RETOUR À L’ENTRÉE DU SITE      - table des matières d'Athénée de Naucratis

ATHÉNÉE DE NAUCRATIS  

De l'Amour 

Le Livre XIII des Deipnosophistes

 

 

tEXTE GREC 

Pour la traduction française, cliquez sur le numéro de chapitre.


(1-20) (21-40) (41- 60) (61-80) (81-fin)


81. Φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. ῎Ιων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις ᾿Επιδημίαις γράφει οὓτως ·  « Σοφοκλεῖ τῷ ποιητῇ ἐν Χίῳ συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει παρ'οἶνον καὶ δεξιῷ. ῾Ερμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου ᾿Αθηναίων ἐστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς... ἐὼν δῆλος ἦν εἶπέ τε · « Βούλει με ἡδέως πίνειν ; » φάντος δ' αὐτοῦ « Βραδέως τοίνυν καὶ ἀπόγερε τὴν κύλικα.» ῎Ετι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον · « ς καλῶς Φρύνιχος ἐποίησεν εἴπας · λάμπει δ' ἐπί πορφυρέαις παρῇσι φῶς ἔρωτος. »
Καὶ πρὸς τόδε ἠμείφθη ὁ ᾿Ερετριεὺς ᾿Ερυθραῖος γραμμάτων ἐὼν διδάσκαλος · « Σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει · ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. Εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέῳ ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. Oὐ κάρτα δεῖ τὸ καλὸν τῶ μὴ καλῷ φαινομένῳ εἰκάζειν ἄν.» Γελάσας ἐπὶ τῷ ᾿Ερετριεῖ Σοφοκλῆς ; « Οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ῷ ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς ῞Ελλησιν εὖ εἰρῆσθαι · 
πορφυρέου ἀπὸ στόματος ἰεῖσα φωνὰν παρθένος,
οὐδ' ὁ ποιητής, ἔφη <ὁ> λέγων χρυσοκόμαν ᾿Απόλλωνα·
Χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. Οὐδὲ ὁ φὰς ῥοδοδάκτυλον· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν <ἄν>. » Γελασάντων δὲ ὁ μὲν ᾿Ερετριεὺς ἐνωπήθη τῇ ἐπιραπὶζει, ὃ δὲ πάλιν τοῦ παιδὸς τῷ λόγῳ εἴχετο. Εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ κάρφος. Φάντος δὲ καθορᾶν « πο τοίνυν φύσησον αὐτὸ, ἵνα μὴ πλύνοιντο ὁ δάκτυλός σευ. » Προσαγαγόντος δ' αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἤγεν, ἵνα δὴ ἡ κεφαλὴ τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ῾Ως δ' ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῇ χειρὶ ἐφίλησεν. ᾿Επικροτησάντων δὲ πάντων σύν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, « Μελετῶ, εἶπεν, στρατηγεῖν, ὦ ἄνδρες · ἐπειδήπερ Περικλῆς ποιεῖν μέν <με> ἔφη, στρατηγεῖν δ' οὐκ ἐπιστασθαι. ᾿Αρ' οῦν οὐ κατ' ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα ; » Τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι [ἢ πράσσοι]. Τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλ' ὡς ἄν τις εἷς τῶν χρηστῶν ᾿Αθηναίων. »
82. Καὶ ῾Ιερώνυμος δ' ὁ ῾Ρόδιος ἐν τοῖς ῾Ιστορικοῖς ῾Υπομνήμασίν φησι ὅτι Σοφοκλῆς εὐπρεπῆ παῖδα ἔξω τείχους ἀπήγαγε χρησόμενος αὐτῷ. ῾Ο μὲν παῖς τὸ ἴδιον ἱμάτιον ἐπὶ τᾖ πόᾳ ὑπέστρωσεν, τὴν δὲ τοῦ Σοφοκλέους χλανίδα περιεβάλοντο. Μετ' οὖν τὴν ὁμιλίαν ὁ παῖς ἁρπάσας τὸ τοῦ Σοφοκλέους χλανίδιον ᾤχετο, καταλιπὼν τῷ Σοφοκλεῖ τὸ παιδικὸν ἱμάτιον. Οἷα δὲ εἰκὸς διαλαληθέντος τοῦ συμβεβηκότος Εὐριπίδης πυθόμενος καὶ ἐπιτωθάζων τὸ γεγονὸς καὶ αὐτός ποτε ὐφη τούτῳ χεχρῆσθαι τῷ παιδί, ἀλλὰ μηδὲν προσθεῖναι, τὸν δὲ Σοφοκλέα διὰ τὴν ἀκολασίαν καταφρονηθῆναι. Καὶ ὁ Σοφοκλῆς ἀκούσας ἐποίησε εἰς αὐτὸν τὸ τοιοῦτον ἐπίγραμμα, χρησάμενος τῷ περὶ τοῦ ῾Ηλίου καὶ Βορέου λόγῳ, καί τι πρὸς μοιχείαν αὐτοῦ παραινιττόμενος ·
῞Ηλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
γυμνὸν ἐποίησεν · σοὶ δὲ φιλοῦντι ἑταίραν 
Βορρᾶς ὡμίλησεν. Σὺ δ' οὐ σοφός, ὃς τὸ ῎Ερωτα
ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.

