Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

74 PROTAGORAS.

 

73b. Sophistique ancienne  - 75 Xéniade

 

Protagoras

 

 

 

74. PROTAGORAS

 

A.  LEBEN UND LEHRE.

 

1. DIOG. IX, 50-56

Πρωταγόρας ᾿Αρτέμωνος ἤ, ὡς ᾿Απολλόδωρος (fr. 40 Jac.) καὶ Δίνων ἐν Περσικῶν ε (fr. 6 FHG; II, 90; vgl. A 2), Μαιανδρίου ᾿Αβδηρίτης, καθά φησιν ῾Ηκρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων (fr. 21 Voss), ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν· ὡς δ᾿ Εὔπολις ἐν Κόλαξιν (fr. 146; I, 297 K.), Τήιος· φησὶ γάρ·

᾿Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιος᾿. Οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο· καὶ Πλάτων ἐν τῶι Πρωταγόραι (316 Α) φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. Διήκουσε δ᾿ ὁ Πρωταγόρας Δημοκρίτου. (Ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῆι ἱστορίαι (fr. 36; FHG III, 583). (51) Καὶ πρῶτος ἔφη δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις (B 6a)· οἷς καὶ υνηρώτα, πρῶτος τοῦτο πράξας. Ἀλλὰ καὶ ἤρξατό που τοῦτον τὸν τρόπον· ᾿περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι, οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὡς οὐκ εἰσὶν. Πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι ἥ τ᾿ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου.᾿ (Β 1). Ἔλεγέ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησὶν ἐν Θεαιτήτωι (p. 152ff.), καὶ πάντα εἶναι ἀληθῆ. Καὶ ἀλλαχοῦ δὲ τοῦτον ἤρξατο τὸν τρόπον· ᾿περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι οὔθ᾿ ὡς εἰσὶν ... ἀνθρώπου᾿ (Β 4). (52) Διὰ ταύτην δὲ τὴν ἀρχὴν τοῦ συγγράμματος ἐξεβλήθη πρὸς ᾿Αθηναίων, καὶ τὰ βιβλία αὐτοῦ κατέκαυσαν ἐν τῆι ἀγορᾶι ὑπὸ κήρυκι ἀναλεξάμενοι παρ᾿ ἑκάστου τῶν κεκτημένων.

Οὗτος πρῶτος μισθὸν εἰσεπράξατο μνᾶς ἑκατόν· καὶ πρῶτος μέρη χρόνου διώρισε καὶ καιροῦ δύναμιν ἐξέθετο καὶ λόγων ἀγῶνας ἐποιήσατο καὶ σοφίσματα τοῖς πραγματολογοῦσι προσήγαγε· καὶ τὴν διάνοιαν ἀφεὶς πρὸς τοὔνομα διελέχθη καὶ τὸ νῦν ἐπιπόλαιον γένος τῶν ἐριστικῶν ἐγέννησεν· ἵνα καὶ Τίμων φησὶ περὶ αὐτοῦ· ᾿Πρωταγόρης τ᾿ ἐπίμεικτος ἐριζέμεναι εὖ εἰδώς᾿ (fr. 47 D.). (53) Οὗτος καὶ τὸ Σωκρατικὸν εἶδος τῶν λόγων πρῶτος ἐκίνησε. Καὶ τὸν ᾿Αντισθένους λόγον τὸν πειρώμενον ἀποδεικνύειν, ὡς οὐκ ἔστιν ἀντιλέγειν, οὗτος πρῶτος διείλεκται, καθά φησι Πλάτων ἐν Εὐθυδήμωι (286c). Καὶ πρῶτος κατέδειξε τὰς πρὸς τὰς θέσεις ἐπιχειρήσεις, ὥς φησιν ᾿Αρτεμίδωρος ὁ διαλεκτικὸς ἐν τῶι Πρὸς Χρύσιππον. Καὶ πρῶτος τὴν καλουμένην τύλην, ἐφ᾿ ἧς τὰ φορτία βαστάζουσιν, εὗρεν, ὥς φησιν ᾿Αριστοτέλης ἐν τῶι Περὶ παιδείας (fr. 63 R.)· φορμοφόρος γὰρ ἦν, ὡς καὶ ᾿Επίκουρός πού φησι (68 A 9), καὶ τοῦτον τὸν τρόπον ἤρθη πρὸς Δημοκρίτου ξύλα δεδεκὼς ὀφθείς. Διεῖλέ τε τὸν λόγον πρῶτος εἰς τέτταρα, εὐχωλήν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν· (54) (οἱ δέ, εἰς ἑπτά, διήγησιν, ἐρώτησιν, ἀπόκρισιν, ἐντολήν, ἀπαγγελίαν, εὐχωλήν, κλῆσιν), οὓς καὶ πυθμένας εἶπε λόγων. ᾿Αλκιδάμας δὲ (fr. 8; O. A. II, 155b36) τέτταρας λόγους φησί, φάσιν, ἀπόφασιν, ἐρώτησιν, προσαγόρευσιν. Πρῶτον δὲ τῶν λόγων ἑαυτοῦ ἀνέγνω τὸν Περὶ θεῶν, οὗ τὴν ἀρχὴν ἄνω παρεθέμεθα· ἀνέγνω δ᾿ ᾿Αθήνησιν ἐν τῆι Εὐριπίδου οἰκίαι ἤ, ὥς τινες, ἐν τῆι Μεγακλείδου· ἄλλοι ἐν Λυκείωι, μαθητοῦ τὴν φωνὴν αὐτῶι χρήσαντος ᾿Αρχαγόρου τοῦ Θεοδότου. Κατηγόρησε δ᾿ αὐτοῦ Πυθόδωρος Πολυζήλου, εἷς τῶν τετρακοσίων· ᾿Αριστοτέλης δ᾿ Εὔαθλόν φησιν (fr. 67; cfr. B 6).

