RETOUR À L’ENTRÉE DU SITE

ALLER A LA TABLE DES MATIERES DE DION CASSIUS

 

ΤΩΝ ΔΙΩΝΟΥ ΙΣΤΟΡΙΩΝ ΤΟ ΤΕΣΣΑΡΑΚΟΣΤΟΝ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ

pour la traduction française

 

par chapitre, cliquer sur le numéro du chapitre

 

 


Τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ πρώτῳ τῶν Δίωνος Ῥωμαϊκῶν 
 Ὡς Καῖσαρ ἐς τὴν Ἰταλίαν ἦλθε, καὶ Πομπήιος, ἐκλιπὼν αὐτὴν, ἐς Μακεδονίαν διέπλευσεν. 
Ὡς Καῖσαρ Ἰβηρίαν παρεστήσατο. 
Ὡς Καῖσαρ ἐς Μακεδονίαν ἐπὶ Πομπήιον διέπλευσεν. 
Ὡς Καῖσαρ καὶ Πομπήιος περὶ Δυρράχιον ἐπολέμησεν. 
Ὡς Καῖσαρ Πομπήιον περὶ Φάρσαλον ἐνίκησεν. 

Χρόνου πλῆθος ἔτη Β', ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο 

Λ. Κορνήλιος Π. υἱ. Λεντοῦλος καὶ  Κ. Κλαύδιος Μ. υἱ. Μάρκελλος.
Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ, τὸ Β' καὶ 
Π. Σερουίλιος Π. υἱ. Ἰσαυρικός.

1. Τότε μὲν δὴ ταῦτ' ἔπραξε· μετὰ δὲ τοῦτο γράμματα παρὰ τοῦ Καίσαρος πρὸς τὴν βουλὴν λαβὼν, ἦλθέ τε ἐς τὴν Ῥώμην ἐν αὐτῇ τῇ νουμηνίᾳ ἐν ᾗ ὅ τε Λέντουλος ὁ Κορνήλιος καὶ ὁ Κλαύδιος ὁ Γάιος τὴν ἀρχὴν ἐνεστήσαντο· καὶ οὐ πρότερον τοῖς ὑπάτοις αὐτὰ ἀπέδωκε πρὶν ἐς τὸ συνέδριόν σφας ἀφικέσθαι· μὴ καὶ ἔξω που λαβόντες αὐτὰ ἀποκρύψωνται. Ἐπὶ πολὺ μὲν γὰρ καὶ ὣς ἀνέσχον, οὐκ ἐθέλοντές σφας ἀναλέξασθαι· τέλος δὲ ὑπό τε Κυίίντου Κασσίου Λογγίνου καὶ ὑπὸ Μάρκου Ἀντωνίου δημαρχούντων ἠναγκάσθησαν αὐτὰ δημοσιεῦσαι. Ἀντώνιος μὲν οὖν ἐν τούτῳ τότε τὸν Καίσαρα εὐεργετήσας, ἀντιλήψεσθαί τε πολλὰ, καὶ ἐπὶ μεγάλων καὶ αὐτὸς αἰωρηθήσεσθαι ἔμελλεν. ν δὲ τῇ ἐπιστολῇ τά τε ἄλλα, ὅσα ποτὲ καλῶς τὸ κοινὸν ὁ Καῖσαρ ἐπεποιήκει, ἐνεγέγραπτο, καὶ ἀπολογισμὸς ὑπὲρ ὧν ᾐτιάζετο. Καταλύσειν τε τὰ στρατόπεδα, καὶ τῆς ἀρχῆς ἐκστήσεσθαι ὑπισχνεῖτο, ἂν καὶ ὁ Πομπήιος τὰ αὐτά οἱ ποιήσῃ. κείνου γὰρ τὰ ὅπλα ἔχοντος, οὐδὲ ἑαυτὸν δίκαιον εἶναι ἀναγκασθῆναι αὐτὰ ἀφεῖναι ἔλεγεν, ἵνα μὴ καὶ τοῖς ἐχθροῖς ἐκδοθῇ.  

2. Διαψηφίσεως δὲ ἐπὶ τούτοις οὐ κατ' ἄνδρα (μὴ καὶ δι' αἰδῶ ἢ καὶ φόβον τινὰ παρὰ τὰ δοκοῦντά σφισιν ἀποφήνωνται), ἀλλ' [ἐν τῇ] ἐπὶ τάδε καὶ ἐπ' ἐκεῖνα τοῦ βουλευτηρίου μεταστάσει γενομένης, τὸν μὲν Πομπήιον οὐδεὶς ἀπαλλαγῆναι ἐκ τῶν ὅπλων ἐψηφίσατο (ἐν γὰρ τῷ προαστείῳ τὰς δυνάμεις εἶχε)· τὸν δὲ δὴ Καίσαρα πάντες, πλὴν Μάρκου τέ τινος Κ·ιλίου, καὶ τοῦ Κουρίωνος τοῦ τὰ γράμματα αὐτοῦ κομίσαντος. Περὶ γὰρ τῶν δημάρχων οὐδὲν λέγω, ὅτι μηδὲ ἐν ἀνάγκῃ τινὶ μεταστῆναι ἐποιήσαντο, ἅτε καὶ ἐξουσίαν ἔχοντες, εἴτε ἐβούλοντό τινα γνώμην συμβαλέσθαι, εἴτε καὶ μή. Ἔδοξε μὲν οὖν ταῦτα· οὐ μὴν καὶ κυρωθῆναί τι αὐτῶν, οὔτε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὔτε ἐν τῇ ὑστεραίᾳ, ὅ τε Ἀντώνιος καὶ ὁ Λογγῖνος ἐπέτρεψαν.  