83. Θεόπομπος δὲ ἐν τῷ περὶ συληθέντων ἐκ Δελφῶν Χρημάτων ᾿Ασώπιχόν φησι τὸν ᾿Επαμινώνδου ἐρώμενον τὸ Λευκτρικὸν τρόπαιον ἐντετυπωμένον ἔχειν ἐπὶ τῆς ἀσπίδος καὶ θαυμαστῶς αὐτὸν κινδυνεύειν, ἀνακεῖσθαί τε τὴν ἀσπίδα ταύτην ἐν Δελφοῖς ἐν τῇ στοᾳ. ᾿Εν δὲ τῷ αὐτῷ συγγράμματι Θεόπομπος φιλογύναιον μέν φησι γεγονέναι Φάυλλον τὸν Φωκέων τύραννον, φιλόπαιδα δὲ ᾿Ονόμαρχον · καὶ ἐκ τῶν τοῦ θεοῦ χαρίσασθαι τοῦτον εἰς Δελφοὺς παραγενομένῳ.... τῷ Πυθοδώρου τοῦ Σικυωνίου υἱῷ ἀποκερουμένῳ τὴν κόμην, ὄντι καλῷ συγγενόμενον τὰ Συβαριτῶν ἀναθήματα, στλεγγίδια χρυσᾶ τέσσαρα. Τῇ Δεινιάδου δὲ αὐλητρίδι Βρομιάδι Φάυλλος παρχήσιον ἀργυροῦν Φωκαέων καὶ στέφανον χρυσοῦν κιττοῦ Πεπαρηθίων. « Αὕτη δέ, φησί, καὶ ἔμελλε τὰ Πύθια αὐλεῖν, εἰ μὴ ὑπὸ τοῦ πλήθους ἐκωλύθη. Τῷ δὲ Λυκόλα [τῷ] τοῦ Τριχονείου υἱῷ Φυκίδᾳ ὄντι καλῷ ᾿Ονόμαρχος ἔδωκεν, φησί, στέφανον [χρυσοῦν] δάφνης, ᾿Εφεσίων ἀνάθημα. Οὗτος ὁ παῖς πρὸς Φίλιππον ἀχθεὶς ὑπὸ τοῦ πατρὸς κἀκεῖ προαγωγευόμενος οὐδὲν λαβὼν ἀπερστάλη. Τῷ ᾿Επιλύκου τοῦ ᾿Αμφιπολίτου υἱῷ ὄντι καλῷ Δαμίππῳ... Πλεισθένους ἀνάθημα ᾿Ονόμαρχος ἔδωκε. Φαρσαλίᾳ τῇ Θεσσαλίδι ὀρχηστρίδι δάφνης στέφανον χρυσοῦν Φιλόμηλος ἔδωκε, Λαμψακηνῶν ἀνάθημα. Αὕτη ἡ Φαρσαλία ἐν Μεταποντίῳ ὑπὸ τῶν ἐν τῇ ἀγορᾳ μάντεων, γενομένης φωνῆς ἐκ τῆς δάφνης τῆς χαλκῆς, ἥν ἔστησαν Μεταποντῖνοι κατὰ τὴν ᾿Αριστέα τοῦ Προκονησίου ἐπιδημίαν, ὅτ' ἔφησεν ἐξ ῾Υπερβορέων παραγεγονέναι, ὡς τάχιστα ὤφθη εἰς τὴν ἀγορὰν ἐμβαλοῦσα ἐμμανῶν γενομένων τῶν μάντεων διεσπάσθη [ὑπ' αὐτῶν]. Καὶ τῶν ἀνθρώπων ὕστερον ἀναζητούντων τὴν αἰτίαν εὑρέθη διὰ τὸν τοῦ θεοῦ στέφανον ἀνῃρημένη »
84. ῾Ορᾶτε οὖν καὶ ὑμεῖς, ὦ φιλόσοφοι, οἱ παρὰ φύσιν τῇ ᾿Αφροδίτῃ χρώμενοι καὶ ἀσεβοῦντες εἰς τὴν θεόν, μὴ τὸν αὐτὸν διαφθαρῆτε τρόπον. Τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα ὅσον ἐοίκασι γυναιξὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέαρχος. ᾿Εμοὶ μὲν γὰρ καὶ κατὰ φύσιν δοκεῖ πεποιηκέναι Κλεώνυμος ὁ Σπαρτιάτης πρῶτος ἀνθρώπων εἰς ὁμηρείαν λαβών παρὰ Μεταποντίνων γυναῖκας καὶ παρθένους τὰς ἐνδοξοτάτας καὶ καλλίστας διακοσίας, ὡς ἱστορεῖ Δοῦρις ὁ Σάμιος ἐν τῇ τρίτῃ τῶν περὶ ᾿Αγαθοκλέα ῾Ιστοριῶν. Κἀγὼ δὲ κατὰ τὴν ᾿Επικράτους ᾿Αντιλαίδα 
Τἀρωτίκ' ἐκμεμάθηκα ταῦθα παντελῶς
Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.

῾Υμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε... παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος. Tῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη· καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾳ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν · φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. Οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματός ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος · καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸν ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ προβαλλόμενος τὸ σαρκίον ἐπλησίασεν. Τῆς πράξεως ταύτης μνημονεύει καὶ ῎Αλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ λέγων ὧδε · 
Γεγένηται δ' , ὡς λέγουσιν, κἀν Σάμῳ
τοιοῦθ' ἕτερον. Λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ θ' αὑτὸν τῷ νεῷ.
Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησί ·
᾿Aλλ' ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
ἄνθρωπος ἠράσθη τις · εἶ τ' εἰς τὸν νεὼν
κατέκλεισεν αὑτόν. 

