RETOUR À L’ENTRÉE DU SITE      - table des matières d'Athénée de Naucratis

ATHÉNÉE DE NAUCRATIS  

De l'Amour 

Le Livre XIII des Deipnosophistes

 

 

tEXTE GREC

(1-20) (21-40) (41- 60) (61-80) (81-fin)

 

Pour la traduction française, cliquez sur le numéro de chapitre.

1. ᾿Αντιφάνης ὁ κωμῳδιοποιός, ἑταῖρε Τιμόκρατες, ὡς ἀνεγίνωσκέ τινα τῷ βασιλεῖ ᾿Αλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὃ δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος, 'δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεξόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πλεονάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς,' ὥς φησι Λυκόφρων ὁ Χαλκιδεὺς ἐν τοῖς περὶ Κωμῳδιας. ῾Ημεις οὖν τὸν περὶ ἐρωτικῶν λόγον ἐνταῦθα μέλλοντες κατατάττειν (ἐγένοντο γὰρ καὶ περὶ γαμετῶν καὶ ἑταιρῶν πολλάκις λόγοι) εἰδόσιν ἐκτιθέμενοι τὴν ἱστορίαν τῶν Μουσῶν τὴν ᾿Ερατὼ ἐπικαλεσάμενοι εἰς μνήμην ἡμῖν ἰέναι τὸν ἐρωτικὸν ἐκεῖνον κατάλογον, ἐντεῦθεν τὴν καταρχὴν ποιησόμεθα ·
εἰ δ' ἄγε νῦν, ᾿Ερατώ, πάρ θ' ἵστατο καί μοι ἔνισπε, τίνες λόγοι περὶ αὐτοῦ τοῦ ἔρωτος καὶ τῶν ἐρωτικῶν ἐλέχθησαν.
2. Καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν ῞Επμιππον ἔφη ἐν τοῖς περὶ Νομοθετῶν ἱστορεῖν ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι ἐνεκλείοντο αἱ κόραι, συνεγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων · καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον. Διὸ καὶ Λύσανδρος ἐζημίωσαν, ὅτι καταλιπὼν τὴν προτέραν ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. Κλέαρχος δ' ὁ Σολεὺς ἐν τοῖς περὶ Παροιμιῶν 'ἐν Λακεδαίμονιν φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσιν τοῖς γάμοις. ᾿Εν δὲ ᾿Αθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων. Διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.' ᾿Εκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ' ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν ᾿Αριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου (οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν) ἀλλὰ τοῦ τρίτου ἀπ' ἐκείνου. Εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, ᾿Αριστόξενος, οἷς τὸ ἐνδόσιμον ᾿Αριστοτέλης ἔδωκεν ἱρτορῶν τοῦτο ἐν τῷ περὶ Εὐγενείας · Εἰ μὴ ἄρα συγκεχωρημένον κατὰ ψήφισμα τοῦτο ἐγένετο τότε διὰ σπάσιν ἀνθρώπων, ὥστ' ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ τοὺς τῆς κωμῳδίας ποιητὰς ἀποσιωπῆσαι τοῦτο, πολλάκις τοῦ Σωκράτους μνημονεύοντας. Παρέθετο δὲ περὶ τῶν γυναικῶν ψήφισμα ῾Ιερώνυμος ὁ ῾Ρόδιος, ὅπερ σοι διαπέμψομαι εὐπορήσας τοῦ βιβλίου. ᾿Αντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ ῾Ρόδιος.
3. Παρὰ δὲ Πέρσαις ἀνέχεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλλακίδων διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετῆς τὸν βασιλέα, ἔτι δὲ καὶ διὰ τὸ τὴν βασιλίδα, ὥς φησιν Δίνων ἐν τοῖς Περσικοῖς, ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι · προσκυνοῦσι γοῦν αὐτην. Καὶ ὁ Πρίαμος δὲ πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ ῾Εκάβη οὐ δυσχεραίωει. Λέγει γοῦν ὁ Πρίαμος
ἐννεακαίδεκα μέν μοι ἰης ἐκ νηδύος ἦσαν, 
τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. 

