ATHÉNÉE
DE NAUCRATIS
De l'Amour
Le Livre XIII des Deipnosophistes
tEXTE GREC (61- 80)
Pour la traduction française, cliquez sur le numéro de chapitre.
(1-20) (21-40) (41- 60) (61-80) (81-fin)
61.
῎Ιστε δὲ ὅτι
καὶ Δημάδης ὁ
ῥήτωρ ἐξ
αὐλητρίδος
ἑταίρας
ἐπαιδοποιήσατο
Δήμέαν · ὃν
φρυαττόμενόν
ποτε ἐπι τοῦ
βήματος
ἐπεστόμισεν
῾Υπερείδης
εἰπών · « Οὐ
σιωπήσῃ,
μεικάριον,
μεῖζον τῆς
μητρὸς ἔχων τὸ
φύσημα; »
καὶ Βίων δ' ὁ
Βορυσθενίτης
φιλόσοφος
ἑταίρας ἦν
υἱὸς
᾿Ολυμπίας
Λακαίνης, ὥς
φησι Νικίας ὁ
Νικαιεὺς ἐν
ταῖς τῶν
φιλοσόφων
Διαδοχαῖς.
Σοφοκλῆς δ' ὁ
τραγῳδιοποιὸς
ἤδη γέρων ὢν
ἠράσθη
Θεωρίδος τῆς
ἑταίρας.
᾿Ικετεύων οὖν
τὴν
᾿Αφροδίτην
φησίν·
Κλῦθί μευ
εὐχομένου,
Κουροτρόφε ·
δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν
ἀναίνεσθαι
φιλότητα καὶ
εὐνήν,
ἣ δ'
ἐπιτερπέσθω
πολιοκροτάφοισι
γέρουσιν,
ὧν ἰσχὺς μὲν
ἀπήμβλυνται,
θυμὀς δὲ
μενοινᾷ.
Ταῦτα μέν
ἐστιν ἐκ τῶν
εἰς ῞Ομηρον
ἀναφερομένων.
Τῆς δὲ
Θεωρίδος
μνημονεύει
λέγων ἔν τινι
στασίμῳ οὕτως
·
φίλη γὰρ ἡ
Θεωρίς.
᾿Επὶ δὲ
δυσμαῖς ὢν τοῦ
βίου, ὥς φησιν
῾Ηγήσανδρος,
᾿Αρχίππην
ἠγάπησεν τὴν
ἑταίραν καὶ
τοῦ βίου
κληρονόμον
κατέλιπεν.
῞Οτι δὲ γηραιῷ
ὄντι τῷ
Σοφοκλεῖ
συνῆν ἡ
᾿Αρχίππη, ὁ
πρότερος
αὐτῆς ἐραστὴς
Σμικρίνης
ἐρωτώμενος
ὑπό τινος τί
πράττει
᾿Αρχίππη
χαριέντως ἔφη
· « Ὥσπερ
αἱ γλαῦκες ἐπὶ
τάφον κάθηται.
»
62.
᾿Αλλὰ μὴν καὶ
᾿Ισοκράτης ὁ
τῶν ῥητόρων
αἰδημονέστατος
Μετάνειραν
εἶχεν
ἐρωμένην καὶ
καλὴν, ὡς
Λυσίας
ἱστορεῖ ἐν
ταῖς
᾿Επιστολαῖς.
Δημοσθένης δ'
ἐν τῷ κατὰ
Νεαίρας τὴν
Μετάνειραν
τοῦ Λυσίου
φησὶν
ἐρωμένην
εἶναι. ῞Ηττητο
δἐ καὶ ὁ Λυσίας
Λαγίδος τῆς
ἑταίρας, ἧς
ἔγραψεν
ἐγκώμιον
Κέφαλος ὁ
ῥήτωρ ·
καθάπερ καὶ
᾿Αλκιδάμας ὁ
᾿Ελαίτης ὁ
Γοργίου
μαθητὴς
ἔγραψεν καὶ
αὐτὸς
ἐγκώμιον
Ναίδος τῆς
ἑταίρας. Τὴν δὲ
Ναίδα ταύτην
Λυσίας ἐν τῷ
κατὰ
Φιλωνίδου
βιαίων, εἰ
γνήσιος ὁ
λόγος,
ἐρωμένην φησὶ
γενέσθαι
Φιλωνίδου
γράφων ὧδε · « Ἔστιν
οὖν γυνὴ
ἑταίρα Ναὶς
ὄνομα, ἧς
᾿Αρχίας
κύριός ἐστιν, ὁ
δ' '῾Υμέναιος
ἐπιτήδειος, ὁ
Φιλωνίδης δ'
ἐρᾶν φησι. »
Μνημονεύει
αὐτῆς καὶ
᾿Αριστοφάνης
ἐν τῷ Γηρυτάδῃ.
Μήποτε δὲ κἀν
τῷ Πλούτῳ ἐν ῷ
λέγει ·
Ἐρᾷ
δὲ Λαὶς οὐ διὰ
σὲ Φιλωνίδου;
Γραπτέον Ναὶς
καὶ οὐ Λαίς.
῞Ερμιππος δ' ἐν
τῷ περὶ
᾿Ισοκράτους
προβαίνοντά
φησι τῇ ἡλικίᾳ
τὸν ᾿Ισοκράτη
ἀναλαβεῖν
Λαγίσκαν τὴν
ἑταίραν εἰς
τὴν οἰκίαν, ἐξ
ἧς καὶ
γενέσθαι αὐτῷ
θυγάτριον.
Μνημονεύει δ'
αὐτῆς
Στράττις ἐν
τούτοις ·
Καὶ
τὴν Λαγίσκαν
τὴν
᾿Ισοκράτους
παλλακὴν
ἰδεῖν με
συκάζουσαν
εὐναίαν ἔτι,
τόν τ'
αὐλοτρύπην
αὐτόν...
Καὶ Λυσίας δ' ἐν
τῷ κατὰ Λαίδος,
εἰ γνήσιος ὁ
λόγος,
μνημονεύει
αὐτῆς,
καταλέγων καὶ
ἄλλας ἑταίρας
ἐν τούτοις. « Φιλύρα
γέ τοι
ἐπαύσατο
πορνευομένη [καὶ]
ἔτι νέα οὖσα
καὶ Σκιώνη καὶ
῾Ιππάφεσις
καὶ Θεόκλεια
καὶ Ψαμάθη καὶ
Λαγίσκα καὶ
῎Ανθεια καὶ
᾿Αριστόκλεια. »
63.
Δημοσθένη δὲ
τὸν ῥήτορα καὶ
τεκνοποιήσασθαι
ἐξ ἑταίρας
ἔχει λόγος.
Αὐτὸς γοῦν ἐν
τῷ περὶ
Χρυσίου λόγῳ
προαγήοχε τὰ
τέκνα ἐπὶ τὸ
δικαστήριον
ὡς δι' ἐκείνων
ἕλεον ἕξων
χωρὶς τῆς
μητρός, καίτοι
ἔθος ἐχόντων
τῶν
κρινομένων
τὰς γυναῖκας
ἐπάγεσθαι ·
ἀλλ' αἰδοῖ τουτ'
ἐποίησεν,
φεύγων τὴν
διαβολήν.