3. Ἀγανακτησάντων δὲ ἐπὶ τούτῳ τῶν ἄλλων, καὶ ψηφισαμένων τὴν ἐσθῆτα ἀλλάξασθαι, κῦρος μὲν οὐδὲ τοῦθ' ὑπὸ τῶν αὐτῶν ἔλαβεν· ἡ μέντοι γνώμη συνεγράφη, καὶ τὸ ἔργον τὸ ἀπ' αὐτῆς ἐγένετο. Πάντες γὰρ παραχρῆμα ἐξελθόντες ἐκ τοῦ συνεδρίου καὶ τὴν στολὴν μεταβαλόντες, ἐσῆλθον αὖθις, καὶ περὶ τιμωρίας αὐτῶν ἐβουλεύοντο. Ἰδόντες δὲ τοῦτ' ἐκεῖνοι, τὰ μὲν πρῶτα ἀντέπραττον, ἔπειτα δὲ φοβηθέντες, ἄλλως τε καὶ ἐπειδὴ ὁ Λέντουλος ὑπεξελθεῖν σφισι, πρὶν τὰς ψήφους διενεχθῆναι, παρῄνεσεν, εἶπόν τε πολλὰ καὶ ἐμαρτύραντο. Κἀκ τούτου μετὰ τοῦ Κουρίωνος καὶ μετὰ τοῦ Κοιλίου ἀπῆραν πρὸς τὸν Καίσαρα, βραχὺ φροντίσαντες ὅτι ἐκ τοῦ βουλευτικοῦ διεγράφησαν. Τότε μὲν οὖν τοῦτ' ἐγνώσθη· καὶ τοῖς ὑπάτοις ταῖς τε ἄλλαις ἀρχαῖς ἡ φυλακὴ τῆς πόλεως (ὥσπερ που εἰώθει γίγνεσθαι) ἐπετράπη. στερον δὲ ἔξω τοῦ πωμηρίου πρὸς αὐτὸν τὸν Πομπήιον ἐλθόντες, ταραχήν τε εἶναι ἔγνωσαν· καὶ ἐκείνῳ μὲν καὶ τὰ χρήματα καὶ στρατιώτας ἔδωκαν. Τὸν δὲ δὴ Καίσαρα τήν τε ἀρχὴν τοῖς διαδόχοις παραδοῦναι, καὶ τὰ στρατεύματα ἐντὸς ῥητῆς ἡμέρας ἀφεῖναι, ἢ πολέμιον, ὡς καὶ τἀναντία τῇ πατρίδι ποιοῦντα, εἶναι ἐψηφίσαντο.   

4. Πυθόμενος οὖν ταῦτα ἐκεῖνος ἔς τε Ἀρίμινον ἦλθεν, ἔξω τῆς ἑαυτοῦ ἀρχῆς τότε πρῶτον προχωρήσας· καὶ συναγαγὼν τοὺς στρατιώτας ἐκέλευσε τόν τε Κουρίωνα, καὶ τοὺς ἄλλους τοὺς μετ' αὐτοῦ ἐλθόντας, σφίσι τὰ πραχθέντα διηγήσασθαι. Γενομένου δὲ τούτου, προσπαρώξυνεν αὐτούς, ἐπειπὼν ὅσα ὁ καιρὸς ἀπῄτει. Καὶ μετὰ τοῦτο ἄρας, ἐπ' αὐτὴν ἄντικρυς τὴν Ῥώμην ἤλασε, πάσας τὰς ἐν ποσὶ πόλεις ἀμαχεὶ προστιθέμενος, τῶν φρουρῶν, τῶν μὲν ἐκλειπόντων αὐτὰς ἀσθενείᾳ, τῶν δὲ τὰ ἐκείνου ἀνθαιρουμένων. Αἰσθόμενος δὲ τοῦτο ὁ Πομπήιος,, καὶ ἅμα καὶ τὴν διάνοιαν αὐτοῦ πᾶσαν παρὰ τοῦ Λαβιήνου μαθών, ἔδεισεν. Οὗτος γὰρ, ἐγκαταλιπὼν τὸν Καίσαρα, ἐξηυτομόλησε καὶ πάντα οἱ τὰ ἀπόρρητα αὐτοῦ ἐξήγγειλε. Θαυμάσειε μὲν οὖν ἄν τις ὅτι ἐς τὰ πρῶτα ὑπὸ τοῦ Καίσαρος ἀεί ποτε τιμηθείς, ὥστε καὶ πάντων τῶν ὑπὲρ τὰς Ἄλπεις στρατοπέδων, ὁπότε ἐκεῖνος ἐν τῇ Ἰταλίᾳ εἴη, ἄρχειν, ἐποίησε τοῦτο. Αἴτιον δὲ, ὅτι αὐτός τε καὶ πλοῦτον καὶ δόξαν περιβαλόμενος, ὀγκηρότερον τῆς ἡγεμονίας διάγειν ἤρξατο· καὶ ὁ Καῖσαρ παρισούμενόν οἱ αὐτὸν ἰδὼν, οὐκέθ' ὁμοίως ἠγάπα. Τήν τε οὖν μεταβολὴν μὴ φέρων, καὶ φοβηθεὶς ἅμα μὴ πάθῃ τι, μετέστη.