Παρὰ δὲ τοῖς ῞Ελλησι οὐκ ἀνέρχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ ᾿Αμύντορος παλλακίδα. Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει οὐδε αὐτὴ τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνω καὶ ῾Ελληνικὰ ἐκδεδιῃτημένη. Και ἡ Κλυταιμνήστρα δὲ περιπαθὴς γενομένη τὴν Κασσάνδραν σὺν αὐτῷ τῷ ᾿Αγαμέμνονι ἀποκτείνει, ν εἰς τὴν ῾Ελλάδα ὁ κρείων ἐπηγάγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν γάμων. 'Θαυμάσαι δ' ἄν τις, φησὶν ᾿Αριστοτέλης ὅτι οὐδαμου τῆς ᾿Ιλιάδος ῞Ομηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας. Κοιμῶνται γοῦν παρ' αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ και Φοῖνιξ. Οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασι ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δι' ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔρρωντο τῷ γήρᾳ. ῎Εοικεν οῦν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν ῾Ελένην, ὑπερ ἧς καὶ τὴν στρατείαν ἤθροισεν · διόπερ φυλάτταται τὴν πρὸς ἄλλην κοινωνίαν. ῾Ο δ' ᾿Αγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται ·
Πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ς τοι ᾿Αχαιοὶ
πρωτίστῳ δίδομεν.
λλ' οὐκ εἰκός, φησὶν ὁ ᾿Αριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ' εἰς γέρας · ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο.'
4. ῾Ο δὲ ῾Ηρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας (ἦν γὰρ φιλογύνης) ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρατευόμενος καὶ κατἀ διάφορα γιγνόμενος χωρία · ἐξ ὧν καὶ τὸ τῶν τέκνων αὐτῷ πλῆθος ἐγένετο. ᾿Εν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου κόρας, ὡς ῾Ηρόδορος ἱστορεῖ. Πολυγύναιος δ' ἐγένετο καὶ Αἰγεύς · Πρώτην μὲν γὰρ ἔγημε τὴν ῞Οπλητος θυγατέρα, μεθ' ν τῶν Χαλκώδοντος μίαν. Παραδοὺς δ' ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων. ῎Επειτα τὴν Πιτθέως ἔλαβεν Αἴθραν, μεθ' ν Μήδειαν. Θησεὺς δἐ ῾Ελένην ἁρπάσας ἑξῆς καὶ ᾿Αριάδνην ἥρπασεν. ῎Ιστρος γοῦν ἐν τῇ τεσσαρεκαιδεκάτῃ τῶν ᾿Αττικῶν καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκάς φησι τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ' ἐξ ἁρπαγῆς, ἄλλας δ' ἐκ νομίμων γάμων · ἐξ ἁρπαγῆς μὲν ῾Ελένην, ᾿Αριάδνην, ῾Ιππολύτην καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας, νοίμίμως δ' αὐτὸν γῆμαι Μελίβοιαν τὴν Αἴαντος μητέρα. ῾Ησίοδος δέ φησι καὶ ῞Ιππην καὶ Αἴγλην, δι' ν καὶ τοὺς πρὸς ᾿Αριάδνην ὅρκους παρέβη, ὥς φησι Κέκρωψ. Φερεκύδης προστίθησι καὶ Φερέβοιαν. Πρὸ δὲ τῆς ῾Ελένης καὶ ἐκ Τροιζῆνος ἥρπασεν ᾿Αναξώ. Μετὰ δὲ τὴν ῾Ιππολύτην Φαίδραν ἔσχεν.
5. Φίλιππος δ' ὁ Μακεδὼν οὐκ ἐπήγετο μὲν εἰς τοὺς πολέμους γυναῖκας, ὥσπερ Δαρεῖος ὁ ὑπ' ᾿Αλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς, ὡς ἱστορεῖ Δικαίαρχος ἐν τρίτῳ περὶ τοῦ τῆς ῾Ελλάδος Βίου · ὁ δὲ Φίλιππος αἰεὶ κατὰ πόλεμον ἐγάμει. '᾿Εν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν οἷς ἐβασίλευεν, ὥς φησι Σάτυρος ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ, Αὐδάταν ᾿Ιλλυρίδα γήμας ἔσχεν ἐξ αὐτῆς θύγατέρα Κύνναν · ἔγημεν δὲ καὶ Φίλαν ἀδελφὴν Δέδρα καὶ Μαχάτα. Οἰκειώσασθαι δὲ θέλων καὶ τὸ Θετταλῶν ὲθνος ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἥ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, δὲ Λαρισαία Φίλιννα, ἐξ ἧς ᾿Αρριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας ᾿Ολυμπιάδα, ἐξ ἧς ἔσχεν ᾿Αλέξανδρον καὶ Κλεοπάτραν. Καὶ τὴν Θρκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. Γήμας δὲ καὶ ταύτην ἐπεισήγαγεν τῇ ᾿Ολυμποιάδι. ᾿Επὶ πάσαις δ' ἔγημε Κλεοπάτραν ἐρασθεὶς τὴν ῾Ιπποστράτου μὲν ἀδελφήν, ᾿Αττάλου δὲ ἀδελφιδῆν · καὶ ταύτην ἐπεισάγων τῇ ᾿Ολυμπῖοιάδι παντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. Εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν ῎Ατταλος 'νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται.' Καὶ ὁ ᾿Αλέξανδρος ἀκούσας ἔβαλεν
μετὰ χεῖρας εἶχεν κύλικι τὸν ῎Ατταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. Καὶ μετὰ ταῦτα ᾿Ολυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, ᾿Αλέξανδρος δ' εἰς ᾿Ιλλυριούς. Καὶ ἡ Κλεοπάτρα δ' ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα τὴν κληθεῖσαν Εὐρώπη,.' Φιλογύνης δ' ἦν καὶ Εὐριπίδης ὁ ποιητής. ῾Ιερώνυμος γοῦν ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασίν φησι οὕτως · 'Εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης, ἔν γε ταῖς τραγῳδίαις, ἔφη ὁ Σοφοκλῆς · ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης.'
6. Αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσιν τοιαῦται οἵας Εὔβουλός φησι ἐν Στεφανοπώλισιν ·
Μὰ Δι' οὐχὶ περιπεπλασμέναι ψιμυθίοις
οὐδ' ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
κεχριμέναι. Κἂν ἐξίητε τοῦ θέρους,
ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
ἐπὶ τῷ προσώπῳ δ' αἱ τρίχες φορούμεναι
εἴξασι πολιαῖς ἀνάπλεῳ ψιμυθίου.

