Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

73b ÄLTERE SOPHISTIK. NAMEN UND BEGRIFF.

 

73a Les Sept Sages - 74 Protagoras  

 

SOPHISTIQUE ANCIENNE

 

Nom et concept.

 

 

 

IV. ÄLTERE SPHISTIK.

 

73b. NAMEN UND BEGRIFF.

 

1.  ARISTID. 46. II 407 Dindorf)

Ἀρχὴν δὲ οὐδ᾿ εἰδέναι μοι δοκοῦσιν οὐδ᾿ αὐτὸ τοὔνομα τῆς φιλοσοφίας ὅπως εἶχε τοῖς ῞Ελλησι καὶ ὅτι ἠδύνατο οὐδ᾿ ὅλως τῶν περὶ ταῦτ᾿ οὐδέν. Οὐχ ῾Ηρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν, οὐ Πυθαγόραν πάλιν, οὐκ ᾿Ανδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε, λέγων δὴ τοὺς σοφοὺς, καὶ πάλιν αὖ Σωκράτη σοφιστὴν τοῦτον τὸν πάνυ; αὖθις δ᾿ ᾿Ισοκράτης σοφιστὰς μὲν τοὺς περὶ τὴν ἔριν καὶ τοὺς, ὡς ἂν αὐτοὶ φαῖεν, διαλεκτικοὺς, φιλόσοφον δ᾿ ἑαυτὸν καὶ τοὺς ῥήτορας καὶ τοὺς περὶ τὴν πολιτικὴν ἕξιν φιλοσόφους; ὡσαύτως δὲ καὶ τῶν τούτῳ συγγενομένων ὀνομάζουσί τινες. Οὐ Λυσίας Πλάτωνα σοφιστὴν καλεῖ καὶ πάλιν Αἰσχίνην; κατηγορῶν οὗτός γε, φαίη τις ἄν. Ἀλλ᾿ οὐχ οἵ γε ἄλλοι κατηγοροῦντες ἐκείνων τῶν ἄλλων ὅμως ταυτὸν τοῦτο προσειρήκασιν αὐτούς. Ἔτι δ᾿ εἰ καὶ Πλάτωνος ἐξῆν κατηγοροῦντα σοφιστὴν προσειπεῖν, τί τούτους γ᾿ ἂν εἴποι τις; ἀλλ᾿ οἶμαι καὶ σοφιστὴς ἐπιεικῶς κοινὸν ἦν ὄνομα καὶ ἡ φιλοσοφία τοῦτ᾿ ἠδύνατο, φιλοκαλία τις εἶναι καὶ διατριβὴ περὶ λόγους, καὶ οὐχ ὁ νῦν τρόπος οὗτος, ἀλλὰ παιδεία κοινῶς. Τεκμηριοῖ δὲ καὶ Δημοσθένης καὶ ἕτεροι μυρίοι. Καὶ οὐ μόνον ἐν τοῖς καταλογάδην οὕτω ταῦτ᾿ ἔχοντ᾿ ἐστὶν, ἀλλὰ κἀν τοῖς ποιήμασιν. Ἤδη μέντοι καὶ τοὺς κακοτεχνοῦντας ἐπισκώπτοντες καὶ τούτους ἔλεγον φιλοσοφεῖν, τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τὸν σοφιστὴν ἐπὶ τὸ φαυλότερον ἤνεγκαν. Αὐτὸς τοίνυν Πλάτων ὁ μάλιστ᾿ ἀνθαψάμενος τούτου τοῦ προσρήματος καὶ φιλοσοφίαν τοῦτ᾿ εἰπὼν, τό θ᾿ αὑτοῦ καὶ Σωκράτους καὶ πρᾶγμα καὶ γράμμα, ὅμως κατ᾿ ἀμφότερα πεποίηται τοὺς τρόπους αὐτῶν, τούς τε γὰρ φιλοκάλους καὶ φιλομαθεῖς ἐπιεικῶς εὕροι τις ἂν αὐτὸν φιλοσόφους ὀνομάζοντα, ἐγγύς τι τῆς τῶν πολλῶν κλήσεως, καὶ πάλιν που διαιρούμενος τούτους ἰδίᾳ προσείρηκε φιλοσόφους, τοὺς περὶ τὰς ἰδέας πραγματευομένους καὶ τῶν σωμάτων ὑπερορῶντας. Οὕτως οὔτε τοὺς ἄλλους ἀφαιρεῖται τοὔνομα, ἀλλὰ δίδωσι κἀκείνοις φιλοσοφεῖν, οἷς τ᾿ ἰδίᾳ ταύτην ἀπέδωκε τὴν ἐπωνυμίαν οὐχ ἅπαντές εἰσιν οἱ φάσκοντες οὗτοι φιλοσοφεῖν, ἀλλ᾿ οἱ νῦν τῶν Πυθαγόρου καὶ Πλάτωνος σχεδὸν ὄντες λόγων· ἐπεὶ τούς γε ἄλλους φιλοσωμάτους, ἀλλ᾿ οὐ φιλοσόφους καλοίη τις ἂν ἐν τῇ Πλάτωνος φωνῇ. Ἐπεὶ καὶ τὸν σοφιστὴν δοκεῖ μέν πως κακίζειν ἀεὶ, καὶ ὅ γε δὴ μάλιστα ἐπαναστὰς τῷ ὀνόματι Πλάτων εἶναί μοι δοκεῖ. Αἴτιον δὲ τούτου καὶ τῶν πολλῶν αὐτὸν καὶ τῶν κατ᾿ αὐτὸν ὑπερφρονῆσαι. Φαίνεται δὲ καὶ ταύτῃ εἰς ἅπασαν εὐφημίαν τῇ προσηγορίᾳ κεχρημένος. Ὃν γοῦν ἀξιοῖ σοφώτατον εἶναι θεὸν καὶ παρ᾿ ᾧ πᾶν εἶναι τἀληθὲς, τοῦτον δή που τέλεον σοφιστὴν κέκληκεν.

2.  PLAT. Soph. 231d-e

Ξ· ... Δοκῶ μὲν γάρ, τὸ πρῶτον ηὑρέθη (sc. ὁ σοφιστής) νέων καὶ πλουσίων ἔμμισθος θηρευτής.

Θ· Ναί.

ΞΕ. Τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς μαθήματα.

Θ· Πάνυ γε.

Ξ· Τρίτον δὲ ἆρα οὐ περὶ αὐτὰ ταῦτα κάπηλος ἀνεφάνη;

Θ· Ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα ἡμῖν <ἦν>.

Ξ· ᾿Ορθῶς ἐμνημόνευσας. Πέμπτον δ᾿ ἐγὼ πειράσομαι μνημονεύειν· τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.

Θ· ῏Ην γὰρ οὖν.

Ξ· Τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δ᾿ ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.

3.  ARIST. soph. el. 1; p. 165a 21

Ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δ᾿ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλ᾿ οὐκ οὔσης.