμά τε
αὐτὸν μετὰ τὴν
στρατηγίαν ἐς
τὴν Ἰβηρίαν
τὴν
πλησιαιτέραν
ἔστειλε,
[2] καὶ
ἐπανελθόντα
ἐπινικίοις,
μήτε τινὰς
νικήσαντα μήτ'
ἀρχὴν
μαχεσάμενόν
τισιν, ἐτίμησε,
πρόφασιν ὅτι
τοῖς ὑπό τε τοῦ
Λογγίνου καὶ
ὑπὸ τοῦ
Μαρκέλλου
πραχθεῖσι
παρεγένετο.
[3] Οὔκουν οὐδὲ
ἔπεμψέ τι ἐπ'
ἀληθείας, πλὴν
τῶν χρημάτων ἃ
τοὺς
συμμάχους
ἐσεσυλήκει.
Τούτοις τε οὖν
αὐτὸν ἤγηλε,
καὶ μετὰ τοῦτο
καὶ
συνάρχοντα
ἑκατέρωθι
προσείλετο.
2 [1]
Καὶ
αὐτῶν
ἀρχόντων ἤδη
οἵ τε ἐν τῇ
Ῥώμῃ
ἐταράχθησαν
ὑπὸ σημείων·
λύκος τε γὰρ ἐν
αὐτῇ ὤφθη, καὶ
χοῖρος
ἐλέφαντι πλὴν
τῶν ποδῶν
ὅμοιος
ἐγεννήθη· κἀν
τῇ Ἀφρικῇ ὅ τε
Πετρέιος καὶ ὁ
Λαβιῆνος
τηρήσαντες
τὸν Καίσαρα
πρὸς κώμας ἐπὶ
σῖτον
ἐξεληλυθότα,
[2] τήν τε ἵππον
αὐτοῦ μηδέπω
καλῶς ἐκ τῆς
θαλάσσης
ἐρρωμένην ἐς
τοὺς πεζοὺς
τοῖς Νομάσι
κατήραξαν, καὶ
συνταραχθείσης
πρὸς τοῦτο τῆς
ἀσπίδος
πολλοὺς μὲν
αὐτῶν ἐν
χερσὶν
ἀπέκτειναν,
πάντας δ' ἂν καὶ
τοὺς λοιποὺς
ἀνειληθέντας
ἐπὶ μετέωρόν
τι ἐξέκοψαν, εἰ
μὴ ἰσχυρῶς
ἐτρώθησαν.
[3] Ἐπὶ
πλεῖον δ' οὖν
καὶ ὥς, τούτου
συμβεβηκότος,
τὸν Καίσαρα
κατέπληξαν.
Λογιζόμενος
μὲν γὰρ ὡς ὑπὸ
ὀλίγων
ἔπταισε,
προσδεχόμενος
δὲ καὶ τὸν
Σκιπίωνα τόν
τε Ἰόβαν
πάσαις, ὥσπερ
ἠγγέλλοντο,
ταῖς
δυνάμεσιν
εὐθὺς
ἀφίξεσθαι,
διηπόρει καὶ
οὐκ εἶχεν ὅ τι
πράξῃ·
[4] τόν τε
γὰρ πόλεμον
μηδέπω καλῶς
διενεγκεῖν
δυνάμενος, καὶ
τὴν ἐν ταὐτῷ
μονὴν χαλεπήν,
κἂν οἱ
πολέμιοί σφων
ἀπέχωνται, διὰ
τὴν τῆς τροφῆς
ἀπορίαν, τήν τε
ἀνάστασιν
ἀδύνατον τῶν
πολεμίων καὶ
ἐκ τῆς ἠπείρου
καὶ ἐκ τῆς
θαλάσσης
ἐπικειμένων
οἱ ὁρῶν οὖσαν,
ἠθύμει.
3 [1] Ἐνταῦθ' οὖν
αὐτῷ ὄντι
Πούπλιός τις
Σίττιος, εἴγε
ἐκεῖνον ἀλλὰ
μὴ τὸ
δαιμόνιον δεῖ
λέγειν, τήν τε
σωτηρίαν ἅμα
καὶ τὴν
ἐπικράτησιν
ἔδωκεν. Οὗτος
γὰρ ἐξέπεσε
μὲν ἐκ τῆς
Ἰταλίας,
παραλαβὼν δὲ
συμφυγάδας
τινὰς καὶ
περαιωθεὶς ἐς
Μαυριτανίαν
[2] χεῖρά τε
ἤθροισε, καὶ
παρὰ τῷ Βόκχῳ
στρατηγήσας
ἐπεχείρησε τῷ
Καίσαρι, μήτε
τινὰ
εὐεργεσίαν
αὐτοῦ προέχων
μήτ' ἄλλως ἐν
γνώσει οἱ ὤν,
τοῦ τε πολέμου
συνάρασθαι
καὶ τὰ παρόντα
συγκατεργάσασθαι.
[3] Κἀκ τούτου
αὐτῷ μὲν
ἐκείνῳ οὐκ
ἐπήμυνε· πόρρω
τε γὰρ αὐτὸν
ἤκουεν ὄντα,
καὶ βραχύ τι ὑφ'
ἑαυτοῦ οὐ γάρ
πω μεγάλην
ἰσχὺν εἶχεν
ὠφελήσεσθαι
ἐνόμιζε· τὸν δὲ
δὴ Ἰόβαν
ἐκστρατεύσαντα
τηρήσας
[4] ἔς τε
τὴν Νουμιδίαν
ἐνέβαλε, καὶ
ταύτην τε καὶ
τὴν
Γαιτουλίαν
μέρος τῆς
ἀρχῆς αὐτοῦ
οὖσαν
ἐλυμήνατο,
ὥστε τὸν
βασιλέα τῶν τε
ἐν χερσὶν
ἀφέσθαι καὶ ἐκ
μέσης τῆς ὁδοῦ
μετὰ τοῦ
πλείονος
στρατοῦ
ἀναστρέψαι·
ἔστι γὰρ ὅ τι
καὶ τῷ
Σκιπίωνι ἀπ'
αὐτοῦ
συνέπεμψεν.
[5] Ἐξ
οὗπερ καὶ τὰ
μάλιστα
διεφάνη ὅτι εἰ
καὶ ἐκεῖνος
ἐληλύθει, οὐκ
ἄν ποτε αὐτοῖς
ὁ Καῖσαρ
ἀντέσχεν.
Οὔκουν οὐδὲ
μόνῳ τῷ
Σκιπίωνι
συμβαλεῖν
εὐθὺς
ἐτόλμησε· τά τε
γὰρ ἄλλα καὶ
τοὺς
ἐλέφαντας, τὸ
μέν τι καὶ ἐπὶ
τῇ μάχῃ, τὸ δὲ
δὴ πλεῖον ὅτι
τὸ ἱππικὸν
αὐτοῦ
ἐτάρασσον,
δεινῶς
ἐδεδίει.