᾿Αναξίλας δὲ ἐν Νεοττίδι φησίν ·
῞Οστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε,
οὐ γένος τίς ν δύναιτο παρανομώτατον φράσαι ·
τίς γὰρ ἢ δράκαιν' ἄμικτος ἢ Χίμαιρα πυρπνόος
ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
Σφίγξ, ῞Υδρα, λέαιν' ἔχιδνα, πτηνά θ' ῾Αρπυιῶν γένη,
εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους ;
Οὐκ ἔνεσθ' · αὖται δ' ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
῎Εστι δὲ σκοπεῖν ἀπ' ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τος βαρβάρους ·
εἷς μόνος δ' ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο ·
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ' ἐκ τῆς οἰκίας.
Οἱ Σινώπῃ δ' αὖ συνόντες οὐχ ῞Υδρᾳ σύνεισι νῦν ;
Γραῦς μὲν αὐτή, παραπέφυκε δ' ἡ Γνάθαινα πλησίον,
ὥστ' ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακό.
῾Η δἐ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ ;
Οὐ δύ' ἀποπνίξασ' ἑταίρους τὸν τρίτον θηρεύεται
ἔτι λαβεῖν; ᾿Αλλ' ἐξέπεσεν <ἡ> πορθμὶς ἐλατίνῳ πλάτῃ ·
ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ' αὐτῷ σκάφει.
῾Η Θεανὼ δ' οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη ;
Βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
α λαλοῦσ' ἁπλῶς μὲν οὐδέν, ἀλλ' ἐν αἰνιγμοῖς τισιν,
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
Εἶτα 'τετράπους μοι γένοιτο, φησὶ τήνπρος ἢ, θρόνος,'
εἶτα δὴ 'τρίπους τις', εἶτα, φησὶ, 'παιδίσκη δίπους.'
εἶθ' ὃ μὲν γνοὺς ταῦτ' ἀπῆλθεν εὐθὺς ὥσπερ <Οἰδίπους>,
οὐδ' ἰδειν δόξας ἐκείνην, σῴζεται δ' ἄκων μόνος.
Οἱ δ' ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι
καὶ φέρονθ' ὑψοῦ πρὸς αἴθραν · συντεμόντι δ' οὐδὲ ν
ἔσθ' ἑταίρας ὅσα περ ἔστιν θηρί' ἐξωλέστερον.
7. Τοιαῦτα πολλὰ τοῦ Λαρηνσίον λέγοντος ὁ Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τών Μάντεων ᾿Αλέξιδος προηνέγκατο ταυτί [τῶν ἐπῶν] ·
ὦ δυστυχεῖς ἡμεῖς <... οἱ> πεπρακότες
τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν ·
γυναιξὶ δοῦλοι ζῶμεν ἀντ' ἐλευθέρων.
῎Επειτ' ἔχειν προῖκ' , οὐχὶ τιμὴν πάσχομεν ;
Πικράν γε καὶ μεστὴν γυναικείας χολῆς.
῾Η τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι ·
ο μέν γε συγγνώμην ἔχουσ' ἀδικούμενοι,
αὗται δ' ἀδικοῦσαι καὶ προσεγκαλοῦσ' ἔτι ·
ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ' ἄρχειν ἐχρῆν
ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ν κακὸν
ἔχουσι καὶ κάμνειν λέγουσ' ἑκάστοτε.

Ξέναρχος δ' ἐν ῞Υπνῳ φησίν·
εἶτ' εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
ὧν ταῖς γυναιξὶν οὐδ' ὁτιοῦν φωνῆς ἔνι ;

Φιλέταιρος Κορινθιαστῇ·
ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ' ἔχει.
Οὐκ ἐτὸς ῾Εταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς ῾Ελλάδος.

῎Αμφις δ' ἐν ᾿Αθάμαντι·
εἶτ' οὐ γυναικός ἐστιν εὐνοικώτερον
γαμετῆς ἑταίρα ; πολύ γε καὶ μάλ' εἰκότως.
μὲν νόμῳ γὰρ καταφρονοῦσ' ἔνδον μένει,
δ' οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος
ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.
8. Εὔβουλος δ' ἐν Χρυσίλλᾳ·
Κακὸς
κακῶς ἀπόλοιθ' ὅστις γυναῖκα δεύτερος
ἔγημε · τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς.
μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
δ' οἷον ἦν γυνὴ κακὸν περυσμένος.

