ATHÉNÉE
DE NAUCRATIS
De l'Amour
Le Livre XIII des Deipnosophistes
tEXTE GREC (21- 40)
(1-20) (21-40) (41- 60) (61-80) (81-fin)
Pour la traduction française, cliquez sur le numéro de chapitre.
21. Καὶ ὁ Κύνουλκος
«
ταυτὶ καὶ τολμᾶς σὺ λέγειν,
» οὐ
«
ῥοδοδάκτυλος οὖσα
» κατὰ τὸν Κρατῖνον, ἀλλὰ βολίτινον ἔχων θάτερον σκέλος, ἐκείνου τοῦ ὁμωνύμου σοι ποιητοῦ τὴν κνήμην φορῶν, ὃς ἐν τοῖς καπηλείοις καὶ τοῖς πανδοκείοις αἰεὶ διαιτᾷ, καίτοι ᾿Ισοκράτους τοῦ ῥήτορος ἐν τῷ ᾿Αρεοπαγιτικῷ εἰρηκότος·
«
ἐν καπηλείῳ δὲ φαγεῖν
ἢ πιεῖν οὐδεὶς οὐδ'
ἂν οἰκέτης ἐτόλμησεν. Σεμνύνεσθαι γὰρ ἐμελέτων, οὐ βωμολοχεύσθαι.
» ῾Υπερείδης δὲ ἐν τῷ κατὰ Πατροκλέους, εἰ γνήσιος ὁ λόγος, τοὺς ᾿Αρεοπαγίτας φησιν ἀριστήσαντά τινα ἐν καπηλείῳ κωλῦσαι εἰς ῎Αρειον πάγον. Σὺ δὲ, ὦ σοφιστά, ἐν τοῖς καπηλείοις συναναφύρῃ οὐ μετὰ ἑταίρων ἀλλὰ μετὰ ἑταιρῶν, μαστροπευούσας περὶ σαυτὸν οὐκ ὀλίγας ἔχων καὶ περιφέρων αἰεὶ τοιαυτὶ βιβλία ᾿Αριστοφάνους
καὶ ᾿Απολλοδώρου καὶ ᾿Αμμωνίου καὶ ᾿Αντιφάνους, ἔτι δὲ Γοργίου τοῦ ᾿Αθηναίου, πάντων τούτων συγγεγραφότων περὶ τῶν ᾿Αθήνησι ῾Εταιρίδων.
Ὢ τῆς καλῆς σου πολυμαθίας, ὡς κατ' οὐδὲν ἐμιμήσω Θεόμανδρον τὸν Κυρηναῖον, ὅν φησι Θεόφραστος ἐν τῷ περὶ Εὐδαιμονίας περιιόντα ἐπαγγέλλεσθαι διδάσκειν
εὐτυχίαν, ἐρωτοδιδάσκαλε· οὐδὲν ἄρα διαφέρεις ᾿Αμάσιος τοῦ ᾿Ηλείου, ὃν Θεόφραστος ἐν τῷ ᾿Ερωτικῷ περὶ τοὺς ἔρωτας δεινὸν γεγονέναι λέγει. Οὐκ
ἂν ἁμάρτοι δέ τίς σε καὶ πορνογράφον καλῶν, ὡς ᾿Αριστείδην καὶ Παυσίαν ἔτι τε Νικοφάνη τοὺς ζωγράφους. Μνημονεύει δὲ αὐτῶν ὡς ταῦτα καλῶς γραφόντων Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικυῶνι Πινάκων.
Ὢ τῆς καλῆς πολυμαθίας, ἄνδρες φίλοι, τῆς τοῦ γραμματικοῦ τοῦδε, ὃς οὐδ' ἐγκαλύπτεται, ἀλλ' ἀναφανδὸν τὰ Εὐβούλου αἰεὶ ἐκ Κερκώπων λέγει·
Κόρινθον ἦλθον. ῾Ηδέως ἐνταῦθά πως
λάχανόν τι τρώγων ῎Ωκιμον διεφθάρην·
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
Καλός γε ὁ τῶν Κορινθίων σοφιστής, ὁ τοῖς μαθηταῖς διηγούμενος ὅτι ῎Ωκιμον ἑταίρας ὄνομα... καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου ἢ Φιλυλλίου ῎Αντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, ᾿Αλέξιδος ᾿Ορώπα, Εὐβούλου Κλεψύδρα. Οὕτω δ' ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσιάζεν ἕως κενωθῇ, ὡς ᾿Ασκληπιάδης εἴρηκεν ὁ τοῦ ᾿Αρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην.
22. ᾿Εστὶν δ' ἑταίρα,
ὡς ᾿Αντιφάνης φησὶν ἐν ᾿Αγροίκῳ,
τῷ τρέφοντι συμφορά·
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
Διόπερ καὶ θρηνῶν τις αὑτὸν παράγεται ὑπὸ Τιμοκλέους ἐν Νεαίρᾳ·
᾿Αλλ' ἔγωγ' ὁ δυστυχὴς
Φρύνης ἐρασθείς, ἡνίκ' ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τ' εἶχεν ὅσαπερ νῦν ἔχει,
πάμπολλ' ἀναλίσκων ἐφ' ἑκάστῳ τῆς θύρας
ἀπεκλειόμην.
Καὶ ἐν τῷ ἐπιγραφομένῳ δ' ᾿Ορεσταυτοκλείδης <ὁ> αὐτος Τιμοκλῆς φησι·
Περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
Γνάθαινα, Φρύνη, Πυνθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλίς, ῾Ιερόκλεια, Λοπάδιον.
Τούτων τῶν ἑταιρῶν καὶ ῎Αμφις μνημονεύει ἐν Κουρίδι λέγων·
Τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ,
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
ἔνδον κάθητ' ἀπόπληκτος οὐδ' ἐξέρχεται.
23. ῎Αλεξις δ' ἐν
τῷ
ἐπιγραφομένῳ
δράματι
᾿Ισοστάσιον
τὴν ἑταιρικὴν
παρασκευὴν
καὶ τὰς δι'
ἐπιτεχνήσεως
κομμώσεις τῶν
ἑταιρῶν οὕτως
ἐκτίθεται·
Πρῶτα μὲν
γὰρ πρὸς τὸ
κέρδος καὶ τὸ
συλᾶν τοὺς
πέλας
πάντα τἄλλ'
αὐταῖς
πάρεργα
γίνεται,
ῥάπτουσι δὲ
πᾶσιν
ἐπιβουλάς.