4 [1]
Ἐν
φυλακῇ οὖν τὸ
στρατόπεδον
ἐς ὅσον
ἐδύνατο ποιῶν
ὁ Καῖσαρ
στρατιώτας τε
ἐκ τῆς Ἰταλίας
καὶ ἐλέφαντας
μετεπέμπετο,
οὐχ ὡς καὶ
ἀξιόμαχόν τι
δι' αὐτῶν
δράσων οὐδὲ
γὰρ πολλοὶ
ἦσαν, ἀλλ' ἵνα
οἱ ἵπποι πρός
τε τὴν ὄψιν καὶ
πρὸς τὴν φωνὴν
αὐτῶν
ἐκμελετήσωσιν
οὐδὲν ἔτι τοὺς
τῶν πολεμίων
φοβεῖσθαι.
[2] Κἀν
τούτῳ οἵ τε
Γαίτουλοι
προσεχώρησαν
αὐτῷ καὶ
ἕτεροί τινες
τῶν
πλησιοχώρων,
τὰ μὲν δι'
ἐκείνους,
ἐπειδή σφας
μεγάλως
τιμηθέντας
ἤκουσαν, τὰ δὲ
καὶ τῇ τοῦ
Μαρίου μνήμῃ,
ὅτι προσήκων
αὐτοῦ ἦν.
[3] Ὡς δὲ
ταῦτά τε
ἐγένετο, καὶ οἱ
ἐκ τῆς Ἰταλίας
βραδέως μὲν
καὶ
ἐπικινδύνως
ὑπό τε τοῦ
χειμῶνος καὶ
ὑπὸ τῶν
πολεμίων
περαιωθέντες,
ὅμως δ' οὖν
ἦλθόν ποτε,
οὐκέθ'
ἡσύχασεν, ἀλλὰ
καὶ
τοὐναντίον
ἠπείχθη πρὸς
τὴν μάχην, ὅπως
πρὶν τὸν Ἰόβαν
ἐπελθεῖν
φθάσῃ τὸν
Σκιπίωνα
προκατεργασάμενος.
[4] Καὶ
προχωρήσας ἐπ'
αὐτὸν πρὸς
πόλιν
Οὐζζίττα ἐπὶ
λόφου τινός,
ὑπέρ τε
ἐκείνης καὶ
ὑπὲρ τοῦ
στρατοπέδου
ἅμα αὐτῶν
ὄντος, ἱδρύθη,
προεκκρούσας
τοὺς
κατέχοντας
αὐτόν, καὶ μετὰ
τοῦτο
προσπεσόντα
οἱ τὸν
Σκιπίωνα ἀπό
τε τοῦ
μετεώρου
ἀπεδίωξε καὶ
τοῖς ἱππεῦσιν
ἐπικαταδραμὼν
ἐκάκωσε.
[5] Τοῦτό
τε οὖν τὸ
χωρίον
κατέσχε καὶ
ἐνετειχίσατο,
καὶ ἕτερον ἐπὶ
θάτερα τῆς
πόλεως, τὸν
Λαβιῆνον ἀπ'
αὐτοῦ
κρατήσας,
ἔλαβε· κἀκ
τούτου καὶ
πᾶσαν αὐτὴν
ἀπετείχισεν. Ὁ
γὰρ Σκιπίων
δείσας μὴ
προαναλωθῇ, ἐς
μάχην μὲν
οὐκέτ' αὐτῷ ᾖει,
[6] τὸν δὲ Ἰόβαν
μετεπέμπετο,
καὶ αὐτῷ,
ἐπειδὴ μὴ
ὑπήκουέν οἱ,
πάντα τὰ ἐν τῇ
Ἀφρικῇ τοῖς
Ῥωμαίοις ὄντα
χαρίσασθαι
ὑπέσχετο. Καὶ ὁ
μὲν ἐκ τούτου
τῷ μὲν Σιττίῳ
ἄλλους
ἀντέταξεν,
αὐτὸς δὲ ἐπὶ
τὸν Καίσαρα
αὖθις ὥρμησεν.
5 [1] Ἐν
ᾧ δὲ ταῦτ'
ἐγίγνετο, ὁ
Καῖσαρ
ἐπείρασε μὲν
πάντα τρόπον
ἐς χεῖρας τὸν
Σκιπίωνα
ὑπαγαγέσθαι,
μὴ δυνηθεὶς δὲ
λόγους τε
φιλίους ἐς
τοὺς
στρατιώτας
αὐτοῦ καθῆκε
καὶ βιβλία
βραχέα
διέρριψεν,
[2] ὑπισχνούμενος
δι' αὐτῶν τῷ μὲν
ἐπιχωρίῳ τά τε
οἰκεῖα
ἀκέραια
τηρήσειν καὶ
αὐτοὺς
ἐλευθέρους
ἀφήσειν, τῷ δὲ
Ῥωμαίῳ τήν τε
ἄδειαν καὶ τὰ
γέρα ἃ καὶ τοῖς
συνοῦσίν οἱ
ὤφειλε δώσειν·
καὶ συχνούς γε
ἐκ τούτου
προσεποιήσατο.
[3] Σκιπίων δὲ
ἐπεχείρησε
μὲν καὶ αὐτὸς
καὶ βιβλία καὶ
λόγους ἐς τοὺς
ἐναντίους
ἐσβαλεῖν ὡς
καὶ
σφετεριούμενός
τινας, οὐ
μέντοι καὶ
μεταστῆσαι
αὐτοὺς
ἠδυνήθη, οὐχ
ὅτι οὐκ ἂν καὶ
τὰ ἐκείνου
τινὲς
ἀνθείλοντο,
εἴπερ τι τῶν
ὁμοίων
ἐπηγγέλλετο,
[4] ἀλλ' ὅτι ἆθλον
μέν σφισιν
οὐδὲν
ὑπισχνεῖτο,
τὸν δὲ δὴ δῆμον
τὸν τῶν
Ῥωμαίων τήν τε
γερουσίαν
ἄλλως
ἐλευθερῶσαι
αὐτοὺς
παρεκάλει. Καὶ
οὕτως, ἐν ᾧ δὴ
τὰ
εὐπρεπέστερα
τῷ λόγῳ μᾶλλον
ἢ τὰ
χρησιμώτερα
τοῖς παροῦσιν ᾑρεῖτο,
οὐδένα αὐτῶν ᾠκειώσατο.
6 [1]
Μέχρι
μὲν οὖν μόνος ὁ
Σκιπίων ἐν τῷ
στρατοπέδῳ ἦν,
ταῦθ' οὕτως
ἐγίγνετο· ἐπεὶ
δὲ καὶ ὁ Ἰόβας
ἐπῆλθεν,
ἠλλοιώθη.