5. Ὁ οὖν Πομπήιος, ἔκ τε τῶν περὶ τοῦ Καίσαρος αὐτῷ λεχθέντων, καὶ ὅτι ἰσχὺν ἀξιόμαχον οὔπω παρεσκεύαστο, καὶ τοὺς ἐν τῇ πόλει, τούς τε ἄλλους, καὶ αὐτοὺς μάλιστα τοὺς στασιώτας τόν τε πόλεμον ὀκνοῦντας, μνήμῃ τῶν τε τοῦ Μαρίου καὶ τῶν τοῦ Σύλλου ἔργων, καὶ ἀπαλλαγῆναι ἀσφαλῶς αὐτοῦ βουλομένους εἶδε, μετεβάλετο· καὶ πρέσβεις πρὸς τὸν Καίσαρα, Λούκιόν τε Καίσαρα συγγενῆ αὐτῷ ὄντα, καὶ Λούκιον Ῥώσκιον στρατηγοῦντα, αὐτεπαγγέλτους ἀπέστειλεν εἴ πως, τὴν ὁρμὴν αὐτοῦ ἐκφυγὼν, ἔπειτ' ἐπὶ μετρίοις τισὶ συμβαίη. Ἀποκριναμένου δὲ ἐκείνου τά τε ἄλλα, ἅπερ ἐπεστάλκει, καὶ ὅτι αὐτὸς τῷ Πομπηίῳ διαλεχθῆναι ἐθέλοι, τοῦτο μὲν οὐχ ἡδέως οἱ πολλοὶ ἤκουσαν, δείσαντες μὴ καὶ κατὰ σφῶν τι σύνθωνται· ἐπεὶ μέντοι οἱ πρέσβεις, ἄλλα τε πολλὰ ἐπαινοῦντες τὸν Καίσαρα ἔλεγον, καὶ τέλος οὔτε τι κακὸν ὑπ' αὐτοῦ πείσεσθαί τινα, καὶ τὰ στρατεύματα αὐτίκα ἀφεθήσεσθαι προσυπισχνοῦντο· ἥσθησαν, καὶ πρός τε ἐκεῖνον τοὺς αὐτοὺς αὖθις πρέσβεις ἔπεμψαν, καὶ ἠξίουν, ἐπιβοῶντες ἀεὶ καὶ πανταχοῦ καὶ ἀμφοτέρους ἅμα αὐτοὺς τὰ ὅπλα καταθέσθαι.

6. Φοβηθεὶς οὖν διὰ ταῦθ' ὁ Πομπήιος (καὶ γὰρ εὖ ἠπίστατο, ὅτι πολὺ τοῦ Καίσαρος, ἄν γε ἐπὶ τῷ δήμῳ γένωνται, ἐλαττωθήσεται), αὐτός τε ἐς Καμπανίαν, πρὶν τοὺς πρέσβεις ἐπανελθεῖν, ὡς καὶ ῥᾷον ἐκεῖ πολεμήσων, προαπῆρε, καὶ τὴν βουλὴν ἅπασαν μετὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἀκολουθῆσαί οἱ ἐκέλευσεν· ἄδειάν τέ σφισι δόγματι τῆς ἐκδημίας δούς, καὶ προειπὼν ὅτι τὸν ὑπομείναντα ἔν τε τῷ ἴσῳ καὶ ἐν τῷ ὁμοίῳ τοῖς τὰ ἐναντία σφίσι πράττουσιν ἕξοι. Πρὸς δ' ἔτι καὶ τὰ χρήματα τὰ δημόσια, τά τε ἀναθήματα, τὰ ἐν τῇ πόλει πάντα, ἀναιρεθῆναι, προσέταξεν αὐτοῖς ψηφίσασθαι· ἐλπίζων παμπληθεῖς ἀπ' αὐτῶν στρατιώτας ἀθροίσειν. Τοσαύτην γὰρ εὔνοιαν αὐτοῦ πᾶσαι, ὡς εἰπεῖν, αἱ ἐν τῇ Ἰταλίᾳ πόλεις εἶχον, ὥστε, ἐπειδὴ ἤκουσαν αὐτὸν ὀλίγον ἔμπροσθεν ἐπικινδύνως νοσοῦντα, σωτήρια αὐτοῦ δημοσίᾳ θύσειν εὔξασθαι. Καὶ ὅτι μὲν μέγα καὶ λαμπρὸν τοῦτ' αὐτῷ ἔδοσαν, οὐδ' ἂν εἷς ἀντιλέξειεν. Οὐ γὰρ ἔστιν ὅτῳ ποτὲ ἄλλῳ, ἔξω τῶν μετὰ ταῦτα τὸ πᾶν κράτος λαβόντων, τοιοῦτόν τι ἐψηφίσθη. Οὐ μὴν καὶ ἀκριβῆ πίστιν τοῦ μὴ οὐκ ἐγκαταλείψειν αὐτὸν, πρὸς τὸν ἐκ τοῦ κρείττονος φόβον, εἶχον. Ἐγνώσθη μὲν δὴ ταῦτα περί τε τῶν χρημάτων καὶ περὶ τῶν ἀναθημάτων, οὐκ ἐκινήθη δὲ οὐδέτερα. Πυθόμενοι γὰρ ἐν τούτῳ τόν τε Καίσαρα μήτε τι εἰρηναῖον τοῖς πρέσβεσιν ἀποκεκρίσθαι, καὶ προσεγκαλεῖν σφισιν, ὡς καὶ καταψευσαμένοις τινὰ αὐτοῦ· καὶ τοὺς στρατιώτας πολλούς τε καὶ θρασεῖς εἶναι, καὶ πᾶν ὁτιοῦν (οἷά που φιλεῖ περὶ τῶν τοιούτων ἐπὶ τὸ φοβερώτερον ἀγγέλλεσθαι) κακουργήσειν· ἐφοβήθησαν, καὶ σπουδῇ τὴν ἔξοδον, πρὶν ἅψασθαί τινος αὐτῶν, ἐποιήσαντο.