᾿Ακόλαστος δ'
ἦν ὁ ῥήτωρ περὶ
τὰ ἀφροδίσια,
ὥς φησιν
᾿Ιδομενεύς.
᾿Αριστάρχου
γοῦν τινος
ἐρασθεὶς
μειρακίου καὶ
δι' αὐτὸν
παροινήσας
εἰς Νικόδημον
ἐξέκοψεν
αὐτοῦ τοὺς
ὀφθαλμούς.
Παραδέδοται
δὲ καὶ περὶ
ὄψα καὶ περὶ
νέους καὶ περὶ
γυναῖκας
πολυτελής.
Τοιγαροῦν καὶ
ὁ γραμματεύς
ποτ' αὐτοῦ εἶπε
· « Τί δ' ἄν τις
περὶ
Δημοσθένους
λέγειν
δύναιτο; τὰ
γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ
μία γυνὴ μιᾷ
νυκτὶ
συνέχεεν. » ᾿Αναλαβεῖν
γοῦν καὶ εἰς
τὴν οἰκίαν
λέγεταί τινα
Κνωσίωνα
μειρακίσκον,
καίτοι
γυναῖκα ἔχων ·
ὡς καὶ αὐτὴν
ἀγανακτήσασαν
συγκοιμᾶσθαι
τῷ Κνωσίωνι.
64.
Μυρρίνην δὲ
τὴν Σαμίαν
ἑταίραν
Δημήτριος
εἶχεν ὁ
βασιλεὺς ὁ τῆς
διαδοχῆς
τελευταῖος
καὶ ἔξω τοῦ
διαδήματος
κοινωνὸν εἶχε
τῆς βασιλείας,
ὥς φησιν
Νικόλαος ὁ
Δαμασκηνός.
Πτολεμαῖός τε
ὁ τὴν ἐν ᾿Εφέσῳ
διέπων
φρουρὰν υἱὸς
ὢν τοῦ
Φιλαδέλφου
βασιλέως
Εἰρήνην εἶχε
τὴν ἑταίραν,
ἥτις ὑπὸ
Θρᾳκῶν ἐν ᾿Εφέσῳ
ἐπιβουλευομένου
τοῦ
Πτολεμαίου
καὶ
καταφυγόντος
εἰς τὀ τῆς ᾿Αρτέμιδος
ἱερὸν
συγκατέφυγεν
· καὶ
ἀποκτεινάντων
αὐτὸν ἐκείνων
ἡ Εἰρήνη
ἐχομένη τῶν
ῥόπτρων τῶν
θυρῶν τοῦ
ἱέρου
ἐπέρραινεν
τοῦ αἵμματος
τοῖς βωμοῖς,
ἕως καὶ αὐτὴν
κατέσφαξαν.
Δανάην δὲ τὴν
Λεοντίου τῆς ᾿Επικουρείου
θυγατέρα
ἑταιριζομένην
καὶ αὐτὴν
Σώφρων ὁ ἐπὶ
τῆς ᾿Εφέσου ·
δι' ἣν αὐτὸς μὲν
ἐσώθη
ἐπιβουλευόμενος
ὑπὸ Λαοδίκης, ἣ
δὲ
κατεκρημνίσθη,
ὡς γράφει
Φύλαρχος διὰ
τῆς δωδεκάτης
τάδε · « Ἡ
πάρεδρος τῆς
Λαοδίκης
Δανάη,
πιστευομένη
ὑπ' αὐτῆς τὰ
πάντα,
Λεοντίου δ'
οὖσα τῆς μετ' ᾿Επικούρου
τοῦ φυσικοῦ
σχολασάσης
θυγάτηρ,
Σώφρονος δὲ
γεγονυῖα
πρότερον
ἐρωμένη,
παρακολουθοῦσα
διότι
ἀποκτεῖναι
βούλεται τὸν
Σώφρονα ἡ
Λαοδίκη
διανεύει τῷ
Σώφρονι,
μηνύουσα τὴν
ἐπιβουλήν. Ὃ
δὲ συλλαβών
καὶ
προσποιηθεὶς
περὶ ὧν λέγει
δύ' ἡμέρας
παρῃτήσατο
εἰς σκέψιν ·
καὶ
συγχωρησάσης
νυκτὸς ἔφυγεν
εἰς ῎Εφεσον.
Μαθοῦσα δὲ ἡ
Λαοδίκη τὸ
ποιηθὲν ὑπὸ
τῆς Δανάης
κατεκρήμνισεν
τὴν ἄνθρωπον,
οὐδὲν τῶν
προγεγενημένων
φιλανθρώπων
ἐπὶ νοῦν
βαλομένη. Τὴν
δὲ Δανάην
φασίν, ὡς
ᾔσθετο τὀν
ἐπηρτημένον
αὐτῇ κίνδυνον,
ἀνακρινομένην
ὑπο τῆς
Λοαδίκης οὐδ'
ἀποκρίσεως
αὐτὴν ἀξιῶσαι
· ἀπαγομένην
τε ἐπὶ τὸ
κρημνὸν
εἰπεῖν ὡς
δικαίως οἱ
πολλοὶ
καταφρονοῦσι
τοῦ θείου, ὅτε 'ἐγὼ
μὲν τὸν
γενόμενόν μοι
ἄνδρα σώσατα
τοιαύτην
χάριτα παρὰ
τοῦ δαιμονίου
λαμβάνω,
Λαοδίκη δὲ τὸν
ἴδιον
ἀποκτείνασα
τηλικαύτης
τιμῆς
ἀξιοῦται.
» ῾Ο δ'
αὐτὸς
Φύλαρχος καὶ
περὶ Μύστας ἱστορεῖ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ οὕτως ·
« Μύστα
Σελεύκου τοῦ
βασιλέως
ἐρωμένη ἦν·
ἥτις ὑπὸ
Γαλατῶν
Σελεύκου
νικηθέντος
καὶ μόλις ἐκ
τῆς φυγῆς
διασωθέντος
αὐτὴ
μεταμφιεσαμένη
τὴν βασιλικὴν
ἐσθῆτα καὶ
ῥάκια λαβοῦσα
θεραπαινίδος
τῆς τυχούσης
συλληφθεῖσα
ἀπήχθη μετὰ
τῶν ἄλλων
αἰχμαλώτων
καὶ πραθεῖσα
ὁμοίως ταῖς
ἑαυτῆς
θεραπαινίσιν
ἦλθεν εἰς ῾Ρόδον
· ἔνθα
ἐκφήνασα
ἑαυτήν ἥτις ἦν
περισπουδάστως
ὑπὸ τῶν ῾Ροδίων
τῷ Σελεύκῳ
διεπέμφθη. »
[65. Δημήτριος δ' ὁ Φαληρεὺς Λαμπιτοῦς τῆς Σαμίας ἑταίρας ἐρασθεὶς ἡδέως δι' αὐτὴν καὶ Λαμπιτὼ
προσηγορεύετο, ὥς φησι Δίυλλος· ἐκαλεῖτο δἐ καὶ Χαριτοβλέφαρος. Νικαρέτη δὲ ἡ ἑταίρα ἐρωμένη ἦν Στεφάνου τοῦ ῥήτορος, Λυσίου δὲ τοῦ σοφιστοῦ Μετάνειρα.