Καὶ προελθών φησιν ·
ὦ Ζεῦ πολυτίμητ', εἶτ' ἐγὼ κακῶς ποτε
ἐρῶ γυναῖκας ; νὴ Δί' ἀπολοίμην ἄρα
πάντων ἄριστον κτημάτων. Εἰ δ' ἐγένετο
κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ <γε>
μέγα πρᾶγμ'. ᾿Ερεῖ τις ὡς Κλυταιμνήστρα κακή ·
῎Αλκηστιν ἀντέθηκα χρηστήν. ᾿Αλλ' ἴσως
Φαίδραν ἐρεῖ κακῶς τις · ἀλλὰ νὴ Δία
χρηστή τις ἦν μέντοι - τίς ; οἴμοι δείλαιος,
ταχέως γέ μ' αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
τῶν δ' αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.

᾿Αριστοφῶν δ' ἐν Καλλωνίδῃ ·
κακὀς κακῶς ἀπόλοιθ' ὁ γήμας δεύτερος
θνητῶν. ῾Ο μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει ·
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
ἐλάμβανεν γυναῖχ' . ὁ δ' ὕστερον λαβὼν
εἰς προὖπτον εἰδως αὑτὸν ἐνέβαλεν κακόν.

Καὶ ᾿Αντιφάνης ἐν Φιλοπάτορι ·
γεγάμηκε δήπου. Β. Τὶ σύ λέγεις ; ἀληθινῶς
γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά <τε>
κατέλιπον ;

Μένανδρος δ' ἐν ᾿Αρρηφόρῳ ἢ Αὐλητρίδι ·
οὐ γαμεῖς, ν νοῦν ἔχῃς,
τοῦτον καταλείπων τὸν βίον. Γεγάμηκα γὰρ
καὐτος · διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
Β. Δεδογμένον τὸ πρᾶγμ' · ἀνερρίφθω κύβος.
Α. Πέραινε, σωθείης δέ · νῦν ἀληθινὸν
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
οὐ Λιβυκὸν οὐδ' Αἰγαῖον <οὐδὲ...>,
οὗ τῶν τριάκοντ' οὐκ ἀπόλλυται τρία
πλοιάρια · γήμας δ' οὐδε ες σέσωσθ' ὅλως.

᾿Εν δὲ ᾿Εμπιμπραμένῃ ·
ἐξώλης ἀπόλοιθ' ὅστις ποτὲ
ὁ πρῶτος ἦν γήμας, ἔπειθ' ὁ δεύτερος,
εἶθ' ὁ τρίτος, εἶθ' ὁ τέταρτος, εἶθ' ὁ Μεταγένης.

Καρκίνος δ' ὁ τραγικὸς ἐν Σεμέλῃ, ἧς ἀρχή
'ὦ νύκτες,' φησίν ·
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν ;
ἀρκοῦν ν εἴη, κν γυναῖκ' εἴπἴς μόνον.
9. Οὐκ αἰσθάνονται δ' οὐδ' οἱ παρ' ἠλικίαν νέας ἀγόμενοι γυναῖκας εἰς προὖπτον κακὸν αὑτοὺς ἐμβάλλοντες, καίτοι τοῦ Μεγαρικοῦ ποιητοῦ παραινέσαντος αὐτοῖς ·
οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι ·
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
οὐδ' ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμὰ
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.

Καὶ Θεόφιλος δὲ Νεοπτολέμῳ ἔφη ·
οὐ σύμφορον νέα 'στι πρεσβύτῃ γυνή.
῞Ωσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ' ἀπορρήξασα <δὲ>
ἐκ νυκτὸς ἕτερον λιμέν' ἔχουσ' ἐξευρέθη.
10. Οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιτοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. ῾Ο ᾿Ιλιακὸς δι' ῾Ελένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, ᾿Αχιλλέως μῆνις διὰ Βρισηίδα, καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος δι' ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ ᾿Ιστοριῶν, Θηβαίαν γένος, ὄνομα Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. Δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτει Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν · τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα. Καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ ῾Ιεροῦ Πολέμου ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς ᾿Αργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. Δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα. ᾿Ανετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας · ὁ Φιλίππου τοῦ ᾿Αλεξάνδρου πατρός διὰ τὸν Κλεοπάτρας γάμον, ὁ ῾Ηρακλέους διὰ τὴν ᾿Ιόλην ἐπιγαμίαν τῆς Εὐρύτρου θυγατρός, ὁ Θησέως διὰ τὴν Φαίδρας τῆς Μίνωος, ὁ ᾿Αθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς ῾Υψέως, ὁ ᾿Ιάσονος διὰ τὸν Γλαύκης τῆς Κρέοντος, ὁ ᾿Αγαμέμνονος διὰ Κασσάνδραν. Καὶ ἡ ἐπ' Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας, διὰ γυναῖκα ἐγένετο. ῾Ο γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς ῎Αμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων. δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος · ἔπεμψε δὲ τὴν ᾿Αρπίου θυγατέρα Νειτῆτιν. ῾Ο δὲ ᾿Αρπίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ ᾿Αμάσιδος. ῾Ησθεὶς οὖν ὁ Καμβύσης τῇ Νειτήτιδι καὶ σφόδρα ἐρεθισθεὶς ἐκμανθάνει παρ' αὐτῆς τὰ πάντα καὶ δεηθείσης ἐκδικῆσαι τοῦ ᾿Αρπίου τὸν φόνον πείθει πολεμῆσαι Αἰγυπτίοις. Δίνων δ' ἐν τοῖς Περσικοῖς καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ ᾿Αμάσιδος· ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπ' Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δ' ὁ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν <τὸν> ᾿Ολυμπιάδος καὶ Εὐρυδίκης. ἐν τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δ' Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κύννῃ τῇ ᾿Ιλλυρίδι.
11. ᾿Επὶ τούτοις τοῖς λόγοις ἔδοξε τοῖς παροῦσι τῶν φιλοσόφων περὶ τοῦ ἔρωτος καὶ αὐτούς τι εἰπεῖν καὶ περὶ κάλλους. Καὶ ἐλέχθησαν λόγοι φιλόσοφοι πάμπολλοι· ἐν οἷς τινες καὶ ἐμνημόνευσαν τοῦ σκηνικοῦ φιλοσόφου Εὐριπίδου ἀσμάτων, ὧν ἦν τάδε·
Παίδευμα δ' ῎Ερως σοφίας ἀρετῆς
πλεῖστον ὑπάρχειν,
καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
πάντων ἥδιστος ἔφυ θνητοῖς.
Καὶ παρὰ λυπῶν τέρψιν τιν' ἔχων
εἰς ἐλπίδ' ἄγει. Τοῖς δ' ἀτελέστοις
τῶν τοῦδε πόνων μήτε συνείην
χωρίς τ' ἀγρων ναίοιμι τρόπων.
Τὸ δ' ἐρᾶν προλέγω τοῖσι νέοισιν
μή ποτε φεύγειν,
χρῆσθαι δ' ὀρθῶς, ὅταν ἔλθῃ.