7. Κἀκ τούτου καὶ ἐς τὰ ἄλλα ὁμοίως πάντα, θορυβώδης σφῶν καὶ ταραχώδης ἡ ἀνάστασις ἐγένετο. Οἵ τε γὰρ ἐξιόντες (ἦσαν δὲ πάντες ὡς εἰπεῖν οἱ πρῶτοι καὶ τῆς βουλῆς καὶ τῆς ἱππάδος, καὶ προσέτι καὶ τὸ τοῦ ὁμίλου) λόγῳ μὲν, ἐπὶ πολέμῳ ἀφωρμῶντο, ἔργῳ δὲ, τὰ τῶν ἑαλωκότων ἔπασχον. Τήν τε γὰρ πατρίδα καὶ τὰς ἐν αὐτῇ διατριβὰς ἐκλιπεῖν, καὶ τὰ ἀλλότρια τείχη οἰκειότερα τῶν σφετέρων νομίζειν ἀναγκαζόμενοι, δεινῶς ἐλυποῦντο. Οἵ τε γὰρ πανοικησίᾳ ἀνιστάμενοι, τὰ ἱερὰ καὶ τοὺς οἴκους τό τε ἔδαφος τὸ πατρῷον, ὡς καὶ τῶν ἀντιστασιωτῶν εὐθὺς ἐσόμενα, ἀπέλιπον. Καὶ αὐτοὶ οὕτω τὴν γνώμην, ἄν γε καὶ περισωθῶσιν, εἶχον ὡς κἀν τῇ Μακεδονίᾳ τῇ τε Θρᾴκῃ κατοικήσοντες· τὴν γὰρ τοῦ Πομπηίου διάνοιαν οὐκ ἠγνόουν. Καὶ οἱ κατὰ χώραν τούς τε παῖδας καὶ τὰς γυναῖκας, τά τε ἄλλα τὰ τιμιώτατα καταλιπόντες, ἔχειν μέν τινα ἐλπίδα τῆς πατρίδος ἐδόκουν, πολὺ δὲ δὴ τῶν ἑτέρων, ἅτε καὶ ἀπὸ τῶν φιλτάτων ἀπαρτώμενοι, διττῇ τε τύχῃ καὶ ἐναντιωτάτῃ παραβαλλόμενοι, χαλεπωτέρως ἀπήλλασσον. Τὰ γὰρ οἰκειότατα τῷ πολεμιωτάτῳ σφῶν ἐκδόντες, ἔμελλον ἐθελοκακοῦντες μὲν αὐτοὶ κινδυνεύσειν, προθυμούμενοι δὲ, ἐκείνων στερηθήσεσθαι· καὶ προσέτι φίλον μὲν μηδέτερον, ἐχθροὺς δὲ ἀμφοτέρους ἕξειν· Καίσαρα μὲν, ὅτι μὴ καὶ αὐτοὶ κατέμειναν· Πομπήιον δὲ, ὅτι μὴ καὶ ἐκεῖνα συνεπηγάγοντο· στε καὶ ἐς ἀμφίβολον καὶ ταῖς γνώμαις καὶ ταῖς εὐχαῖς ταῖς τε ἐλπίσι καθιστάμενοι τοῖς τε σώμασιν ἅμα ἀπὸ τῶν οἰκειοτάτων σφίσιν ἀπεσπῶντο, καὶ τὰς ψυχὰς δίχα διῃροῦντο.  

