RETOUR À L’ENTRÉE DU SITE      - table des matières d'Athénée de Naucratis

ATHÉNÉE DE NAUCRATIS  

De l'Amour 

Le Livre XIII des Deipnosophistes

 

 

tEXTE GREC 

(1-20) (21-40) (41- 60) (61-80) (81-fin)

41. Περὶ δὲ τοῦ εἰρημένου τῆς Μανίας ὀνόματος ὁ Μάχων τάδε φησίν·
Ἴσως ἂν ἀπορήσαι τις εὐλόγως θ' ἅμα
τῶν νῦν ἀκροατῶν, εἴ τις ᾿Αττικὴ γυνὴ
προσηγορεύετ' ἢ ἐνομίσθη Μανία.
Αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ' ἔχειν, 
καὶ ταῦθ' ἑταίραν ἐκ μέσης τῆς ῾Ελλάδος,
μὴ τὴν ᾿Αθηναίων τι κωλῦσαι πόλιν,
ὑφ' ἧς ἅπαντές εἰσ' ἐπηνορθωμένοι.
Τὸ μὲν οὗν ὑπάρχον εὐθέως ἐκ παιδἰου
αὐτῇ Μέλιττ' ἦν ὄνομα. Τῳ μεγέθει μὲν <ἦν>
τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
φωνῇ δ' ὁμιλίᾳ τε κεχορηγημένη
πάνυ τ' εὐπρόσωπος οὖσα καὶ καταπλητικὴ
πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους
ἔχουσ' - ὅπου περὶ <τῆς> γυναικός τις λόγος
γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν
ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
αὐτὴ τὸ πλεῖον. ῾Ηνίκα σκώψειε γάρ
ῥημάτιον εὐθὺ τοῦτο 'μάνίαν' ἀνεβόα,
αὐτή θ' ὅτ' ἐπαινοίη τιν' ἢ ψέγοι πάλιν,
ἐπ' ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
Διὸ τῆς μανίας τὸ ῥῆμ' ἐπεκτείνας δοκεῖ
καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν·
μᾶλον τὸ πάρεργον ἐπεκράτησ' ἢ τοὔνομα.
᾿Εδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ', ἡ Μανία·
Γνάθαινα δ' εἰς τὰ στρώμαθ' ὅτι προίετο,
ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
Μετὰ ταῦτα δ' ἡ Γνάθαινα πρὸς τὴν Μανίαν
ἐλοιδορεῖτο καὶ λέγει « Τί τοῦτο, παῖ,
εἰ καὶ λίθον εἶχες; » ῾Υπολαβοῦσ' ἡ Μανία
« ῎Εδωκ' ἄν, ἵν' εἶχες, φήσ', ἀποψᾶσθαι, τάλαν. »
42
. ῞Οτι δ' ἦν καὶ ἀστεία τις ἀποκρίνασθαι, τάδε περὶ αὐτῆς ὁ Μάχων ἀναγράφει·
Τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ
ὁ παγκρατιαστὴς καὶ συνεῖχ' αὐτὴν μόνος
γαμετῆς τρόπον γυναικός. ῾Υπο δ' ᾿Αντήνορος 
μοιχευομένην αἰσθόμενος αὐτὴν ὕστερον
σφόδρ' ἠγανάκτησ'. Ἣ δὲ « Μηθέν, φησί, σοί,
ψυχή, μελέτω· μαθεῖν γὰρ αἰσθέσθαι θ' ἅμα
᾿Ολυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν
πληγὴν <παρὰ πληγὴν> τί δύναταί ποτ' ἤθελον. »
Αἰτουμένην λέγουσι τὴν πυγήν ποτε
ὑπὸ τοῦ βασιλέως Μανίαν Δημητρίου
ἀνταξιῶσαι δωρεὰν καὐτόν τινα.
Δόντος δ' ἐπιστρέψασα μετὰ μικρὸν λέγει
« ᾿Αγαμέμνονος παῖ, νῦν ἐκεῖν' ἔξεστί σοι. »
Εἶναι δοκῶν αὐτόμολος ἄνθρωπος ξένος
καὶ παρεπιδημήσας ᾿Αθήνησίν ποτε
τὴν Μανίαν μετεπέμψαθ' ὅσον ᾔτησε δούς.
Εἰς τὸν <πότον> δ' ἧν συμπαρειληφώς τινας
ἐκ τῆς πόλεως τῶν ἐπιγελᾶν εἰθισμένων
ἅπαντα τοῖς τρέφουσιν αἰεὶ πρὸς χάριν·
βουλόμενος εἶωαι γλαφυρὸς ἀστεῖός θ' ἅμα,
τῆς Μανίας ἄριστα παιζούσης σφόδρα
ἀνισταμένης τε πολλάκις, εἰς δασύποδα
αὐτὴν ἐπικροῦσαι βουλόμενος « Πρὸς τῶν θεῶν
μειράκια, τί δοκεῖ τῶν ἀγρίων ὑμῖν ποτε
ἐν τοῖς ὄρεσι τάχιστα θηρίον τρέχειν; »
῾Η Μανία δ' « αὐτόμολος, ὦ βέλτιστ', ἔφη. »
Μετὰ ταῦτα δ' ὡς εἰσῆλθε πάλιν ἡ Μανία,
τὸν αὐτόμολον ἔσκωπτε ῥίψασπίν τ' ἔφη
αὐτὸν γεγονέναι προσβολῆς οὔσης ποτέ.
῾Ο δ' στρατιώτης ὑπό τι <δὴ> σκυθρωπάσας
ἀπέπεμψε ταύτην· διαλιποῦσα δ' ἡ ἑταίρα
« Μήθεν παρὰ τοῦτο, φησὶ, λυποῦ, φίλατε·
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
μὰ τὴν ᾿Αφροδίτην, ἀλλ' ὁ σοὶ χρήσας τότε. »
᾿Εν συμποσίῳ δ', ὥς φασι, παρὰ τῇ Μανίᾳ
παρεδέξατ' αὐτὴν τῶν πονηρῶν τις πάνυ.
κᾆθ' ὡς ἐπηρώτησε « Πότερ' ἄνω θέλεις
ἔλθοῦσ' ἅμα βαλεῖν ἢ κάτω; » Γελάσασ' « ῎Ανω,
βέλτιστε, φησίν. ῾Υπό τι γὰρ δέδοικά σε,
μή μου προπεσούσης τοὐμπλόκιον ὑπερτράγῃς. »
43
. Καὶ ἄλλων δὲ ἑταιρῶν ἀπομνημονεύματα ὁ Μάχων συνήγαγεν, ὧν οὐκ ἄκαιρόν ἐστιν κατὰ τὸ ἑξῆς μνημονεῦσαι. Γναθαίνης μὲν οὕτως·
[Παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
« Ψυχρόν γ' , ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν', ἔχεις. »
« Τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
εἰς αὐτό γ' αἰεὶ δραμάτων ἐμβάλλομεν. »]
Πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς ᾿Αφροδισίοις, 
τιμώμενος μάλιστα τῶν ἐρωμένων
(ᾔδει δ' ὑπ' αὐτῆς ἐκτενῶς ἀγαπώμενος)
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
μύρον, στεφάνους, τραγήματ', ἔριφον, ταινίας,
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ' αὐλητρίδα.
Καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
πέμψαντος αὐτῃ χιόνα σαπέδρην θ' ἕνα,
αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ
φυλαττομένη τε πόλυ μάλιστα Δίφιλον,
μὴ δῷ δίκην μετὰ ταῦτα κωμῳδουμένη,
τὀ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν
πρὸς τοὺς σπανίζειν ὁμολογουμένους ἁλῶν,
τὴν χιόνα δ' εἰς τὸν ἄκρατον ἐνσεῖσαι λάθρᾳ·
τῳ παιδί τ' ἐπέταξ' ἐγχέανθ' ὅσον δέκα
κυάθους προσενεγχεῖν Διφῖλῳ ποτήριον.
ὑπερηδέως δὲ τὴν κύλικ' ἐκπίων ἄφνω
καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος
« Νὴ τὴν ᾿Αθηνᾶν καὶ θεοὺς, ψυχρόν γ', ἔφη
Γνάθαιν', ἔχεις τὸν λάκκον ὁμολογουμένως. »
Ἣ δ' εἶπε « Τῶν σῶν δραμάτων γὰρ ἐπιμελῶς
εἰς αὐτὸν αἰεὶ τοὺς προλόγους ἐμβάλλομεν. »
Μαστιγίας μώλωπας ὑψηλοὺς ἔχων
μετὰ τῆς Γναθαίνης ἀπὸ τύχης ἀνεπαύετο.
Περιλαμβάνουσα δ' αὐτόν, ὡς ἀνώμαλον
τὸ νῶτον εἶχε παντελῶς, « Τάλαν, τάλαν
ἄνερ, πόθεν ἔχεις ταῦτ' ἔφη, τὰ τραύματα; »
Κἀκεῖνος αὐτῇ συντόμως ἀπεκρίνατο
ὅτι παῖς ποτ' ὢν ἀνείλετ', εἰς πυράν ὅτε
παίζων μετά τινων ἡλικιωτῶν ἐνέπεσεν.
« Νὴ τὴν φίλην Δήμητρα, δικαίως τοιγαρ,
ἄνθρωπε, φησίν, ἐξεδάρης ἀκόλαστος ὤν. »
Παρὰ Δεξιθέᾳ δειπνοῦσα θῄταίρᾳ ποτε
Γνάθαινα, τοὔψον ἀποτιθείσης πᾶν σχεδὸν
τῆς Δεξιθέας τῇ μητρί, « Νὴ τὴν ῎Αρτεμιν,
εἰ, φησίν, ᾔδει, ἡ Γνάθαινα, τοῦτ' ἐγώ,
τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι. »
᾿Επεὶ προέβη τοῖς ἔτεσιν ἡ Γνάθαινα καὶ
ἤδη τελέως ἦν ὁμολογουμένη σοφός,
εἰς τὴν ἀγορὰν λέγουσιν αὐτὴν ἐξίναι 
καὶ τοὔψον ἐφορᾶν καὶ πολυπραγμονεῖν πόσου
πωλεῖθ' ἕκαστον. Εἴτ' ἰδοῦσα κατὰ τύχην
ἱστῶντα κρεοπῶλην τιν' ἀστεῖον πάνυ
τῇ θ' ἡλικίᾳ σφόδρα νέον « Ὦ πρὸς τῶν θεῶν,
μειράκιον, ὁ καλός, φησί, πῶς ἵστης; φράσον. » 
ὃ δὲ μειδιάσας 'Κύβδ', ἔφη, τριωβόλου.'
« Τίς δ' οὑπιτρέψων ἐστί σοι, φησίν, τάλαν,
ὄντα γ' ἐν ᾿Αθήναις Καρικοῖς χρῆσθαι σταθμοῖς; »
Στρατοκλῆς δύ' ἐρίφους προῖκ' ἐδίδου τοῖς γνωρίμοις
λοπάδας συνάλμους τε συναρτύειν δοκῶν
καὶ διψᾶν ὑπολειπόμενοι εἰς τὴν αὔριον
τοῖς ἐπισυνάπτειν βουλομένοις τὸν ἑωθινόν,
μακρὰς δὲ πράττειν εἰς τὰ λοιπὰ ξυμβολὰς.
Γνάθαινα δ' αὑτῆς εἶπε πρὸς ἐραστήν τινα
στραγγευόμενον ὁρῶσα περὶ τὰς συμβολάς·
« Στρατοκλῆς ἐπ' ἐρίφοις, φησί, χειμῶνας ποιεῖ. »
᾿Ιδοῦσ' ἔφηβον ἡ Γνάθαιν' ἰσχνὸν πάνυ
καὶ μέλανα λεπτὸν θ', ὡς ἔοιχ', ὑπερβολῇ
καὶ λιπαρόν, ἔτι δὲ τῶν ἐφήβων βραχύτερον, 
ἔσκωπτεν εἰς ῎Αδωνιν. ᾿Αναγώγως δέ πως
τοῦ μειρακίσκου καὶ τυραννικώτερον
αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ
θυγατρὶ μετ' αὐτῆς συνπρορευομένῃ λέγει·
« Δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ... »
Λέγουσι Ποντικόν τι μειρακύλλιον
ἀναπαυόμενον μετὰ Γναθαίνης ἀξιοῦν
πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ
αὐτῷ παρασχεῖν· τὴν δὲ τοῦτ' εἰπεῖν « Τάλαν,
ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε
τἀς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν; »

44. Καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει·
Εἰς τὰς ᾿Αθήνας παρεπιδημήσας ξένος
σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ' <ὢν> ἐτῶν,
Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
μετὰ τῆς Γναθαίνης ἐξ ᾿Αφροδισίου τινός,
τό τ' εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον
τῆς νυκτός. ῾Η Γνάθαινα δ' εἰς τὴν πορφύραν
καὶ τὰ δόρατ' ἀποβλέψασα δραχμὰς χιλίας
ἔταξεν. Ὃ δ' ἄφνω καιρίμην πληγεὶς « Παπαῖ,
ζωγρεῖς, γύναι, φήσ', ἕνεκα τοῦ στρατιωτικοῦ·
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ
καὶ στρῶσον ἡμῖν ἔνδον. » Ἣ δ' ἐπιδέξιον
βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο,
εἶπεν δέ· «..... δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ' ὅτι
εἰς νύκτ' ἀποδώσεις τῳ θυγατρίῳ μου διπλοῦν. »
᾿Εν ταῖς ᾿Αθήναις χαλκοτύπος σφόδρ' εὐφυής,
καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν
οὐκέτι θ' ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
τὸν ᾿Ανδρόνικον ἡδέως αὐτῆς ἔχειν
τὸν ὑποκριτήν· τότε δ' ὄντος ἐν ἀποδημίᾳ,
ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
᾿Ανάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
κατεσχόλαξε τῆς Γναθαινίου λέγων,
ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί,
ἑξῆς καθιππάσθαι, δ' ὑπ' αὐτῆς πεντάκις.
Μετὰ ταῦτ' ἀκούσας ᾿Ανδρόνικος τὸ γεγονὸς
ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
... πικρῶς τε λοιδορούμενος
παρὰ τὸν πότον ταῦτ' ἔλεγε τῇ Γναθαινίῳ,
αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
τούτου παρ' αὐτῆς μηδέποτε τοῦ σχήματος,
ἐν τῷδε δ' ἑτέρους ἐντρυφᾶν μαστιγίας.
Ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνον·
« Περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν,
ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον·
διὰ τοῦθ' ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον,
ἐφιλοσόφησά θ', ἵν' ἄκρον ὡς μάλιστα καὶ
ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος. »
῎Επειτα, φασί, τῆς Γναθαινίου ποτὲ
τὸν ᾿Ανδρόνικον οὐ θελούσης παρὰ πότον
φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί,
ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν,
ἔπειθε πῶς « Οὐχ ὁρᾷς, Γνάθαιν', ἔφη,
ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένων; »
῾Η γραῦς δ' ἀγανακτήσασα « Τάλαν, ἔφη, τέκνοι
περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει. »
Ἣ δ' εἶπε « Μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν 
τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας
τὸν κοῖλον ῎Αργος δωρεὰν θέλοντ' ἔχειν. »
Πανηγύρεως οὔσης ποθ' ἡ Γναθαίνιον
εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ
ἔμπορον ἐραστὴν εὐτελῶς ἐπ' ἀστράβης,
τὰ πάντ' ἔχουσ' ὀνάρια μεθ' ἑαυτῆς τρία
καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιθὴν μίαν.
῎Επειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ
κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ
ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττῶμένων·
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως,
ἀλλὰ στενοχωρῶν εἶπεν « Ὦ τρισάθλιε
ὀνηλάτ' εἰ μὴ θᾶττον ἐκατήσῃ ποτε
ἐκ τῆς ὁδου, τὰ γύναια ταυτὶ καταβαλῶ
σὺν τοῖς ὀναρίοις, φήσι, καὶ ταῖς ἀστράβαις. »
Γναθαίνον δ' εἶπ' « Ὦ τάλαν, μὴ δῆτ', ἄνερ·
οὐδέποτε γὰρ τοῦτ' ἐστί σοι πεπραγμένου. »