Καὶ κατὰ τὸν Πίνδαρον δὲ ἄλλος τις ἔφη ·
Εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
῞Ετερος δέ τις προσέθηκε τῶν Εὐριπίδου τάδε·
Σὺ δ' ὦ τύραννε θεῶν τε κἀνθρώπων ῎Ερως,
ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ
ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ
μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
Καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,
μὴ δρῶν δ' ὑπ' αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
ἀφαρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
12. Ποντιανὸς δὲ Ζήνωνα ἔφη τὸν Κιτιέα ὑπολαμβάνειν τὸν ῎Ερωτα θεὸν εἶναι φιλίας καὶ ἐλευθερίας, ἔτι δὲ καὶ ὁμονοίας παρασκευαστικόν, ἄλλου δὲ οὐδενός. Διὸ καὶ ἐν τῇ Πολιτείᾳ ἔφη τὸν ῎Ερωτα θεὸν εἶναι συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. ῞Οτι δὲ καὶ οἱ τούτου πρεσβύτεροι κατὰ φιλοσοφίαν σεμνόν τινα τὸν ῎Ερωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν δῆλον ἐκ τοῦ κατὰ τὰ γυμνάσια αὐτὸν συνιδρῦσθαι ῾Ερμῇ και ῾Ηρακλεῖ, τῷ μὲν λόγου, τῷ δ' ἀλκῆς προεστῶτι· ὧν ἐνωθέντων φιλία τε καὶ ὁμόνοια γεννᾶται, δι' ὧν ἡ καλλίστη ἐλευθερία τοῖς ταῦτα μετιοῦσιν συναύξεται. ᾿Αθηναῖοι δὲ τοσοῦτον ἀπέσχον τοῦ συνουσίας τινὸς διαλαβεῖν προεστάναι τὸν ῎Ερωτα ὥστε τῆς ᾿Ακαδημίας ἐκδήλως τῇ ᾿Αθηνᾷ καθιερωμένης αὐτόθι τὸν ῎Ερωτα ἱδρυσάμενοι συνθύουσιν αὐτῷ. Θεσπιεῖς τε τὰ ᾿Ερωτίδεια τιμῶσιν καθάπερ <᾿Αθηναῖοι τὰ Παν>αθήναια καὶ τὠλύμπια ᾿Ηλεῖοι ῾Ρόδιοί τε τὰ ῾Αλίεια καὶ ἐν ταῖς δημοτελέσι δὲ σπονδαῖς ὡς ἐπίπαν ὁ ῎Ερως τιμᾶται. Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων ῎Ερωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης. Καὶ Κρῆτες δ' ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ ῎Ερωτι, ὡς Σωσικράτης ἱστορεῖ. ῾Ο δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν και ἐρωμένων, τὴν τοῦ θεοῦ σεμνότητα ἐμφαίνων, ἀσπαζομένων θάνατον ἔνδοξον ἀντ' αἰσχροῦ καὶ ἐπονειδίστου βίου. Σάμιοι δέ, ὥς φησιν ᾿Ερξίας ἐν Κολοφωνιακοῖς, γυμνάσιον ἀναθέντες τῷ ῎Ερωτι τὴν διὰ τοῦτον ἀγομένην ἕορτην ᾿Ελευθέρια προσηγόρευσαν· δι' ὃν θέον καὶ ᾿Αθηναῖοι ἐλευθερίας ἔτυχον, καὶ οἱ Πεισιστρατίδαι ἐκπεσόντες ἐπεχείρησαν διαβάλλειν πρῶτον τὰς περὶ τὸν θεὸν τοῦτου πράξεις.
13. Τούτων λεχθέντων ὁ Πλούταρχος ἀπεμνημόνευσε τῶν ἐκ Φαίδρου ᾿Αλέξιδος·
Πορευομένῳ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν
καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι
τὸν ῎Ερωτα, συντομώτατον δ' εἰπεῖν, ὅσοι
τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.
᾿Εστὶν γὰρ οὔτε θῆλυς οὔτ' ἄρσην, πάλιν
οὔτε θέος οὔτ' ἄνθρωπος, οὔτ' ἀβέλτερος
οὔτ' αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος
πανταχόθεν ἑνὶ τύπῳ <τε> πόλλ' εἴδη φέρων.
῾Η τόλμα μὲν γὰρ ἀνδρός, ἡ <δὲ> δειλία
γυναικός, ἡ δ' ἄνοια μανίας, ὁ δὲ λόγος
φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δέ πόνος
ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.
Καὶ ταῦτ' ἐγώ, μὰ τὴν ᾿Αθηνᾶν καὶ θεούς,
οὐκ οἶδ' ὅ τι ἐστίν, ἀλλ' ὅμως ἔχει γέ τι
τοιοῦτον, ἐγγύς τ' εἰμὶ τοὐνόματος.