8. Ταῦτα μὲν οὖν οἱ ἐξορμώμενοι ἔπασχον. Οἱ δ' ὑπολειπόμενοι, διαφόροις μὲν, ἀντιπάλοις δέ τισι καὶ αὐτοὶ παθήμασι συνεφέροντο. Οἵ τε γὰρ ἀπὸ τῶν προσηκόντων σφίσιν ἀποζευγνύμενοι, οἷα τῶν τε προστατῶν στερισκόμενοι καὶ ἐπαμῦναι αὑτοῖς ἥκιστα δυνάμενοι, τῷ τε πολεμίῳ ἐκδιδόμενοι, καὶ ἐν τῇ ἐξουσίᾳ τοῦ τῆς πόλεως κρατήσοντος ἐσόμενοι, αὐτοί τε ὑπὸ τοῦ φόβου καὶ τῶν ὕβρεων καὶ τῶν σφαγῶν, ὡς καὶ γιγνομένων ἤδη, ἐταλαιπώρουν· καὶ περὶ ἐκείνων οἵ τε ὀργήν σφισιν ὅτι ἐγκατελείφθησαν ἔχοντες τὰ αὐτὰ ἐπηρῶντο· καὶ οἱ συγγνώμην τῆς ἀνάγκης ποιούμενοι, τὰ αὐτὰ ἐδέδισαν. Καὶ τὸ λοιπὸν πλῆθος σύμπαν, εἰ καὶ τὰ μάλιστα μηδεμία αὐτοῖς συγγένεια πρὸς τοὺς ἀφορμωμένους ἦν, ὅμως ἐλυποῦντο μὲν καὶ ἐπ' ἐκείνοις, οἱ μὲν γείτονας, οἱ δὲ ἑταίρους πολύ τε ἀπὸ σφῶν ἀφήξειν, καὶ πολλὰ καὶ ἄτοπα καὶ δράσειν καὶ πείσεσθαι ἐλπίζοντες. Πολλῷ δὲ δὴ μάλιστα ἑαυτοὺς ὠλοφύροντο· τάς τε γὰρ ἀρχὰς καὶ τὴν βουλὴν τούς τε ἄλλους τούς τι δυναμένους πάντας (οὐ γάρ που εἴ γέ τις αὐτῶν ὑπολειφθήσεται ᾖδεσαν) τῆς τε πατρίδος ἅμα καὶ σφῶν ἐξισταμένους ὁρῶντες, καὶ μήτ' ἂν ἐκείνους, εἰ μὴ πάνυ πολλὰ καὶ δεινὰ αὐτῇ ἐπήρτητο, φυγεῖν ποτε ἐθελῆσαι λογιζόμενοι, καὶ αὐτοὶ ἔρημοι μὲν ἀρχόντων, ἔρημοι δὲ συμμάχων γιγνόμενοι, πρός τε τὰ ἄλλα πάντα παισί τέ τισιν ὀρφανοῖς καὶ γυναιξὶ χήραις ἐῴκεσαν, καὶ τὰς ὀργὰς τάς τε ἐπιθυμίας τῶν ἐπιόντων ἐννοήσαντες παρὰ τῆς τῶν προτέρων παθημάτων μνήμης, οἱ μὲν αὐτοὶ πειραθέντες, οἱ δὲ καὶ ἐκείνων ἀκούοντες ὅσα καὶ οἷα ὅ τε Μάριος καὶ ὁ Σύλλας ἐξειργάσαντο, μέτριον οὐδὲν οὐδὲ ἐς τὸν Καίσαρα ὑπώπτευον· ἀλλὰ καὶ πολὺ πλείω καὶ δεινότερα, ἅτε καὶ βαρβαρικοῦ τὸ πλεῖστον τοῦ στρατοῦ αὐτοῦ ὄντος, πείσεσθαι προσεδόκων.   