Κτησικλέους δ' ἐστὶν ἔργον τὸ ἄγαλμα, ὥς φησιν ᾿Αδαῖος ὁ Μιτυληναῖος ἐν τῷ περὶ ᾿Αγαλματοποιῶν. Πολέμων δὲ ἢ ὁ ποιήσας τὀν ἐπιγραφόμενον ῾Ελλαδικὸν « ν Δελφοῖς, φησίν, ἐν τῷ Σπινατῶν θησαυρῷ παίδές εἰσιν λίθινοι δύο, ὧν τοῦ ἑτέρου Δελφοί φασι τῶν θεωρῶν ἐπιθυμήσαντά τινα συγκατακλεισθῆναι καὶ τῆς ὁμιλίας... καταλιπεῖν στέφανον. φωραθέντος δ' αὐτοῦ τὸν θεὸν χρωμένοις τοῖς Δελφοῖς συντάξαι ἀφεῖναι τὸν ἄνθρωπον · δεδωκέναι γὰρ αὐτὸν μισθόν. »
85. Καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη · Σεκούνδου μέν τινος βασιλικοῦ οἰνοχόου ἀλεκτρυών· ἐκαλεῖτο δἐ ὁ μὲν ἀλεκτρυὼν Κένταυρος, ὁ δὲ Σεκοῦνδος ἦν οἰκέτης Νικομήσους τοῦ Βιθυνῶν βασιλέως, ὡς ἱστορεῖ Νίκανδρος ἐν ἕκτῳ Περιπετειῶν. ᾿Εν Αἰγιῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέαρχος ἱστορεῖ ἐν πτώτῳ ᾿Ερωτικῶν. Τὸν δὲ παῖδα τοῦτον Θεόφραστος ἐν τῷ ᾿Ερωτικῷ ᾿Αμφίλοχον καλεῖσθαί φησι καὶ τὸ γένος ᾿Ωλένιον εἶναι, ῾Ερμειάς δ' ὁ τοῦ ῾Ερμοδώρου, Σάμιος δὲ γένος, ἐρασθῆναι Λακύδους τοῦ φιλοσόφου. ᾿Εν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. Δελφῖνα δ' ἐν ᾿Ιασῷ παιδὸς ἐρασθῆναι λόγος, ὡς ἱστορεῖ Δοῦρις ἐν τῇ ἐνάτῃ. ῾Ο δὲ λόγος ἐστὶν αὐτῷ [ὁ] περὶ ᾿Αλεξάνδρου καὶ λέγει οὕτως · « Μετεπέμψατο δὲ καὶ τὸν ἐκ τῆς ᾿Ιασοῦ παῖδα. Περὶ γὰρ τὴν πόλιν ταύτην Διονύσιός τις ἦν παῖς, ὃς μετὰ τῶν ἄλλων ἐκ παλαίστρας παραγινόμενος ἐπὶ τὴν θάλατταν ἐκολύβα. Δελφὶς δὲ πρὸς αὐτὸν ἐκ τοῦ πελάγους ἀπήντα καὶ ἀναλαμβάνων ἐπὶ τὰ νῶτα ἔφερεν ἐπὶ πλεῖστον νηχόμενος καὶ πάλιν ἀποκαθίστα εἰς τὴν γῆν. » Φιλανθρωπότατον δὲ ἐστι καὶ συνετώτατον τὸ ζῷον ὁ δελφὶς χάριν τε ἀποδιδόναι ἐπιστάμενον. Φύλαρχος γοῦν ἐν τῇ δωδεκάτῃ « Κοίρανος, φησίν, ὁ Μιλήσιος ἰδὼν ἁλιέας τῃ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοὺς καὶ παραιτησάμενος ἀφῆκεν εἰς τὸ πέλαγος. Καὶ μετὰ ταῦτα ναυαγίᾳ χρησάμενος περὶ Μὺκονον καὶ πάντων ἀπολομένων μόνος ὑπὸ δελφῖνος ἐσώθη ὁ Κοίρανος. Τελευτήσαντος δ' αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης κατὰ τύχην [ἐν τῇ Μιλήτῳ], ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν ἐκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον. » ῾Ο δ' αὐτὸς ἱστορεῖ Φύλαρχος διὰ τῆς εἰκοστῆς ὅσην ἐλέφας τὸ ζῷον φιλοστοργίαν ἔσχεν εἰς παιδίον γράφει δ' οὕτως · « Τούτῳ δὲ τῷ ἐλέφαντι συνετρέφετο θήλεια ἐλέφας, ἥν Νίκαιαν ἐκάλουν · τελευτῶσα ἡ τοῦ τρέφοντος ᾿Ινδοῦ γυνὴ παιδίον αὑτῆς τριακοσταῖον παρακατέθετο. ᾿Αποθανούσης δὲ τῆς ἀνθρώπου δεινή τις φιλοστοργία γέγονε τοῦ θηρίου πρὸς τὸ παιδίον · οὔτε γὰρ ἀπ' αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, τὸ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ῞Οτ' οὖν ἡ τροφὸς ἐμπλήσειεν αὐτὸ [τοῦ] γάλακτος, ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ. Εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. Καὶ μετὰ ταῦτα δι' ὅλης τῆς ἡμέρας τοὺς καλάμους λαμβάνων ἐκ τῶν παρατιθεμένων χορτασμάτων καθεὺδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει · ὅτε δὲ κλαίοι, τῇ προβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό, τὸ δ' αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις. »