᾿Επειδὰν δ'
εὐπορήσωσίν
ποτε,
ἀνέβαλον
καινὰς
ἑταίρας,
πρωτοπείρους
τῆς τέχνης·
εὐθὺς
ἀναπλάττουσι
ταύτας, ὥστε
μήτε τοὺς
τρόπους
μήτε τὰς ὄψεις
ὁμοίας
διατελεῖν
οὔσας ἔτι.
Τυγχάνει
μικρά τις
οὔσα· φελλὸς
ἐν ταῖς
βαυκίσιν
ἐγκεκάττυται.
Μακρά τις·
διάβαθρον
λεπτὸν φορεῖ
τήν τε κεφαλὴν
ἐπὶ τὸν ὦμον
καταβαλοῦσ'
ἐξέρχεται·
τοῦτο τοῦ
μήκους
ἀφεῖλεν. Οὐκ
ἔχει τις
ἰσχία·
ὑπενέδυσ'
ἐρραμέν' αὐτήν,
ὥστε τὴν
εὐπυγίαν
ἀναβοᾶν τοὺς
εἰσιδόντας.
Κοιλίαν <ἁδρὰν>
ἔχει·
στηθί' ἔστ'
αὐταῖσι
τούτων ὧν
ἔχουσ' οἱ
κωμικοί·
ὀρθὰ
προσθεῖσαι
τοιαῦτα
τοὔκλυτον τῆς
κοιλίας
ὡσπερεὶ
κοντοῖσι
τούτοις εἰς τὸ
πρόσθ'
ἀπήγαγον.
Τὰς ὀφρῦς
πυρρὰς ἔχει
τις·
ζωγραφοῦσιν
ἀσβόλῳ.
Συμβέβηκ'
εἶναι
μέλαιναν·
κατέπλασεν
ψιμυθίῳ.
Λευκόχρως
λίαν τίς
ἐστιν·
παιδέρωτ'
ἐντρίβεται.
Καλὸν ἔχει τοῦ
σώματός τι·
τοῦτο γύμνον
δείκνυται.
Εὐφυεῖς
ὀδόντας
ἔσχεν· ἐξ
ἀνάγκης δεῖ
γελᾶν,
ἵνα θεωρώσ' οἱ
παρόντες τὸ
στόμ' ὡς κομψὸν
φορεῖ.
Ἂν
δὲ μὴ χαίρῃ
γελώσα,
διατελεῖ τὴν
ἡμέραν
ἔνδον, ὥσπερ
τοῖς
μαγείροις ἅ
παράκειθ'
ἑκάστοτε,
ἡνίκ' ἂν
πολώσιν αἰγων
κρανία,
ξυλήφιον
μυρρίνης
ἔχουσα λεπτὸν
ὀρθὸν ἐν τοῖς
χείλεσιν·
ὥστε τῷ χρόνῳ
σέσηρεν, ἄν τε
βούλητ' ἄν τε μή.
[῎Οψεις διὰ
τούτων
σκευοποιοῦσι
τῶν τεχνῶν.]
24. Διὸ συμβουλεύς σοι,
«
Θετταλὲ ποικιλόδιφρε,
» τὰς ἐπὶ τῶν οἰκημάτων ἀσπάζεσθαι καὶ μὴ καταναλίσκειν εἰς οὐδὲν δέον τὰ τῶν υἱῶν κέρματα. ῎Οντως γὰρ ἄριστα χωλὸς οἰφεις, τοῦ κρηπιδοποιοῦ πατρός σου πολλά σε σωφρονίστατος καὶ διδάξαντος σκύτη βλέπειν.
Ἢ οὐκ οἶδας κατὰ τὴν Εὐβούλον Παννυχίδα
«
τὰς φιλῳδοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας
»,
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
᾿Ηριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας·
παρ' ὧν βεβαίως ἀσφαλῶς τ' ἔξεστί σοι
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
Καὶ ἐν Ναννίῳ, <εἰ> Εὐβούλου τὸ δρᾶμα καὶ μὴ Φιλίππου,
φησίν·
῞
Οστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
᾿Εξον θεωρήσαντι πρὸς τὸν ἥλιον
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
᾿Ηριδανὸς ἁγνοῖς ὕδασι κήπεύει κόρας,
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
καὶ μὴ λαθραίαν Κύπριν αἰσχίστην νόσων
πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
῾Ελλάδος ἔγωγε τῆς ταλαιπώρου στένω,
Κυδίαν ναύαρχον ἐξεπέμψατο.
᾿Επιτιμᾷ δὲ καὶ Ξέναρχος ἐν Πεντάθλῳ τοῖς παραπλησίως σοι βιοῦσιν καὶ ἐσπουδακόσι περὶ τὰς μαγαλομίσθους ἑταίρας καὶ τὰς ἐλευθέρας τῶν γυναικῶν ταυτὶ λέγων·
Δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
῞Οπου γὰρ οὐσῶν μειράκων μάλ' εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ' ὁρᾶν
εἰληθερούσας, στέρν' ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τ' ἐπὶ κέρως τεταγμένας·
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ·
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ
μηδὲ δι' ὀπῆς κάτωθεν εἰσδῦναι στέγης
μήδ' ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
Αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δ' ἀπφάρια, τοὺς νεωτέρους.
Καὶ τῶνδ' ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθ' ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
ἃς δ' οὔτ' ἰδεῖν ἔστ', οὔθ' ὁρῶντ' ἰδεῖν σαφῶς,
αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον...
[Δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα]
ἃς πῶς ποτ', ὦ δέσποινα ποντία Κύπρι,
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
25. Καὶ Φιλήμων δὲ ἐν ᾿Αδελφοῖς προσιστορῶν ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστηκεν ἐπὶ οἰκημάτων γύναια πριάμενος, καθὰ καὶ Νίκανδρος ὁ Κολοφώνιος ἱστορεῖ ἐν τρίτῳ Κολοφωνιακῶν φάσκων αὐτὸν καὶ πανδήμου ᾿Αφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι ἀφ' ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. ᾿Αλλ' ὅ γε Φιλήμων οὕτως φησί·
Σὺ δ' εἰς ἃπαντας εὗρες ἀνθρώπους, Σόλων·
σὲ γὰρ λέγουσιν τοῦτ' ἰδεῖν πρῶτον, μόνον
δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ ὶσωτήριον,
(καί μοι λέγειν τοῦτ' ἐστὶν ἁρμοστόν, Σόλων)
μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέτων
τούτους τ' ἔχοντας τὴν ἀναγκαίαν φύσιν
ἁμαρτάνοντάς τ' εἰς ὅ μὴ προσῆκον ἦν,
στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους
κοινὰς ἃπασι καὶ κατεσκευασμένας.
῾Εστᾶσι γυμναί, μὴ 'ξαπατηθῇς· πάνθ' ὅρα.
Οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων...
... ἔχεις πως· ἡ θύρα 'στ' ἀνεῳγμένη.
Εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ' οὐδὲ εἷς
ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ' ὑφήρπασεν·
ἀλλ' εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον.
᾿Εξῆλθες· οἰμώζειν λέγ', ἀλλοτρία 'στί σοι.
Καὶ ᾿Ασπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν, καὶ
ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ ῾Ελλάς, ὡς καὶ ὁ χαρίεις ᾿Αριστοφάνης παρασημαίνεται, λέγων [τὀν Πελοποννησιακὸν πόλεμον] ὅτι Περικλῆς διὰ τὸν ἁρπασθείσας ἀπ' αὐτῆς θεραπαίνας ὑπὸ Μεγαρέων ἀνερρίπισεν τὸ δεινόν·
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
κᾆθ' οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
ἀντεξέκλεψαν ᾿Ασπασίας πόρνα δύο·
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
῞Ελλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
(Acharniens, 524)
26. Τῶν οὗν μεγαλομίσθων ἑταιρῶν ἀποτρέπω σε, γραμματικώτατε, διότι
Τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν
αὐλητρίδας πάσας ᾿Απόλλωνος νόμον,
... Διὸς νόμον·
αὖται δὲ μόνον αὐλοῦσιν ᾿Ιέρακος νόμον,
᾿Επικράτης φησὶν ἐν ᾿Αντιλαίδι, ἐν ᾧ δράματι καὶ περὶ τῆς πολυθρυλήτου Λαίδος τάδε λέγει·
Αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις,
τὸ καθ' ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
μὸνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ
τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι
ἐκ τῶν ὀρῶν πρόβατ' ἐσθίουσι καὶ λαγὼς
μετέωρ' ἀναπράζοντες ὑπὸ τῆς ἰσχύος·
ὅταν δέ γηράσκωσιν ἤδη, τὸτε <θεῶν>
ἐπὶ τοὺς νεώς ἵζουσι πεινῶντες κακῶς·
κἄπειτα τοῦτ' εἶναι νομίζεται τέρας.
Καὶ Λαὶς <οὖν> ὀρθῶς νομίζοιτ' ἂν τέρας.
Αὕτη γὰρ ὁπότ' ἦν <μὲν> νεοττὸς καὶ νέα,
ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη,
εἶδες δ' ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν.
ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει
τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι·
ἐξέρχεταί τε πανταχόσ' ἤδη πιομένη,
δέχεται δὲ καὶ στατῆρα και τριώβολον,
προσίεται δὲ καὶ γέροντα καὶ νέον·
οὕτω δὲ τιθασὸς γέγονεν ὥστε, ὦ φίλτατε,
τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
Μνημονεύει δὲ τῆς Λαίδος καὶ ᾿Αναξανδρίδης ἐν Γεροντομανίᾳ καὶ ἄλλας ἑταίρας αὐτῇ συγκατελέγει δὶα τούτων·
Τὴν ἐκ Κορίνθου Λαίδ' οἶσθα; Β. Πῶς γὰρ οὔ;
τὴν ἡμετέρειόν <γ'>. Α. ᾞν ἐκείνῃ τις φίλη
῎Αντεια. Β. Καὶ τοῦθ' ἡμέτερον ἦν παίγνιον.
Α. Νὴ τὸν Δί', ἤνθει τότε Λαγίσκ', ἤνθει τότε
καὶ Θεολύτη μάλ' εὐπρόσωπος καὶ καλή,
ὑπέφαιν' ἐσομένη δ' ῎Ωκιμον λαμπρὰ πάνυ.
27. Ταυτά σοι παραινεῖν ἔχω, ἑταῖρε Μυρτίλε. Καὶ κατὰ τὴν Φιλεταίρου Κυνηγίδα·
Παῦσαι γέρων ὢν τοὺς τρόπους. Οὐκ οἶσθ' ὅτι
οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ' ἅμα,
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον.
Ἢ
ἥδιστόν ἐστί σοι, ὡς ἐν Μαραθωνίοις φησὶ Τιμοκλῆς,
῞Οσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
χαμαιτύπης τὴν νὺκτα κοιμᾶσθαι. Βαβαί,
ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες.
Τὸ μὴ σφόδρ' εἶναι πάνθ' ἕτοιμα, δεῖν δέ τι
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε
νὴ τὸν Δία τὸν μέγιστον.'
῎Ετι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ τοῦ Μάγνου ἐπιραπίσαι βουληθέντος αὐτὸν εἰς τιμὴν τοῦ
Μυρτίλου, φθάσας ὁ Μυρτίλος (διήχθευεν γὰρ τῷ Σύρῳ) ἔφη·
'᾿Ουχ ὧδ' ἐμόγησαν
ἐλπίδες ὥστ' ἐχθρῶν συμμαχίαν καλέσαι,
φησὶν ὁ Καλλίμαχος. Οὐ γὰρ αὐτάρκεις ἡμεῖς ἀμύνασθαι, ὦ Κύνουλκε;
῾Ως σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα
ἐπαρίστερ' ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς
κατὰ τὴν ᾿Εφίππου Φιλύριαν. Δοκεῖς γάρ μοι ἐκείνων εἷς εἶναι
οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,
ὥς τις ἔφη τῶν παρῳδῶν.