(55) Ἔστι δὲ τὰ σωιζόμενα αὐτοῦ βιβλία τάδε· *** Τέχνη ἐριστικῶν, Περὶ πάλης, Περὶ τῶν μαθημάτων, Περὶ πολιτείας, Περὶ φιλοτιμίας, Περὶ ἀρετῶν, Περὶ τῆς ἐν ἀρχῆι καταστάσεως, Περὶ τῶν ἐν ῞Αιδου, Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ἀνθρώποις πρασσομένων, Προστακτικός, Δίκη ὑπὲρ μισθοῦ, ᾿Αντιλογιῶν αβ. Καὶ ταῦτα μὲν αὐτῶι τὰ βιβλία.

Γέγραφε δὲ καὶ Πλάτων εἰς αὐτὸν διάλογον. Φησὶ δὲ Φιλόχορος (fr. 168; FHG I, 412) πλέοντος αὐτοῦ εἰς Σικελίαν τὴν ναῦν καταποντωθῆναι· καὶ τοῦτο αἰνίττεσθαι Εὐριπίδην ἐν τῶι ᾿Ιξίονι (410-408). Ἔνιοι κατὰ τὴν ὁδὸν τελευτῆσαι αὐτόν, βιώσαντα ἔτη πρὸς τὰ ἐνενήκοντα. (56) ᾿Απολλόδωρος (fr. 41 Jac.) δέ φησιν ἑβδομήκοντα, σοφιστεῦσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστὴν ὀλυμπιάδα (444-441). Folgt Epogramm des Diog.

Λέγεται δέ ποτε αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὔαθλον τὸν μαθητὴν ἐκείνου  εἰπόντος ᾿ἀλλ᾿ οὐδέπω νίκην νενίκηκα᾿ εἰπεῖν ᾿ἀλλ᾿ ἐγὼ μὲν ἂν νικήσω, ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ· ἐὰν δὲ σύ, ὅτι σύ᾿ (vgl. B 6).

Γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστρολόγος, εἰς ὃν καὶ Εὐφορίων (p. 31 Scheidweiler) ἐπικήδειον ἔγραψε· καὶ τρίτος Στωικὸς φιλόσοφος.

2.  PHILOSTR. V. soph. I, 10, 1 ff. (vgl. oben S. 353, 34)

Πρωταγόρας δὲ ὁ ᾿Αβδηρίτης σοφιστὴς (καὶ) Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν ῾Ελλάδα ἔλασιν. Πατὴρ γὰρ ἦν αὐτῶι Μαιάνδριος πλούτωι κατεσκευασμένος παρὰ πολλοὺς τῶν ἐν τῆι Θράικηι, δεξάμενος δὲ καὶ τὸν Ξέρξην οἰκίαι τε καὶ δώροις τὴν ξυνουσίαν τῶν μάγων τῶι παιδὶ παρ᾿ αὐτοῦ εὕρετο. Οὐ γὰρ παιδεύουσι τοὺς μὴ Πέρσας Πέρσαι μάγοι, ἢν μὴ ὁ βασιλεὺς ἐφῆι. (2) Τὸ δὲ ἀπορεῖν φάσκειν, εἴτε εἰσὶ θεοὶ εἴτε οὐκ εἰσί, δοκεῖ μοι Πρωταγόρας ἐκ τῆς Περσικῆς παιδεύσεως παρανομῆσαι· μάγοι γὰρ ἐπιθειάζουσι μὲν οἷς ἀφανῶς δρῶσι, τὴν δὲ ἐκ φανεροῦ δόξαν τοῦ θείου καταλύουσιν οὐ βουλόμενοι δοκεῖν παρ᾿ αὐτοῦ δύνασθαι. (3) Διὰ μὲν δὴ τοῦτο πάσης γῆς ὑπὸ ᾿Αθηναίων ἠλάθη ὡς μέν τινες, κριθείς, ὡς δὲ ἐνίοις δοκεῖ, ψήφου ἐπενεχθείσης μὴ κριθέντι. Νήσους δὲ ἐξ ἠπείρων ἀμείβων καὶ τὰς ᾿Αθηναίων τριήρεις φυλαττόμενος πάσαις θαλάτταις ἐνεσπαρμένας κατέδυ πλέων ἐν ἀκατίωι μικρῶι. (4) Τὸ δὲ μισθοῦ διαλέγεσθαι πρῶτος εὗρε, πρῶτος δὲ παρέδωκεν ῞Ελλησι, πρᾶγμα οὐ μεμπτόν· ἃ γὰρ σὺν δαπάνηι σπουδάζομεν, μᾶλλον ἀσπαζόμεθα τῶν προῖκα. Γνοὺς δὲ τὸν Πρωταγόραν ὁ Πλάτων σεμνῶς μὲν ἑρμηνεύοντα, ἐνυπτιάζοντα δὲ τῆι σεμνότητι καί που καὶ μακρολογώτερον τοῦ συμμέτρου, τὴν ἰδέαν αὐτοῦ μύθωι μακρῶι ἐχαρακτήρισεν.