86. ῾Υμεῖς δὲ, ὦ φιλοσόφοι, καὶ τῶν δελφίνων καὶ τῶν ἐλεφάντων ἐστὲ κατὰ τὴν γνώμην ἀγριώτεροι ἔτι τε ἀνημερώτεροι. Καίτοι Περσαίου τοῦ Κιτιέως ἐν τοῖς Συμποτικοῖς ῾Υπομνήμασιν βοῶντος καὶ λέγοντος « περὶ ἀφροδισίων ἁρμοστὸν εἶναι ἐν τῷ οἶνῳ μνείαν ποιεῖσθαι · καὶ γὰρ πρὸς ταῦτα ἡμᾶς ὅταν ὑποπίωμεν ἐπορρεπεῖς εἶναι. Καὶ ἐνταῦθα τοὺς μὲν ἡμέρως τε καὶ μετρίως αὐτοῖς χρωμένους ἐπαινεῖν δεῖ, τοὺς δὲ θηριωδῶς καὶ ἀπλήστως ψέγειν. Καὶ εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο ἀλλοτρίως ἂν αὐτοὺς ὑπολάβοι τις ποιεῖν τοῦ παρόντος καιροῦ, <ὅτε> καὶ ὁ καλὸς κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. Οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον · εἶθ' ὅταν παρεισδυῇ τὸ οἰνάριον, τὴν πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται · ὃ καὶ πρώην ἐγένετο ἐπὶ τῶν ἐξ ᾿Αρκαδίας θεωρῶν πρὸς ᾿Αντίγονον παραγενομένων. ᾿Εκεῖνοι [τε] γὰρ ἠρίστων σφόδρα σκυθρωπῶς καὶ εὐσχημόνως, ὡς ᾤοντο, οὐχ ὅτι ἡμῶν τινα προσβλέποντες, ἄλλα οὐδ' ἀλλήλους. ῾Ως δὲ ὁ πότος προέβαινεν καὶ εἰσῆλθεν ἄλλα τε ἀκροάματα καὶ αἱ Θετταλαὶ αὗται ὀρχηστριδες, καθάπερ αὐταῖς ἔθος ἐστίν, ἐν ταῖς διαζώστραις γυμναὶ ὠχροῦντο, οὐκ ἔτι κατεῖχον αὑτοὺς οἱ ἄνδρες, ἀλλὰ ἐκ τῶν κλινῶν ἀνώρμων καὶ ἐβόων ὡς θαυμαστόν τι θέαμα θεώμενοι · καὶ μακάριον τὸν βασιλέα άπεκάλουν, ὅτι ἔξεστι αὐτῷ τούτων ἀπολαύειν. Καὶ ἕτερα τούτοις παραπλήσια πάνυ πολλὰ τῶν φορτικῶν ἐποίουν. Τῶν φιλοσόφων δέ τις συμπίνων ἡμῖν εἰσελθούσης αὐλητρίδος καὶ οὔσης εὐρυχωρίας παρ' αὐτῷ, βουλομένης τῆς παιδίσκης παρακαθίσαι οὐκ ἐπέτρεψεν, ἀλλὰ σκληρὸν αὑτὸν εἰσῆγεν. Εἶθ' ὕστερον πώλουμένης τῆς αὐλητρίδος, καθάπερ ἔθος ἐστὶν ἐν τοῖς πότοις γίνεσθαι, ἐν τε τῷ ἀγοράζειν πάνυ νεανικὸς ἦν καὶ τῷ πωλοῦντι ἄλλῳ τινὶ θᾶττον προσθέντι ἠμφισβήτει καὶ οὐκ ἔφη αὐτὸν πεπρακέναι · καὶ τέλος εἰς πυγμὰς ἦλθεν ὁ σκληρὸς ἐκεῖνος φιλόσοφος καὶ ἐν ἀρχῇ οὐδ' ἄν παρακαθίσαι ἐπιτρέπων τῇ αὐλητρίδι ». Μήποτε αὐτό ἐστι [ὁ] Περσαῖος ὁ περὶ τῆς αὐλητρίδος διαπυκτεύσας. Φησὶν γὰρ ᾿Αντίγονος ὁ Καρύστιος ἐν τῷ περὶ Ζήνωνος γράφων ὧδε · « Ζήνων ὁ Κιτιεὺς Περσαίου παρὰ πότον αὐλητρίδιον πριαμένου καὶ διοκνοῦντος εἰσαγαγεῖν πρὸς αὐτὀν διὰ τὸ τὴν αὐτὴν οἰκεῖν οἰκίαν, συναισθόμενος εἰσείλκυσε τὴν παιδίσκην καὶ συγκατέκλεισε τῷ Περσαίῳ. » Οἶδα δὲ καὶ Πολύστρατον τὸν ᾿Αθηναῖον, μαθητὴν δὲ Θεοφράστου, τὸν ἐπικαλούμενον Τυρρηνόν, ὅτι τῶν αὐλητρίδων τὰ ἱμάτια περιέδυεν.
87. ᾿Εσπουδάκεσαν δὲ καὶ οἱ βασιλεῖς περὶ τὰς μουσουργούς, ὡς δῆλον ποιεῖ Παρμενίων ἐν τῇ πρὸς ᾿Αλέξανρον ᾿Επιστολῇ, ν ἐπέστειλεν αὐτῷ μετὰ τὸ Δαμασκὸν ἑλεῖν καὶ τῆς ἀποσκευῆς τῆς Δαρείου ἐγκρατὴς γενέσθαι. Καταριθμησάμενος οὖν τὰ αἰχμάλωτα γράφει καὶ ταῦτα · « Παλλακίδας εὗρον μουσουργοὺς τοῦ βασιλέως τριακοσίας εἵκοσι ἐννέα, ἄνδρας στεφανοπλόκους ἕξ καὶ τεσσαράκοντα ὀψοποιοὺς διακοσίους ἑβδομήκοντα ἑπτά, χυτρεψοὺς εἵκοσι ἐννέα, γαλακτουργοὺς τρισκαίδεκα, ποτηματοποιοὺς ἑπτακαίδεκα, οἰνοηθητὰς ἑβδομήκοντα, μυροποιοὺς τεσσαράκοντα. »
Καὶ ὑμῖν δέ, ὦ ἑταῖροι, λέγω ὅτι οὐδέν ἐστιν ὀφθαλμῶν οὕτως εὐφραντικὀν ὡς γυναικὸς κάλλος. ῾Ο γοῦν τοῦ τραγικοῦ Χαιρήμονος Οἰνεὺς περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτό φησιν ἐν ὁμωνύμῳ δράματι·
῎Εκειτο γὰρ μέν λευκὸν εἰς σεληνόφως
φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος.
Τῆς δ' αὖ χορεία λαγόνα τὴν ἀριστερὰν
ἔλυσε · γυμνὴ δ' αἰθέρος θεάμασιν
ζῶσαν γραφὴν ἔφαινε · χρῶμα δ' ὄμμασι
λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
῎Αλλη δ' ἐγύμνου καλλίχειρας ὠλένας,
ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα ·
δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας 
ἔφαινε μηρὸν, κἀξεπεσφραγίζετο
ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως.
῾Υπνωμέναι δ' ἔπιπτον ἑλενίων ἔπι,
ἴων τε μελανόφυκκα συγκλῶσαι πτερὰ
κρόνον θ', ὃς ἡλιῶδες εἰς ὑφάσματα
πέπλων σκιᾶς εἴδωλον ἐξωμόργυντο, 
ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
λειμῶσι μαλακοῖς ἐξέτεινον αὐχένας.