Ἐκεῖνοι μὲν
γὰρ καὶ
προεκαλοῦντο
τοὺς
ἐναντίους ἐς
μάχην, καὶ μὴ
βουλομένους
συμβαλεῖν
ἐλύπουν·
[2] τῷ τε
ἱππικῷ τοὺς
ἀποσκεδαννυμένους
σφῶν ἰσχυρῶς
ἔβλαπτον· ὁ δὲ
δὴ Καῖσαρ οὔτε
ἐς χεῖρας
αὐτοῖς ἑκὼν
ᾖει, καὶ τὴν
περιτείχισιν
ἐπέσχε, καὶ τὴν
τροφὴν
ἀγαπητῶς
ἥρπαζε, καὶ
δυνάμεις
ἄλλας οἴκοθεν
προσμετεπέμπετο.
[3] Καὶ ὀψὲ μὲν καὶ
χαλεπῶς
ἐλθούσας
αὐτάς, οὔτε γὰρ
ἀθρόαι ἦσαν,
ἀλλὰ κατὰ
βραχὺ
συνελέγοντο,
καὶ πλοίων ὥσθ'
ἅμα
περαιωθῆναι
ἠπόρουν
ἐλθούσας δ' οὖν
ποτε προσλαβὼν
ἀνεθάρσησεν
αὖθις, καὶ
ἐπεξαγαγὼν
παρετάξατο
πρὸ τῆς
ταφρείας.
[4] Ἰδόντες δὲ
τοῦτο, οἱ
ἐναντίοι
ἀντιπαρετάξαντο
μέν, οὐ μὴν καὶ
συνέβαλόν
σφισιν. Καὶ
τοῦτο ἐπὶ
πλείους
ἡμέρας
ἐγένετο· πλὴν
γὰρ ὅτι τοῖς
ἱππεῦσιν ἐπὶ
βραχὺ
συμμιγνύντες
ἀνεχώρουν,
οὐδὲν
οὐδέτεροι
μέγα
παρέβαλον.
7 [1] Ὁ
οὖν Καῖσαρ
ἐννοήσας ὅτι
οὐκ ἂν δύναιτο
ἄκοντας
αὐτοὺς ὑπὸ τῶν
χωρίων ἐς
χεῖρας ἐλθεῖν
ἀναγκάσαι,
πρὸς Θάψον
ὥρμησεν, ἵν' ἢ
προσβοηθησάντων
αὐτῶν τῇ πόλει
συμβάλῃ
σφίσιν, ἢ
περιιδόντων
ἐκείνην γε ἕλῃ.
[2] Ἡ δὲ δὴ Θάψος
κεῖται μὲν ἐν
χερρονήσῳ
τρόπον τινά,
ἔνθεν μὲν τῆς
θαλάσσης
ἔνθεν δὲ
λίμνης
παρηκούσης,
στενὸν δὲ δὴ
τὸν ἰσθμὸν καὶ
ἑλώδη διὰ
μέσου οὕτως
ἔχει ὥστε διχῇ
μὲν δι'
ἐλαχίστου δὲ
ἐφ' ἑκάτερα τοῦ
ἕλους παρ'
αὐτὴν τὴν
ῥαχίαν
ἀμφοτέρωθεν
παριέναι.
[3] Πρὸς ταύτην οὖν τὴν πόλιν ὁ Καῖσαρ εἴσω τῶν
στενῶν χωρήσας ἐτάφρευε καὶ ἐσταύρου. Καὶ ἐκεῖνοι μὲν οὐδὲν πρᾶγμα αὐτῷ παρεῖχον
οὐ γὰρ ἦσαν ἀξιόμαχοι, ὁ δὲ δὴ Σκιπίων καὶ ὁ Ἰόβας ἐπεχείρησαν τὸ στόμα τοῦ
ἰσθμοῦ, καθ' ὃ πρὸς τὴν ἤπειρον τελευτᾷ, σταυρώμασι καὶ ταφρεύμασι διχῇ
διαλαβόντες ἀνταποτειχίσαι.
8 [1] Ἐν ἔργῳ δὲ
αὐτῶν ὄντων
καὶ πολὺ καθ'
ἑκάστην
ἡμέραν
ἀνυόντων (ὅπως
γάρ τοι θᾶσσον
διατειχίσωσι,
τούς τε
ἐλέφαντας καθ'
ὃ μηδέπω
διετετάφρευτο
ἀλλ' εὐέφοδόν
τι τοῖς
πολεμίοις ἦν
προσέταξαν,
καὶ τὰ λοιπὰ
πάντες
εἰργάζοντο)
[2] ἐπέθετο ὁ
Καῖσαρ
αἰφνίδιον
τοῖς ἑτέροις
τοῖς περὶ τὸν
Σκιπίωνα, καὶ
τοὺς
ἐλέφαντας
πόρρωθεν
σφενδόναις
καὶ
τοξεύμασιν
ἐκταράξας
ἐφέσπετό τε
αὐτοῖς
ἀναχωρήσασι,
καὶ παρὰ δόξαν
τοῖς
ἐργαζομένοις
προσμίξας καὶ
ἐκείνους
ἐτρέψατο, καί
σφισι φυγοῦσιν
ἐς τὸ ἔρυμα
συνεσπεσὼν
αὐτοβοεὶ αὐτὸ
εἷλεν.
[3] Ἰδὼν δὲ
ταῦτα ὁ Ἰόβας
οὕτως
ἐξεπλάγη καὶ
ἔδεισεν ὡς
μήτε ἐς χεῖράς
τινι
ὑπομεῖναι
ἐλθεῖν μήτε τὸ
στρατόπεδον
διὰ φυλακῆς
ποιήσασθαι.
[4] Ἐκεῖνος μὲν
οὖν φυγὼν καὶ
οἴκαδε
ἐπειχθείς,
ἔπειτ' ἐπειδὴ
μηδεὶς αὐτόν,
ἄλλως τε καὶ
τοῦ Σιττίου
τοὺς
ἀντικαταστάντας
οἱ
προνενικηκότος,
ἐδέξατο,
ἀπέγνω τε τὴν
σωτηρίαν, καὶ
τῷ Πετρείίῳ
μηδεμίαν μηδ'
αὐτῷ ἐλπίδα
ἀδείας ἔχοντι
ἐμονομάχησε
καὶ
συναπέθανε.
9 [1] Καῖσαρ
δὲ τό τε
σταύρωμα
εὐθὺς μετὰ τὴν
φυγὴν αὐτοῦ
ἔλαβε, καὶ
φόνον
πλεῖστον τῶν
προστυχόντων
ἁπάντων
σφίσιν
ἐποίησεν· οὐδὲ
γὰρ τῶν
μεταστάντων
ἐφείσατο. Κἀκ
τούτου τάς τε
ἄλλας πόλεις
μηδενὸς
ἀνθισταμένου
παρεστήσατο,
[2] καὶ τοὺς
Νομάδας λαβὼν
ἔς τε τὸ
ὑπήκοον
ἐπήγαγε καὶ τῷ
Σαλουστίῳ
λόγῳ μὲν
ἄρχειν ἔργῳ δὲ
ἄγειν τε καὶ
φέρειν
ἐπέτρεψεν.