Εὔβουλος δ' ἢ ᾿Αραρὼς ἐν Καμπυλίωνι·
Τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα
ἢ κηροπλαστήσας ῎Ερωθ' ὑπόπτερον;
῾Ως οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν,
ἀλλ' ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
᾿Εστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥδιος
ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον,
βαρὺς δὲ κομιδῇ. Πῶς ν οὖν ἔχοι πτερὰ
τοιοῦτο πρᾶγμα; Λῆρος, εἰ [κὰν] φήσειέ τις.

῎Αλεξις δ' ἐν ᾿Αποκοπτομένῳ·
Λέγεται γὰρ λόγος
ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὀν θεὸν
τὸν ῎Ερωτα, τοὺς δ' ἐρῶντας· αἰτίαν δ' ἔχειν
ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς
γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν
.
14. (Θεόφραστος δ' ἐν τῷ ᾿Ερωτικῷ Χαιρήμονά φησι τὸν τραγικὸν λέγειν, ὡς τὸν οἶνον τῶν χρωμένων <τοῖς τρόποις> κεράννυσθαι, οὕτως καὶ τὸν ῎Ερωτα· ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταράττων χαλεπώτατος... διόπερ ὁ ποιητὴς οὗτος οὐ κακῶς αὐτοῦ τὰς δυνάμεις διαιρῶν φησι 'δίδυμα [γὰρ] τόξα αὐτὸν ἐντείνεσθαι χαρίτων, τὸ μὲν ἐπ' εὐαίωνι τύχᾳ, τὸ δ' ἐπὶ συγχύσει βιοτᾶς.')
῾Ο δ' αὐτὸς ποιητὴς καὶ περὶ τῶν ἐρώντων ἐν τῷ ἐπιφραφομένῷ Τραυματίᾳ φησὶν οὕτως·
Τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν μόνους,
<οὓς> δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν
μάλιστα προσεδρεύειν τ' ἀρίστους τῷ πόθῳ,
ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους
.
Θεόφιλος δ' ἐν τῷ Φιλαύλῳ·
Τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
Εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ' οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
᾿Εγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστ' ἰδειν ἥδιον ἢ τὸ θεωρίκον
ἔχουσιν ὑμιν διανέμειν ἑκάστοτε
.
᾿Αριστοφῶν δὲ ἐν Πυθαγοριστῇ·
Εἶτ' οὐ δικαίως ἔστ' ἀπεψηφισμένος
ὑπὸ τῶν θεῶν τῶν δώδεκ' εἰκότως <τ'> ῎Ερως;
᾿Ετάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις,
ὅτ' ἦν μετ' αὐτῶν. ῾Ως δὲ λίαν ἦν θρασὺς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά,
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρ' αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων
.
Περὶ δὲ τοῦ ἐρᾶν ῎Αμφις ἐν Διθυράμβῳ φησίν·
Τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ,
ὡς ἔστ' ἐραστὴς ὅστις ὡραῖον φιλῶν
τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
ἄφρων γ' ἀληθῶς. Οὔτε τοῦτο πείθομαι
οὔθ' ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
τοῖς εὐπροροῦσιν οὐ λαβεῖν τι βούλεται
.
῎Αλεξις ῾Ελένῃ·
῾Ως ὅστις αὐτῆς <τῆς> ἀκμῆς τῶν σωμάτων
ἐρᾷ, τὸν ἄλλον δ' οὐδὲ γινώσκει λόγον,
τῆς ἡδονῆς ἐστ', οὐχὶ τῶν φίλων φίλος,
ἀδικεῖ τε τὸν ῎Ερωτ' ἐμφανῶς θνητὸς θεόν,
ἄπιστον αὐτον πᾶσι τοῖς ἄμμοις ποιῶν
.
15. Τούτων τῶν ᾿Αλέξιδος ἀπομνημονεύσας ὁ Μυρτίλος κτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους τὰ ῾Ερμείου τοῦ Κουριέως ἐκ τῶν ᾿Ιάμβων προειπών· 
᾿Ακούσατ', ὦ στοίακες, ἔμποροι λήρου
λόγων ὑποκριτῆρες, ο μόνοι πάντα
τἀν τοῖς πίναξι, πρίν τι τῷ σόφῳ δοῦναι,
αὐτοὶ καταρροφεῖτε κθ' ἁλίσκεσθε
ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε
,
παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐξηλωκότες τὸν ἀρχηγόν ὑμῶν τῆς σόφιας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δ' αἰεί, ὡς ᾿Αντίγονος ὁ Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτου. Θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν· οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους. - Καί μοι δοκεῖ ᾿Αρίστων ὁ Κεῖος ὁ περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν ᾿Ερωτικῶν ῾Ομοίων πρός τινα ᾿Αττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, Δῶρος ἦν ὄνομα· 'τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρ' ᾿Οδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν·
ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός
.'
16. ῾Ηγήσανδρος δ' ἐν τοῖς ῾Υπομνήμασι τῶν ἡδυσμάτων φησὶν ἐρᾶν πάντας, οὐ τῶν κρεῶν οὐδὲ τῶν ἰχθύων· ἀπογενομένων γοῦν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδ' ἐπιθυμεῖ τῶν ὠμῶν καὶ τῶν ἀνηδύντων.  Καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ ᾿Αρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. Πρὸς ἀλήθειαν γάρ, καθάπερ φησί Κλέαρχος ἐν τῷ πρώτῳ τῶν ᾿Ερωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησίν·
Οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
καλὸν τὸ πρόσωπον, ἐὰν κόσμιον πεφύκῃ.
῾Η γὰρ αἰδὼς ἄνθος ἐπισπείρει
.
Καὶ ὁ ᾿Αριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν. Σοφοκλῆς δέ που περὶ τοῦ κάλλους τοῦ Πέλοπος διαλεγομένην ποιήσας τὴν ῾Ιπποδάμειάν φησι·
Τοιάνδ' ἐν ὄψει λύγγα θηρατηρίαν
ἔρωτος, ἀστραπήν τιν' ὀμμάτων ἔχει·
θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ' ἐμέ,
ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος
παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.
17. Λικύμνιος δ' ὁ Χῖος τὸν ῞Υπνον φήσας ἐρᾶν τοῦ ᾿Ενδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς, ἀλλὰ ἀναπεπταμένων τῶν βλεφάρων κοιμίζει τὸν ἐρώμενον, ὅπως διὰ παντὸς ἀπολαύῃ τῆς τοῦ θεωρεῖν ἡδονῆς. Λέγει δ' οὕτως·
῞Υπνος δὲ χαίρων
ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν κοῦρον.

Καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν·
Στᾶθι κἄντα, φίλος,
καὶ τὰν ἐπ' ὄσσοις ἀμπέτασον χάριν.

῾Ο δ' ᾿Aνακρέων τί φησίν;
ὦ παῖ παρθένιον βλέπων,
δίζημαί σε, σὺ δ' οὐ κλύεις,
οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
ψυχῆς ἡνιοχεύεις
.
῾Ο δὲ μαγαλοφωνότατος Πίνδαρος·
Τὰς δὲ Θεοξένου, φησίν, ἀκτῖνας <πρὸς> ὄσσων μαμρμαριζοίσας δρακεὶς
ὅς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
ἢ σιδάρου κεχάλκευται μέλαιναν <καρδίαν>
ψυχρᾷ <φλογί>
.
῾Ο δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε·
ὦ καλλιπρόσωπε,
χρυσεοβόστρυχε [Γαλάτεια], χαριτόφωνε, θάλος ᾿Ερώτων.

Τυφλὸς ὁ ἔπαινος καὶ κατ' οὐδεν ὅμοιος τῷ ᾿Ιβυκείῳ ἐκείνῳ·
Εὐρύαλε, γλυκέων Χαρίτων θάλος, ...
καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις
ἃ τ' ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσιν θρέψαν.

Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη "λάμπειν ἐπὶ πορφυραῖς παρῇσι φῶς ἔρωτος.'
18. ῾Υμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς ἐρωμένους· τοῦ ξύρεσθαι τὸν πώγωνα κατ' ᾿Αλέξανδρον εὑρημένους, ὥς φησιν ὑμῶν ὁ Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς ῾Ηδονῆς. Οὐκ ἀκαίρως δ', ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως· χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. Λέγει δὲ οὕτως ὁ φιλόσοφος· « Τὸ ξύρεσθαι τὸν πώγωνα κατ' ᾿Αλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. Καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν ᾿Αθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχει Κόρσην. » - Διὸ καὶ ῎Αλεξις ἔφη που·
<ν> πιττοκοπούμενόν τιν' ἢ ξυρούμενον
ὁρᾷς, τοῦτον ἔχει τι θάτερον·
ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται
καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,
ἢ πλουσιακὸν τούτῳ <τι> προσπίπτει κακόν.
Τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
Δι' ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται,
εἰ μή τι ταύταις ἀντιπράττεσθ' ὑπονοεῖς; -
«
Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν· « Μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα;  » τερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δ' εὑρηκέναι. ᾿Εν ῾Ρόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ' ὁ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. ᾿Εν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι [κουρεῖ] ξυρὸν οὐδὲν ἧππον πάντες χρῶνται αὐτῷ. » Καὶ ταῦτα μὲν ὁ θαυμάσιος εἴρηκε Χρύσιππος.
19. ῾Ο δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὥς φησιν ᾿Αντίγονος ὁ Καρύστιος, προμαντευόμενος ὑμῶν, ὡς τὀ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσποιητοῦ ἐπιτηδεύσεως ἔφη ὡς οἱ παρακούσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ῥυπαροὶ καὶ ἀνελεύθεροι, καθάπερ οἱ τῆς ᾿Αριστίππου παρενεχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. Καὶ δὴ τοιοῦτοι ὑμῶν εἰσιν οἱ πλεῖστοι, συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλα καὶ ἕξει. Βουλόμενοι γὰρ ἐνδύεσθαι τὴν αὐτάρκειαν καὶ τὴν εὐτέλειαν εὑρίσκεσθε ἐπὶ ταῖς τῆς φιλαργυρίας θύραις ῥυπαρῶς ζῶντες καὶ τριβωνάρια περιβαλλόμενοι μικρὰ καὶ [τῶν] ἥλων ἐμπιπλάντες τὰ καττύματα καὶ κιναίδους καλοῦντες τοὺς μύρου προσβάλλοντας μικρῷ μαλακωτέραν ἠμφιεσμένους ἐσθῆτα. Οὐ δεῖ οὖν οὕτως ἐσταλμένους περὶ ἀργύριον ἐπτοῆσθαι καὶ ἐρωμένους περιάγεσθαι ξυρουμένους τὴν ὑπήνην καὶ τὸν ὄρρον τοὺς ἀκολουθοῦντας
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
λεπτῶν, ἀσίτων, σκυτίνων,

κατὰ τὸν ᾿Αντιφάνην.
20. ᾿Επαινῶ δὲ καὶ αὐτὸς τὸ κάλλος. Καὶ γὰρ ἐν ταῖς Εὐανδρίαις τοὺς καλλίστους ἐγκρίνουσι καὶ τούτους πρωτοφορεῖν ἐπιτρέπουσιν. ᾿Εν ῎Ηλιδι δὲ καὶ κρίσις γίνεται κάλλους, καὶ τῷ πρώτῳ τὰ τῆς θεοῦ φέρειν τεύχη δίδοται, τῷ δὲ δευτέρῳ τὸν βοῦν ἄγειν, ὁ δὲ τρίτος τὰς θυηλὰς ἐπιτίθησιν. ῾Ηρακλείδης δ' ὁ Λέμβος ἱστορεῖ ὅτι κατὰ τὴν Σπάρτην θαυμάζεται μᾶλλον <... ἀνὴρ> ὁ κάλλιστος καὶ γύνη ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης τὰς γυναῖκας. Διὸ καὶ φασὶν ᾿Αρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαι τοὺς ἐφόρους αὐτον, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων τᾷ Σπάρτᾳ γεννᾶν προαιρεῖται. Εὐριπίδης τε ἔφη·
Πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος...
Καὶ οἱ παρ' ῾Ομήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς ῾Ελένης τὸ κάλλος φασίν·
Οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας ᾿Αχαιοὺς
τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.

᾿Εκπέπληκται οὖν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει [τῆς γυναικὸς] καίτοι ἐν δεινοῖς ὑπάρχων. Θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν ᾿Αγαμέμνονα τοιαῦτα ἐκφωνῶν·
Καλὸν δ' οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν
οὐδ' οὕτω γεραρόν· βασιλῆι δὲ ἀνδρὶ ἔοικεν.

Καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ ᾿Αθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων ἐν Αἰθιοπικοῖς. ῾Ως ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. Θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, καὶ διὰ κάλλος οἱ θεοὶ ἀνηρείψαντο Διὶ οἰνοχόον τὸν Γανυμήδη·
Κάλλεος εἵνεκα οἷο, ἵν' ἀθανάτοισι μετείῃ.
Αἱ θεαὶ δὲ τίνας ἀναρπάζουσιν; οὐ τοὺς καλλίστους; Οἷς καὶ σύνεισιν· ᾿Ηὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθωνῷ, Δημήτηρ ᾿Ιασίωνι, ᾿Αφροδίτη ᾿Αγχίσῃ καὶ ᾿Αδώνιδι. Διὰ κάλλος δὲ καὶ ὁ μέγιστος τῶν θεῶν διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πτεροῦται πολλάκις, ὥσπερ καὶ ἐπ' Αἰγινῃ. Σωκράτης δ' ὁ φιλόσοφος ὁ πάντων καταφρονῶν τοῦ ᾿Αλκιβιάδου κάλλους οὐχ ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος ᾿Αριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ. ῾Ημεῖς δ' οὐχι καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ... ἐπαινοῦντες τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ᾿Εν Χίῳ δὲ τῇ νήσῳ καὶ βαδίζειν ἥδιστόν ἐστιν ἐπὶ τὰ γυμνάσια καὶ τοὺς δρόμους καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις.'