Ἦσαν δὲ αὖται δούλαι Κασίου τοῦ ᾿Ηλείου μετὰ καὶ ἄλλων ἑταιρῶν, ᾿Αντείας, Στρατόλας, ᾿Αριστοκλείας, Φίλας, ᾿Ισθμιάδος, Νεραίας. ῾Η
δε Νέαιρα ἦν [Στρατοκλείδου] ἐρωμένη Ξενοκλείδου τοῦ ποιητοῦ καὶ ῾Ιππάρχου τοῦ ὑποκριτοῦ καὶ Φρυνίωνος τοῦ Παιανιέως, ὃς ἦν Δήμωνος μὲν
υἱός, Δημοχάρους δὲ ἀδελφιδοῦς. Τὴν δὲ Νέαιραν εἶχον ἡμέραν παρ' ἡμέραν διαιτητῶν γενομένων φίλων Φρυνίων καὶ
Στέφανος ὁ ῥήτωρ·
ὃς καὶ τὴν Νεαίρας θυγατέρας Στρυμβήλην τὴν ὕστερον Φανὼ κληθεῖσαν ὡς ἰδίαν θυγατέρα ἐξέδοτο Φράστορι τῷ Αἰγιαλεῖ, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.
Ὃς καὶ περὶ Σινώπης τῆς ἑταίρας τάδε λέγει ·
« ᾿Αρχίαν τὸν ἱεροφάντην ἐξελεγχθέντα ἐν τῷ δικαστηρίῳ ὡς ἀσεβοῦντα καὶ θύοντα παρὰ τὰ πάτρια τὰς θυσίας ἐκολάσατε · καὶ ἄλλα τε κατηγορήθη αὐτοῦ καὶ ὅτι
Σινώπῃ τῇ ἑταίρᾳ ῾Αλῴοις ἐπὶ τῆς ἐσχάρας τῆς ἐν τῇ αὐλῇ ᾿Ελευσῖνι προσαγούσῃ ἱερεῖον θύσειεν, νομίμου ὄντος ἐν ταύτῃ τῇ ἡμέρᾳ ἱερεῖα μὴ θύειν, οὐδὲ ἐκείνου οὔσης τῆς θυσίας, ἀλλὰ τῆς ἱερείας. »]
66. Διαβόητος δ' ἑταιρα γέγονε καὶ ἡ Μιλησία Πλαγγών · ἧς περικαλλεστάτης οὔσης ἠράσθη τις Κολοφώνιος νεανίσκος, Βακχίδα ἔχων ἐρωμένην τὴν Σαμίαν. Λόγους οὖν προσενέγκαντος τοῦ νεανίσκου πρὸς αὐτὴν ἡ Πλαγγὼν ἀκούουσα τῆς Βακχίδος τὸ κάλλος καὶ ἀποστρέψαι θέλουσα τὸν νεανίσκον τοῦ πρὸς αὑτὴν ἔρωτος, ὡς ἀδύνατον ἦν, ᾔτησε τῆς συνουσίας μισθὸν τὸν Βακχίδος ὅρμον διαβόητον ὄντα. ῞Ο δὲ σφοδρῶς
ἐρῶν ἠξίωσε τὴν Βακχίδα μὴ περιιδεῖν αὐτον ἀπολλύμενον. Καὶ ἡ Βακχὶς τὴν ὁρμὴν κατιδοῦσα τοῦ νεανίσκου ἔδωκε. Πλαγγὼν δὲ τὸ ἄζηλον συνιδοῦσα τῆς Βακχίδος τὸν μὲν ἀπέπεμψεν ἐκείνῃ, τῷ δὲ ὡμίλησε
καὶ τοῦ λοιποῦ φίλαι ἐγένοντο, κοινῶς περιέπουσαι τὸν ἐραστήν. ᾿Εφ' οἷς ῎Ιωνες ἀγασθέντες, ὥς φησι Μενέτωρ ἐν τῷ περὶ ᾿Αναθημάτων, Πασιφίλαν ἐκάλεσαν τὴν Πλαγγόνα. Μαρτυρεῖ δὲ καὶ ᾿Αρχίλοχος περὶ αὐτῆς ἐν τούτοις ·
Συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
εὐήθης ξείνων δέκτρια Πασιφίλη.
῞Οτι δὲ καὶ Μένανδρος ὁ ποιητὴς ἤρα Γλυκέρας κοινόν · ἐνεμεσήθη δέ. Φιλήμονος γὰρ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος διὰ τοῦ δράματος, ἀντέγραψεν Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.
67.
῞Αρπαλος δ' ὁ Μακεδὼν ὁ τῶν ᾿Αλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς ᾿Αθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν · καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασεν ·
« Ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς ταφάς, ὥς
φησι Ποσειδώνιος ἐν τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν ῾Ιστοριῶν, τεχνιτῶν τῶν ἐπιστημοτάτων χορῷ μεγάλῳ καὶ παντοίοις ὀργάνοις καὶ συμφωνίαις παρέπεμπε τὸ σῶμα.
» Δικαίαρχος δ' ἐν τοῖς περὶ τῆς εἰς Τροφωνίου Καταβάσεώς φησι ·
« Ταὐτὸ δὲ πάθοι τις
ἂν ἐπὶ τὴν ᾿Αθηναίων πόλιν ἀφικνούμενος κατὰ τὴν ἀπ' ᾿Ελευσῖνος τὴν ἱερὰν ὁδὀν καλουμένην. Καὶ γὰρ ἐνταῦθα οὗ
ἂν
φανῇ τὸ
πρῶτον ὁ τῆς ᾿Αθηνᾶς ἀφορώμενος νεώς καὶ τὸ πόλισμα, ὄψεται παρὰ τὴν ὁδὸν αὐτὴν ῴκοδομήμενον μνῆμα οἷον οὐχ ἕτερον οὐδὲ σύνεγγυς οὐδέν ἐστι τῷ μεγέθει. Τοῦτο δὲ τὸ μὲν πρῶτον, ὅπερ εἰκός, ἢ Μιλτιάδου φήσειεν <ἂν> σαφῶς ἢ Περικλέους ἢ Κίμωνος ἢ τινος ἑτέρου τῶν ἀγαθῶν ἀνδρῶν εἶναι <καὶ> μάλιστα μὲν
ὑπὸ τῆς πόλεως δημοσίᾳ κατεσκευασμένον, εἰ δὲ μή, δεδομένον κατασκευάσασθαι. Πάλιν δ' ὅταν ἐξετάσῃ Πυθιονίκης τῆς ἑταίρας ὄν, τίνα χρή προσδοκίαν λαβεῖν αὐτόν;
»
Θεόπομπος δ' ἐν τῇ πρὸς ᾿Αλέξανδρον ᾿Επιστολῇ τὴν ῾Αρπάλου διαβάλλων ἀκολασίαν φησίν ·
« Ἐπίσκεψαι δἐ καὶ διάκουσον σαφῶς παρὰ
τῶν ἐκ Βαβυλῶνος ὃν τρόπον Πυθιονίκην περιέστειλεν τελευτήσασαν.