3.  HESYCH.  Onomatol. bei Schol. Plat. rep. 600c

Πρωταγόρας ᾿Αρτέμωνος ᾿Αβδηρίτης. Οὗτος φορτοβαστάκτης ἦν, ἐντυχὼν δὲ Δημοκρίτωι ἐφιλοσόφησε καὶ ἐπὶ ῥητορείαν ἔσχε. Καὶ πρῶτος λόγους ἐριστικοὺς εὗρε καὶ μισθὸν ἔπραξε τοὺς μαθητὰς μνᾶς ρ. Διὸ καὶ ἐπεκλήθη Λόγος. Τούτου μαθητὴς ᾿Ισοκράτης ὁ ῥήτωρ καὶ Πρόδικος ὁ Κεῖος. Ἐκαύθη δὲ τὰ τούτου βιβλία ὑπ᾿ ᾿Αθηναίων. Εἶπε γάρ· „περὶ θεῶν οὐκ ἔχω εἰδέναι οὔτε ὡς εἰσὶν οὔτε ὡς οὐκ εἰσίν“ (Β 4). Ἔγραψε δὲ εἰς αὐτὸν ὁ Πλάτων διάλογον. Πλέοντος δὲ αὐτοῦ εἰς Σικελίαν ἐτελεύτησε ναυαγήσας ἐτῶν <ὢν> ἐνενήκοντα, σοφιστεύσας ἔτη τεσσαράκοντα.

4.  EUSEN.  Chron. Hier.

Euripides ... clarus habetur et Protagoras sophista cuius libros decreto publico Athenienses combusserunt Ol. 84 (444-441).

APUL. Flor. 18

Protagoras qui sophista fuit longe multiscius et cum primis rhetoricae repertoribus perfacundus, Democriti physici civis aequaevus (inde ei suppeditata doctrina est), eum Protagoran aiunt cum suo sibi discipulo Euathlo mercedem nimis uberem condicione temeraria pepigisse etc.

5.  PLATO. Protag. 317b-319 (Szene aus 431)

Protagoras· Ἐγὼ οὖν τούτων τὴν ἐναντίαν ἅπασαν ὁδὸν ἐλήλυθα, καὶ ὁμολογῶ τε σοφιστὴς εἶναι καὶ παιδεύειν ἀνθρώπους ...

317c Καίτοι πολλά γε ἔτη ἤδη εἰμὶ ἐν τῆι τέχνηι· καὶ γὰρ καὶ τὰ ξύμπαντα πολλά μοί ἐστιν· οὐδενὸς ὅτου οὔ, πάντων ἂν ὑμῶν καθ᾿ ἡλικίαν πατὴρ εἴην ...

318a Ὦ νεανίσκε, ἔσται τοίνυν σοι, ἐὰν ἐμοὶ συνῆις, ἧι ἂν ἡμέραι ἐμοὶ συγγένηι, ἀπιέναι οἴκαδε βελτίονι γεγονότι καὶ ἐν τῆι ὑστεραίαι ταὐτὰ ταῦτα· καὶ ἑκάστης ἡμέρας ἀεὶ ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι ...

318d Οἱ μὲν γὰρ ἄλλοι λωβῶνται τοὺς νέους· τὰς γὰρ τέχνας αὐτοὺς πεφευγότας ἄκοντας πάλιν αὖ ἄγοντες ἐμβάλλουσιν εἰς τέχνας, λογισμούς τε καὶ ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν διδάσκοντες (καὶ ἅμα εἰς τὸν ῾Ιππίαν ἀπέβλεψεν), παρὰ δ᾿ ἐμὲ ἀφικόμενος μαθήσεται οὐ περὶ ἄλλου του ἢ περὶ οὗ ἥκει. Τὸ δὲ μάθημά ἐστιν εὐβουλία περὶ τῶν οἰκείων, ὅπως ἂν ἄριστα τὴν αὑτοῦ οἰκίαν διοικοῖ, καὶ περὶ τῶν τῆς πόλεως, ὅπως τὰ τῆς πόλεως δυνατώτατος ἂν εἴη καὶ πράττειν καὶ λέγειν ... 319a Σωκράτης· Δοκεῖς γάρ μοι λέγειν τὴν πολιτικὴν τέχνην καὶ ὑπισχνεῖσθαι ποιεῖν ἄνδρας ἀγαθοὺς πολίτας. Αὐτὸ μὲν οὖν τοῦτό ἐστιν, ἔφη, ὦ Σώκρατες, τὸ ἐπάγγελμα ὃ ἐπαγγέλλομαι.

-- --  349a

Σύ γ᾿ ἀναφανδὸν σεαυτὸν ὑποκηρυξάμενος εἰς πάντας τοὺς ῞Ελληνας σοφιστὴν ἐπονομάσας σεαυτὸν ἀπέφηνας παιδεύσεως καὶ ἀρετῆς διδάσκαλον, πρῶτος τούτου μισθὸν ἀξιώσας ἄρνυσθαι.

6. -- --  328b

Διὰ ταῦτα καὶ τὸν τρόπον τῆς πράξεως τοῦ μισθοῦ τοιοῦτον πεποίημαι· ἐπειδὰν γάρ τις παρ᾿ ἐμοῦ μάθηι, ἐὰν μὲν βούληται, ἀπέδωκεν ὃ ἐγὼ πράττομαι ἀργύριον· ἐὰν δὲ μή, ἐλθὼν εἰς ἱερὸν ὀμόσας, ὅσου ἂν φῆι ἄξια εἶναι τὰ μαθήματα, τοσοῦτον κατέθηκε.

7. -- --  329b

Πρωταγόρας δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, ὡς αὐτὸ δηλοῖ, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρόμενος περιμεῖναί τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευασμένα. (Vgl. 334d.)

8. -- Menon 91d

Οἶδα γὰρ ἄνδρα ἕνα Πρωταγόραν πλείω χρήματα κτησάμενον ἀπὸ ταύτης τῆς σοφίας ἢ Φειδίαν τε, ὃς οὕτως περιφανῶς καλὰ ἔργα ἠργάζετο, καὶ ἄλλους δέκα τῶν ἀνδριαντοποιῶν...