28. ᾿Εγὼ γάρ, ὦ ἄνδρες σύσσιτοι, οὐ κατὰ τὰς Μεταγένους Αὔρας ἢ τὸν ᾿Αρισταγόρου Μαμμάκυθον
ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
ὡραίας πρότερον, νῦν δ' οὐχ ὑμῖν ἀγορεύω
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,
ἀλλὰ περὶ τῶν ὄντως ἑταιρῶν τὸν λόγον πεποίημαι τουτέστιν τῶν φιλίαν ἄδολον συντηρεῖν δυναμένων, ἃς ὁ Κύνουλκος τολμᾷ λοιδορεῖν, <τὰς> μόνας τῶν ἄλλων γυναικῶν τῷ τῆς φιλίας ὀνόματι προσηγορευμένας [ἢ] ἀπὸ τῆς παρὰ τοῖς ᾿Αθηναίοις καλουμένης ῾Εταίρας [τῆς] ᾿Αφροδίτης. Περὶ ἧς φησιν ὁ ᾿Αθηναῖος ᾿Απολλόδωρος ἐν τοῖς περὶ Θεῶν οὕτως.
« ῾Εταίραν δὲ τὴν ᾿Αφροδίτην τὴν τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσαν· τοῦτο δ' ἐστὶν φίλας.
» Καλοῦσι
γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες ἔτι καὶ νῦν καὶ αἱ παρθένοι τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς ἡ Σαπφώ·
Τὰδε νῦν ἑταίραις
ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
Καὶ ἔτι·
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
Καλοῦσι δὲ καὶ τὰς μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ
συνουσίαις μισθαρνεῖν ἑταιρεῖν, οὐκ ἔτι πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον, καθὸ δή καὶ Μένανδρος ἐν Παρακαταθήκῃ ἀπο τῶν ἑταιρῶν τοὺς ἑταίρους διαστέλλων φησί·
Πεποιήκατ' ἔργον οὐχ ἑταίρων γὰρ
<... ἀλλ' ἑταίρων>· ταὐτὰ δ' ὄντα γράμματα
τὴν προσαγόρευσιν οὐ σφόδρ' εὔσχημον ποιεῖ.
29.
Περὶ δὲ τῶν ἑταιρῶν ῎Εφιππος ἐν ᾿Εμπολῇ τάδε φησίν·
῎Επειτά γ' εἰσίοντ', ἐὰν λυπούμενος
τύχῃ τις ὑμῶν, ἐκολάκευσεν ἡδέως·
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
χανοῦσ' ὁμοίως· ἧς ἐπαρεμυθήσατο
ἐποίησέ θ' ἱλαρὸν εὐθέως τ' ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
Εὔβουλος δ' ἐν Καμπυλίωνι κοσμίαν ἑταίραν παράφων φησίν·
῾Ως δ' ἐδείπνει κοσμίως,
οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
τολύπας ἔσσατον τὰς γνάθους καὶ τῶν κρεῶν
ἀπέβρυκον αἰσχρῶς, ἀλλ' ἑκάστου μικρὸν
ἂν
ἀπεγεύεθ' ὥσπερ παρθένος Μιλησία.
᾿Αντιφάνης ῾Υδρίᾳ·
Οὗτος δ' ὃν λέγω
ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς
ἰδὼν ἑταίρας εἰς ἔρωτ' ἀφίκετο,
ἀστῆς, ἐρήμου δ' ἐπιτρόπου καὶ συγγενῶν,
ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης
ὄντως ἑταίρας. Αἱ μὲν ἄλλαι τοὔνομα
βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
᾿Αναξίλας Νεοττίδι·
᾿Εὰν δέ τις μέτρια καὶ λέγουσα...
τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν,
ἐκ τῆς ἑταιρείας ἑταίρα τοὔνομα
προσηγορεύθη. Καὶ σὺ νῦν οὐχ ὡς λέγεις
πόρνης, ἑταίρας δ' εἰς ἔρωτα τυγχάνεις
ἐληλυθώς· ἆρ' ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὀν Δία.
30. ῾Ο δὲ ὑμέτερος φιλοσοφομειρακίσκος τοιοῦτος οἷον ῎Αλεξις ἢ ᾿Αντιφάνης ἐν ῞Υπνῳ παράγει·
Διὰ ταῦθ' ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
ἑκάστοτ' ἐπεδείπνει μεθ' ῆμῶν· τοῦτο δ' ἦν,
ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
Καλῶς δὲ περὶ τῶν τοιούτων ῎Εφιππος ἐν Σαπφοῖ φησι·
῞Οταν γὰρ ὦν νέος
ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ
ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ,
διδόναι νόμιζ' αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
Τὰ αὐτὰ εἴρηκεν καὶ Αἰσχίνης ὁ ῥήτωρ ἐν τῷ κατὰ Τιμάρχου.
31. Περὶ δὲ τῶν ἑταιρῶν καὶ Φιλέταιρος ἐν Κυνηγίδι τάδε φησίν·
Οὐκ ἐτὸς ῾Εταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς ῾Ελλάδος.
Οἶδα δὲ καὶ ἑορτήν τιν' ῾Εταιρίδεια ἀγομένην ἐν Μαγνησίᾳ οὐ διὰ τὰς ἑταίρας, ἀλλὰ δι' ἑτέραν αἰτίαν, ἧς μνημονεύει ῾Ηγήσανδρος ἐν ῾Υπομνήμασι γράφων ὧδε·
« Τὴν τῶν ῾Εταιριδείων ἑορτὴν συντελοῦσι Μάγνητες. ῾Ιστοροῦσι δὲ πρῶτον ᾿Ιάσοντα τὸν Αἴσονος
συναγαγόντα τοὺς ᾿Αργοναύτας ῾Εταιρείῳ Διὶ θῦσαι καὶ τὴν ἑορτὴν ῾Εταιρίδεια προσαγονεῦσαι. Θύουσι δὲ καὶ οἱ Μακεδόνων βασιλεῖς τὰ ῾Εταιρίδεια.