Ἣ βακχίδος μὲν ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θρᾳττης τῆς ἐξ Αἰγίνης ᾿Αθήναζε μετενεγκαμένης τὴν πορνείαν · ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον, ἀλλὰ καὶ τρίπορνον αὐτήν. ᾿Απὸ
πλειόνων δὲ ταλάντων ἢ διακοσίων δύο μνήματα κατεσκεύασεν αὐτῆς · ὃ καὶ πάντες ἐθαύμαζον, ὅτι τῶν μὲν ἐν Κιλικίᾳ τελευτησάντων ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῆς τῶν ῾Ελλήνων ἐλευθερίας οὐδέπω νῦν οὔτε ἐκεῖνος οὔτ' ἄλλος οὐδεὶς τῶν ἐπιστατῶν κεκόσμηκε τὸν τάφον, Πυθιονίκης δὲ τῆς ἑταίρας φανήσεται τὸ μὲν ᾿Αθήνησι,
τὸ δ' ἐν Βαβυλῶνι μνῆμα πολὺν ἤδη χρόνον ἐπιτετελεσμένον.
Ἣν γὰρ πάντες ᾔδεσαν ὀλίγης δαπάνης κοινὴν τοῖς βουλομένοις γιγνομένην, ταύτης ἐτόλμησεν ὁ φίλος εἶναι σοῦ φάσκων ἱερὸν καὶ τέμενος ἱδρύσασθαι καὶ προσαγορεῦσαι τὸν ναὸν καὶ τὸν βωμὸν Πυθιονίκης ᾿Αφροδίτης, ἃμα τῆς τε παρὰ θεῶν τιμωρίας
καταφρονῶν καὶ τὰς σὰς τιμὰς προπηλακίζειν ἐπιχειρῶν.
» Μνημονεύει τούτων καὶ Φιλήμων ἐν Βαβυλωνίῳ ·
Βασίλισσ' ἔσῃ Βανυλῶνος,
ἂν
οὕτω τύχῃ ·
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν ῞Αρπαλον.
Μνημονεύει δ' αὐτῆς καὶ ῎Αλεξις ἐν Λυκίσκῳ.
68. Μετὰ δὲ τήν Πυθιονίκης τελευτὴν ὁ ῞Αρπαλος Γλυκέραν μετεπέμψατο καὶ ταύτην ἑταίραν, ὡς ὁ Θεόπομπος ἱστορεῖ, φάσκων ἀπειρηκέναι τὸν ῞Αρπαλον μὴ στεφανοῦν ἑαυτόν, εἰ μή τις στεφανώσειε καὶ τὴν πόρνην.
« ῞Εστησέν τε εἰκόνα χαλκῆν τῆς Γλυκέρας ἐν ῾Ροσσῷ τῆς Συρίας, οὗπερ καὶ σὲ καὶ αὑτὸν ἀνατιθέναι μέλλει. Παρέδωκέν τε αὐτῇ κατοικεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ ὁρᾷ ὑπὸ τοῦ λαοῦ προσκυνουμένην καὶ βασίλισσαν προσαγορευομένην καὶ ταῖς ἄλλαις δωρεαῖς τιμωμένην, αἷς πρέπον ἦν τὴν σὴν μητέρα καὶ τὴν σοὶ συνοικοῦσαν.
» Συνεπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ τὸν ᾿Αγῆνα τὸ σατυρικὸν δραμάτιον γεγραφώς, ὅπερ ἐδίδαξεν Διονυσίων ὄντων ἐπὶ τοῦ ῾Υδάσπου [τοῦ] ποταμοῦ εἴτε Πύθων ἦν ὁ Καταναῖος
ἢ [ὁ] Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεύς. ᾿Εδιδάχθη δὲ τὸ δρᾶμα ἤδη φυγόντος τοῦ ῾Αρπάλου ἐπὶ θάλατταν καὶ ἀποστάντος. Καὶ τῆς μὲν Πυθιονίκης ὡς τεθνηκυίας μέμνηται, τῆς δὲ Γλυκέρας ὡς οὔσης παρ' αὐτῷ καὶ τοῖς ᾿Αθηναίοις αἰτίας γινομένης τοῦ δωρεὰς λαμβάνειν παρὰ ῾Αρπάλου, λέγων ὧδε ·
Ἔστιν δ' ὅπου μὲν ὁ κάλαμος πέφυχ' ὅδε
φέτωμ' ἄορνον. Οὑξ ἀριστερᾶς δ' ὅδε
πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης
τεύξας κατέγνω διὰ τὸ πρᾶγμ' αὑτοῦ φυγήν.
᾿Ενταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
ὁρῶντες αὐτὸν παγκάκως διακείμενον
ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω
τὴν Πυθιονίκης.
Παλλίδην δ' ἐνταῦθα ἐκάλεσε τὸν ῞Αρπαλον. ᾿Εν <δἐ> τοῖς ἐξῆς τῷ κυρίῳ καλέσας αὐτόν φησιν ·
Ἐκμαθεῖν δέ σου ποθῶ
μακρὰν άποικῶν κεῖθεν, ᾿Ατθίδα χθόνα
τίνες τύχαι καλοῦσιν ἤ πράττουσι τί.
Α. ῞Οτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
ἰκανὸν ἐδείπνουν · νῦν δὲ τὸν χέδροπα μόνον
καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ' οὐ μάλα
Β. Καὶ μὴν ἀκούω μυριάδας τὸν ῞Αρπαλον
αὐτοῖσι τῶν ᾿Αγῆνος οὐκ ἐλάσσονας
σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
Α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ' ἴσως
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.
69. ᾿Ενδόξους δὲ ἑταίρας καὶ ἐπὶ κάλλει διαφερούσας ἤνεγκεν καὶ ἡ Ναύκρατις· Δωρίχαν τε,
ἥν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατ' ἐμπορίαν εἰς τὴν Ναύκτατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. ῾Ηρόδοτος δ' αὐτήν ῾Ροδῶπιν καλεῖ, ἀγνοῶν ὅτι ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν
Δελφοῖς, ὧν μέμνηται Κρατῖνος διὰ τούτων....
Εἰς δὲ τὴν Δωρίχαν τόδ' ἐποίησε τοὐπίγραμμα Ποσείδιππος, [καίτοι] καὶ ἐν
τῇ Αἰθιοπίᾳ πολλάκις αὐτῆς μνημονεύσας. ᾿Εστὶ <δὲ> τόδε ·
Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ' ἑσμος
χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,
ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
σύγχρους ὀρθινῶν ἥψαο κισσυβίων
Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
ῴδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες
οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὦδε φυλάξει,
ἔστ' ἂν
ἦν Νείλου ναῦς ἐφ' ἁλὸς πελάγη.
Καὶ ᾿Αρχεδίκη δ' ἦν ἐκ τῆς Ναυκράτεως καὶ αὐτὴ ἑταίρα καλή. Φιλεῖ γάρ πως ἡ Ναύκρατις, ὡς ὁ ῾Ηρόδοτός φησιν, ἐπαφροδίτους ἔχειν τὰς ἑταίρας.