Ἀμέλει καὶ
ἐδωροδόκησε
πολλὰ καὶ
ἥρπασεν, ὥστε
καὶ
κατηγορηθῆναι
καὶ αἰσχύνην
ἐσχάτην
ὀφλεῖν,
[3] ὅτι
τοιαῦτα
συγγράμματα
συγγράψας καὶ
πολλὰ καὶ
πικρὰ περὶ τῶν
ἐκκαρπουμένων
τινὰς εἰπὼν
οὐκ ἐμιμήσατο
τῷ ἔργῳ τοὺς
λόγους. Ὅθεν εἰ
καὶ τὰ μάλιστα
ἀφείθη ὑπὸ τοῦ
Καίσαρος, ἀλλ'
αὐτός γε
ἑαυτὸν καὶ
πάνυ τῇ
συγγραφῇ
ἐστηλοκόπησε.
[4] Τοῦτό τε οὖν
οὕτως ἐγένετο,
καὶ τὰ ἔθνη τὰ
ἐν τῇ Λιβύῃ
ταῦτα τὸ μὲν
περὶ τὴν
Καρχηδόνα, ὃ δὴ
καὶ Ἀφρικὴν
καλοῦμεν,
παλαιόν, ὅτι ἐκ
πολλοῦ
κατείργαστο,
τὸ δὲ δὴ τῶν
Νομάδων νέον,
ὅτι νεωστὶ
εἴληπτο,
ἐπωνομάσθη.
[5] Σκιπίων δὲ ἐκ μὲν τῆς μάχης ἔφυγε, καὶ πλοίου
ἐπιτυχὼν ἐς τὴν Ἰβηρίαν πρός τε τὸν Πομπήιον ἀπῆρεν, ἐκπεσὼν δὲ ἐς τὴν
Μαυριτανίαν καὶ τὸν Σίττιον φοβηθεὶς ἑαυτὸν διεχρήσατο.
10 [1] Ὅ
τε Κάτων τὸ μὲν
πρῶτον
συγκαταφυγόντων
πρὸς αὐτὸν
πολλῶν
παρεσκευάζετο
τῶν τε
πραγμάτων
ἀντιλαβέσθαι
καὶ τὸν
Καίσαρα
τρόπον τινὰ
ἀμύνασθαι·
[2] ὡς
δὲ οἵ τε
Οὐτικήσιοι,
ἅτε μηδὲ ἐν τῷ
πρὶν ἐχθρωδῶς
τῷ Καίσαρι
ἔχοντες καὶ
τότε
νενικηκότα
αὐτὸν ὁρῶντες,
οὐκ ἐπείθοντο
αὐτῷ, καὶ οἱ ἐκ
τῆς γερουσίας
τῶν τε ἱππέων
παρόντες
ἐφοβήθησαν μὴ
συλληφθῶσιν
ὑπ' αὐτῶν καὶ
δρασμὸν
ἐβουλεύσαντο,
αὐτὸς μὲν οὔτ'
ἀντιπολεμῆσαι
οὐδὲ γὰρ οἷός
τε ἦν οὔτ' αὖ
προσχωρῆσαι
τῷ Καίσαρι
ἔγνω,
[3] οὐχ ὅτι τι
ἐδεδίει καὶ
γὰρ εὖ
ἠπίστατο καὶ
πάνυ ἂν
σπουδάσαντα
αὐτὸν ἑαυτοῦ,
τῆς ἐπὶ
φιλανθρωπίᾳ
δόξης ἕνεκα,
φείσασθαι, ἀλλ'
ὅτι τῆς τε
ἐλευθερίας
ἰσχυρῶς ἤρα,
καὶ ἡττᾶσθαι
οὐδενὸς ἐς
οὐδὲν
ἐβούλετο, τοῦ
τε θανάτου
πολὺ τὸν παρὰ
τοῦ Καίσαρος
ἔλεον
χαλεπώτερον
ἡγεῖτο εἶναι.
[4] Συγκαλέσας δὲ
τοὺς παρόντας
τῶν πολιτῶν,
καὶ
διερωτήσας
ὅποι ἕκαστος
αὐτῶν ὥρμηται,
ἐκείνους μὲν
μετ' ἐφοδίων
ἐξέπεμψε, τῷ δὲ
υἱεῖ πρὸς τὸν
Καίσαρα
ἐλθεῖν
ἐκέλευσε.
Πυθομένου τε
τοῦ νεανίσκου «
Διὰ τί οὖν οὐχὶ
καὶ σὺ τοῦτο
ποιεῖς; »
[5] ἀπεκρίνατο
αὐτῷ «
Ὅτι ἐγὼ
μὲν ἔν τε
ἐλευθερίᾳ καὶ
ἐν παρρησίᾳ
τραφεὶς οὐ
δύναμαι τὴν
δουλείαν ἐκ
μεταβολῆς ἐπὶ
γήρως
μεταμαθεῖν·
σοὶ δ' ἐν
τοιαύτῃ
καταστάσει
καὶ
γεννηθέντι
καὶ τρα φέντι
τὸν δαίμονα
τὸν λαχόντα σε
θεραπεύειν
προσήκει ».
11 [1]
Ταῦτ' οὖν
πράξας, καὶ
τοῖς
Οὐτικησίοις
τήν τε
διοίκησιν
ἀπολογισάμενος
καὶ τὰ λοιπὰ
χρήματα τά τε
ἄλλα ὅσα αὐτῶν
εἶχεν ἀποδούς,
προαπαλλαγῆναι
πρὸ τῆς τοῦ
Καίσαρος
ἀφίξεως
ἠθέλησε.
[2] Καὶ
μεθ' ἡμέραν μὲν
οὐκ
ἐπεχείρησε
τοῦτο ποιῆσαι·
ὅ τε γὰρ υἱὸς
καὶ οἱ ἄλλοι οἱ
περὶ αὐτὸν
ὄντες φυλακὴν
αὐτοῦ εἶχον·
ἐπεὶ δὲ ἑσπέρα
ἐγένετο,
ξιφίδιόν τέ τι
κρύφα ὑπὸ τὸ
προσκεφάλαιον
ὑπέθηκε, καὶ τὸ
τοῦ Πλάτωνος
βιβλίον τὸ
περὶ τῆς ψυχῆς
αὐτῷ
γεγραμμένον
ᾖτησε,
[3] εἴτ' οὖν
πόρρω τῆς
ὑποψίας τοῦ τι
τοιοῦτο
βουλεύσασθαι
τοὺς παρόντας
ἀπαγαγεῖν
σπουδάσας,
ὅπως ὡς ἥκιστα
παρατηρηθῇ,
εἴτε καὶ
παραμύθιόν τι
πρὸς τὸν
θάνατον ἐκ τῆς
ἀναγνώσεως
αὐτοῦ λαβεῖν
ἐπιθυμήσας. Ὡς
δὲ ἐκεῖνό τε
ἀνελέξατο καὶ
ἡ νὺξ ἐμέσου,
[4] τό τε
ἐγχειρίδιον
ὑφείλκυσε, καὶ
ἑαυτὸν ἐπὶ τὴν
γαστέρα
παίσας εὐθὺς
ἂν
ἐτελεύτησεν
ἔξαιμος
γενόμενος, εἰ
μὴ καταπεσὼν
ἐκ τοῦ
σκιμποδίου
ψόφον τε
ἐποίησε καὶ
τοὺς
προκοιτοῦντας
ἐξήγειρε. Καὶ
οὕτως ὅ τε υἱὸς
καὶ ἄλλοι
τινὲς
ἐσπεσόντες τά
τε ἔντερα
αὐτοῦ ἐς τὴν
γαστέρα αὖθις
κατέταξαν καὶ
θεραπείαν
αὐτῷ
προσήγαγον.