45. ῾Εξῆς δὲ καὶ ταῦτ' ἀναγράφει·
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
ἔχοντ'· « ᾿Απόκριναι, φησίν, ὦ ποιητά μοι,
τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ »
« ῎Ερρ', αἰσχροποιέ; » Καταπλαγεὶς δ' Εὐριπίδης
τὴν τόλμαν αὐτῆς « Σὺ γάρ, ἔφη, τίς εἶ , γύναι;
<οὐκ> αἰσχροποιός; » Ἣ δὲ γελάσασ' ἀπεκρίθη
« Τί δ' αἰσχρόν, εί μὴ τοῖσι χρωμένοις δοκεῖ; »
῾Η Γλυκέριον λαβοῦσα παρ' ἐραστοῦ τινος
Κορίνθιον παράπηχυ καινόν λῄδιον
ἔδωκεν εἰς γναφεῖον· εἶτ' ἐπεὶ τέλος
ἔδοξ' ἔχειν, πέμψασα τὴν θεραπαινίδα
τὸ μισθάριον ἔχουσαν ἐκέλευ' ἀποφέρειν
θοἰμάτιον. ῾Ο γναφεὺς δ' εἶπεν· « Ἂν γ' ἐλᾳδίου
ταρτημόριά μοι, φησὶ, προσενέγκῃς τρία
κόμισαι. Τὸ κωλῦον γάρ ἐστι τοῦτο με. »
Ἣ δ' ὡς ἀπήγγειλ', « <Ὦ> τάλαιν', εἶπεν, κακῶν »
ἢ Γλυκέρον, « Μέλλει γὰρ ὥσπερ μαινίδας
ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον. »
῾Ο τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος
τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν ποτὲ
νέος ὢν ἔτ' αὐτὸς εἶχεν. ᾿Επεκαλεῖτο δ' Αἴξ,
ὅτι τὸν μέγαν κατέφαγ' ἐραστήν ποτε
Θαλλόν· παρεγενήθη γὰρ εἰς τὴν ᾿Αττικὴν
ὠνησόμενος χελιδονείους ἰσχάδας
῾Υμήττιόν τε φορτιούμενος μέλι.
Λέγεται δ' ἐκείνην τὴν γυναῖκ' ἐσχηκέναι
πυγὴν πάνυ καλήν, ἥν ποτ' ἠξίου λαβεῖν
ὁ Δημοφῶν. Ἣ δ' εἶπε γελάσασ' «Εὖ <γ'>, ἵνα
Σοφοκλεῖ λαβὼν δῷς, φησί, παρ' ἐμοῦ, φίλτατε. »
Καλλιστίου δὲ τῆς ῾Υὸς καλουμένης
πρὸς τὴν ἑαυτῆς λοιδορουμένης ποτὲ
μητέρα (Κορώνη δ' ἐπεκαλεῖτο τοὔνομα),
διέλυεν ἡ Γνάθαιν'. ᾿Ερωτηθεῖσα δὲ
τί διαφέρονται « Τί γάρ, ἔφησεν, ἄλλο πλὴν
ἄλλ' ἡ Κορώνης, ἕτερ' ἐκείνη μέμφεται. »
῞Ιππην λέγουσι τὴν ἑταίραν Θεόδοτον
ἔχειν ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου τότε
γενόμενον. Αὕτη δ' ὀψὲ τῆς ὥρας ποτὲ
εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
Πτολεμαῖον· εἰώθει δὲ συμπίνειν αἰεὶ
αὐτῷ. Λέγει δ' οὖν ὑστεροῦσα παρὰ πολύ.
« Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
ἀλλ' ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα
εἰς τὴν μεγάλην. » ῎Επειτεν ὁ βασιλεὺς λέγει·
« Εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν,
῞Ιππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι. »
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
κἄπειτεν αἰτήσασαν αὐτον μνᾶν μίαν
ὁ Μοίριχος « Μέγ', εἶπεν· οὐ πρῴην δύο
χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί; »
«Περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὐ
βινητιάσω, καὶ τοσοῦτον λήψομαι. »
Νικὼ τὴν Αἶγα, Πύθωνός τινος
αὐτήν ποτ' ἀπολιπόντος, Εὔαδριν δὲ τὴν
παχεῖαν ἀναλαβόντος, εἶπεν ὕστερον
μεταπεμπομένου ποθ', ὡς ἔοικ', αὐτήν, λέγειν
πρὸς τὸν μετιόντα παῖδα· « Πύθων, φήσ' ἐπεὶ
ἤδη διάμεστος τῶν ὑείων ἐγένετο
ἐπ' αἴγει οἷός ἐστιν ἀνακάμπτειν πάλιν; »
46. Μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων. Αἱ γὰρ καλαὶ ἡμῶν ᾿Αθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ᾿Αναγέγραφε γοῦν ᾿Αριστοφάνης μὲν ὁ Βυζάντιος ἑκατὸν καὶ λε', ᾿Απολλόδωρος δὲ τούτων πλείους, ὁ Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ ᾿Αριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε, .... τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην· αὕτη δὲ ἦν γναφέως θυγάθηρ. ῎Αγραφοι δ' εἰσὶν αὐτῷ Μεγίστη, ᾿Αγαλλίς, Θαυμάριον, Θεόκλεια (αὕτη δ' ἐπεκαλεῖτο Κορώνη, Ληναιτόκυστος, ῎Αστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς ἡ Λύχνος ἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς. Τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται, Δίφιλος ὁ κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς ὁ Σάμιος ἐν τοῖς ᾿Απομνημονεύμασιν ἱστορεῖ. ᾿Εν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν. Κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, ἣ δὲ « τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις; » Σφόδρα δ' ἧν εὔθικτος πρὸς τὰς ἀποκρίσεις ἡ Γνάθαινα. Καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ' αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι· διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. Κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα « Τὴν αὐτήν, ἐφη, ἔχομεν αἰτίαν, ὦ Στίλιπων. Σέ τε γὰρ λέγουσιν διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι ἀνωφελῆ καὶ ἐριστικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. Μηθὲν οὖν διαφέρειν ἐπιτριβουμένοις καὶ κακῶς πάσχουσιν [ἢ] μετὰ φιλοσόφου ζῆν ἢ ἑταίρας. » Κατὰ γὰρ ᾿Αγάθωνα
Γυνὴ τὸ σῶμα δι' ἀργίαν ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.