70. Καί ἡ ἐξ ᾿Ερέσου δὲ τῆς ἑταίρας... Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ ᾿Ασίας. Νικαρέτη δἐ ἡ Μεγαρὶς οὐκ ἀγεννὴς ἦν ἑταίρα, ἀλλὰ καὶ γονέων... καὶ κατὰ παιδείαν ἐπέραστος ἦν, ἠκροᾶτο δὲ Στίλπωνος τοῦ φιλοσόφου. Βιλιστίχη δ' ἡ ᾿Αργεία ἑταίρα καὶ αὐτὴ
ἔνδοξος, τὸ γένος ἀπὸ τῶν ᾿Ατρειδῶν σῴζουσα, ὡς οἱ τὰ ᾿Αργολικὰ γράψαντες ἱστοροῦσιν. ῎Ενδοξος δ' ἐστὶν καὶ Λέαινα ἡ ἑταίρα, ῾Αρμοδίου ἐρωμένη τοῦ τυρρανονκτονήσαντος ·
ἥτις καὶ αἰκιζομένη ὑπὸ τῶν περὶ ῾Ιππίαν τὸν τὺραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανεν ταῖς βασάνοις. Στρατοκλῆς δ' ὁ ῥήτωρ εἶχε τὴν ἐπικληθεῖσαν Λήμην ἑταίραν, τὴν καλουμένην Παρόραμα... διὰ τὸ καὶ δυὸ δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον,
ὥς
φησι Γοργίας ἐν τῷ περὶ ῾Εταιρῶν.'
᾿Επὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν 'ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμεν ὑμῖν εἰπεῖν τήν τε ᾿Αντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν
ἥν ἠγάπα Λαμύνθιος ὁ Μιλήσιος. ῾Εκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς ᾿Ερωτικοῖς, τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὃ μὲν ἐν ἐλεγείος, ὃ δ' ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν.
Παρέλιπον δὲ καὶ τὴν Μιμνέρμου αὐλητρίδα Ναννὼ καὶ τὴν ῾Ερμησιάνακτος τοῦ Κολοφωνίου Λεόντιον · ἀπὸ γὰρ ταύτης ἐρωμένης αὐτῷ γενομένης ἔγραψεν ἐλεγειακὰ τρία βιβλία, ὧν ἐν τῷ τρίτῳ κατάλογον ποιεῖται ἐρωτικῶν, οὑτωσί πως λέγων ·
71.
Οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
᾿Αγριόπην Θρῇσσαν στειλάμενος κιθάρην
῾Αιδόθεν · ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον.
῎Ενθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον
ψυχὰς οἰχομένων, λίμνης δ' ἐπὶ μακρὁν ἀυτεῖ
ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων.
Πόλλ' ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
᾿Ορφεύς, παντοίους δ' ἐξανέπεισε θεούς ·
Κωκυτόν τ' ἀθέμιστον ἐπ' ὀφρύσι μηνίσαντα
ἠδὲ καὶ αἰνοτάτου βλέμμ' ὑπέμεινε κυνός,
ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ' ὄμμα,
σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς.
῎Ενθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
᾿Αγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
Οὐ μὴν οὐδ' υἱὸς Μήνης ἀγέραστον ἔθηκεν
Μουσαῖος Χαρίτων ἤρανος ᾿Αντιόπην ·
ἥ τε πολὺν μὺστῃσιν ᾿Ελευσῖνος παρὰ πέζαν
εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
᾿Ράριον ὀργειῶνι νόμῳ διαποιπνύουσα
Δήμητρα · γνωστὴ δ' ἐστὶ καὶ εἰν ᾿Αίδῃ.
Φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον
῾Ησίοδον πάσης ἤρανον ἱστορίης
᾿Ασκραίων ἐσικέσθαι ἐρῶνθ' ῾Ελικωνίδα κώμην ·
ἔνθεν ὅ γ' ᾿Ηοίην μνώμενος ᾿Ασκραικὴν
πόλλ' ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους,
ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
Αὐτὸς δ' οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει
ἥδιστον πάντων δαίμονα μουσοπόλον,
λεπτὴν [δ'] ῇσ' ᾿Ιθάκην ἐνετείνατο θεῖος ῞Ομηρος
ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης ·
ἥν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον,
πολλὸν ἀπ' εὐρείης λειπόμενος πατρίδος ·
῎Εκλεε δ' ᾿Ικαρίου τε γένος καὶ δῆμον ᾿Αμύκλου
καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων.
Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς
ἦχον καὶ μαλακοῦ πνεῦμ' ἀπὸ πενταμέτρου.
Καίετο μὲν Ναννοῦς · πολιῷ δ' ἐπὶ πολλάκι λωτᾤ
κνημωσθεὶς κώμους εἶχε σὺν ῾Εξαμύῃ.
ἥ δ' ἠχθεεδ' ῾Ερμόβιον τὸν αἰεὶ βαρύν ἠδὲ Φερεκλῆν
ἐχθρὸν μισήσας οἷ' ἀνέπεμψεν ἔπη.
Λυδῆς δ' ᾿Αντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος
πληγεὶς Πακτωλοῦ ῥεῦμ' ἐπέβη ποταμοῦ ·
δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν
κλαίων, αἰάζων δ' ἦλθεν ἀποπρολιπὼν
ἄκρην ἐς Κολοφῶνα · γόων δ' ἐνεπλήσατο βίβλους
ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου.
Λέσβιος ᾿Αλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους,
Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
γινώσκεις. ῾Ο δ' ἀοιδὸς ἀηδόνος ἠράσαθ' ὕμνων
Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
Καὶ γὰρ τὴν ὁ μελιχρὸς ἐφωμίλησεν ᾿Ανακρέων
στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι ·
φοίτα δ' ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δ' αὐτὴν
οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
Λέσβον ἐς εὕοινον · τὸ δὲ Μύσιον εἴσιδε Λέκτον
πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
᾿Ατθὶς δ' οἷα μέλισσα πολυπρήωνα Κολώνην
λείπουσ' ἐν τραγικαῖς ᾖδε χοροστασίαις
Βάκχον καὶ τὸν ῎Ερωτα Θεωρίδος...
... Ζεὺς ἔπορεν Σοφοκλεῖ.
Φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα
καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν
πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα
τόξου νυκτερινὰς οὐκ
ἀποθέσθ' ὀδύνας ·
ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας
Αἰγείων, μέθεπεν δ' ᾿Αρχέλεω ταμίην ·
εἰσόκε... δαίμων, Εὐριπίδη, εὕρετ' ὄλεθρον,
᾿Αμφιβίου στυγνῶν ἀντιάσαντι
κυνῶν.
῎Ανδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι
Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς
ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως,
γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης
αὐτοῖς μηλείοις θήκαθ' ὑπὸ προγόνοις.
Οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπόλου πολιῆται
Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ
Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν
ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
Οὐδὲ μὲν οὐδ' ὁπόσοι σκληρὸν βίον ἐστήσαντο
ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην,
οὓς αὐτὴ περὶ πικρὰ λόγοις
ἐσφίγξαντο μῆτις
καὶ δεινὴ μύθων κῆδος ἔχουσ' ἀρετή,
οὐδ' οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμόν
φαινόμενον, δεινὸν δ' ἦλθον ὑφ' ἡνιόχον.
Οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς
Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης
εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται
αἰθὴρ
βαιῇ ἐνὶ σφαίρῃ πάντ' ἀπομασσόμενον.