[5] Καὶ οἱ μὲν τό τε
ξιφίδιον ἦραν
καὶ τὰς θύρας
ἔκλεισαν, ὅπως
ὕπνου λάχῃ οὐ
γὰρ δὴ καὶ
ἄλλως πως
ἀποθανεῖν
αὐτὸν
προσεδόκησαν·
ἐκεῖνος δὲ ἔς
τε τὸ τραῦμα
τὰς χεῖρας
ἐνέβαλε καὶ
τὰς ῥαφὰς
αὐτοῦ
διαρρήξας
ἀπέψυξεν.
[6] Ὁ μὲν οὖν Κάτων καὶ δημοτικώτατος καὶ
ἰσχυρότατος καὶ ἰσχυρογνωμονέστατος πάντων τῶν καθ' ἑαυτὸν ἀνθρώπων γενόμενος
μεγάλην δόξαν καὶ ἀπ' αὐτοῦ τοῦ θανάτου ἔλαβεν, ὥστε καὶ ἐπωνυμίαν Οὐτικήσιος,
ὅτι τε ἐν τῇ Οὐτικῇ οὕτως ἐτελεύτησε καὶ ὅτι δημοσίᾳ ὑπ' αὐτῶν ἐτάφη, κτήσασθαι.
12 [1]
Ὁ δὲ
Καῖσαρ ἐκείνῳ
μὲν
ὀργίζεσθαι
ἔφη ὅτι οἱ τῆς
ἐπὶ τῇ σωτηρίᾳ
αὐτοῦ
εὐκλείας
ἐφθόνησε, τὸν
δὲ υἱὸν καὶ τῶν
ἄλλων τοὺς
πλείους
ἀφῆκεν, ὥσπερ
εἴθιστο· οἱ μὲν
γὰρ εὐθὺς οἱ δὲ
καὶ ὕστερον,
ὅπως
ἀμβλυτέρῳ
αὐτῷ ὑπὸ τοῦ
χρόνου
γενομένῳ
προσέλθωσιν,
ἐθελονταὶ
προσεχώρησαν.
[2] Καὶ οἱ μὲν
ἐσώθησαν,
Ἀφράνιος δὲ
καὶ Φαῦστος
ἑκόντες μὲν
οὐκ ἦλθον πρὸς
αὐτόν καὶ γὰρ
εὖ ᾖδεσαν
ἀπολούμενοι,
φυγόντες δὲ ἐς
Μαυριτανίαν
συνελήφθησαν
ὑπὸ τοῦ
Σιττίου. Καὶ
ἐκείνους μὲν
ἀκρίτους ὁ
Καῖσαρ ὡς καὶ
αἰχμαλώτους
ἀπέσφαξεν·
[3] τὸν δὲ δὴ Καίσαρα τὸν Λούκιον, καίπερ ἐν γένει
οἱ ὄντα καὶ ἐθελούσιον ἱκετεύσαντα, ὅμως ἐπειδὴ διὰ παντὸς αὐτῷ
προσεπεπολεμήκει, τὸ μὲν πρῶτον ἀποδικῆσαι ἐκέλευσεν ὥστε ἐν δίκῃ τινὶ
κατεψηφίσθαι αὐτοῦ δόξαι, ἔπειτα δὲ ὀκνήσας αὐτὸν τῇ ἑαυτοῦ φωνῇ θανατῶσαι τότε
μὲν ἀνεβάλετο, ὕστερον δὲ καὶ κρύφα ἀπέκτεινε.
13 [1]
Καὶ
γὰρ τῶν
συνόντων οἱ
τοὺς οὐκ
ἐπιτηδείους
τοὺς μὲν πρὸς
τῶν ἐναντίων
οὐκ ἀκουσίως
ἀπέβαλλε, τοὺς
δὲ καὶ δι' αὐτῶν
τῶν σφετέρων
ἐξ ἐπιβουλῆς
ἐν αὐταῖς ταῖς
μάχαις
ἀπόλλυσθαι
ἐποίει.
[2] Οὐ γάρ
τοι καὶ
φανερῶς πᾶσι
τοῖς λυπήσασί
τι αὐτόν, ὥσπερ
εἶπον, ἐπεξῄει,
ἀλλ' ὅσους
μηδενὶ
ἀξιόχρεῳ
ἐγκλήματι
μετελθεῖν
ἐδύνατο, ἐν
τρόπῳ δή τινι
ἀφανεῖ
ὑπεξῄρει,
καίτοι τότε τὰ
γράμματα, ὅσα
ἐν τοῖς
ἀπορρήτοις
τοῦ Σκιπίωνος
κιβωτίοις
εὑρέθη, πάντα
καύσας πρὶν
ἀναγνῶναι,
[3] καὶ
τῶν
ἀντιπολεμησάντων
οἱ πολλοὺς μὲν
δι' αὐτοὺς
ἐκείνους
πολλοὺς δὲ καὶ
διὰ τοὺς
φίλους σώσας·
τῶν τε γὰρ
συναγωνιστῶν
καὶ τῶν
ἑταίρων
ἑκάστῳ ἕνα
ἐξαιτεῖσθαι,
ὥσπερ εἴρηται,
ἐπέτρεπε.
[4] Καὶ
δὴ καὶ τὸν
Κάτωνα ἔσωσεν
ἄν· οὕτω γὰρ
αὐτὸν
ἐτεθαυμάκει
ὥστε τοῦ
Κικέρωνος
ἐγκώμιον μετὰ
ταῦτα αὐτοῦ
γράψαντος
ἀγανακτῆσαι
μὲν μηδέν,
καίπερ καὶ
ἐκείνου οἱ
προσπολεμήσαντος,
βιβλίον δέ τι
γράψαι ὃ
Ἀντικάτωνα
ἐπεκάλεσε.