(91e) Πρωταγόρας δὲ ἄρα ὅλην τὴν ῾Ελλάδα ἐλάνθανεν διαφθείρων τοὺς συγγιγνομένους καὶ μοχθηροτέρους ἀποπέμπων ἢ παρελάμβανεν πλεῖν ἢ τετταράκοντα ἔτη. Οἶμαι γὰρ αὐτὸν ἀποθανεῖν ἐγγὺς καὶ ἑβδομήκοντα ἔτη γεγονότα, τετταράκοντα δὲ ἐν τῆι τέχνηι ὄντα. Καὶ ἐν ἅπαντι τῶι χρόνωι τούτωι ἔτι εἰς τὴν ἡμέραν ταυτηνὶ εὐδοκιμῶν οὐδὲν πέπαυται.

9. -- Hippias mai. 282de (Hippias spricht, s. 79 A 7)

Ἀφικόμενος δέ ποτε εἰς Σικελίαν Πρωταγόρου αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου ὄντος πολὺ νεώτερος ὢν...

10.  PLUT., Pericl. 36 (aus Stesimbrotos; FHG II 56 fr. 11)

Πεντάθλου γάρ τινος ἀκοντίωι πατάξαντος ᾿Επίτιμον τὸν Φαρσάλιον ἀκουσίως καὶ κτείναντος, ἡμέραν ὅλην ἀναλῶσαι (Perikles) μετὰ Πρωταγόρου διαποροῦντα, πότερον τὸ ἀκόντιον ἢ τὸν βαλόντα μᾶλλον ἢ τοὺς ἀγωνοθέτας κατὰ τὸν ὀρθότατον λόγον αἰτίους χρὴ τοῦ πάθους ἡγεῖσθαι. Vgl. Antiphon tetr. B.

11.  ATHEN. V. 218b

Ἀλλὰ μὴν καὶ ὁ ἐν τῶι ᾿Πρωταγόραι᾿ διάλογος μετὰ τὴν ῾Ιππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρωταγόρου <μέμνηται> παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις (309 D). Ὁ δ᾿ ῾Ιππόνικος ἐπὶ μὲν Εὐθυδήμου ἄρχοντος (431) στρατηγῶν παρατέτακται μετὰ Νικίου πρὸς Ταναγραίους καὶ τοὺς παραβοηθοῦντας Βοιωτῶν καὶ τῆι μάχηι νενίκηκε, τέθνηκε δὲ πρὸ τῆς ἐπ᾿ ᾿Αλκαίου (421) διδασκαλίας τῶν Εὐπόλιδος Κολάκων οὐ πολλῶι χρόνωι κατὰ τὸ εἰκός ... ἐν οὖν τούτωι τῶι δράματι Εὔπολις τὸν Πρωταγόραν ὡς ἐπιδημοῦντα εἰσάγει, ᾿Αμειψίας δ᾿ ἐν τῶι Κόννωι (Ι, 673 Κ.) δύο πρότερον ἔτεσιν διδαχθέντι (423) οὐ καταριθμεῖ αὐτὸν ἐν τῶι τῶν φροντιστῶν χορῶι· δῆλον οὖν ὡς μεταξὺ τούτων τῶν χρόνων παραγέγονεν.

-- --  XΙ, 505f

Ἀλλὰ μὴν οὐ δύνανται Πάραλος καὶ Ξάνθιππος οἱ Περικλέους υἱοὶ τελευτήσαντος τῶι λοιμῶι Πρωταγόραι διαλέγεσθαι, ὅτε <τὸ> δεύτερον ἐπεδήμησε ταῖς ᾿Αθήναις, οἱ ἔτι πρότερον τελευτήσαντες.

Vgl. EUSTATH. 1547, 53

Ἐμφαίνειν Εὔπολις λέγεται τὸν φυσικὸν Πρωταγόραν διακωμωιδῶν ἐν τῶι ᾿ὃς ἀλαζονεύεται μὲν ἁλιτήριος περὶ τῶν μετεώρων, τὰ δὲ χαμᾶθεν ἐσθίει᾿ (fr. 146 b Kock). Vgl. fr. 147 ᾿πίνειν γὰρ αὐτὸν (Kallias) Πρωταγόρας ἐκέλευ᾿, ἵνα πρὸ τοῦ κυνὸς τὸν πνεύμον ᾿ἔκκλυστον φορῆι᾿.

12.  SEXT. adv. math. IX, 55, 56 (nach 81 B 25)

Συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Θεόδωρος ὁ ἄθεος καὶ κατά τινας Πρωταγόρας ὁ ᾿Αβδηρίτης ... ῥητῶς που γράψας· ᾿περὶ δὲ θεῶν οὔτε εἰ εἰσὶν οὔθ᾿ ὁποῖοί τινές εἰσι δύναμαι λέγειν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με᾿ (Β 4). Παρ᾿ ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν ᾿Αθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν. Μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος ἐν τῶι δευτέρωι τῶν Σίλλων (fr. 5 D.) ταῦτα διεξερχόμενος·

Ὥστε καὶ μετέπειτα σοφιστῶν
οὔτ᾿ ἀλιγυγλώσσωι οὔτ᾿ ἀσκόπωι οὔτ᾿ ἀκυλίστωι
Πρωταγόρηι. Ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι,
ὅττι θεοὺς κατέγραψ᾿ οὔτ᾿ εἰδέναι οὔτε δύνασθαι
ὁπποῖοί τινές εἰσι καὶ οἵ τινες ἀθρήσασθαι,
πᾶσαν ἔχων φυλακὴν ἑπιεικείης. Τὰ μὲν οὔ οἱ
χραίσμησ᾿, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως
Σωκρατικὸν πίνων ψυχρὸν ποτὸν ἀίδα δύηι.