Οἵῳ δ' ἐχλίηνεν ὃν ἔξοχον ἔχρη ᾿Απόλλων
ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ
Κύπρις μηνίουσα πυρὸς μένει. ᾿Εκ δὲ βαθείης
ψυχῆς κουφοτέρας ἐξεπόνησ' ἀνίας,
οἰκί' ἐς ᾿Ασπασίης πωλεύμενος · οὐδέ τι τέκμαρ
εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους.
῎Ανδρα <δὲ> Κυπρηναῖον ἔσω πόθος ἔσπασεν ᾿Ισθμοῦ,
δεινὸν ὅτ' ᾿Απιδανῆς Λαίδος ἠράσατο
ὀξὺς ᾿Αρίστιππος, πάσας δ' ἠνήνατο λέσχας
φεύγων ουδαμενον ἐξεφόρησε βίωι.
72. ᾿Εν τούτοις ὁ ῾Ερμησιάναξ σφάλλεται συγχρονεῖν
οἰόμενος Σαπφὼ καὶ ᾿Ανακρέοντα, τὸν μἐν κατὰ Κῦρον καὶ Πολυκράτην γενόμενον, τὴν δἐ κατ' ᾿Αλυάττην τὸν Κροίσου πατέρα. Χαμαιλέων δ' ἐν τῷ περὶ Σαπφοῦς καὶ λέγειν τινάς φησιν εἰς αὐτὴν πεποιῆσθαι ὑπὸ ᾿Ανακρέοντος τάδε ·
Σφαίρῃ δεῦτέ με πορφυρεῇ
βάλλων χρυσοκόμης ῎Ερως
νήνι ποικιλισαμβάλῳ
συμπαίζειν προκαλεῖται.
ἥ δ' (ἐστὶν γὰρ ἀπ' εὐκτίνου
Λέσβου) τὴν μὲν ἐμὴν κόμην
(λευκὴ γάρ) καταμέμφεται,
πρὸς δ' ἄλλην τινὰ χάσκει.
Καὶ τὴν Σαπφώ δὲ πρὸς αὐτὸν ταῦτά φησιν εἰπεῖν ·
κεῖνον, ὦ χρυσόθρονε Μοῦσ' , ἔνισπες
ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
Τήιος χώρας ὃν ἄειδε τερπνῶς
πρέσβυς ἀγαυός.
῞Οτι δὲ οὔκ ἐστι Σαπφοῦς τοῦτο τὸ
ᾆσμα παντί που δῆλον. ᾿Εγὼ δὲ ἡγοῦμαι παίζειν τὸν ῾Ερμησιάνακτα περὶ τοῦ ἔρωτος. Καὶ γὰρ Δίφιλος ὁ κωμῳδιοποιὸς πεποίηκεν ἐν Σαπφοῖ δράματι Σαπφοῦς ἐραστὰς ᾿Αρχίλοχον καὶ ῾Ιππώνακτα.
Ταῦθ' ὑμῖν, ὦ ἑταῖροι, οὐκ ἀμερίμνως δοκῶ τὸν ἐρωτικὸν τοῦτον πεποιῆσθαι κατάλογον, οὐκ ὢν οὕτως
ἐρωτομανὴ ὡς διαβάλλων μ' εἴρηκεν ὁ Κύνουλκος ἀλλ' ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ.
Τίς δ' ἔστ' ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν,
ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε ;
Αίσχύλος ἔφη ὁ ᾿Αλεξανδρεὺς ἐν ᾿Αμφιτρύωνι. Οὗτος δέ ἐστιν Αἰσχύλος ὁ καὶ τὰ Μεσσηνιακὰ ἔπη συνθείς, ἀνήρ εὐπαίδευτος.
73. ῾Υπολαμβάνων οὖν μέγαν εἶναι δαίμονα καὶ δυνατώτατον τὸν ῎Ερωτα, προσέτι τε καὶ τήν ᾿Αφροδίτην τὴν χρυσῆν, τὰ Εὐριπίδου ἐπὶ νοῦν λαμβάνων λέγω ·
Τὴν ᾿Αφροδίτην οὐχ ὁρᾷς ὅση θεὸς ;
ἥν οὐδ' ἂν
εἴποις οὐδὲ μετρήσειας
ἂν
ὅση πέφυκε κἀφ' ὅσον διέρχεται.
Αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
Τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς ·
[ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ]
ἐρᾷ μἐν ὄμβρου γαῖ' , ὅτε ξηρὸν πέδον
ἄκαρπον αὐχμῳ νοτίδος ἐνδεῶς ἔχῃ.
᾿Ερᾷ δ' ὁ σεμνὸς οὐρανὸς πληρούμενος
ὄμβρου πεσεῖν εἰς γαῖαν ᾿Αφροδίτης ὕπο.
῞Οταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ' ἃμα,
δι' ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
Καὶ ὁ σεμνότατος δ' Αἰσχύλος ἐν ταῖς Δαναίσιν αὐτὴν παράγει τὴν ᾿Αφροδίτην λέγουσαν ·
᾿Ερᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν ·
ὄμβρος δ' ἀπ εὐναέντος οὐρανοῦ πεσὼν
ἔκυσε γαῖαν · Ἣ δὲ τίκτεται βροτοῖς
μήλων τε βοσκὰς καὶ βίον
Δημήτριον ·
δένδρων τις ὥρα δ' ἐκ νοτίζοντος γάμου
τέλειος ἐστί. Τῶν δ' ἐγὼ παραίτιος.
74. ᾿Εν ῾Ιππολύτῳ Εὐριπιδείῳ πάλιν ἡ ᾿Αφροδίτη φησίν ·
Ὅσοι τε πόντον τερμόνων τ' ᾿Ατλαντικῶν
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύς κράτη,
σφάλλω δ' ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
Νεανίσκῳ γὰρ τὴν πᾶσαν ἀρετὴν ἔχοντι τοῦτο μόνον τὸ ἁμάρτημα προσόν, ὅτι οὐκ ἐτίμα τὴν ᾿Αφροδίτην, αἴτιον ἐγένετο τοῦ ὀλέθρου· καὶ οὔτε ἡ ῎Αρτεμις ἡ περισσῶς ἀγαπήσασα οὔτε τῶν ἄλλων θεῶν τις ἢ δαιμόνων ἐβοήθησεν αὐτῷ.
Κατὰ τὸν αὐτὸν οὖν ποιητήν.
῞Οστις <δ'> ῎Ερωτα μὴ μόνον κρίνει θέον,
ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
οὐκ οἶδε τὸν μέγιστον
ἀνθρώποις θεόν.
῞Ον ὁ σοφὸς ὑμνῶν αἰεί ποτε ᾿Ανακρέων πᾶσίν ἐστιν διὰ στόματος. Λέγει οὖν περὶ αὐτοῦ καὶ ὁ κράτιστος Κριτίας τάδε ·
Τὸν δὲ γυναικείον μελέων πλέξαντα πότ' ῴδας
ἡδὺν ᾿Ανακρείοντα Τέως εἰς ῾Ελλάδ' ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ὴπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδὺν, ἄλυπον.
Οὒ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
ἔς τ' ἄν
ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν,
παννυχίδας θ' ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ' ἡ χαλκοῦ θυγάτηρ ἐπ' ἄρκαισι καθίζῃ
κοττάβου ὑψηλαῖς Βρομίου ψακάδεσσιν.