47. Γναθαίνης δὲ πολλὰς ἀποκρίσεις ἀνέγραφεν ὁ Λυγκεύς. Παρασίτου γάρ τινος ὑπο γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος, « Χαριέντως γ', ἔφη, ὦ νεανίσκε, τὸ σωμάτιον διάκεισαι. » « Τί οὖν οἶει, εἰ μὴ ἐδευτεροποίτουν; » « Τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες. » Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδον τινὰ ἐμπεσόντος, « ῾Ο λάκκος, ἔφη, εἰς τὸν κάδον ἐμπέπτωκεν. » Ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηριδίῳ μικρὸν καὶ εἰπόντος ὅτι ἑκκαιδεκαέτης, « Μικρός γε, ἔφη, ὡς τοσούτον ἐτῶν. » Νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον « Θάρρει, παιδίον· οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλ' ἀργυρίτης. » ῾Ως δ' ὁ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἐτι ἐφερεν, ἀλλ' έφοίτα μόνον, « Παιδίον, ἐφη, ὤσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἶει αἰεὶ φοιτήσειν; » 
Φρύνης δὲ πικρότερον εἰπούσης αὐτῇ « Εἱ δὲ λίθον, έφη, εἶχες », « Ἀποψήσασθαι ἄν σοι ἔδωκα. » 
Ἐτύγχανεν δὲ ἣ μὲν αἰτίαν ἐχουσα λιθιᾶν, ἣ δὲ κοιλίαν προπετεστέραν ἔχειν. Τῶν δὲ πινόντων παρ᾽ αὐτῇ συμβαλλομένων εἰς βολροφακῆν καὶ τῆς παιδίσκης έν τῷ καθαίρειν εἰς τὸν κόλπον έμβαλλομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη « Κολποφακῆν διανοεῖται ποιεῖν » ᾽Ανδρονίκου δὲ τοῦ τραγῳδοῦ ἀπ' ἀγῶνός τινος, έν ᾧ τοὺς ᾽Ἐπιγόνους εὐημερήκει, πίνειν μέλλοντος παρ᾽ αὐτῇ καὶ τοῦ παιδὸς κελεύοντος τήν Γνάθαιναν προαναλῶσαι « Ὀλόμενε παίδων, ἔφη, ποῖον εἴρηκας λόγον, » Πρὸς δὲ ἀδολέσχην τινὰ διηγούμευον ὅτι παραγέγονεν ἀφ' ῾Ελλησπόντου « Πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν έκεῖ; » Τοῦ δ' είπόντος « Εἰς ποίαν; » « Εἰς Σίγειον » εἶπεν, Εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος έπί τινος ἀγγείου ᾠὰ εἰπόντος τε « Ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά; » « Ἔγχαλκα, ἔφη, παιδίον. » Χαιρεφῶντος ὸ ἀκλήτου έπὶ δεῖπνον έλθόντος, προπιοῦσα ποτήριον αὐτῷ ἡ Γνάθαινα « Λαβέ, ἔφησεν, ὑπερήφανε. » Καὶ ὃς « Ἐγὼ ὑπερήφανος; » « Τίς δὲ μᾶλλον », εἷπεν ἡ Γνάθαινα, « Ὃς οὐδὲ καλούμενος ἐρχῃ; »
Νικὼ δὲ ἡ Αἰξ έπικαλουμένη, φησὶν ὁ Λυγκεύς, παρασίτου τινὸς ἀπαντήσαντος λεπτοῦ έξ ἀρρωστίας, « Ὡς ίσχνός » ἔφη. « Τί γὰρ οἴει με έν τρισὶν ἡμέραις καταβεβρωκέναι; » « Ἤτοι τήν λήκυθον, ἔφη, ἢ τὰ ὑποδήματα. »
48
. Μετάνειρα δὲ ἡ ἑταίρα, Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην καταπεσόντος ἔν τινι κονιάματι, « Καὶ γὰρ σύ, φησί, σαυτὸν ἐδωκας οὗ ψῆφοι εἰσίν. » Διαπηδῶντος δ' αὐτοῦ ἐπὶ τὴν πλησίον κλινην « Πρόσεχε, φησί, μὴ ἀνατραπῇς. » Τοῦτο ἱστορεῖ ᾽Ηγήσανδρος. ᾽Αριστόδημος δ' ἐν δευτέρῳ Γελοίων ᾽Απομνημονευμάτων ῾Γνάθαιναν, φησί, δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας· ἀναγωγότέρον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος « Πῶς; ἔφησεν· ἢ ὅτι δύο ποταμοὶ έμβάλλετέ μοι, Λύκος καὶ Ἐλεύθερος; » Ἐπὶ δὲ τὴν θυγατέρα τῆς Γναθαίνης πτωχῶν έραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάφειν τὴν οἰκίαν· ἐνηνοχέναι γὰρ δικέλλας <καὶ> ἄμας, « Εἰ ταῦτ' εἰχεθ᾽ ὑμεῖς, » εἶπεν ἡ Γνάθαινα, « ἐνέχυρα θέντες τὸ μίσθωμα ἂν ἀπεστείλατε, » Ἐμμελής δ' ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος ἀποφθέγξασθαι· ἥτις καὶ νόμον συσσιτικὸν συνέγραφεν, καθ' ὃν δεῖ τοὺς ἐραστὰς ὡς αὐτὴν καὶ τὴν θυγατέρα εἰσιέναι, κατὰ ζῆλον τῶν τὰ τοιαῦτα συυταξαμένων φιλοσόφων. Ἀνέγραψε δ' αὐτὸν Καλλίμαχος ἐν τῷ τρίτῳ πίνακι τῶν Νόμων καὶ ἀρχὴν αὐτοῦ τήνδε παρέθετο· « Ὁδε ὁ νόμος ἴσος ἐγράφη καὶ ὅμοιος, » στίχων τριακοσίων εἴκοσι τριῶν.
49
. Καλλίστιον δὲ τήν έπικληθεῖσαν Πτωχελένην μαστιγίας έμισθώσατο. Θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα « Πόθεν οὗτοι, τάλαν; » εἶπε. Καὶ ὃς « Παιδὸς ὄντος μου ζωμὸς κατεχύθη. » Ἣ δὲ « Δηλαδή μόσχειος. » Μενάνδρῳ τῷ ποιητῇ δυσημερήσαντι καὶ εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῤοφῆσαι· ὃ δ᾽ « Οὐ θέλω » εἶπεν, ἦν γὰρ έφεστηκυῖα γραῦς αὐτῷ. Ἣ δὲ « Ἀποφύσα, εἶπε, καὶ τῷ κάτω χρῶ. » Θαὶς ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λεγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δἐ κατασκευάσαι, « Ἀπολεῖς, ἔφη, ἐκάστου τὸ ἴδιον. » Λεόντιον κατακειμένη μετ' ἐραστοῦ, έπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν, ὡς δ' ἐπιστρέφας ὁ γνώριμος αὐτήν ἠρώτησε τί λυπεῖται, « Ἡ ὑστερα με λυπεῖ » ἐφη. Πρὸς Λαίδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. Ἣ δ' « Οὐ δύναμαι » εἶπε· « πηλός έστι. » Θαὶς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεὶ τις αὐτὴν ἠρώτα ποῦ πορεύεται, εἶπεν· « Αἰγεῖ συνοικήοουσα τῷ Πανδίονος. » Φρύνη συνδειπνοῦσά ποτε γράσωνι ἄρασα φορίνην
« Λαβέ, εἶπε, καὶ, ταῦτα τράγε. » Πέμφαντος δέ τινος αὐτῇ τῶν γνωρίμων οἶνον χρηστὸν μέν, ὀλίγον δέ, καὶ λέγοντος ὅτι δεκαέτης ἐστίν, « Μικρὸς ὡς πολλῶν ἐτῶν » ἔφη. Ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τίνα αἰτίαν οἱ στέφανοι κρήμνανται, εἶπεν « Ὅτι φυχαγωγοῦσιν. » Μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθ' ὑπόκρισιν έσκυθρώπαων. Ἐπερωτήσαντος δὲ τὴν αἰτίαν « Ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις. » Φιλάργυρος δέ τις ἐραστἠς ὑποκοριβόμενος αὐτὴν εἶπεν « Ἀφροδίσιον εἶ Πραξιτέλους· » Ἣ δὲ « Σὺ δ' Ἔρως Φειδίου. » 
50
. Ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν ἢ κατηγοροῦντας ἢ ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ ᾽Ανδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης. Καὶ περὶ μὲν τῆς Σινώπης ῾Ηρόδικος ὁ Κρατήτειος ἐν ς' Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. Μνημονεύει δ' αὐτῆς ᾽Αντιφάνης ἐν ᾽Αρκάδι καὶ ἐν Κηπουρῷ, ἐν ᾽Ακεστρίᾳ, ἐν ῾Αλιευομένῃ, ἐν Νεοττίδι, καὶ Ἄλεξις ἐν Κλεορουλίνῃ καὶ Καλλικράτης ἐν Μοσχίωνι. Περὶ δὲ τῆς Φανοστράτης ᾽Απολλόδωρός φησιν έν τῷ περὶ τῶν ᾽Αθήνησιν ῾Εταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δ' ἐν τῷ κατὰ ᾽Αρισταγόρας φησί « Καὶ πάλιν τὰς ᾽Αφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε. » Ἑταιρῶν ἐπωνυμίαι αἱ ἀφύαι, περὶ ὧν ὁ προειρημένος ᾽Απολλόδωρός φησι· « Σταγόνιον καὶ Ἄνθις ἀδελφαί· αὗται ᾽Αφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. » ᾽Αντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν ᾽Αφύην κληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. Ὁ δ' αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αίκίας περὶ Γλυκέρας τάδε λέγει · « Ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων. » Ἄδηλον εἰ αὕτη ἐστὶν ἡ ῾Αρπάλῳ συνοῦσα· περὶ ἦς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον ὁ Ἅρπαλος μετέπέμψατο τὴν Γλυκέραν ᾽Αθήνηθεν· ἣν καὶ έλθοῦσαν οἰεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλῆθους βασίλισσαν προσαγορευομένην· Ἀπειρῆσθαι τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. Ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν έαυτοῦ. Τὰ ὅμοια δ' εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ ᾽Αλέξανδρον ῾Ιστορίαις. Ὁ δὲ γράψας τὸν ᾽Αγῆνα τὸ σατυρικὸν δραμάτιον, εἶτε Πύθων ἐστὶν ὁ Καταναῖος ἢ αὐτὸς ό βασιλεὺς, ᾽Αλέξανδρος, φησίν· 
Καὶ μὴν ἀκούω μυριάδας τὸν ῞Αρπαλον
αὐτοῖσι τῶν ᾽Αγῆνος οὐκ ἐλάπονας
σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
Β. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἐσται δ' ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών. 
51
.
Λυσίας δ' ἐν τῷ πρὸς Λαίδα, εἴ [γε] γνήσιος ὁ λόγος, τούτων μνημονεύει· « Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἐτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια. » Μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς ᾽Ανθείας ῎Αντειαν. Οὐ γὰρ εὑρίσκομεν παρ' οὐδενὶ Ἄνθειαν άναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ ᾽Αντείας καὶ ὅλον δρᾶμα ἐκιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου ἢ Φιλυλλίου ῎Αντειά ἐστιν. Καὶ ὁ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς. Ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων ό Λυσίας, εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν (᾽Αντικύρας). Ἐπώνυμον ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστσφάνης εἴρηκεν έν τῷ περὶ Ἑταιρῶν, ᾽Αντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος [καὶ] ἀποθντήσκων κατέλιπεν αὐτῇ πολὺν έλλέβορον, ἄλλο δὲ οὐδέν. Καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος έταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ ὙπερεΙδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους. Αὕτη δὲ ὅτι Αἴξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι, ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδ' εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδ' ὅλως ᾽Αθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος. Ἀλλ' ὅ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως·
Ἑωθινὸς γάρ, πρίν τιν' αὐλιτῶν ὁρᾶν,
θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
Μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως·
Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ,
κωμῳδῶν αὐτήν ὡς μέθυσον. 
Μένανδρος δ' ἐν Ψευδηρακλεῖ φησιν·.
Οὐκ ἐπείρα Νάννιον;
᾽Αντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν « Προσκήνιον, φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ έχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, έκδῦσα δὲ ἦν αἰσχροτάτη. Ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα. » Καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει έν τῷ κατὰ Πατροκλέους. Περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον ᾽ΑΘηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ένδοξοτάτης ὀνόματι κεχρημένην· ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων έν τοῖς περὶ Ἀκροπόλεως. 