9. Οὕτως οὖν δὴ πάντων αὐτῶν διακειμένων, καὶ μηδενός, ἔξω τῶν προσφιλῶν πῃ τῷ Καίσαρι δοκούντων εἶναι, ἐν ἐλαφρῷ τὸ πρᾶγμα ποιουμένου, καὶ ἐκείνων δὲ πρὸς τὰς μεταβολὰς τῶν τρόπων ( ἃς οἱ πλείους πρὸς τὰ παρόντα σφίσι λαμβάνουσιν) οὐ φερεγγύῳ πίστει θαρσούντων· οὐδ' ἐπινοῆσαι ῥᾴδιον, ὅση μὲν ταραχὴ, ὅσον δὲ καὶ πένθος ἐν τῇ τῶν τε ὑπάτων, καὶ τῶν ἄλλων τῶν συνεξορμωμένων σφίσιν ἐξόδῳ ἐγένετο. Τήν τε γὰρ νύκτα πᾶσαν ἀνασκευαζόμενοι καὶ περιφοιτῶντες ἐθορύβουν· καὶ ἐπὶ τὴν ἕω πολὺς μὲν οἶκτος ( καὶ γὰρ ἑκασταχόθι περιιόντες εὐχὰς ἐποιοῦντο) πάντας αὐτοὺς ἐλάμβανε· τούς τε γὰρ θεοὺς ἀνεκάλουν, καὶ τὰ δάπεδα κατεφίλουν· ὁσάκις τε καὶ ἐξ οἵων περιεγένοντο ἀνηριθμοῦντο, καὶ ὅτι τὴν πατρίδα ( ὃ μηπώποτε ἐτετόλμητό σφισιν) ἐξέλειπον ὠδύροντο· πολὺς δὲ καὶ περὶ τὰς πύλας θρῆνος ἦν. Οἱ μὲν γὰρ ἀλλήλους τε ἅμα καὶ ἐκείνην, ὡς καὶ τελευταῖον ὁρῶντες, ἠσπάζοντο· οἱ δὲ ἑαυτούς τε ἐθρήνουν, καὶ τοῖς ἐξιοῦσι συνηύχοντο· καὶ οἵ γε πλείους ὡς καὶ προδιδό μενοι κατηρῶντο. Πάντες γὰρ καὶ οἱ ὑπομένοντες παμπαιδὶ καὶ παγγυναικὶ παρῆσαν. Καὶ μετὰ τοῦτο οἱ μὲν ἐξωρμῶντο, οἱ δὲ προέπεμπόν σφας· ἄλλοι τε ἐνεχρόνιζον, καὶ πρὸς τῶν γνωρίμων κατείχοντο· καί τινες περιβάλλοντες ἀλλήλους ἐπὶ πλεῖστον συνηρτῶντο. Ἀκολουθοῦντές τε τοῖς ἐξορμωμένοις οἱ ὑπομένοντες ἐπὶ μακρότατον, ἐπεβοῶντό τε ἅμα αὐτοὺς καὶ κατῴκτιζον· ἄγειν τέ σφας ἢ καὶ ἐκείνους οἴκοι μένειν ἀξιοῦντες, ἐπεθείαζον. Κἀν τούτῳ ὀλολυγὴ ἐφ' ἑκάστῳ αὐτῶν πολλὴ καὶ παρὰ τῶν ἄλλων, καὶ δάκρυα ἄπλετα ἐγίγνετο. Τὴν μὲν γὰρ τοῦ κρείττονος ἐλπίδα ἥκιστα, ἅτε ἐν τοῖς τοιούτοις ὄντες, τὰ δὲ δὴ πάθη πρότερον μὲν οἱ καταλειπόμενοι, ἔπειτα δὲ καὶ οἱ ἀφορμώμενοι, προσεδέχοντο. Εἴκασε δ' ἄν τις, αὐτοὺς ἰδὼν, δύο τε δήμους καὶ δύο πόλεις ἐκ μιᾶς γίγνεσθαι· καὶ τὴν μὲν ἀνίστασθαί τε καὶ φεύγειν, τὴν δὲ ἐγκαταλείπεσθαί τε καὶ ἁλίσκεσθαι. Πομπήιος μὲν οὖν οὕτω τὸ ἄστυ ἐξέλιπεν, συχνοὺς τῶν βουλευτῶν ἐπαγόμενος. πελείφθησαν γάρ τινες, οἱ μὲν τὰ τοῦ Καίσαρος φρονοῦντες, οἱ δὲ, καὶ ἐκ μέσου ἀμφοῖν ἱστάμενοι. Καὶ καταλόγους τε ἐκ τῶν πόλεων σπουδῇ ἐποιεῖτο καὶ χρήματα ἐξέλεγε, φρουράς τε ὡς ἑκασταχόσε ἔπεμπε. 

10. Καῖσαρ δὲ, ἐπειδὴ ταῦτα ἔμαθε, πρὸς μὲν τὴν Ῥώμην οὐκ ἠπείχθη ( ἆθλόν τε γὰρ αὐτὴν ᾖδει τοῖς κρατήσουσι προκειμένην, καὶ οὐκ ἐπ' ἐκείνην ὡς καὶ πολεμίαν οἱ οὖσαν, ἀλλ' ἐπὶ τοὺς ἀντιστασιώτας, ὑπὲρ αὐτῆς δῆθεν ἐπιστρατεύειν ἔλεγε)· γράμματα δὲ ἐς πᾶσαν τὴν Ἰταλίαν πέμψας, δι' ὧν τόν τε Πομπήιον ἐς δίκην τινὰ προεκαλεῖτο, καὶ τοῖς ἄλλοις θαρσεῖν παρῄνει, κατὰ χώραν τε αὐτοῖς μένειν ἐκέλευε, καὶ ὑπισχνεῖτο πολλὰ αὐτοῖς· καὶ ἐπὶ Κορφίνιον, ἐπειδή οἱ ὑπὸ Λουκίου Δομιτίου κατεχόμενον οὐ προσεχώρει, ὥρμησε. Καί τινας ἀπαντήσαντας μάχῃ κρατήσας, ἐς πολιορκίαν τοὺς λοιποὺς κατέκλεισεν. Ὁ οὖν Πομπήιος, ἐπειδὴ οὗτοί τε ἐπολιορκοῦντο, καὶ τῶν ἄλλων πολλοὶ πρὸς τὸν Καίσαρα ἀπέκλινον, τῆς μὲν Ἰταλίας οὐδεμίαν ἔτ' ἐλπίδα ἔσχεν, ἐς δὲ δὴ τὴν Μακεδονίαν τήν τε Ἑλλάδα καὶ τὴν Ἀσίαν περαιωθῆναι ἔγνω. Τῇ τε γὰρ μνήμῃ ὧν ἐκεῖ ἐπεπράχει, καὶ τῇ τῶν δήμων τῇ τε τῶν βασιλέων φιλίᾳ πολὺ ἐθάρσει. Ἦν μὲν γὰρ καὶ ἡ Ἰβηρία αὐτῷ πᾶσα οἰκεία· οὐκ ἐδύνατο δὲ ἐς αὐτὴν ἀσφαλῶς, ἅτε καὶ τοῦ Καίσαρος τὰς Γαλατίας χοντος, κομισθῆναι. Πρὸς δ' ἔτι καὶ ἐλογίζετο, ὅτι ἂν ἀποπλεύσῃ, οὔτε ἐπιδιώξει τις αὐτὸν, διά τε τὴν τῶν πλοίων ἀπορίαν καὶ διὰ τὸν χειμῶνα ( ἤδη γὰρ ἐκ μετοπώρου ἦν)· κἀν τούτῳ κατὰ σχολὴν πολλὰ μὲν ἐκ τοῦ ὑπηκόου, πολλὰ δὲ καὶ ἐκ τοῦ συμμαχικοῦ καὶ χρήματα καὶ στρατεύματα ἀθροίσει. 