75. ᾿Αρχύτας δ' ὁ ἁρμονικός, ὥς φησι Χαμαιλέων, ᾿Αλκμᾶνα γενομέναι τῶν ἐρωτικῶν μελῶν ἡγεμόνα καὶ ἐκδοῦναι πρῶτον μέλος ἀκόλαστον, ὄντα καὶ περὶ τὰς γυναῖκας καὶ τὴν τοιαύτην μοῦσαν εἰς τὰς διατθριβάς. Διὸ καὶ λέγειν
ἔν τινι τῶν μελῶν·
῎Ερως με δαὖτε Κύπριδος ἕκατι
γλυκὺς κατείβων καρδίαν ἰαίνει.
Λέγει δὲ καὶ ὡς τῆς Μεγαλοστράτης οὐ μετρίως ἐρασθείς, ποιητρίας μὲν οὔσης, δυναμένης δὲ καὶ διὰ τὴν ὁμιλίαν τοὺς ἐραστὰς προσελκὺσασθαι. Λέγει δ' οὗτως περὶ αὐτῆς ·
Τοῦθ' ἁδειᾶν Μουσᾶν ἔδειξε
δῶρον μάραικα παρθένων
ἁ ξανθὰ Μεγαλοστράτα.
Καὶ Στησίχορος δ' οὐ μετρίως ἐρωτικὸς γενόμενος συνέστησε καὶ τοῦτον τὸν τρὸπον τῶν ᾳσμάτων· ἃ δὴ
καὶ τὸ παλαιὸν ἐκαλεῖτο παίδεια καὶ παιδικά. Οὕτω δ' ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία, καὶ οὐδεὶς ἡγεῖτο φορτικοὺς τοὺ ἐρωτικούς, ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς καὶ Σοφοκλῆς ἦγον εἰς τὰ θέατρα διὰ τῶν τραγῳδιῶν τοὺς ἔρωτας, ὃ μὲν τὸν ᾿Αχιλλέως πρὸς Πάτροκλον, ὃ δ' ἐν τῇ Νιόβῃ τὸν τῶν παίδων· Διὸ καὶ παιδεράστριάν
τινες καλοῦσι τὴν τραγῳδίαν· καὶ ἐδέχοντο τὰ τοιαῦτα
ᾄσματα οἱ θεαταί.
76. Καὶ ὁ ῾Ρηγῖνος δὲ ῎Ιβυκος βοᾳ καὶ κέκραγεν ·
Ἦρι μὲν αἵ τε Κυδώνιαι
μηλίδες ἀρδόμεναι ῥοὰν
ἐκ ποταμῶν, ἵνα παρθένων
κῆπος ἀκήρατος, αἵ τ' οἰνανθίδες
αὐξόμεναι σκιεροῖσιν ὑφ' ἕρνεσιν
οἰναρέοις θαλέθοισιν · ἐμοὶ δ' ἔρος
οὐδεμίαν κατακητος ὥραν,
ἅθ' ὑπὸ στεροπᾶς
φλέγων
Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος
ἀζαλέιας
μανίαισιν ἐρεμνὸς
ἀθαμβὴς ἐγκρατέως
παιδόθεν φυλάσσει
ἡμετέρας φρένας.
Καὶ Πίνδαρος δ' οὐ μετρίως ὢν ἐρωτικός φησιν ·
Εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν ·
μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν.
Διόπερ καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις ἔφη ·
Ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,
καὶ μὴ ἀναμένειν ἔστ' ἂν
ἐκεῖνό τις φθέγξηται κατὰ τὸν αὐτὸν τοῦτον φιλόσοφον ·
Ἡνίκ' ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
Μνησθεὶς δὲ καὶ τοῦ Τενεδίου Θεοξένου ὁ Πίνδαρος, ὃς ἦν αὐτοῦ ἐρώμενος, τί φησιν ·
Χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ, σὺν ἡλικίᾳ ·
τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας δρακεὶς
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
ἢ σιδάρου κεχάλκευεται μέλαιναν καρδίαν -
ψυχρᾷ φλογί, πρὸς δ' ᾿Αφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου
ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει
ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.
᾿Αλλ' ἐγώ τᾶσδ' ἕκατι κηρὸς ὥς δαχθεὶς ἕλᾳ -
ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ' ἂν
ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
᾿Εν δ' ἄρα καὶ Τενέδῳ Πειθώ τ' ἔναιεν
καὶ Χάρις υἱὸν ᾿Αγησιλάου.
77. ῞Ολως δὲ τοὺ παιδικοὺς ἔρωτας τῶν ἐπὶ ταῖς θηλείαις προκρίνουσι πολλοί. Παρὰ γὰρ τὰς ἄλλας ταῖς εὐνομουμέναις πόλεσιν ἐπὶ τῆς ῾Ελλἀδος σπουδασθῆναι τὸδε τὸ ἔθος. Κρῆτες γοῦν, ὡς ἔφην, καὶ οἱ ἐν Εὐβοίᾳ Χαλκιδεῖς περὶ τὰ παιδικὰ δαιμονίως ἐπτόηνται. ᾿Εχεμένης γοῦν ἐν τοῖς Κρητικοῖς οὺ τὸν Δία ἁρπάσαι τὸν Γανυμήδην ἀλλὰ Μίνωα.
Οἱ δὲ προειρημένοι Χαλκιδεῖς παρ' αὑτοῖς φασιν ἁρπασθῆναι τὸν Γανυμήδην ὑπὸ τοῦ Διὸς καὶ τὸν τόπον δεικνύντες ῾Αρπάγιον καλοῦσιν, ἐν ῷ καὶ μυρρίναι διάφοροι πεφύκασιν. Καὶ τὴν πρὸς ᾿Αθηναίους δ' ἔχθραν διελύσατο Μίνως, καίπερ ἐπὶ θανάτῳ παιδὸς συστᾶσαν, Θησέως ἐρασθεὶς καὶ τὴν θυγατέρα τούτῳ γυναῖκα ἔδωκε Φαίδραν, ὡς Ζῆνις ἢ Ζηνεύς φησιν ὁ Χῖος ἐν τῳ περὶ τῆς πατρίδος συγγράματι.
78. ῾Ιερώνυμος δ' ὁ περιπατητικὸς περισπουδάστους φησίν γενέσθαι τοὺς τῶν παίδων ἔρωτας, ὅτι πολλάκις ἡ τῶν νέων ἀκμὴ καὶ τὸ πρὸς ἀλλήλους ἑταιρισκὸν συμφρονῆσαν πολλὰς τυραννίδας καθεῖλεν. Παιδικῶν γὰρ παρόντων ἐραστὴς πᾶν ὁτιοῦν ἕλοιτ'
ἂν
παθεῖν ἢ δειλοὐ δόξαν ἀπενέγκασθαι παρά τοῖς παιδικοῖς.