» Πόρνης δὲ ᾿Αφροδίτης ἱερόν ἐστι παρὰ ᾿Αβυδηνοῖς, ὥς φησι Πάμφιλος· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ τοὺς
φρουροὺς τοὺς αὐτῇ ποτε θύσαντας, ὡς ἱστορεῖ Νεάνθης ἐν τοῖς Μυθικοῖς, καὶ μεθυσθένθας ἑταίρας πλείονας προσλαβεῖν, ὧν μίαν κατακοιμηθέντας αὐτοὺς ἰδοῦσαν ἀνελομένην τὰς κλεῖς καὶ
τὸ τεῖχος ὑπερβᾶσαν ἀπαγγεῖλαι τοῖς ᾿Αβυδηνοῖς. Τοὺς δ' αὐτίκα μεθ' ὅπλων ἀφικομένους ἀνελεῖν μὲν τοὺς φύλακας, κρατήσαντας δὲ τῶν τειχῶν καὶ γενομένους ἐγκρατεῖς τῆς ἐλευθερίας χαριστήρια τῇ πόρνῃ ἀποδιδόντας ᾿Αφροδίτης Πόρνης ναὸν ἱδρύσασθαι. ῎Αλεξις δ' ὁ Σάμιος ἐν δευτέρῳ ῞Ωρων Σαμιακῶν
« Τὴν ἐν Σάμῳ ᾿Αφροδίτην, ἣν οἵ μὲν ἐν καλάμοις καλοῦσιν, οἵ δὲ ἐν ἕλει, ᾿Αττικαί, φησὶν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.
» Εὐάλκης δ' ἐν τοῖς ᾿Εφεσιακοῖς καὶ ἐν ᾿Εφέσῳ φησὶν ἱερὰ ἱδρῦσθαι ῾Εταίρᾳ ᾿Αφροδίτῃ. Κλέαρχος δ' ἐν πρώτῳ ᾿Ερωτικῶν·
« Γύγης, φησίν,
ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμὲνην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευσάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε μὲν [Λυδίας] τὸ νῦν ἔτι καλούμενον τῆς ῾Εταίρας μνῆμα, εἰς ὕψος ἄρας... ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ
ἂν ἐπιστραφεῖς τύχῃ, καθορᾶν τὸ
μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.
» Δημοσθένης δ' ὁ ῥήτωρ ἐν τῳ κατὰ Νεαίρας λόγῳ, εἰ γνήσιος, ὃν ᾿Απολλόδωρος εἴρηκε, φησί·
« Τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰ δὲ παλλακὰς τῆς καθ' ἡμέραν θεραπείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν
ἔχειν. »
32. Καταλέξω δέ σοι, Κύνουλκε, ᾿Ιωνικήν τινα ῥῆσιν ἐκτείνας κατὰ τὸν Αἰσχύλου... περὶ ἑταιρῶν, ἀρξάμενος ἀπὸ τῆς καλῆς Κορίνθου, ἐπειδή μοι τὴν αὐτόθι σοφιστείαν ὠνείδισας. Νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθῳ ὡς καὶ Χαμαιλέων ὁ ῾Ηρακλεώτης ἱστορεῖ ἐν τῷ περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ ᾿Αφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῇ θεῷ καὶ ὕστερον ἐπὶ τοῖς
ἱεροῖς παρεῖναι. Καἱ ὅτε δὴ ἐπἱ τὴν ῾Ελλάδα τὴν στρατείαν ἦγεν ὁ Περσής, ὡς καὶ Θεόπομπος ἱστορεῖ καὶ Τίμαιος ἐν τῇ ἑβδόμῃ, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν ῾Ελλήνων σωτηρίας εἰς τὸν τῆς ᾿Αφροδίτης ἐλθοῦσα νεών. Διὸ καὶ Σιμωνίδης ἀναθέντων τῶν Κορινθίων πίνακα τῇ
θεῷ τὸν ἔτι καὶ νῦν διαμένοντα καὶ τὰς ἑταίρας ἰδίᾳ γραψάντων τὰς τότε ποιησαμένας τὴν ἱκετείαν καὶ ὕστερον παρούσας συνέθηκε τόδε τὸ ἐπίγραμμα·
Αἵδε ὑπὲρ ῾Ελλήνων τε καὶ εὐθυμάχων πολιητᾶν
ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δι' ᾿Αφροδίτα
Πέρσαις ῾Ελλάνων ἀκρόπολιν προδόμεν.
Καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ θεῷ τελεσθέντων περὶ ὧν
ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ τὰς ἑταίρας.
33. ῾Υπάρχοντος οὖν τοῦ τοιούτου νομίμου περὶ τὴν θὲον Ξενοφῶν ὁ Κορίνθιος ἐξιὼν εἰς ᾿Ολυμπίαν ἐπὶ τὸν ἀγώνα καὶ αὐτὸς ἀπάξειν ἑταίρας εὔξατο
τῇ θεῷ νικήσας. Πίνδαρός τε τὸ μὲν πρῶτον ἔγραψεν εἰς αὐτὸν ἐγκώμιον, οὗ ἡ ἀρχή 'τρισολυμπιονίκαν ἐπαινέων οἶκον,' ὕστερον δὲ καὶ σκόλιον τὸ παρὰ τὴν θυσίαν
ᾀσθέν, ἐν
ᾧ τὴν ἀρχὴν εὐθέως πεποίηται πρὸς τὰς ἑταίρας,
αἳ παραγενομένου τοῦ Ξενοφῶντος καὶ θύοντος τῇ ᾿Αφροδίτῃ συνέθυσαν. Διόπερ ἔφη·
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ' ἐς ἄλσος
φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις
ἐπήγαγ' εὐχωλαῖς ἰανθείς.
῎Ητξατο δ' οὕτως τοῦ μέλους·
Πολύξεναι νεάνιδες ἀμφίπολοι
Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
θυμιᾶτε, πολλάκι ματέρ' ᾿Ερώτων οὐράνιαι πτάμεναι
νοήμα ποττὰν ᾿Αφροδίταν·
ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν,
ὦ παῖδες, ἐρατειναῖς <ἐν> εὐναῖς
μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι
σύν δ' ἀνάγκᾳ πᾶν καλόν.
᾿Αρξάμενος δ' οὕτως ἑξῆς φησιν·
᾿Αλλὰ θαυμάζω τί με λεξοῦντι ᾿Ισθμου
δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρὸμενον σκολιοῦ
ξυνάορον ξυναῖς γυναιξί.