11.  Αὐτός τε οὖν ἐπὶ τούτοις ἐς τὸ Βρεντέσιον ἀφωρμήθη, καὶ τὸν Δομίτιον, ἐκλιπόντα τὸ Κορφίνιον, ἀκολουθεῖν οἱ ἐκέλευσε· καὶ ὅς, εἰ καὶ τὰ μάλιστα ἰσχύν τέ τινα εἶχε καὶ ἐπ' αὐτῇ ἐπήλπιζε ( καὶ γὰρ τοὺς στρατιώτας τά τε ἄλλα ἐτεθεραπεύκει καὶ χώρας ὑποσχέσει ὑπῆκτο· τῶν τε γὰρ Συλλείων ἐγεγόνει, καὶ πολλὴν ἐκ τῆς δυναστείας ἐκείνης ἐκέκτητο)· ὅμως ἐπειθάρχησε. Καὶ ὁ μὲν παρεσκευάζετο, ὅπως δι' ἀσφαλείας τινὸς ἐκχωρήσῃ. Μαθόντες δὲ τοῦθ' οἱ συνόντες οἱ, καὶ κατοκνήσαντες ἐς τὴν ἄφοδον, ὡς καὶ φυγὴν οὖσαν, προσέθεντο τῷ Καίσαρι. Καὶ οἱ μὲν συνεστρατεύοντο αὐτῷ· Δομίτιος δὲ καὶ οἱ ἄλλοι βουλευταὶ ᾐτιάθησαν μὲν ὑπ' αὐτοῦ ἐπὶ τῇ ἀντιτάξει· ἀπελύθησαν δὲ, καὶ πρὸς τὸν Πομπήιον ἀπῆλθον. 

12.  Ὁ δ' οὖν Καῖσαρ σπουδὴν μὲν εἶχε συμμῖξαί τε αὐτῷ, πρὶν ἐκπλεῦσαι, κἀν τῇ Ἰταλίᾳ διαπολεμῆσαι, καταλαβεῖν τε αὐτὸν ἐν τῷ Βρεντεσίῳ ἔτ' ὄντα ( ἐπειδὴ γὰρ τὰ πλοῖα οὐκ ἐξήρκεσέ σφισι, προέπεμψεν ἄλλους τε καὶ τοὺς ὑπάτους, μὴ καὶ νεοχμώσωσί τι, κατὰ χώραν ὑπομείναντες)· ἰδὼν δὲ τὸ δυσάλωτον τοῦ χωρίου, προεκαλέσατο αὐτὸν ἐς συνθήκας, ὡς καὶ τὴν εἰρήνην τήν τε φιλίαν ἀποληψόμενον. Ἀποκριναμένου τε αὐτοῦ οὐδὲν ἄλλο, ἢ ὅτι τοῖς ὑπάτοις ἃ λέγει κοινώσεται, ἐπειδὴ ἐδέδοκτό σφισι μηδένα τῶν πολιτῶν τῶν ἐν τοῖς ὅπλοις ὄντων ἐς λόγους δέχεσθαι, προσέβαλε τῇ πόλει. Καὶ αὐτὸν ὁ Πομπήιος ἡμέρας μέν τινας ἠμύνατο, μέχρις οὗ τὰ πλοῖα ἐπανῆλθε. Διοικοδομήσας δὲ ἐν τούτῳ καὶ ἀποφράξας τὰς ἐς τὸν λιμένα ὁδούς, μὴ καὶ ἐπίθηταί τις αὐτῷ ἐκπλέοντι, ἔπειτα νυκτὸς ἐξανήχθη. Καὶ ὁ μὲν ἀσφαλῶς ἐς τὴν Μακεδονίαν ἐπεραιώθη· τὸ δὲ δὴ Βρεντέσιον, δύο τε ἐν αὐτῷ πλοῖα μεστὰ ἀνδρῶν, ἑάλω.  