13. PLAT.  Cratyl. 385e

Ὥσπερ Πρωταγορας ἔλεγεν λέγων πάντων χρημάτων μέτρον εἶναι ἄνθρωπον (Β 1), ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα εἶναι, τοιαῦτα μὲν ἔστιν ἐμοί· οἷα δ᾿ ἂν σοί, τοιαῦτα δὲ σοί.

14.  SEXT. Pyrrh. h. I, 216-219

Καὶ ὁ Πρωταγορας δὲ βούλεται πάντων χρημάτων εἶναι μέτρον τὸν ἄνθρωπον τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν (Β 1), μέτρον μὲν λέγων τὸ κριτήριον, χρημάτων δὲ τῶν πραγμάτων, ὡς δυνάμει φάσκειν πάντων πραγμάτων κριτήριον εἶναι τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. Καὶ διὰ τοῦτο τίθησι τὰ φαινόμενα ἑκάστωι μόνα, καὶ οὕτως εἰσάγει τὸ πρός τι ...

(217) Φησὶν οὖν ὁ ἀνὴρ τὴν ὕλην ῥευστὴν εἶναι, ῥεούσης δὲ αὐτῆς συνεχῶς προσθέσεις ἀντὶ τῶν ἀποφορήσεων γίγνεσθαι καὶ τὰς αἰσθήσεις μετακοσμεῖσθαί τε καὶ ἀλλοιοῦσθαι παρά τε <τὰς> ἡλικίας καὶ παρὰ τὰς ἄλλας κατασκευὰς τῶν σωμάτων.

(218) Λέγει δὲ καὶ τοὺς λόγους πάντων τῶν φαινομένων ὑποκεῖσθαι ἐν τῆι ὕληι, ὡς δύνασθαι τὴν ὕλην ὅσον ἐφ᾿ ἑαυτῆι πάντα εἶναι ὅσα πᾶσι φαίνεται. Τοὺς δὲ ἀνθρώπους ἄλλοτε ἄλλων ἀντιλαμβάνεσθαι παρὰ τὰς διαφόρους αὐτῶν διαθέσεις· τὸν μὲν γὰρ κατὰ φύσιν ἔχοντα ἐκεῖνα τῶν ἐν τῆι ὕληι καταλαμβάνειν ἃ τοῖς κατὰ φύσιν ἔχουσι φαίνεσθαι δύναται, τὸν δὲ παρὰ φύσιν ἃ τοῖς παρὰ φύσιν. (219) Καὶ ἤδη παρὰ τὰς ἡλικίας καὶ κατὰ τὸ ὑπνοῦν ἢ ἐγρηγορέναι καὶ καθ᾿ ἕκαστον εἶδος τῶν διαθέσεων ὁ αὐτὸς λόγος. Γίνεται τοίνυν κατ᾿ αὐτὸν τῶν ὄντων κριτήριον ὁ ἄνθρωπος. Πάντα γὰρ τὰ φαινόμενα τοῖς ἀνθρώποις καὶ ἔστιν, τὰ δὲ μηδενὶ τῶν ἀνθρώπων φαινόμενα οὐδὲ ἔστιν. Ὁρῶμεν οὖν ὅτι καὶ περὶ τοῦ τὴν ὕλην ῥευστὴν εἶναι καὶ περὶ τοῦ τοὺς λόγους τῶν φαινομένων πάντων ἐν αὐτῆι ὑποκεῖσθαι δογματίζει, ἀδήλων ὄντων καὶ ἡμῖν ἐφεκτῶν.

15 . -- advers. math. VII, 389

Πᾶσαν μὲν οὖν φαντασίαν οὐκ <ἂν> εἴποι τις ἀληθῆ διὰ τὴν περιτροπήν, καθὼς ὅ τε Δημόκριτος καὶ ὁ Πλάτων (Theaet. 171a) ἀντιλέγοντες τῶι Πρωταγόραι ἐδίδασκον· εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ, κατὰ φαντασίαν ὑφιστάμενον, ἔσται ἀληθές, καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος.

16.  HERM. irris. 9 (D. 653)

Ἀλλ᾿ ἐπὶ θάτερα Πρωταγορας ἑστηκὼς ἀνθέλκει με φάσκων·

Ὅρος καὶ κρίσις τῶν πραγμάτων ὁ ἄνθρωπος καὶ τὰ μὲν ὑποπίπτοντα ταῖς αἰσθήσεσιν ἔστι πράγματα, τὰ δὲ μὴ ὑποπίπτοντα οὐκ ἔστιν ἐν τοῖς εἴδεσι τῆς οὐσίας.