14 [1]
Καῖσαρ
μὲν ταῦτά τε
πράξας, καὶ
τοὺς
ἀφηλικεστέρους
τῶν
στρατιωτῶν
παραχρῆμα καὶ
πρὶν ἐς τὴν
Ἰταλίαν
περαιωθῆναι,
μὴ καὶ
στασιάσωσιν
αὖθις,
ἀπαλλάξας, τά
τε ἄλλα τὰ ἐν τῇ
Ἀφρικῇ
[2] διὰ
βραχέος, ὡς
ἐνῆν μάλιστα,
καταστήσας,
μέχρι μὲν τῆς
Σαρδοῦς παντὶ
τῷ ναυτικῷ
ἔπλευσεν,
ἐντεῦθεν δὲ
ἐκείνους μὲν
ἔς τε τὴν
Ἰβηρίαν καὶ
ἐπὶ τὸν
Πομπήιον μετὰ
Γαίου Διδίου
ἔπεμψεν, αὐτὸς
δὲ ἐς τὴν Ῥώμην
ἐκομίσθη, τὸ
μὲν πλεῖστον
ἐπὶ τῇ τῶν ἔργων λαμπρότητι,
ἤδη δὲ καὶ ἐπὶ
τοῖς τῇ βουλῇ
δόξασι
μεγαλοφρονούμενος.
[3] Τεσσαράκοντά
τε γὰρ ἡμέρας
ἐπὶ τῇ νίκῃ
αὐτοῦ θύειν
ἔγνωσαν, καὶ τὰ
ἐπινίκια τὰ
προεψηφισμένα
ἐπί τε λευκῶν
ἵππων καὶ μετὰ
ῥαβδούχων τῶν
τε τότε αὐτῷ
συνόντων καὶ
ἑτέρων ὅσοις
ἐν τῇ πρώτῃ
δικτατορίᾳ
ἐκέχρητο,
ἄλλων τε αὖ
ὅσους ἐν τῇ
δευτέρᾳ
ἐσχήκει,
πέμψαι οἱ
ἔδοσαν.
[4] Τῶν τε
τρόπων τῶν
ἑκάστου
ἐπιστάτην
οὕτω γάρ πως
ὠνομάσθη
ὥσπερ οὐκ
ἀξίας αὐτοῦ
τῆς τοῦ
τιμητοῦ
προσρήσεως
οὔσης ἐς τρία
αὐτὸν ἔτη καὶ
δικτάτορα ἐς
δέκα ἐφεξῆς
εἵλοντο.
[5] Καὶ
προσέτι ἐπί τε
ἀρχικοῦ
δίφρου μετὰ
τῶν ἀεὶ ὑπάτων
ἐν τῷ συνεδρίῳ
καθίζειν καὶ
γνώμην ἀεὶ
πρῶτον
ἀποφαίνεσθαι,
ἔν τε ταῖς
ἱπποδρομίαις
ἁπάσαις
ἀποσημαίνειν,
καὶ τὰς ἀρχὰς
τά τε ἄλλα ὅσα
τισὶν ὁ δῆμος
πρότερον
ἔνεμεν
ἀποδεικνύναι
ἐψηφίσαντο.
[6] Ἅρμα τέ τι
αὐτοῦ ἐν τῷ
Καπιτωλίῳ
ἀντιπρόσωπον
τῷ Διὶ
ἱδρυθῆναι, καὶ
ἐπὶ εἰκόνα
αὐτὸν τῆς
οἰκουμένης
χαλκοῦν
ἐπιβιβασθῆναι,
γραφὴν ἔχοντα
ὅτι ἡμίθεός
ἐστι, τό τε
ὄνομα αὐτοῦ
ἐπὶ τὸ
Καπιτώλιον
ἀντὶ τοῦ
Κατούλου
γραφῆναι, ὡς
καὶ τὸν νεών, ἐφ'
οὗ τῇ
ἐκποιήσει
εὐθύνειν
ἐκεῖνον
ἐπεχείρησεν,
ἐκτελέσαντος,
ἀντεγγραφῆναι
ἐκέλευσαν.
[7] Ταῦτα δὲ μόνα
κατέλεξα, οὐχ
ὅτι καὶ μόνα
ἐψηφίσθη,
παμπληθῆ τε
γὰρ ἐσεφέρετο
καὶ, δῆλον ὅτι
καὶ ἐκυροῦτο,
ἀλλ' ὅτι τὰ μὲν
ἄλλα παρήκατο,
ταῦτα δὲ
προσεδέξατο.
15 [1]
Δεδογμένων
δὲ ἤδη αὐτῶν,
ἦλθέ τε ἐς τὴν
Ῥώμην, καὶ ἰδὼν
τοὺς
ἀνθρώπους τήν
τε δύναμιν
αὐτοῦ
φοβουμένους,
καὶ τὸ φρόνημα
ὑποτοπουμένους,
κἀκ τούτου
πολλὰ καὶ
δεινά, οἷά που
καὶ πρὶν
ἐγεγόνει,
πείσεσθαι
προσδοκῶντας,
καὶ διὰ τοῦτο
καὶ
ὑπερόγκους οἱ
τιμὰς
κολακείᾳ ἀλλ'
οὐκ εὐνοίᾳ
ἐψηφισμένους,
[2] παρεμυθήσατό
τε αὐτοὺς καὶ
ἐπήλπισεν
εἰπὼν ἐν τῇ
βουλῇ τοιάδε· « Μηδεὶς ὑμῶν, ὦ
πατέρες,
προσδοκήσῃ
μήτε ἐρεῖν με
χαλεπὸν μηδὲν
μήτε πράξειν,
ὅτι καὶ
νενίκηκα καὶ
δύναμαι πᾶν
μὲν ὅ τι ἂν
ἐθελήσω
ἀνεύθυνος
εἰπεῖν, πᾶν δ' ὅ
τι ἂν βουληθῶ
μετ' ἐξουσίας
δρᾶσαι.
[3] Μὴ
μέντοι μηδ' ὅτι
καὶ Μάριος καὶ
Κίννας καὶ
Σύλλας, οἵ τε
ἄλλοι πάντες
ὡς εἰπεῖν ὅσοι
πώποτε τοὺς
ἀντιστασιάσαντάς
σφισιν
ἐκράτησαν, ἐν
μὲν ταῖς
ἐπιχειρήσεσι
τῶν πραγμάτων
πολλὰ καὶ
φιλάνθρωπα
καὶ εἶπον καὶ
ἔπραξαν,
[4] ἐξ ὧν
οὐχ ἥκιστα
προσαγαγόμενοί
τινας μάλιστα
μὲν συμμάχοις
αὐτοῖς, εἰ δὲ
μή, οὐκ
ἀνταγωνισταῖς
γε ἐχρήσαντο,
νικήσαντες δὲ
καὶ ἐγκρατεῖς
ὧν ἐπεθύμουν
γενόμενοι
πολὺ τἀναντία
ἐκείνων καὶ
λόγῳ καὶ ἔργῳ
ἔπραξαν, καὶ
ἐμέ τις
ὑπολάβῃ τὸ
αὐτὸ τοῦτο
ποιήσειν.