52
Καὶ Ὠκίμου δὲ τῆς έμῆς, ὡς σὺ φής, Κύνουλκε, καὶ Ὑπερείδης μέμνηται ἐν τῷ κατὰ ᾽Αρισταγόρας β' λέγων οὕτως· « Ὥστε Λαὶς μὲν ἡ δοκοῦσα τῶν πώποτε διενηνοχέναι τὴν ὄψιν καὶ Ὤκιμον καὶ Μετάνειρα...» Νικόστρατος δὲ ὁ τῆς μέσης κωμῳδίας ποιητὴς έν Πανδρόσῳ οὑτωσὶ λέγων·
Ἔπειτα τῆς αὐτῆς ὁδοῦ
πρὸς ᾽Αερόπην ἐλθοῦσα πέμψαι στρώματα
αὐτὴν κέλευε, φησί, καὶ παρ' Ὠκίμου
χαλκώματα.
Μένανδρος δ' ἐν Κόλακι τάσδε καταλέγει έταίρας·
Χρυσίδα, Κορώνην, ᾽Αντίκυραν, ᾽Ισχάδα,
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
Φιλέταιρος ἐν Χυναγίδι·
οὐχὶ Κερκώπη μὲν ἤδη γέγον' ἔτη τρισχίλια,
ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
Θεολύτην δ' (οὐδ᾽) οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
Οὐχὶ Λαὶς μὲν τελευτῶσ' ἀπέθανεν βινουμένη,
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
Θεόφιλος Φιλαύλῳ·
τοῦ μή ποτ' αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
φερόμενον ἢ Μηκωνίδ' ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά,
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναύσιον ἢ Μαλθάκην. » 