17.  ARIST. metaph. IX, 3; p. 1046b 29

Εἰσὶ δέ τινες οἵ φασιν, οἷον οἱ Μεγαρικοί, ὅταν ἐνεργῆι μόνον δύνασθαι, ὅταν δὲ μὴ ἐνεργῆι, οὐ δύνασθαι, οἷον τὸν μὴ οἰκοδομοῦντα οὐ δύνασθαι οἰκοδομεῖν, ἀλλὰ τὸν οἰκοδομοῦντα, ὅταν οἰκοδομῆι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Οἷς τὰ συμβαίνοντα ἄτοπα οὐ χαλεπὸν ἰδεῖν. Δῆλον γάρ, ὅτι οὔτ᾿ οἰκοδόμος ἔσται, ἐὰν μὴ οἰκοδομῆι· τὸ γὰρ οἰκοδόμωι εἶναι τὸ δυνατῶι εἶναί ἐστιν οἰκοδομεῖν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. Εἰ οὖν ἀδύνατον τὰς τοιαύτας ἔχειν τέχνας μὴ μανθάνοντά ποτε καὶ λαβόντα, καὶ μὴ ἔχειν (1047a) μὴ ἀποβαλόντα ποτέ (ἢ γὰρ λήθηι ἢ πάθει τινὶ ἢ χρόνωι· οὐ γὰρ δὴ τοῦ γε πράγματος φθαρέντος· ἀεὶ γάρ ἐστιν), ὅταν παύσηται, οὐχ ἕξει τὴν τέχνην, πάλιν δ᾿ εὐθὺς οἰκοδομήσει πῶς λαβών; καὶ τὰ ἄψυχα δὴ ὁμοίως· οὔτε γὰρ ψυχρὸν οὔτε θερμὸν οὔτε γλυκὺ οὔτε ὅλως αἰσθητὸν οὐθὲν ἔσται μὴ αἰσθανομένων· ὥστε τὸν Πρωταγόρου λόγον συμβήσεται λέγειν αὐτοῖς. Ἀλλὰ μὴν οὐδ᾿ αἴσθησιν ἕξει οὐδέν, ἐὰν μὴ αἰσθάνηται μηδ᾿ ἐνεργῆι.

18.  TETULL. de anim. 15 (Sitz des Seele in der Brust nach Zitat von 21 B 105, 3)

etiam Protagoras, etiam Apollodorus, etiam Chrysippus haec sapiunt.

19.  ARIST. Metaph. III, 4; p. 1007b 18

Ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, δῆλον ὡς ἅπαντα ἔσται ἕν. Ἔσται γὰρ τὸ αὐτὸ καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος, εἰ κατὰ παντός τι ἢ καταφῆσαι ἢ ἀποφῆσαι ἐνδέχεται, καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον. Εἰ γάρ τωι δοκεῖ μὴ εἶναι τριήρης ὁ ἄνθρωπος, δῆλον ὅτι οὐκ ἔστι τριήρης· ὥστε καὶ ἔστιν, εἴπερ ἡ ἀντίφασις ἀληθής. Vgl. 5. 1009a6.  SEXT. VII 389 (55 A 114)

-- -- XI, 6; p. 1062b 13

Ἐκεῖνος ἔφη πάντων εἶναι χρημάτων μέτρον ἄνθρωπον, οὐδὲν ἕτερον λέγων ἢ τὸ δοκοῦν ἑκάστωι τοῦτο καὶ εἶναι παγίως· τούτου δὲ γιγνομένου τὸ αὐτὸ συμβαίνει καὶ εἶναι καὶ μὴ εἶναι, καὶ κακὸν καὶ ἀγαθὸν εἶναι, καὶ τἆλλα τὰ κατὰ τὰς ἀντικειμένας λεγόμενα φάσεις, διὰ τὸ πολλάκις τοισδὶ μὲν φαίνεσθαι τόδε εἶναι καλὸν τοισδὶ δὲ τοὐναντίον, μέτρον δ᾿ εἶναι τὸ φαινόμενον ἑκάστωι.

20.  CLEM. Str. VI, 65 (II 464, 14 St.)

῞Ελληνές φασι Πρωταγόρου προκατάρξαντος παντὶ λόγωι λόγον ἀντικεῖσθαι.

SEN., ep. 88, 43

Protagoras ait de omni re in utramque partem disputari posse ex aequo et de hac ipsa, an omnis res in utramque partem disputabilis sit.

21.  ARIST. Rhet. II, 24; p. 1402a 23

Καὶ τὸ τὸν ἥττω δὲ λόγον κρείττω ποιεῖν (B 6 b) τοῦτ᾿ ἐστίν. Καὶ ἐντεῦθεν δικαίως ἐδυσχέραινον οἱ ἄνθρωποι τὸ Πρωταγόρου ἐπάγγελμα· ψεῦδός τε γάρ ἐστιν καὶ οὐκ ἀληθὲς ἀλλὰ φαινόμενον εἰκός, καὶ ἐν οὐδεμιᾶι τέχνηι ἀλλ᾿ ἐν ῥητορικῆι καὶ ἐριστικῆι.

STEPH.  BYZ.. s. v. ῎Αβδηρα

Πρωταγορας, ὃν Εὔδοξος ἱστορεῖ τὸν ἥσσω καὶ κρείσσω λόγον πεποιηκέναι καὶ τοὺς μαθητὰς δεδιδαχέναι τὸν αὐτὸν ψέγειν καὶ ἐπαινεῖν.

21a. PLATO Theaet. 166d (Pologue der Protagoras)

Ἐγὼ γάρ φημι μὲν τὴν ἀλήθειαν ἔχειν ὡς γέγραφα· μέτρον γὰρ ἕκαστον ἡμῶν εἶναι τῶν τε ὄντων καὶ μή, μυρίον μέντοι διαφέρειν ἕτερον ἑτέρου αὐτῶι τούτωι, ὅτι τῶι μὲν ἄλλα ἔστι τε καὶ φαίνεται, τῶι δὲ ἄλλα. Καὶ σοφίαν καὶ σοφὸν ἄνδρα πολλοῦ δέω τὸ μὴ φάναι εἶναι, ἀλλ᾿ αὐτὸν τοῦτον καὶ λέγω σοφόν, ὃς ἄν τινι ἡμῶν, ὧι φαίνεται καὶ ἔστι κακά, μεταβάλλων ποιήσηι ἀγαθὰ φαίνεσθαί τε καὶ εἶναι.