Δῆλον γὰρ ὅτι πρὸς τὰς ἑταίρας διαλεγόμενος ἠγωνια ποῖόν τι φανήσεται τοῖς Κορινθίοις τὸ πρᾶγμα. Πιστεύων δέ, ὡς ἕοικεν, αὐτῷ πεποίηκεν εὐθέως·
᾿Εδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
῞Οτι δὲ καὶ ᾿Αφροδίσια ἴδια ἄγουσιν αὐτόθι αἱ ἑταῖραι, ῎Αλεξις ἐν Φιλούσῃ φησίν·
᾿Αφροδίσι' ἦγε ταῖς ἑταίρας ἡ πόλις,
ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις.
Ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
<μεθύειν> μεθ' ἡμῶν.
34. ᾿Εν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητὴς ἐν τῷ περὶ τῶν ἐν Λακεδαίμονι ᾿Αναθημάτων, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἥν φησι καὶ βοῦν ἀναθεῖναι χαλκῆν, γράφων οὕτως.
« Καὶ τὸ Κοττίνας δὲ τῆς ἑταίρας εἰκόνιον, ἧς διὰ τὴν ἐπιφάνειαν οἴκημά τι λέγεται καὶ νῦν ἐγγυτάτω τῆς
Κολώνης. ῞Ινα τὸ Διονύσιόν ἐστι, ἐπιφανὲς καὶ πολλοῖς ἐγνωσμένου τῶν ἐν τῇ πόλει. ᾿Ανάθημα δ' αὐτῆς ἐστιν ὑπὲρ τὸ τῆς Χαλκιοίκου βοίδιόν τι χαλκοῦν καὶ τὸ προειρημένον εἰκόνιον.
» ᾿Αλκιβιάδης δὲ ὁ καλός, ἐφ οὗ τις κωμικῶν ἔφη.
᾿Αλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
ὃν ἡ Λακεδαίμων μοιχὀν ἐπιθυμεῖ λαβεῖν;
<ὁ> ὑπὸ τῆς ῎Αγιδος ἀναπώμενος γυναικὸς ἐπὶ τὰς τῶν
ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς ᾿Αττικάς. Μεδοντίδος γοῦν τῆς ᾿Αβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς ῾Ελλήσποντον σύν ᾿Αξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησιν Λυσίας ὁ ῥήτωρ ἐν τῷ κατ' αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. Καὶ ἑτέρας δὲ δύο ἑταίρας παριήγετο αἰεὶ ὁ ᾿Αλκιβιάδης, Δαμασάνδραν τὴν
Λαίδος τῆς νεωτέρας μητέρα καὶ Θεοδότην· ὑφ' ἧς καὶ ἀποθανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ τῆς Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου. Εἴδομεν δὲ καὶ ἡμεῖς τὸ ἐν Μελίσσῃ τοῦ ᾿Αλκιβιάδου μνῆμα ἐκ Συννάδων εἰς Μητρόπολιν ἀφικνούμενοι· ἐφ'
ᾧ καὶ κατ' ἔτος θύεται βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου ᾿Αδριανοῦ βασιλέως· ὃς καὶ ἀνέστησεν ἐπὶ τῷ μνήματι Παρίου λίθου εἰκόνα τὸν ᾿Αλκιβιάδην.
35. Οὐ χρὴ δὲ θαυμάζειν εἰ ἐξ ἀκοῆς τινες ἠράσθησάν τινων, ὁπότε Χάρης ὁ Μιτυληναῖος ἐν τῇ δεκάτῃ τῶν ῾Ιστοριῶν περὶ ᾿Αλέξανδρόν φησι ὀνείρατι θεασαμένους τινὰς οὓς μὴ πρότερον εἶδον ἐρασθῆναι αὐτῶν· γράφει δὲ οὕτως·
« ῾Υστάσπῃ νεώτερος ἦν ἀδελφὸς Ζαριάδρη, περὶ ὧν λέγουσιν οἱ ἐπιχώριοι
ὅτι ἐξ ᾿Αφροδίτης καὶ ᾿Αδώνιδος ἐγεννήθησαν. ᾿Εκυρίευσεν δὲ ὁ μὲν ῾Υστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῆς ὑπεράνω Κασπίων πυλῶν μέχρι τοῦ Τανάιδος. Τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος ῾Ομάρτῃ βασιλεῖ Μαραθῶν θυγάτηρ ᾿Οδάτις· περὶ
ἧς ἐν ταῖς ἱστορίαις γέγραπται ὡς ἄρα κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἐρασθείη, τὸ δ' αὐτὸ τοῦτο κἀκείνῳ πάθος συμπεσεῖν πρὸς αὐτὴν. Διετέλουν οὖν ἀλλήλων ἐπιτυμοῦντες διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν.
Ἦν δὲ ἡ ᾿Οδάτις καλλίστη τῶν κατὰ τὴν ᾿Ασίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός. Πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν ῾Ομάστην καὶ φιλοτιμουμένου γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ ῾Ομάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἕρημος· ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων. Καὶ μετ' οὐ πολὺν χρόνον ὁ ῾Ομάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπῶν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα. ᾿Ακμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν ᾿Οδάτιν ὁ
πατὴρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων·
« ῾Ημεῖς, ὦ θύγατερ ᾿Οδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. Περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς
ᾧ θέλεις [γαμηθῆναι]· τούτου γὰρ κεκλήσῃ γυνή.
» Κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν· ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι.
Ὃ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος [καὶ] διαλαθὼν τὴν στρατοπεδείαν διέβη μετὰ μόνου τοῦ ἁρματηλάτου καὶ νυκτὸς ὁρμήσας ἐπὶ τοῦ
ἅρματος διῆλθεν διὰ γῆς πολλῆς, διώξας περὶ τοὺς ὀκτακοσίους σταδίους. Πλησίον δὲ τῆς κώμης γενόμενος ἐν
ᾗ τοὺς γάμους συνετέλουν καὶ καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ
ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. Καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν ᾿Οδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνᾶσάν τε βραδέως τὴν φιάλην εἶπεν πλησίον στὰς παρ' αὐτὴν·
«
Ὦ ᾿Οδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαριάδρης.