88. ᾿Επικατάφορος δὲ ὢν ὁ ποιητὴς οὗτος ἐπὶ τὰ ἄνθη καὶ ἐν ᾿Αλφεσιβοίᾳ φησίν·
Καὶ σώματος μὲν ὄψεις κατειργάζετο
στίλβοντα λευκῷ χρώματι διαπρεπῆ
αἰδὼς δ' ἐπερρύθμιζεν ἠπιώτατον
ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι ·
κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος
αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι.

᾿Εν δὲ τῇ ᾿Ιοῖ ἔαρος τέκνα προσηγόρευε τὰ ἄνθη·
νθηροῦ τέκνα
ἔαρος πέριξ στρώσαντες.

᾿Εν δὲ Κενταὺρῳ, ὅπερ δρᾶμα πολύμετρόν ἐστιν, λειμῶνος τέκνα·
νθ' αἵ μέν αὐτῶν εἰς ἀπείροντα στράτον
ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
θηρώμενου... τὰ λειμώνων τέκνα.

᾿Εν δὲ Διονύσῳ·
Χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς.  
Περὶ δὲ ῥόδων ἐν ᾿Οδυσσεῖ φησιν οὕτως ·
Κόμαισιν ῾Ωρῶν ὄμματ' εὐανθῆ ῥόδα
εἶχον, τιθήνημ' ἔαρος ἐκπρεπέστατον.

Καὶ ἐν Θυέστῃ·
῾Ρόδ' ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ.
᾿Εν δὲ Μινύαις·
Πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν,
ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.