167b Ἀλλ᾿ οἶμαι πονηρᾶς ψυχῆς ἕξει δοξάζοντα συγγενῆ ἑαυτῆς χρηστὴ (sc. ἕξις) ἐποίησε δοξάσαι ἕτερα τοιαῦτα, ἃ δή τινες (τὰ φαντάσματα) ὑπὸ ἀπειρίας ἀληθῆ καλοῦσιν, ἐγὼ δὲ βελτίω μὲν τὰ ἕτερα τῶν ἑτέρων, ἀληθέστερα δὲ οὐδέν. Καὶ τοὺς σοφοὺς ... κατὰ μὲν σώματα ἰατροὺς λέγω, κατὰ δὲ φυτὰ γεωργούς. Φημὶ γὰρ καὶ τούτους τοῖς φυτοῖς ἀντὶ πονηρῶν αἰσθήσεων, ὅταν τι αὐτῶν ἀσθενῆι, χρηστὰς καὶ ὑγιεινὰς αἰσθήσεις τε καὶ ἀληθεῖς ἐμποιεῖν, τοὺς δέ γε σοφούς τε καὶ ἀγαθοὺς ῥήτορας ταῖς πόλεσι τὰ χρηστὰ ἀντὶ τῶν πονηρῶν δίκαια δοκεῖν εἶναι ποιεῖν. Ἐπεὶ οἷά γ᾿ ἂν ἑκάστηι πόλει δίκαια καὶ καλὰ δοκῆι, ταῦτα καὶ εἶναι αὐτῆι, ἕως ἂν αὐτὰ νομίζηι. Ἀλλ᾿ ὁ σοφὸς ἀντὶ πονηρῶν ὄντων αὐτοῖς ἑκάστων χρηστὰ ἐποίησεν εἶναι καὶ δοκεῖν. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ὁ σοφιστὴς τοὺς παιδευομένους οὕτω δυνάμενος παιδαγωγεῖν σοφός τε καὶ ἄξιος πολλῶν χρημάτων τοῖς παιδευθεῖσιν. Καὶ οὕτω σοφώτεροί τέ εἰσιν ἕτεροι ἑτέρων καὶ οὐδεὶς ψευδῆ δοξάζει, καὶ σοί, ἐάν τε βούληι ἐάν τε μή, ἀνεκτέον ὄντι μέτρωι· σώιζεται γὰρ ἐν τούτοις ὁ λόγος οὗτος.

22.  PLATO Prot. 333d

Ἆρ᾿ οὖν ... ταῦτ᾿ ἐστὶν ἀγαθά, ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις;

῍Καὶ ναὶ μὰ Δί᾿, ἔφη (Prot.), κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα ἦι, ἔγωγε καλῶ ἀγαθά.

(334a) Πότερον ... λέγεις, ὦ Πρωταγόρα, ἃ μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ τὸ παράπαν ὠφέλιμα; καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ καλεῖς;
῍Οὐδαμῶς, ἔφη· ἀλλ᾿ ἔγωγε πολλὰ οἶδ᾿ ἃ ἀνθρώποις μὲν ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα, ἵπποις δέ... Vgl. 12 B 61; 55 B 172; c. 83, 1

23.  PLATO Theaet. 162d (Protagoras spricht)

Ὦ γενναῖοι παῖδές τε καὶ γέροντες, δημηγορεῖτε συγκαθεζόμενοι θεούς τε εἰς τὸ μέσον ἄγοντες, οὓς ἐγὼ ἔκ τε τοῦ λέγειν καὶ τοῦ γράφειν περὶ αὐτῶν, ὡς εἰσὶν ἢ ὡς οὐκ εἰσίν, ἐξαιρῶ.

CIC. d. nat. deor. I, 24, 63

Abderites quidem Protagoras ... sophistes temporibus illis vel maximus, cum in principio libri sic posuisset ‘de divis neque ut sint neque ut non sint habeo dicere’, Atheniensium iussu urbe atque agro est exterminatus librique eius in contione combusti.

-- -- I, 12, 29 (D. 535)

nec vero Protagoras, qui sese negat omnino de deis habere quod liqueat, sint non sint qualesue sint, quicquam videtur de natura deorum suspicari.

Aus derselben Quelle PHILOD. de piet. c. 22; p. 89 G.

Ἢ τοὺς ἄγνωστον εἴ τινές εἰσι θεοὶ λέγοντας ἢ ποῖοί τινές εἰσιν.

DIOGEN v. Oinoanda (Bull. Coor. Hell. XXI 393 fr 50a 1)

Πρωταγορας δὲ ὁ ᾿Αβδηρείτης τῆι μὲν δυνάμει τὴν αὐτὴν ἤνενκε Διαγόραι δόξαν, ταῖς λέξεσιν δὲ ἑτέραις ἐχρήσατο, ὡς τὸ λείαν ἰταμὸν αὐτῆς ἐκφευξούμενος. Ἔφησε γὰρ μὴ εἰδέναι, εἰ θεοὶ εἰσίν· τοῦτο δ᾿ ἐστὶν τὸ αὐτὸ τῶι λέγειν εἰδέναι ὅτι μὴ εἰσίν.

24.  PLATO Crat. 391b-c (Sokr. zu Hermogenes)

Εἰσὶ δὲ οὗτοι οἱ σοφισταί, οἷσπερ καὶ ὁ ἀδελφός σου Καλλίας πολλὰ τελέσας χρήματα σοφὸς δοκεῖ εἶναι. Ἐπειδὴ δὲ οὐκ ἐγκρατὴς εἶ τῶν πατρώιων, λιπαρεῖν χρὴ τὸν ἀδελφὸν καὶ δεῖσθαι αὐτοῦ διδάξαι σε τὴν ὀρθότητα (näml. τῶν ὀνομάτων) περὶ τῶν τοιούτων ἣν ἔμαθεν παρὰ Πρωταγόρου.