»
Ἣ
δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην·
καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τό ἅρμα καὶ ἔφυγεν ἔχων τὴν ᾿Οδάτιν. Οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ κελεύοντος τοῦ πατρὸς λαλεῖν οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευεται. Μνημονεύεται δὲ ὁ ἔρως οὗτος παρὰ τοῖς τὴν ᾿Ασίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτὸς, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσιν ἐν τοῖς ἱεροῖς καὶ τοῖς βασιλείοις, ἔτι δἐ ταῖς ἰδιωτικαῖς οἰκίαις· καὶ ταῖς ἑαυτῶν θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τιθένται ᾿Οδάτιν.
»
36. Τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ ᾿Αριστοτέλης ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ οὕτως·
« Φωκαεῖς οἱ ἐν ᾿Ιωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. Εὔξενος δὲ ὁ Νάνῳ τῷ βασιλεῖ (τοῦτο δ' ἦν αὐτῷ ὄνομα) ἦν ξένος. Οὗτος ὁ Νάνος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. ῾Ο δὲ γάμος ἐγίγνετο τόνδε <τὸν> τρόπον· ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην
ᾦ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων·
ᾦ δὲ δοίη, τοῦτον εῖναι νυμφίον. ῾Η δὲ παῖς εἰσελθοῦσα δίδωσι εἴτε ἀπὸ τύχης εἴτε καὶ δι' ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ· ὄνομα δ' ἦν τῇ παιδὶ Πέττα. Τούτου δὲ συμπεσόντος καὶτοῦ πατρὸς ἀξιοῦντος ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως ἔχειν αὐτήν, ἔλαβεν ὁ Εὔξενος γυναῖκα καὶ στυνῴκει μεταθέμενος τοὔνομα ᾿Αριστοξένην. Καὶ ἔστι γένος ἐν Μασσιλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον· Πρῶτις γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς ᾿Αριστοξένης.
»
37. Θεμιστοκλῆς τε, ὥς φησι ᾿Ιδομενεύς, οὐχ
ἅρμα ζευξάμενος ἑταιρῶν πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ
ἅστυ; ἦσαν δ' αὗται Λάμια και Σκιώνη και Σατύραι καὶ Νάννιον. Οὐ καὶ αὐτὸς Θεμιστοκλῆς ἐξ ἑταίρας ἦν γεγενημένος ὄνομα ᾿Αβροτόνου; ὡς ᾿Αμφικράτης ἱστορεῖ ἐν τῷ περὶ ᾿Ενδόξων ᾿Ανδρῶν συγγράμματι·
᾿Αβρότονον Θρηίσσα γυνή γένος· ἀλλὰ τεκέσθαι
τὸν μέγαν ῞Ελλησιν φασὶ Θεμιστοκλέα.
Νεάνθης δ' ὁ Κυζικηνὸς ἐν τῇ τρίτῃ καὶ τετάρτῃ τῶν ῾Ελληνικῶν ῾Ιστοριῶν Εὐτέρπης αὐτὸν εἶναί φησι υἱόν. Κῦρος δὲ ὁ ἐπὶ τὸν ἀδελφὸν ἐπιστρατεύσας οὐχὶ ἑταίραν οὖσαν τὴν Φωκαίδα τὴν σοφωτάτην <καὶ> καλλίστην γενομένην εἶχε συστρατευομένην;
ἣν Ζηνοφάνης φησὶ πρότερον Μιλτὼ καλουμένην ᾿Ασπασίαν μετονομασθῆναι. Συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς. ῾Ο δὲ μέγας ᾿Αλέξανδρος οὐ Θαίδα εἶχε μεθ' ἑαυτοῦ τὴν ᾿Αττικὴν ἑταίραν; περὶ ἧς φησι Κλείταρχος ὡς αἰτίας γενομένης τοῦ ἐμπρησθῆναι τὰ ἐν Περσεπόλει βασίλεια. Αὕτη δὲ ἡ Θαὶς [καὶ] μετὰ τὸν ᾿Αλεξάνδρου θάνατον καὶ Προλεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ
ἐγένησεν αὐτῷ τέκνον Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην,
ἣν ἔγεμεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς. Καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεύς, Φιλάδελφος δ' ἐπίκλην, ὡς ἱστορεῖ ὁ Εὐεργέτης Πτολεμαῖος ἐν τῷ τρίτῳ τῶν Υπομνημάτων, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην μὲν μίαν τῶν ἐπιχωρίων γυναικῶν μάλ' εὐπρεπεστάτην τὴν ὄψιν καὶ Βιλιστίχην, ἔτι δὲ ᾿Αγαθόκλειαν καὶ Στρατονίκην ἧς τὸ μέγα μνημεῖον ὑπῆρχεν ἐπὶ τῇ πρὸς ᾿Ελευσῖνι θαλάσσῃ, καὶ Μύρτιον καὶ ἄλλας δὲ πλείστας, ἐπιρρεπέστερος ὢν πρὸς ἀφροδίσια. Πολύβιος δὲ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ᾿Ιστοριῶν Κλεινοῦς φησι τῆς οἰνοχούσης αὐτῳ εἰκόνας πολλὰς ἀνακεῖσθαι κατὰ τὴν ᾿Αλεξάνδρειαν μονοχίτωνας καὶ ῥυτὸν ἐχούσας ἐν ταῖς χερσίν. Αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησίν, οὐ Μυρτίου καὶ Μνησίδος καὶ Ποθεινῆς προσαγορεύονται; καίτοι Μνησὶς μὲν ἦν αὐλητρὶς και Ποθεινὴ..., Μύρτιον δὲ μία τῶν ἀποδεδειγμένων καὶ κοινῶν δεικτηριάδων. Τοῦ δὲ Φιλοπάτορος βασιλέως Πτολεμαίου
ούκ ᾿Αγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλείαν; Εὔμαχος δὲ ὁ Νεαπολίτης ἐν τῇ δευτέρᾳ τῶν περὶ ᾿Αννίβαν ῾Ιστοριῶν ῾Ιερώνυμόν φησι τὸν τυραννήσαντα Συρακοσίων ἀγαγέσθαι γυναῖκα <μίαν> τῶν ἐπ' οἰκήματος προεστυκυιῶν Πειθὼ ὄνομα καὶ ἀποδεῖξαι βασιλίδα.