89. ᾿Επὶ κάλλει δὲ - « ἔτι γὰρ γέρων ἀοιδὸς κελαδεῖ Μναμοσύναν » κατὰ Εὐριπίδην - διαβόητοι γεγόνασι γυναῖκες. Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν ῾Ιππίας ὁ σοφιστὴς ἐν τῷ ἐπιγραφομένῳ Συναγωγή. Δίνων δ' ἐν τῇ πέπτῃ τῶν Περσικῶν τῆς πρώτης συντάξεώς φησιν ὅτι ἡ Βαγαβάζου γυνή, ἥτις ἦν ὁμοπάτριος Ξέρξου ἀδελφή, ὄνομα ᾿Ανοῦτις, καλλίστη ἦν τῶν ἐν τῇ ᾿Ασίᾳ γυναικῶν καὶ ἀκολαστοτάτη. Φύλαρχος δὲ ἐν τῇ ἐννεακαιδεκάτῃ Τιμῶσάν φησι τὴν ᾿Οξυάρτου παλλακίδα πάσας γυναῖκας ὑπερβεβληκέναι κάλλει. Ταύτην δ' ἀπεστάλκει δῶρον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Στρατίρᾳ τῇ βασιλέως γυναικί. Θεόπομπος δὲ ἐν τῇ ἕκτῃ καὶ πεντηκοστῇ τῶν ῾Ιστοριῶν Ξενοπείθειαν τὴν Λυσανδρίδου μητέρα πασῶν τῶν κατὰ Πελοπόννησον γυναικῶν γεγονέναι καλλίονα ἀπέκτειναν δὲ αὐτὴν Λακεδαιμόνιο καὶ τὴν ἀδελφὴν αὐτῆς Χρύσην, ὅτε καὶ τὸν Λυσανδρίδαν ἐχθρὸν ὄντα ᾿Αγησίλαος ὁ βασιλεὺς καταστασιάτας φυγαδευθῆναι ἐποίησεν ὑπὸ Λακεδαιμονίων. Καλλίστη δ' ἦν καὶ Παντίκα ἡ Κυπρία, περὶ ἧς φησι Φύλαρχος ἐν τῇ δεκάτῃ τῶν ῾Ιστοριῶν ὅτι παρ' ᾿Ολυμπιάδι οὖσαν τῇ ᾿Αλεξάνδρου μητρὶ ᾔτει πρὸς γάμον Μόνιμος ὁ Πυθίωνος. Καὶ ἐπει ἦν ἀκόλαστος ἡ γυνή, ἔφη ἡ ᾿Ολυμπίας · « πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ. »  
Καὶ τὴν καταγαγοῦσαν δὲ Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς ᾿Αθηνᾶς πειραν εἶδος ἔχουσαν, καλήν φησι γεγονέναι, ἥτις καὶ τῇ θεῷ εἶκαστο τὴν μορφήν. Στεφανόπωλις δ' ἦν · καὶ αὐτὴν ἐξέδωκε πρὸς γάμου κοινωνίαν ὁ Πεισίστρατος ῾Ιππάρχῳ τῷ υἱῷ, ὡς Κλείδημος ἱστορεῖ ἐν η' Νόστων. «᾿Εξέδωκεν δἐ καὶ ῾Ιππάρχῳ τῷ υἱεῖ τὴν παραιβατήσασαν αὑτῷ γυναῖκα Φύην τὴν Σωκράτους θυγατέρα, καὶ Χάρμου τοῦ πολεμαρχήσαντος θυγατέρα ἔλαβεν ῾Ιππίᾳ περικαλλεστάτην οὖσαν τῷ μετ' αὐτὸν τυραννεύσαντι. Συνέβη δέ ὥς φησι, τὸν Χάρμον ἐραστὴν τοῦ ῾Ιππίου γενέσθαι καὶ τὸν πρὸς ᾿Ακαδημίᾳ ῎Ερωτα ἱδρύσασθαι πρῶτον, ἐφ' οὗ ἐπιγέγραπται ·
Ποικιλομήχαν' ῎Ερως, σοὶ τόνδ' ἱδρύσατο βωμὸν
Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου. »

῾Ησίοδος δ' ἐν τρίτῳ Μελαμποδίας τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Εὐπρεπεῖς γὰρ αὐτόθι γίγνονται γυναῖκες, ὡς καὶ Θεόφραστος εἴρηκεν. Καὶ Νυμφόδωρος δ' ἐν τῷ τῆς ᾿Ασίας Περίπλῳ καλλίονάς φησι γίνεσθαι γυναῖκας τῶν πανταχοῦ γυναικῶν ἐν Τενέδῳ τῇ Τρωικῇ νήσῳ.

90. Οἶδα δὲ καὶ περὶ κάλλους γυναικῶν ἀγῶνά ποτε διατεθέντα ; περὶ οὗ ἱστορῶν Νικίας ἐν τοῖς ᾿Αρκαδικοῖς διαθεῖναί φησι αὐτὸν Κύψελον, πόλιν κτίσαντα ἐν τῷ πεδίῳ περὶ τὸν ᾿Αλφειόν · εἰς ν κατοικίσαντα Παρρασίων τινὰς τέμενος καὶ βωμὸν ἀναστῆσαι Δήμητρι ᾿Ελευσινίᾳ, ἧς ἐν τῇ ἑορτῇ καὶ τὸν τοῦ κάλλους ἀγῶνα ἐπιτελέσαι · καὶ νικῆσαι πρῶτον αὐτοῦ τὴν γυναῖκα ῾Ηροδίκην. ᾿Επιτελεῖται δὲ καὶ μέχρι νῦν ὁ ἀγὼν οὗτος, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὀνομάζονται. Θεόφραστος δὲ ἀγῶνα κάλλους φησὶ γίνεσθαι παρὰ ᾿Ηλείοις, καὶ τὴν κρίσιν ἐπιτελεῖσθαι μετὰ σπουδῆς λαμβάνειν τε τοὺ νικήσαντας θλα ὅπλα · περ ἀνατίθεσθαί φησιν Διονύσιος ὁ Λευκρικὸς τῇ ᾿Αθηνᾷ, τὸν δὲ νικήσαντα ταινιούμενον ὑπὸ τῶν φίλων καὶ πομπεύοντα ἕως τοῦ ἱεροῦ παραγίνεσθαι. Τὸν στέφανον δ' αὐτοῖς δίδοσθαι μυρρίνης ἱστορεῖ Μυσρίλος ἐν ῾Ιστορικοῖς Παραδόξοις. ᾿Ενιαχοῦ δέ φησιν ὁ αὐτὸς Θεόφραστος καὶ κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας, ὥσπερ ἐν τοῖς βαρβάροις · ἑτέρωθι δὲ κάλλους, ὡς δέον καὶ τοῦτο τιμᾶσθαι, καθάπερ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις · ταύτην δὲ τύχης ἢ φύσεως εἶναι τιμήν, δέον προκεῖσθαι σωφροσύνης. Τὸ κάλλος γὰρ οὕτως καλόν, εἰ δὲ μὴ, κίνδυνον ἔχον ἐπ' ἀκολασίαν.'
91. Τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων ὁ Κύνουλκος ἔφη · « Πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν. »
῞Ιππων ἔφη ὁ ἄθεος. ᾿Αλλὰ καὶ ῾Ηράκλειτος ο θεῖός φησι · « Πουλυμαθίη νόον [ἔχειν] οὐ διδάσκει. » Καὶ ὁ Τίμων δὲ ἔφη ·
ν δὲ πλατυσμὸς 
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.

Τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, ὦ γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον ἢ σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας. Καὶ ἐὰν μέν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα · καὶ οὐδ' ταῦτ' ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ' ἐκ τῆς ᾿Αγία τοῦ ᾿Αργείου ᾿Ιλίου Πέρσιδος · οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ᾿Αλλὰ μὴν οὐδὲ τῶν ᾿Οδυσσέως ἑταίρων ἔχοις ν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν · ὅστις [οὖν] οὐδέ τοτ' οἷδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος ὅτι ἐν ταῖς Κείων πόλεσιν οὒτε ἑταίρας οὒτε αὐλητρίδας ἰδεῖν ἔστι.

92. Καὶ ὁ Μυρτίλος · « Τοῦτο δὲ ποῦ εἴρηκεν Φύλαρχος ; Κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν ῾Ιστορίαν. » Εἰπόντος δ' « ἐν τῇ τρίτῇ καὶ εἰκοστῇ », ὁ Μυρτίλος ἔφη · εἶτ' οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας ; Οὕς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν ῾Ιστορικοῖς ῾Υπομνήμασιν, ἀλλὰ καὶ ᾿Αθηναῖοι. ῎Αλεξις γοῦν ἐν ῞Ιππῳ φησίν · 
Τοῦτ' ἔστιν ᾿Ακαδήμεια, τοῦτο Ξενοκράτης ;
Πόλλ' ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς ᾿Αττικῆς. 

Καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς ᾿Αττικῆς, καθ' οὗ λόγον ἔγραψε Φίλων ὁ ᾿Αριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος τοῦ Δημοσθένους ἀνεψιοῦ. Καὶ ῾Ρωμαῖοι δ' οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς ῾Ρώμης ὡς διαφθείροντας τοὺς νέους, ἐπεὶ οὐκ οἶδ' ὅπως κατεδέξαντο. ᾿Εμφανίζει δ' ὑμῶν καὶ τὸ ἀνόητον ᾿Ανάξιππος ὁ κωμῳδιοποίος ἐν Κεραυνουμένῳ λέγων οὕτως ·
Οἴμοι, φιλοσοφεῖς. ᾿Αλλὰ τούς γε φιλοσόφους
ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
ἐν τοῖσι δ' ἔργοις ὄντας ἀνοήτους ὁρῶ.

Εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα ἡ Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶ ἐν τῷ περὶ Σιμωνίδου, οὐ προσίενται <φιλοσοφίαν οὔτε> ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους · δι' οὓς Σωκράτης μὲν ἀπέθανεν ὁ πρὸς τοὺς εἰς δικαστήρια ἀποκληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας · ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ὁ ἄθεος καὶ Διαγόρας <ἐξεκηρύχθη καὶ Πρωταγόρας> ἐφυγαδεύσθη · ὅ τε καὶ πλέων ναυαγίῳ ἐχρήσατο · Διότιμος δ' ὁ γράψας τὰ κατ' ᾿Επικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ ᾿Επικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς ῾Ομωνύμοις. 

93. Συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε · καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. Αἰσθήσει τε γὰρ τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστὸν καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον · ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις · οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε. Λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος. ῎Ετι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστοι βιοῦντες. ᾿Εξ ὧν ἁπάντων ἀλλότριοι μὲν ἀρετῆς, μάταιοι δὲ <ἐστὲ> εἰς τὸ τοῦ βίου χρήσιμον. Οὐδὲν γάρ ἐστι τῶν καλουμένων φιλοσόφων ἀφιλοσοφώτερον. Τίς γὰρ ἤλπισεν <ν> Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους ὁποῖίον φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν Συμβολαίων λόγοις ; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῇ καὶ μέτριον, πλήν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶν συγγράμματα, ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν ᾿Ιδομενέα φασίν.
94. ᾿Αλλ' ὅ γε Λυσίας ἐν τῷ ἐπιγραφομένῳ λόγώ οὑτωσὶ « Πρὸς Αἰσχίνην τὸν Σωκρατικὸν χρέως » - ἀπομνημονεύσω δ' ἐγώ, εἰ καί πολλά ἐστι τὰ λεχθέντα, διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν, ὦ φιλόσοφοι· ἄρχεται δ' οὕτως ὁ ῥήτωρ · « Οὐκ ἄν ποτ' ήθην, <ὦ> ἄνδρες δικασταί, Αἰσχίνην τολμῆσαι οὕτως αἰσχρὰν δίκην δικάσασθαι, νομίζω δ' οὐκ ν ῥᾳδίως αὐτὸν ἑτέραν ταύτῆς συκοφαντωδεστέραν ἐξευρεῖν. Οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ ᾿Αριστογείτονι προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα. 'Κατασκευάζομαι δ', ἔφη, τένχην μυρεψικήν · ἀφορμῆς δὲ δέομαι, καὶ οἴσω δέ σοι ἐννέ' ὀβολοὺς τῆς μνᾶς τόκους. » Καλόν γε τὸ τέλος τῆς εὐδαιμονίας τῷ φιλοσόφῳ ἡ μυρεψικὴ τέχνη ἀκολουθός τε τῇ Σωκράτους φιλοσοφίά, ἀνδρὸς τοῦ καὶ τὴν [τοιαύτην] χρῆσιν τῶν μύρων ἀποδοκιμάσαντος, Σόλωνος δὲ τοῦ νομοθέτου οὐδ' ἐπιτρέποντος ἀνδρὶ τοιαύτης προίστασθαι τέχνης · διὸ καὶ Φερεκράτης ἐν ῾Ιπνῷ ἢ Παννυχίδι φησίν ·
Κτα μυροπωλεῖν τί παθόντ' ἄνδρ' ἐχρῆν καθήμενον
ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι' ἡμέρας.