῎Εργῳ γοῦν τοῦτο ἔδειξεν ὁ συνταχθεὶς Θήβησιν ὑπὸ ᾿Επαμινώνδου ἱερὸς λόχος καὶ ὁ κατὰ τῶν Πεισιστρατιδῶν θάνατος ὑπὸ ῾Αρμοδίου καὶ ᾿Αριστογείτονος γενόμενος, περὶ Σικελίαν δ' ἐν ᾿Ακράγαντι ὁ Χαρίτωνος
και Μελανίππου <ἔρως>. Μελὰνιππος δ' ἦν τὰ παιδικά, ὥς φησιν ῾Ηρακλείδης ὁ Ποντικὸς ἐν τῳ περὶ ᾿Ερωτικῶν. Οὗτοι φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἀναγκαζόμενοί τε λέγειν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν αὐτὸν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι
αὐτοὺς πολλὰ ἐπαινέσαντα. Διὸ καὶ ᾿Απόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν τοῦ θανάτου τῷ Φαλάριδι ἐχαρίσατο, τοῦτο ἐμφήνας τοῖς πυνθανομένοις τῆς Πυθίας ὅπως αὐτῷ ἐπιθῶνται. ῎Εχρησεν δὲ καὶ περὶ τῶν ἀμφὶ τὸν Χαρίτωνα, προτάξας τοῦ ἑξαμέτρου τὸ πεντάμετρον, καθάπερ ὕστερον καὶ Διονύσιος ὁ ᾿Αθηναῖος ἐποίησε
ὁ ἐπικληθεὶς Χαλκοῦς ἐν τοῦς ᾿Ελεγείοις. ᾿Εστὶν δὲ ὁ χρησμὸς ὅδε ·
Εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
Διαβόητα δ' ἐστὶν καὶ τὰ ἐπὶ Κρατίνῳ τῷ ᾿Αθηναίῳ γενόμενα · ὃς μεικάριον <ὢν> εὔμορφον, ᾿Επιμενίδου καθαίροντος τὴν ᾿Αττικὴν ἀνθρωπείῳ αἵματι διά τινα μύση παλαιά, ὡς ἱστορεῖ Νεάνθης ὁ Κυζικηνὸς ἐν β' περὶ Τελετῶν, ἑκὼν αὐτὸν ἐπέδωκεν [ὁ Κρατῖνος]
ὑπὲρ τῆς θρεψαμένης ·
ᾧ καὶ ἐπαπέθανεν ὁ ἐραστὴς ᾿Αριστόδημος, λύσιν τ' ἔλαβε τὸ δεινόν. Διὰ τοὺς τοιούτους οὖν ἔρωτας οἱ τύραννοι (πολέμιοι γὰρ αὐτοῖς αὗται αἱ φιλίαι) τὸ παράπαν ἐκώλυον τοὺς παιδικοὺς ἔρωτας, πανταχόθεν αὐτοὺς ἐκκόπτοντες. Εἰσὶ δὲ οἱ καὶ τὰς παλαὶστρας ὥσπερ ἀντιτειχίσαμτα ταῖς ἰδίαις
ἀκροπόλεσιν ἐνεπίμπρασάν τε καὶ κατέσκαψαν· ὡς ἐποίησε Πολυκράτης ὁ Σαμίων τύραννος.
79.
Παρὰ δὲ Σπαρτιάταις, ὡς ῞Αγνων φησὶ ὁ ᾿Ακαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. Καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη ·
Μηρῶν ἱμειρων καὶ
γλυκεροῦ στόματος.
Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μἐν Μυρμιδόσιν ·
Σέβας δἐ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων.
῞Ο δ' ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος ·
Μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
Οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κτατῖνον καὶ ᾿Αριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην ᾿Αντιγραφαῖς. ῾Υμεῖς δἐ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας,
κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ παιδικούς ἐστιν ἔρωτας
ἡδέως μελετᾶτε...
Τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς ῞Ελληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος. ῎Αλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς
ἃρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δ' ἡ Σικυωνία ὑπὸ Διός φησιν ἁρπασθῆναι τὸν Χρύσιππον καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες
γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν · ὡς πολλάκις ἐνίους ἐπι ταῖς δοραῖς μετὰ δύο ἐρωμένον ἀναπαύεσθαι. Πέρσας δὲ παρ' ῾Ελλήνων φησὶν ῾Ηρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι.
80. Φιλόπαις δ' ἦν ἐκμανῶς καὶ ᾿Αλέξανδρος ὁ βασιλεύς. Δικαίαρχος γοῦν ἐν τῷ περὶ τῆς ἐν ᾿Ιλίῳ Θυσίας Βαγώου τοῦ εὐνούχου οὕτως αὐτόν φησιν ἡττᾶσθαι ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα, καὶ τῶν θεατῶν ἐπιφωνησάντων μετὰ κρότου οὐκ ἀπειθήσας πάλιν ἀνακλάσας ἐφίλησεν. Καρύστιος δ' ἐν
῾Ιστορικοῖς ῾Υπομνήμασι
« Χάρωνι, φησί, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν καὶ εἴχεν εὖ πρὸς αὐτόν. ῾Ως δ' ᾿Αλέξανδρος παρὰ Κρατερῷ αὐτὸν ἐπῄνεσεν γενομένου πότου, ὁ Χάρων ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν ᾿Αλέξανδρον · καὶ ὃ 'μηδαμῶς, εῖπεν, οὐ γὰρ οὗτως ἐμὲ εὐφρανεῖ ὡς σἐ λυπήσει. » ῞Ωσπερ γὰρ
ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον
ἐγκρατὴς καὶ πρὸς πρεπωδέστατον. Αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν οὐ μόνον ἀπέσχετο, ἀλλ' οὐδὲ ἐκείνας μαθεῖν ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλ' ὡς ἔτι τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. Διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ ῾Ηλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ ᾿Αλέξανδρον.' ῾Ραδαμάνθυος δὲ τοῦ δικαίου ῎Ιβυκος ἐραστήν φησι
γενέσθαι Τάλων. Διότιμος δ' ἐν τῇ ῾Ηρακλείᾳ
Εὐρυσθέα φησὶν ῾Ηρακλέους γενέσται παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. ᾿Αγαμέμνονά τε ᾿Αργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον · ἐν
ᾧ
καὶ τελευτήσαντα αὐτὸν (συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο) θάψας εἴσατο καὶ ἱερὸν αὑτόθι ᾿Αφροδίτης ᾿Αργυννίδος. Λικύμνιος δ' ὁ Χῖος ἐν Διθυράμβοις ᾿Αργύννου φησὶν ἐρώμενον
῾Υμέναιον γενέσθαι. ᾿Αντιγόνου δὲ τοῦ βασιλέως ἐρώμενος ἦν ᾿Αριστοκλῆς ὁ κιθαρῳδός, περὶ οὗ ᾿Αντίγονος ὁ Καρύστιος ἐν τῷ Ζήνωνος Βίῳ γράφει οὕτως
« ᾿Αντίγονος ὁ βασιλεὺς ἐπεκώμαζε τῷ Ζήνωνι. Καί ποτε καὶ μεθ' ἡμέραν ἐλθὼν ἔκ τινος πότου καὶ ἀναπηδήσας πρὸς τὸν Ζήνωνα ἔπεισεν αὐτὸν συγκωμάσαι αὑτῷ πρὸς ᾿Αριστοκλέα τὸν κιθαρῳδόν, οὗ σφόδρα ἤρα ὁ βασιλεύς.
»