53
. Τοσαῦτ' επὼν μετά τινος τροχιλας ὁ Μυρτλος « Μή τι τοιοῦτοι ὑμες ο φιλόσοφοι, ἔφη, ο καὶ  πρὸ τῶν δονικῶν καλουμένων ατοὶ τὸν τῆς δονῆς τοῖχον ὑποσκάπτοντες, ὥς που ό ρατοσθένης ἔφη.  Κἀμοὶ μὲν τὰ καλὰ τῶν ταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων· π' ἄλλο δ' εἶδος μεταβήσομαι λόγων. Καὶ πρῶτον μὲν μνησθήσομαι τοῦ φιλαληθεστάτου ᾽Επικούρου· στις έγκυκλίου παιδείας ἀμύητος ὢν μακάριζε καὶ τοὺς μοίως αὐτῷ πὶ φιλοσοφίαν παρερχομένους, τοιαύτας φωνὰς προιέμενος·  « Μακαρζω σε, οὗτος, τι καθαρὸς πάσης παιδείας πὶ φιλοσοφίαν ρμησαι. »  θεν αὐτὸν καὶ ὁ Τίμων φησὶν 
Γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων.
Οὗτος οὖν ὁ πκουρος οὐ Λεόντιον εἷχεν ρωμένην τν ἐπὶ έταιρείᾳ διαβόητον γενομένην; ἣ δὲ οὐδ' ὅτε φιλοσοφεῖν ρξατο παύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ν τοῖς κήποις, Ἐπικούρῳ δ καὶ ἀναφανδόν· στ' κεῖνον πολλἠν φροντίδα ποιούμενον αὐτῆς τοῦτ' ἐμφανίζειν διὰ τῶν πρὸς ῞Ερμαρχον Ἐπιστολῶν.  
54
.  Λαίδος τε τῆς ξ  κκάρων (πόλις δ' αὕτη Σικελική, άφ' ἦς αχμάλωτος γενομένη κεν ες Κόρινθον, ὡς ἱστορεῖ Πολέμων ν τῷ κτῳ τῶν πρς Τίμαιον· ἦς καὶ ρστιππος ρα καὶ Δημοσθένης ὁ ήτωρ Διογνης τε ὁ κύων. ᾗ καὶ ᾽Αφροδίτη ν Κορνθῳ Μελαινὶς καλουμένη νυκτὸς ἐπιφαινομένη μήνυεν ραστῶν ἔφοδον πολυταλάντων) οὐχ περείδης μνημονεύει ν τῷ κατὰ ᾽Αρισταγόρας δευτέρῳ; ᾽Απελλῆς δὲ ὁ ζωγράφος τι παρθένον οὖσαν τν Λαίδα θεασάμενος ἀπὸ τῆς Πειρήνης δροφοροῦσαν καὶ θαυμάσας τὸ κάλλος γαγέν ποτε αὐτήν ες φίλων συμπόσιον.  Χλευασάντων δ' ατν τῶν ταίρων ὅτι ἀνθ'  ταίρας παρθένον ες τὸ συμπσιον ἀγάγοι,  « Μὴ θαυμάσητε, εἶπεν· γὼ γρ αὐτὴν ες μέλλουσαν ἀπλαυσιν μετ' οὐδ' λην τριετίαν καλὴν δείξω. »  Τὸ δ' αὐτὸ καὶ Σωκράτης μαντεύσατο περὶ Θεοδότης τῆς ᾽Αθηναίας, ς φησι Ξενοφῶν ν ᾽Απομνημονεύμασιν· « τι δὲ καλλίστη εη καὶ στέρνα κρείττω λόγου παντὸς ἔχοι λέγοντός <τινος>, « τον ἡμῖν, ἐφη, θεασομένοις τὴν γυναῖκα· οὐ γρ δ ἀκούουσιν στιν κρῖναι τὸ κάλλος. »  Οὕτω δ' ν [ Δαὶς] καλ ὡς καὶ τοὺς ζωγράφους ρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τῆς γυναικὸς τοὺς μαστοὺς καὶ τὰ στρνα.
Διαζηλοτυπουμένη δέ ποτε ἡ Λαὶς Φρύνῃ πολὺν ραστῶν σχηκεν μιλον, οὐ διακρνουσα πλούσιον ἢ πένητα οὐδ' ὑβριστικῶς αὐτοῖς χρωμένη. 