Εἶθ' ἑξῆς φησι·
Αὐτίκ' οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε
οὔτε μὴν οὐδ' ἰχθυοπώλαιναν. 

῾Εκάστῳ γὰρ γένει ἁρμόζοντα δεῖν εἶναι καὶ τὰ τῆς τέχνης. ῾Εξῆς δὲ τούτοις ὁ ῥήτωρ τάδε λέγει. «
Πεισθεὶς δ' ὑπ' αὐτοῦ τοιαῦτα λέγοντος καὶ μα οἰόμενος τοῦτον [Αἰσχίνην] Σωκράτους γεγονότα μαθητὴν καὶ περὶ δικαιοσύνης καὶ ἀρετῆς πολλοὺς καὶ σεμνοὺς λέγοντα λόγους οὐκ ἄν ποτε ἐπιχειρῆσαι οὐδὲ τολμῆσαι περ οἱ πονηρότατοι καὶ ἀδικώτατοι ἄνθρωποι ἐπιχειροῦσι πράττειν... »

95. Καὶ μετά ταῦτα πάλιν καταδρομὴν αὐτοῦ ποιησάμενος, ὡς δανεισάμενος οὔτε τόκους οὔτε τἀρχαῖον ἀπεδίδου καὶ ὅτι ὑπερήμερος ἐγένετο γνώμῃ δικαστηρίου ἐρήμην καταδικασθεὶς καὶ ὡς ἠνεχυράσθη οἰκέτης αὐτοῦ στιγματίασ, καὶ πολλὰ ἄλλα κατειπὼν αὐτοῦ ἐπιλέγει ταῦτα · « ᾿Αλλὰ γάρ, ὦ ἄνδρες δικασταί, οὐκ εἰς ἐμὲ μόνον τοιοῦτός ἐστιν, ἀλλὰ καὶ εἰς ἄλλους παντας τοὺς αὐτῷ κεχρημένους. Οὐχ οἱ μὲν κάπηλοι οἱ ἐγγὺς οἰκοῦντες, παρ' ὧν προδόσεις λαμβάνων οὐκ ἀποδίδωσι, δικάζονται αὐτῷ συγκλείσαντες τὰ καπηλεῖα, οἱ δὲ γείτονες οὕτως ὑπ' αὐτοῦ δεινὰ πάσχουσιν ὥστ' ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται ; ὅσους δ' ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φορὰς... οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται. Tοσοῦτοι δὲ ἐπὶ τὴ οἰκίαν μα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἶεσθαι τοὺς παριόντας ἐπ' ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. Οὓτω δ' οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν ᾿Ανδρίαν πλεῖν τούτῳ συμβάλλειν. Πολὺ γὰρ μᾶλλον ἃ ν δανείσηται αὐτοῦ νομίζει εἶναι ἢ ἂ ὁ πατὴρ αὐτῷ κατέλιπεν. ᾿Αλλὰ γὰρ οὐ τὴν οὐσίαν κέκτηται ῾Ερμαίου τοῦ μυροπώλου, τὴν γυναῖκα διαφθείρας ἑβδομήκοντα ἔτη γεγονυῖαν ; ἧς ἐρᾶν προσποιησάμενος οὕτω διέθηκεν ὥστε τὸν μὲν ἄνδρα αὐτῆς καὶ τοὺς υἱοὺς πτωχοὺς ἐποίησεν, αὐτὸν δὲ ἀντὶ καπήλου μυροπώλην ἀπέδειξεν · οὕτως ἐρωτικῶς τὸ κόριον μετεχειρίζετο τῆς ἡλικίας αὐτῆς ἀπολαύων, ἧς ᾷον τοὺς ὀδόντας ἀριθμῆσαι [ὅσου ἐλάττους ἦσαν] ἢ τῆς χειρὸς τοὺς δακτύλους. Καί μοι ἀνάβητε τούτων μάρτυρες. - ῾Ο μὲν οὖν βίος τοῦ σοφιστοῦ τοιοῦτος » ῾Ο μὲν οὖν Λυσίας, ὦ Κύνουλκε, οὕτως. ᾿Εγὼ δὲ κατὰ τὸν ᾿Αρίσταρχον τὸν τραγικὸν ποιητήν
Τάδ' οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος,
καταπαύσω τὸν πρὸς σὲ καὶ τοὺς ἄλλους κύνας ἐνταῦθα λόγον.