38. Τιμόθεος δ' ὁ στρατηγήσας ᾿Αθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς
Θρᾀττης τὸ γένος, σεμνῆς δ' ἄλλως τοὺς τρόπους. Μεταβάλλουσαι γὰρ αἱ τοιαῦται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτῷ σεμνυμένων εἰσὶ βελτίους. ῾Ο δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε
ὅτι τοιαύτης εἴη μητρὸς
« Καὶ χάριν γε αὐτῇ, φησίν, οἶδα,
ὅτι δι' αὐτὴν Κόνωνος εἰμι υἱός.
»
Φιλέταιρον δὲ τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας Βόας αὐλητρίδος ἑταίρας τὸ γένος ἀπὸ Παφλαγονίας υἱόν φησι γενέσθαι Καρύστιος ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασιν. ᾿Αριστοφῶν δ' ὁ ῥήτωρ ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ' Εὐκλείδου ἄρχοντος, ὃς
ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ
Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ ῾Υπομνημάτων. Δημήτριος δ' ὁ Πολιορκητὴς οὐ δαιμονίως ἤρα Λαμίας τῆς αὐλητρίδος, ἐξ ἧς ἔσχε καὶ θυγατέρα Φίλαν; τὴν δὲ Λάμιαν Πολέμων φήσι ἐν τῷ περὶ τῆς ἐν Σικυῶνι Ποικίλης Στοᾶς θυγατέρα μὲν εἶναι Κλεάνδρος ᾿Αθηναίου, κατασκευάσαι δὲ Σικυωνίοις τὴν προκειμένην στοάν. ῎Ηρα δὲ καὶ Λεαίνης καὶ αὐτῆς ἑταίρας ᾿Αττικῆς ὁ Δημήτριος καὶ ἄλλων πλειόνων
39. Μάχων
δ' ὁ
κομῳδιοποιὸς
ἐν ταῖς
ἐπιγραφομέναις
Χρείαις φησὶν
οὕτως·
῾Υπερβολῇ
δὲ τῆς Λεαίνης
σχῆμά τι
περαινομένης
εὖ παρά τε τῷ
Δημητρίῳ
εὐημερούσης,
φασὶ καὶ τὴν
Λάμιαν
τὸν βασιλέ'
εὐμελῶς
κελητίσαι
ποτὲ
ἐπαινεθῆναι θ'. Ἣ
δὲ τοῦτ'
ἀπεκρίθη·
« Πρὸς
ταῦτα καὶ
Λέαιναν, εἰ
βούλει, κράτει. »
Ἦν
δὲ Λάμια
σφόδρα
εὔθικτος καὶ
ἀστικη πρὸς
τὰς
ἀποκρίσεις,
καθάπερ καὶ
Γνάθαινα, περὶ
ἧς ἐροῦμεν.
Πάλιν δὲ περὶ
τῆς Λαμίας ὁ
Μάχων οὕτω
γράφει·
Δημήτριός
ποθ' ὁ βασιλεὺς
γένη μύρων
Λαμίᾳ παρὰ
πότον
παντοδαπῶν
ἐπεδείκνυτο.
῾Η Λάμια δ' ἦν
αὐλητρίς, ἧς
σφόδρ' ἡδέως
σχεῖν φασι
κνησθῆναί τε
τὸν Δημήτριον.
᾿Αποδοκιμαζούσης
δὲ πάντα καὶ
πάνυ
κατεγχλιδώσης
τῷ βασιλεῖ,
νάδρον τινὰ
διένευσ'
ἐνεγκεῖν
εὐχερῆ, τῇ
χειρί τε
ταἰδοῖον
ἀποτρίψας [καὶ]
θιγὼν τοῖς
δακτύλοις
«
Τουτί γε, Λάμια,
φησίν,
ὀσφράνθητι
καὶ
εἴσει παρὰ
τἄλλα
διαφόραν ὅσην
ἔχει. »
Κείνη δὲ
γελάσασ' « ᾿Αλλὰ
τοῦτ', ἔφη, τάλαν,
ὄζειν δοκεῖ
μοι σαπρότατον
πάντων πολύ. »
Δημήτριος δ'
εἶπ'· « ᾿Αλλὰ
μήν, νὴ τοὺς
θεούς,
ἀπὸ βαλάνου
τοῦτ' ἐστί,
Λάμια,
βασιλικῆς. »
40.
Πτολεμαῖος δ' ὁ
τοῦ
᾿Αγησάρχου ἐν
ταῖς περὶ τὸν
Φιλοπάτορα
῾Ιστορίας
βασιλέων
ἐρωμένας
ἀναγράφων
φησί· «
Φιλίππου
τοῦ Μακεδόνας
αὐξήσαντος
Φίλινναν τὴν
ὀρχηστρίδα, ἐξ
ἧς καὶ
γεννῆσαι
᾿Αρριδαῖον
τὸν μετ'
᾿Αλέξανδρον
βασιλεύοντα,
Δημητρίου δὲ
τοῦ
Πολιορκητοῦ
μετὰ τὰς
προειρημένας
Μανίαν,
᾿Αντιγόνου δὲ
Δημώ, ἐξ ἧς
᾿Αλκυονέα
γεννηθῆναι,
Σελεύκου δὲ
τοῦ νεωτέρου
Μύσταν καὶ
Νῦσαν. »
῾Ηρακλείδης
δὲ ὁ Λέμβος ἐν
τῇ ἕκτῃ καὶ
τριακοστῇ τῶν
῾Ιστοριῶν
Δημώ φησιν
ἐρωμένην
γενέσθαι τοῦ
Δημητρίου· ᾗ
ἐπιμανῆναι
καὶ τὸν πατέρα
αὐτοῦ
᾿Αντίγονον
καὶ
ἀποκτεῖναι
῾Οξύθεμιν ὡς
καὶ πολλὰ
συνεξαμαρτάνοντα
τῷ Δημητρίῳ,
καὶ ὅτι
ἀπέκτεινε τὰς
τῆς Δημοῦς
θεραπαίνας
στρεβλῶν.