55
. ᾽Αρίστιππος δὲ κατ' ἔτος δύο μῆνας συνδιημερέυεν αὐτῇ ἐν Αἰγινῃ τοῖς Ποσειδωνίοις· καὶ ὀνειδιζόμενος ὑπὸ οἰκέτου, ὅτι « Σὺ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδως, ἣ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται », ἀπεκρίνατο « Ἐγὼ Λαίδι χορηγῶ πολλά, ἵνα αὐτὸς αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλος. » Τοῦ δὲ Διογένους εἰπόντος αὐτῷ· « Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ. Ἢ κύνιζε οὖν, ὡς έγώ, ἢ πέπαυσο » - καὶ ό Αρίστιππος « Ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκιαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι; » « Οὐ γάρ » ἔφη. « Τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν; » « οὐδὲ τοῦτο » ἐφη. « Οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπόν ἐστιν ᾖ πολλοὶ κέχρηνται. » Νυμφόδωρος δ' ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν έν Σικελίᾳ Θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τήν Λαίδα. Στράττις δ' ἐν Μακεδόσιν ἢ Παυσανίᾳ Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων·
Εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
Β. Νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους.
Τίμαιος δ' ἐν τῇ τρισκαιδεκάτῃ τῶν ῾Ιστοριῶν ἐξ Ὑκκάρων· καθὰ καὶ Πολέμων εἴηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίᾳ, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν [ταῖς] ξυλίναις χελώναις τυπτομένην ἐν ᾽Αφροδίτης ἱερῷ. Διὸ καὶ τὸ τέμενος κληθῆναι άνοσίας ᾽Αφροδίτης. Δείκνυσθαι δ' αὐτῆς τάφον παρὰ τῷ Πηνειῷ σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ έπίγραμμα τόδε·
Τῆσδέ ποθ' ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκήν
Ἑλλὰς δουλώθη κάλλεος ἰσοθέου,
Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
κεῖται δ' ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
Αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι πρὸς τῷ Κρανείῳ. 
56
. ᾽Αριστοτέλης δ' ὁ Σταγιρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, ὥς φησιν Ἕρμιππος ἐν τῷ περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις. Ὁ δὲ καλὸς ἡμῶν Πλάτων οὐκ ᾽Αρχεάνασσαν τὴν Κολοφωνίαν ἑταίραν ἠγάπα; ὡς καὶ ᾄδειν εἰς αὐτὴν τάδε·
᾽Αρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην,
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
Ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπόρου, δι' ὅσης ἤλθετε πυρκαιῆς.
Περικλῆς δὲ ὁ Ολύμπιος, ὥς φησι Κλέαρχος ἐν πρώτῳ Ἐρωτικῶν, οὐχ ἕνεκεν ᾽Ασπασίας - οὐ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένης - καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα; ἦν δ' οὗτος <ὁ> ἀνὴρ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὅστις καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὡς Στησίμρροτος ὁ Θάσιος ἱστορεῖ, κατὰ τοὺς αὐτοὺς αὐτᾡ χρόνους γενόμενος καὶ ἑωρακὼς αὐτόν, ἐν τῷ ἐπιγραφομένῳ περὶ Θεμιστοκλέους καὶ Θουκυδίου καὶ Περικλέους. ᾽Αντισθένης δ' ὁ Σωκρατικὸς ἐρασθέντα φησὶν αὐτὸν ᾽Ασπασίας δὶς τῆς ἡμέρας εἰσιόντα καὶ ἐξιόντα ἀπ' αὐτῆς ἀσπάζεσθαι τὴν ἄνθρωπον, καὶ φευγούσης ποτὲ αὐτῆς γραφὴν ἀσεβείας λέγων ὑπὲρ αὑτῆς πλείονα έδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευε. Καὶ Κίμωνος δ' Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος, εἶθ' ὕστερον ἐκδοθείσης Καλλίᾳ, καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου αὐτοῦ ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιχθῆναι. Πυθαίνέτος δ' ἐν τριτῳ περὶ Αἰγίνης Περίανδρόν φησιν ἐξ ᾽Επιδαύρου τὴν Προκλέους θυγατἑρα Μέλισσαν ἰδόντα Πελοποννησιακῶς ἠσθημένην (ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχοει τοῖς ἐργαζομένοις) ἐρασθέντα γῆμαι. Πύρρου δὲ τοῦ Ἠπειρωτῶν βασιλέως, ὃς ἦν τρίτος ἀπὸ Πύρρου τοῦ ἐπ' Ἰταλίαν στρατεύσαντος, ἐρωμένη ἦν Τίγρις ἡ Λευκαδία· ἣν ᾽Ολυμπιὰς ἡ τοῦ νεανίσκου μήτηρ φαρμάκοις ἀπέκτεινεν. » 
57
.
Καὶ ὁ Οὐλπιανόύς, ὥσπερ ἕρμαιόν τι, ἔτι λαλοῦντος τοῦ Μυρτίλου ἔφη, εἰ ἔχομεν ἀρρενικῶς εἰρημένον τὸν τίγριν. « Φιλήμονα γὰρ οἷδα τοῦτ' εἰρηκότα ἐν Νεαίρᾳ·
Ὥσπερ Σέλευκος δεῦρ' ἔπεμφε τὴν τίγριν,
ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
[τι] ἡμᾶς παρ' ἡμῶν ἀντιπέμψαι θηρίον
τρυγέραυον· οὐ γὰρ γίγνεται τοῦτ' αὐτόθι. »
Πρὸς ὃν ὁ Μυρτίλος ἔφη· « Ἐπείπερ ἡμῖν ἐμποδὼν ἐγένου κατάλογον γυναικῶν ποιουμὲνοις, οὐ κατὰ τοὺς Σωσικράτους τοῦ Φαναγορείιτου Ἠοίους ἢ τὸν τῶν γυναικῶν κατάλογον Νικαινέτου τοῦ Σαμίου ἢ Ἀβδηρίτου, μικρὸν ἐπισχὼν ἐπὶ τὴν παρὰ σοῦ τρέψομαι πεῦσιν, « Φοῖνιξ ἄττα γεραιέ. » Μάθε οὖν ὅτι ἀρσενικῶς εἴρηκε τὸν τίγριν Ἄλεξις έν Πυραύνῳ οὕτως·
Ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν· ἐλάνθανον
πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,
ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.
Ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἐνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν [περὶ] τῶν καλῶν γυναικῶν κατάλογον. 

58. Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως· « Ἐπαμινώνδας δ' ὁ Θηβαῖος σεμνότερον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θέωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα. » Ὑπερείδης δ' ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν ὑἱὸν ἀποβαλὼν Γλαύκιππον Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δ' ἐν Ἐλευσῖνι, ἣν πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ καὶ οἰκουρὸν αὐτήν ἐποιήσατο, ὡς ᾽Ιδομενεὺς ἱστορεῖ. Ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερεί δης ὁμολογῶν ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλαγμένος τὴν προειρημένην Μυρρίνην εἰς τὴν οἰκίαν εἰσήγαγεν. 
59
.
Ἦν δ' ἡ Φρύνη ἐκ Θεσπιῶν. Κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν · Διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ ἔτι εἶπεν ἄλλην δίκην, ὥς φησι ῞Επρμιππος. ῾Ο δὲ ῾Υπερείδης συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφρανὲς καὶ περιρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσεν δεισιδαιμονῆσαί τε ἐποίησεν τοὺς δικαστὰς τὴν ὑποφῆτιν καὶ ζάκορον ᾿Αφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. Καὶ ἀφεσθείσης ἐγράφη μετὰ ταῦτα ψήφισμα, μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπόμενον τὸν κατηγορούμενον ἢ τὴν κατηγορουμένην κρίνεσθαι. Ἦν δὲ ὄντως μᾶλλον ἡ Φρύνη καλὴ ἐν τοῖς μὴ βλεπομένοις. Διόπερ οὐδὲ ῥᾳδίως ἦν αὐτὴν ἰδεῖν γυμνήν· ἐχέσαρκον γὰρ χιτώνιον ἠμπείχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις. Τῇ δὲ τῶν ᾿Ελευσινίων πανηγύρει καὶ τῇ τῶν Ποσειδωνίων ἐν ὄψει τῶν Πανελλήνων πάντων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κόμας ἐνέβαινε θαλάττῃ· καὶ ἀπ' αὐτῆς ᾿Απελλῆς τὴν ᾿Αναδυομένην ᾿Αφροδίτην ἀπεγράψατο. Καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν ᾿Αφροδίτην ἀπ' αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ ῎Ερωτος βάσει τῇ ὑπὸ τὴν σκηνὴν τοῦ θεάτρου ἐπέγραψε ·
Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν ῎Ερωτα,
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. Φίλτρα δὲ βάλλω
οὐκέτ' ὀιστεύων, ἀλλ' ἀτενιζόμενος.
᾿Εκλογὴν δὲ αὐτῇ τῶν ἀγαλμάτων ἔδωκεν, εἴτε τὸν ῎Ερωτα θέλοι λαβεῖν εἴτε τὸν ἐπὶ Τριπόδων Σάτυρον. Ἣ δὲ ἑλομένη τὸν ῎Ερωτα ἀνέθηκεν αὐτὸν ἐν Θεσπιαῖς. Αὐτῆς δὲ τῆς Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ · Κατεσκεύασε δ' αὐτὸν Πραξιτέλης. Ὃν καὶ θεασάμενος Κράτης ὁ κυνικὸς ἔφη τῆς τῶν ῾Ελλήνων ἀκρασίας ἀνάθημα. Ἕστηκε δὲ καὶ ἡ εἰκὼν αὕτη μέση τῆς ᾿Αρχιδάμου τοῦ Λακεδαιμονίων βασιλέως καὶ τῆς Φιλίππου τοῦ ᾿Αμύντου, ἔχουσα ἐπιγραφὴν « Φρύνη ᾿Επικλέους Θεσπική », ὥς φησιν ᾿Αλκέτας ἐν β' περὶ τῶν ἐν Δελφοῖς ᾿Αναθημάτων.

60. ᾿Απολλόδωρος δ' ἐν τῷ περὶ ῾Εταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. ῾Ηρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ᾿Επλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν τὰς Θήβας, ἐὰν ἐπιγράψωσιν Θηβαῖοι ὅτι « ᾿Αλέξανδρος μὲν κατέσκαψεν, ἀνέστησεν δὲ Φρύνη ἡ ἑταίρα », ὡς ἱστορεῖ Καλλίστρατος ἐν τῷ περὶ ῾Εταιρῶν. Εἴρηκεν δὲ περὶ τοῦ πλούτου αὐτῆς Τιμοκλῆς ὁ κωμικὸς ἐν Νεαίριᾳ - πρόκειται τὸ μαρτύριον - καὶ ῎Αμφις ἐν Κουρίδι. Παρεσίτει δὲ τῇ Φρύνῃ Γρυλλίων εἷς ὢν τῶν ᾿Αρεοπαγιτῶν, ὡς καὶ Σάτυρος ὁ ᾿Ολύνθιος ὑποκριτὴς Παμφίλῃ. ᾿Αριστογείτων δὲ ἐν τῷ κατὰ Φρύνης τὸ κύριόν φησιν αὐτῆς εἶναι ὄνομα Μνησαρέτην. Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ' αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς ᾿Αναξιμένους φησὶν εἶναι. Ποσείδιππος δ' ὁ κωμικὸς ἐν ᾿Εφεσίᾳ τάδε φησὶν περὶ αὐτῆς ·
Φρύνη ποθ' ἡμῶν γέγονεν ἐπιφανεστάτη
πολὺ τῶν ἑταιρῶν. Καὶ γὰρ εἰ νεωτέρα
τῶν τότε χρόνων εἶ, τόν γ' ἀγῶν' ἀκήκοας.
Βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος...
καὶ τῶν δικαστῶν καθ' ἕνα δεξιουμένη
μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.