13. Πομπήιος μὲν οὖν τήν τε πατρίδα καὶ τὴν ἄλλην Ἰταλίαν οὕτως ἐξέλιπε, πάντα τὰ ἐναντιώτατα τοῖς πρόσθεν, ὅτε ἐς αὐτὴν ἐκ τῆς Ἀσίας κατέπλευσε, καὶ ἑλόμενος καὶ πράξας· ἀφ' ὧνπερ καὶ τὴν τύχην καὶ τὴν δόξαν ἀντίπαλον ἐκτήσατο. Τά τε γὰρ στρατό πεδα πρότερον εὐθὺς ἐν τῷ Βρεντεσίῳ, ἵνα μή τι τοὺς πολίτας λυπήσῃ, ἀφείς, ἕτερα δι' αὐτοῦ τότε ἐκ τῆς Ἰταλίας ἐπ' αὐτοὺς ἐξήγαγε· καὶ τοὺς πλούτους τῶν βαρβάρων ἐς τὴν Ῥώμην ἀγαγών, πάνθ' ὅσα ἠδυνήθη τότε ἐξ αὐτῆς ἑτέρωσε ἐκόμισε· καὶ τῶν μὲν οἴκοι πάντων ἀπέγνω, τοῖς δ' ἀλλοτρίοις καὶ τοῖς γε ὑφ' ἑαυτοῦ ποτε δουλωθεῖσι, συμμάχοις κατὰ τῆς πατρίδος χρήσασθαι ἐνόει· καὶ ἐν αὐτοῖς πολὺ πλείω ἐλπίδα καὶ τῆς σωτηρίας καὶ τῆς δυναστείας, ἢ ἐν τοῖς εὐεργετηθεῖσιν, ἐποιεῖτο. Καὶ διὰ ταῦτα ἀντὶ μὲν τῆς λαμπρότητος ἣν ἐκ τῶν πολέμων ἐκείνων κτησάμενος ἀφίκετο, ταπεινότητα πρὸς τὸν παρὰ τοῦ Καίσαρος φόβον ἀντιλαβὼν ἀπῆρεν· ἀντὶ δὲ τῆς εὐκλείας ἣν ἐκ τοῦ τὴν πατρίδα αὐξῆσαι ἔσχε, δυσκλεέστατος ἐπὶ τῇ τότε ἐκλείψει αὐτῆς ἐγένετο. 

14.  Καὶ εὐθύς γε καταίρων ἐς τὸ Δυρράχιον, ἔμαθεν ὅτι οὐ καλῶς [ἂν] ἀπαλλάξειε. Στρατιώτας τε γὰρ κεραυνοὶ ἐν αὐτῷ τῷ πρόσπλῳ ἔφθειραν, καὶ τὰ σημεῖα τὰ στρατιωτικὰ ἀράχναι κατέσχον· ἐκβάντος τε ἐκ τῆς νεὼς αὐτοῦ ὄφεις τὸν στίβον ἐπισπόμενοι συνέχεον. Ἐκείνῳ μὲν δὴ ταῦτα τὰ τέρατα ἐγένετο· συνεβεβήκει δὲ καὶ πάσῃ τῇ πόλει τούτῳ τε τῷ ἔτει καὶ ὀλίγον ἔμπροσθεν ἕτερα. Ὄντως γάρ που ἀμφοτέρωθεν ἐν ταῖς στάσεσι τὸ κοινὸν βλάπτεται· καὶ διὰ τοῦτο λύκοι τε καὶ βύαι πολλοὶ ἐν αὐτῷ τῷ ἄστει ὤφθησαν, καὶ σεισμοὶ συνεχεῖς μετὰ μυκηθμῶν ἐγένοντο· πῦρ τε ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς διῇξε, καὶ ἕτερον ἄλλα τε καὶ τὸν τοῦ Κυρίνου ναὸν κατέφλεξεν· τε ἥλιος σύμπας ἐξέλιπε· καὶ κεραυνοὶ σκῆπτρόν τε Διὸς καὶ ἀσπίδα κράνος τε Ἄρεως, ἐν τῷ Καπιτωλίῳ ἀνακείμενα, καὶ προσέτι καὶ τὰς στήλας τὰς τοὺς νόμους ἐχούσας, ἐλυμήναντο. Ζῷά τε πολλὰ ἔξω τῆς ἑαυτῶν φύσεως ἐγέννησέ τινα· καὶ λόγιά τινα ὡς καὶ τῆς Σιβύλλης ὄντα ᾖδετο· κάτοχοί τέ τινες γιγνόμενοι, συχνὰ ἐθείαζον. Καὶ πολίαρχος οὐδεὶς ἐς τὰς ἀνοχάς, ὥσπερ εἴθιστο, ἡἡρέθη, ἀλλ' οἱ στρατηγοὶ πάντα τὰ ἐπιβάλλοντα αὐτῷ ( ὥς γέ τισι δοκεῖ) διῴκησαν.