[5] Οὔτε
γὰρ ἄλλως πως
πεφυκὼς
ἔπειτα τὸν μὲν
ἔμπροσθε
χρόνον
προσποιητῶς
ὑμῖν
ἐνωμίλησα, νῦν
δέ, ὅτι ἔξεστιν,
ἀσφαλῶς
θρασύνομαι·
οὔτ' αὖ ὑπὸ τῆς
πολλῆς
εὐπραγίας
ἐξῆγμαι καὶ
τετύφωμαι
ὥστε καὶ
τυραννῆσαι
ὑμῶν
ἐπιθυμῆσαι
ταῦτα γὰρ
ἔμοιγε
ἀμφότερα ἢ τό
γε ἕτερον
αὐτῶν ἐκεῖνοι
παθεῖν
δοκοῦσιν·
[6] ἀλλ'
εἰμί τε τῇ
φύσει
τοιοῦτος
ὁποίου μου ἀεὶ
πεπείρασθε (τί
γὰρ δεῖ με καθ'
ἕκαστον
ἐπεξιόντα
ἐπαχθῆ, ὡς καὶ
ἐμαυτὸν
ἐπαινοῦντα,
γενέσθαι;) Καὶ
τὴν τύχην οὐκ
ἂν
προπηλακίσαιμι,
ἀλλ' ὅσῳ μᾶλλον
ἀγαθῆς αὐτῆς
πεπείραμαι,
τόσῳ μᾶλλον
πρὸς πάντα
κρείττω αὐτῇ
χρήσομαι.
[7] Οὐδὲ γὰρ οὐδ' ἐπ' ἄλλο τι τοσοῦτό τ' ἰσχῦσαι
καὶ τηλικοῦτον αὐξηθῆναι ἐσπούδασα ὥστε πάντας μὲν τοὺς ἀντιπολεμήσαντας
κολάσασθαι πάντας δὲ τοὺς ἀντιστασιάσαντας νουθετῆσαι, ἢ ἵνα καὶ ἀνδραγαθίζεσθαι
ἀσφαλῶς καὶ εὐτυχεῖν εὐκλεῶς δύνωμαι.
16 [1]
Οὔτε
γὰρ ἄλλως
καλὸν ἢ
δίκαιον, ὅσα
τις τοῖς
διχογνωμονήσασιν
ἐπεκάλεσε,
ταῦτα αὐτὸν
ποιοῦντα
ἐξελεγχθῆναι·
οὔτ' ἂν ἔγωγε
ἀξιώσαιμί
ποτε, τῇ τῶν
ἔργων ζηλώσει
ὁμοιωθεὶς
αὐτοῖς, μόνῃ τῇ
τῆς παντελοῦς
νίκης φήμῃ
διαλλάξαι.
[2] Τίς
μὲν γὰρ πλείω
καὶ μείζω
τινὰς εὖ
ποιεῖν
ὀφείλει τοῦ
μάλιστα
δυναμένου; Τίς
δὲ ἧττον
ἐξαμαρτάνειν
τοῦ πλεῖστον
ἰσχύοντος; Τίς
εὐβουλότερον
τοῖς ἐκ τοῦ
δαιμονίου
δοθεῖσι
χρῆσθαι τοῦ τὰ
μέγιστα παρ'
αὐτοῦ
λαβόντος; Τίς
ὀρθότερον τὰ
παρόντα ἀγαθὰ
μεταχειρίζεσθαι
τοῦ πλεῖστά τε
ἔχοντος καὶ
μάλιστα περὶ
αὐτῶν μὴ καὶ
ἀπόληται
φοβουμένου;
[3] Ἡ
μὲν γὰρ
εὐπραγία
σωφροσύνην
λαβοῦσα
διαμένει, καὶ ἡ
ἐξουσία
μετριάσασα
πάντα τὰ
κτηθέντα
τηρεῖ· τό τε
μέγιστον, καὶ
ὅπερ ἥκιστα
τοῖς εὖ χωρὶς
ἀρετῆς
φερομένοις
ὑπάρχει, καὶ
ζῶσιν ἀδόλως
φιλεῖσθαι καὶ
τελευτήσασιν
ἀληθῶς
ἐπαινεῖσθαι
διδόασιν.
[4] Ὁ δὲ
ἀνέδην ἐς
πάντα ἁπλῶς τῇ
δυνάμει
καταχρώμενος
οὔτε εὔνοιαν
ἀληθῆ οὔτ'
ἀσφάλειαν
ἀκριβῆ
εὑρίσκεται,
ἀλλ' ἐν μὲν τῷ
φανερῷ
πλαστῶς κολακεύεται ...·
τὸν γὰρ τῆς
ἑαυτοῦ
ἐξουσίας
ἀκράτορα οἵ τε
ἄλλοι πάντες
καὶ οἱ μάλιστα
αὐτῷ χρώμενοι
καὶ
ὑποπτεύουσι
καὶ φοβοῦνται.
17 [1]
Ταῦτα
δὲ οὐκ ἄλλως
ἐφιλοσόφησα,
ἀλλ' ἵνα εἰδῆτε
ὅτι οὐκ ἐς
ἐπίδειξιν, οὐδ'
ἀπ' αὐτομάτου
νῦν
προσπεσόντα
αὐτά, ἀλλὰ ἀπ'
ἀρχῆς καὶ
πρέπειν μοι
καὶ συμφέρειν
κρίνας καὶ
φρονῶ καὶ λέγω,
ὥσθ' ὑμᾶς μὴ
πρὸς τὸ παρὸν
μόνον θαρσεῖν,
ἀλλὰ καὶ πρὸς
τὸ μέλλον
εὐέλπιδας
εἶναι,
ἐνθυμουμένους
ὅτι, εἴπερ τι
αὐτῶν
ἐπλαττόμην,
οὐκ ἂν
ἀνεβαλόμην
ἀλλ' ἤδη καὶ
τήμερον
ἐξέφηνα.
[2] Ἀλλ'
οὔτε πρότερον
ἄλλως πως
ἐφρόνησα,
ὥσπερ που καὶ
αὐτὰ τὰ ἔργα
τεκμηριοῖ, νῦν
τε πολὺ μᾶλλον
προθυμήσομαι
μετὰ πάσης
ἐπιεικείας οὐ
μὰ Δί' οὐ
δεσπόζειν
ὑμῶν ἀλλὰ
προστατεῖν,
οὐδὲ
τυραννεύειν
ἀλλ'
ἡγεμονεύειν,
πρὸς μὲν τἆλλα
πάνθ' ὅσα ὑπὲρ
ὑμῶν δεῖ
πράττειν καὶ
ὕπατος καὶ
δικτάτωρ, πρὸς
δὲ δὴ τὸ κακῶς
ποιῆσαί τινα
ἰδιώτης ὤν.
[3] Τοῦτο γὰρ
μόνον οὐ
ῥηθῆναι καλὸν
εἶναι νομίζω.
Πῶς μὲν γὰρ ἂν
ἀποκτείναιμί
τινα ὑμῶν τῶν
μηδέν με
ἠδικηκότων ὁ
μηδένα μὲν τῶν
ἀντιπραξαμένων
μοι φθείρας, εἰ
καὶ τὰ μάλιστα
προθύμως
τἆλλά τισι κατ'
ἐμοῦ
προσήραντο,
πάντας δὲ καὶ
τοὺς ἅπαξ
ἀντικαταστάντας
μοι ἐλεήσας
καὶ πολλοὺς
καὶ τῶν
δεύτερον ἀντιμαχεσαμένων
σώσας;
[4] Πῶς δ' ἂν
μνησικακήσαιμί
τισιν ὁ καὶ τὰ
γράμματα, ὅσα
καὶ παρὰ τῷ
Πομπηίῳ καὶ
παρὰ τῷ
Σκιπίωνι
ἀπόρρητα
εὑρέθη, μήτ'
ἀναγνοὺς μήτ'
ἐκγραψάμενος
ἀλλ' εὐθὺς
κατακαύσας;
Ὥστε
θαρσούντως, ὦ
πατέρες,
οἰκειωθῶμεν,
ἐκλαθόμενοι
μὲν πάντων τῶν
συμβεβηκότων
ὡς καὶ ἀνάγκῃ
τινὶ δαιμονίᾳ
γεγονότων,
[5] ἀρξάμενοι δὲ
ἀνυπόπτως
ἀλλήλους
καθάπερ τινὰς
καινοὺς
πολίτας
φιλεῖν, ἵν'
ὑμεῖς τε ὡς
πρὸς πατέρα με
προσφέρησθε,
τὴν μὲν
πρόνοιαν τήν
τε κηδεμονίαν
τὴν παρ' ἐμοῦ
καρπούμενοι,
τῶν δὲ
δυσχερεστέρων
μηδὲν
φοβούμενοι,
καὶ ἐγὼ ὡς
παίδων ὑμῶν
ἐπιμελῶμαι,
[6] πάντα μὲν τὰ
κάλλιστα ἀεὶ
γίγνεσθαι ὑφ'
ὑμῶν
εὐχόμενος,
φέρων δὲ
ἀναγκαίως τὰ
ἀνθρώπινα, καὶ
τοὺς μὲν
ἀγαθοὺς ταῖς
προσηκούσαις
τιμαῖς
ἀγάλλων, τοὺς
δὲ λοιποὺς
ἐπανορθῶν καθ'
ὅσον
ἐνδέχεται.
18 [1]
Μὴ μέντοι μηδὲ τοὺς στρατιώτας δείσητε, μηδ' ἄλλο τι αὐτοὺς ἢ
φύλακας τῆς τε ἐμῆς ἀρχῆς καὶ τῆς ὑμετέρας ἅμα νομίσητε εἶναι·
τρέφεσθαι μὲν γάρ σφας ἀνάγκη πολλῶν ἕνεκα, τραφήσονται δὲ οὐκ ἐφ'
ὑμᾶς ἀλλ' ὑπὲρ ὑμῶν, τοῖς τε διδομένοις ἀρκούμενοι καὶ τοὺς διδόντας
αὐτὰ ἀγαπῶντες.
[2] Διὰ γὰρ τοῦτο καὶ τὰ χρήματα ἐπὶ
πλεῖον τοῦ συνήθους ἐσπέπρακται, ἵνα τό τε στασιάσαν ἅμα σωφρονισθῇ
καὶ τὸ κεκρατηκὸς αὐτάρκη τροφὴν λαβὸν μὴ στασιάσῃ. Οὐ γάρ που καὶ
ἰδίᾳ τι αὐτῶν ἀποκεκέρδαγκα, ὅς γε πάντα μὲν τὰ ὑπάρχοντά μοι, πολλὰ
δὲ καὶ δεδανεισμένος προσανάλωκα ὑμῖν·
[3] ἀλλ' ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς
τοὺς πολέμους δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφ' ὧν ἥ τε
πόλις κοσμηθήσεται καὶ τὰ λοιπὰ διοικηθήσεται. Ὥστε τὸ μὲν ἐπίφθονον
τῆς ἐσπράξεως αὐτὸς ἀνεδεξάμην, τῆς δ' ὠφελίας κοινῇ πάντες
ἀπολαύσετε, τά τε ἄλλα καὶ ἐν ταῖς στρατείαις·
[4] τῶν τε γὰρ ὅπλων ἀεὶ ἡμῖν δεῖ,
ἐπειδὴ μὴ οἷόν τέ ἐστιν ἄνευ αὐτῶν πόλιν τε τηλικαύτην οἰκοῦντας καὶ
ἀρχὴν τοσαύτην ἔχοντας ἀσφαλῶς ζῆσαι, καὶ ἡ περιουσία τῶν χρημάτων
καὶ ἐκεῖνα ἰσχυρῶς ὠφελεῖ.
[5] Μὴ μέντοι καὶ ὑποπτεύσῃ τις ὑμῶν
ὅτι ἢ τῶν πλουσίων τινὰ λυπήσω ἢ καὶ τέλη τινὰ καινὰ καταστήσω· τοῖς
τε γὰρ παροῦσιν ἀρκεσθήσομαι, καὶ προθυμήσομαι συνευπορῆσαί τι
μᾶλλον ὑμῖν ἢ διὰ χρήματά τινα ἀδικῆσαι. »
[6] Τοιαῦτα
ὁ Καῖσαρ ἔν τε τῷ συνεδρίῳ καὶ μετὰ τοῦτο καὶ ἐν τῷ δήμῳ εἰπὼν
ἐπεκούφισε μέν πως αὐτοὺς τοῦ δέους, οὐ μέντοι καὶ ἠδυνήθη πεῖσαι
παντάπασι θαρσεῖν, πρὶν καὶ τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσασθαι.
19 [1]
Μετὰ δὲ δὴ
τοῦτο τά τε
ἄλλα λαμπρῶς,
ὥσπερ εἰκὸς
ἐπί τε
τοσαύταις καὶ
τηλικαύταις
ἅμα νίκαις ἦν,
ἐποίει, καὶ τὰ
ἐπινίκια τῶν
τε Γαλατῶν καὶ
τῆς Αἰγύπτου
τοῦ τε
Φαρνάκου καὶ
τοῦ Ἰόβου
τετραχῇ χωρὶς
τέσσαρσιν
ἡμέραις
ἔπεμψε.
[2] Καὶ τὰ
μὲν ἄλλα
ηὔφρανέ που
τοὺς ὁρῶντας, ἡ
δ' Ἀρσινόη ἡ
Αἰγυπτία καὶ
γὰρ ἐκείνην ἐν
τοῖς
αἰχμαλώτοις
παρήγαγε τό τε
πλῆθος τῶν
ῥαβδούχων καὶ
τὰ ἀπὸ τῶν
πολιτῶν τῶν ἐν
τῇ Ἀφρικῇ
ἀπολωλότων
πομπεῖα
δεινῶς αὐτοὺς
ἐλύπησεν.
[3] Ὅ τε
γὰρ ἀριθμὸς ὁ
τῶν ῥαβδούχων
ἐπαχθέστατόν
σφισιν ὄχλον,
ἅτε μήπω
πρότερον
τοσούτους ἅμα
ἑορακόσι,
παρέσχε· καὶ ἡ
Ἀρσινόη γυνή
τε |