-- ῎Ατοπος μεντἂν εἴη μου, ὦ Σώκρατες, ἡ δέησις, εἰ τὴν μὲν ᾿Αλήθειαν τὴν Πρωταγόρου ὅλως οὐκ ἀποδέχομαι, τὰ δὲ τῆι τοιαύτηι ἀληθείαι ῥηθέντα ἀγαπώιην ὥς του ἄξια.

25. --  Prot. 339a

Ἡγοῦμαι ... ἀνδρὶ παιδείας μέγιστον μέρος εἶναι περὶ ἐπῶν δεινὸν εἶναι· ἔστιν δὲ τοῦτο τὰ ὑπὸ τῶν ποιητῶν λεγόμενα οἷόν τ᾿ εἶναι συνιέναι ἅ τε ὀρθῶς πεποίηται καὶ ἃ μή, καὶ ἐπίστασθαι διελεῖν τε καὶ ἐρωτώμενον λόγον δοῦναι.

Folgr die Erklärung des Simonides.  GNOM. VATIC. 743 ed. Sternbach n. 468

Πρωταγορας ἐποποιοῦ τινος αὐτὸν βλασφημοῦντος ἐπὶ τῶι μὴ ἀποδέχεσθαι τὰ ποιήματα αὐτοῦ ᾿ὦ τᾶν, ἔφη, κρεῖττόν μοί ἐστι κακῶς ἀκούειν ὑπὸ σοῦ ἢ τῶν σῶν ποιημάτων ἀκούειν᾿.

26.  PLATO Phaed. 266d (Sokr. und Phaedr.)

προοίμιον μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῆι· ταῦτα λέγεις (ἦ γάρ;) τὰ κομψὰ τῆς τέχνης;

Ναί.

Δεύτερον δὲ δὴ διήγησίν τινα μαρτυρίας τ᾿ ἐπ᾿ αὐτῆι, τρίτον τεκμήρια, τέταρτον εἰκότα· καὶ πίστωσιν οἶμαι καὶ ἐπιπίστωσιν λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα.

Τὸν χρηστὸν λέγεις Θεόδωρον; (s. 76 A 30)

Τί μήν; καὶ ἔλεγχόν γε καὶ ἐπεξέλεγχον ὡς ποιητέον ἐν κατηγορίαι τε καὶ ἀπολογίαι. Τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν (PLG II, 269 Bergk) ἐς μέσον οὐκ ἄγομεν, ὃς ὑποδήλωσίν τε πρῶτος ηὗρεν καὶ παρεπαίνους; οἱ δ᾿ αὐτὸν καὶ παραψόγους φασὶν ἐν μέτρωι λέγειν μνήμης χάριν· σοφὸς γὰρ ἁνήρ. Τεισίαν (s. 76 A 7; 85 A 2) δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, καινά τε ἀρχαίως τά τ᾿ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον; ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος (84 A 20) ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.

Σοφώτατά γε, ὦ Πρόδικε.

῾Ιππίαν (79 A 12) δὲ οὐ λέγομεν; οἶμαι γὰρ ἂν σύμψηφον αὐτῶι καὶ τὸν ᾿Ηλεῖον γενέσθαι.

Τί δ᾿ οὔ;

Τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων, ὡς διπλασιολογίαν καὶ γνωμολογίαν καὶ εἰκονολογίαν, ὀνομάτων τε Λικυμνιείων, ἃ ἐκείνωι ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας;

Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτ᾿ ἄττα;

᾿Ορθοέπειά γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά. Τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνηι μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου (Thrasymachos) σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονεν καὶ πάλιν ὠργισμένοις ἐπάιδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὅθεν δὴ κράτιστος. Τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῆι πᾶσιν ἔοικεν συνδεδογμένον εἶναι, ὧι τινὲς μὲν ἐπάνοδον, ἄλλοι δ᾿ ἄλλο τίθενται ὄνομα.

27.  ARIST. Rhet. III, 5; p. 1407b 6

Τέταρτον, ὡς Πρωταγορας τὰ γένη τῶν ὀνομάτων διήιρει, ἄρρενα καὶ θήλεα καὶ σκεύη.

28 -- soph. el.. 14; p. 173b 17

(Σολοικισμός) ἔστι δὲ τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ δοκεῖν, καθάπερ ὁ Πρωταγορας ἔλεγεν, εἰ ὁ μῆνις καὶ ὁ πήληξ ἄρρεν ἐστίν· ὁ μὲν γὰρ λέγων ᾿οὐλομένην᾿ σολοικίζει μὲν κατ᾿ ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, ὁ δὲ ᾿οὐλόμενον᾿ φαίνεται μέν, ἀλλ᾿ οὐ σολοικίζει.

29.  ARIST. poet. 19; p. 1456b 15

Τί γὰρ ἄν τις ὑπολάβοι ἡμαρτῆσθαι ἃ Πρωταγορας ἐπιτιμᾶι ὅτι εὔχεσθαι οἰόμενος ἐπιτάττει εἰπών ᾿μῆνιν ἄειδε θεά᾿; τὸ γὰρ κελεῦσαι, φησί, ποιεῖν τι ἢ μή, ἐπίταξίς ἐστιν. Vgl. S. 526, 15 ff.)

30.  AMMON. SCHOL. HOMER. (Grenfell–Hunt Oxyrh. Pap. II p. 68) col. XII, 20; Φ 240

Πρωταγορας φησὶν πρὸς τὸ διαλαβεῖν τὴν μάχην τὸ ἐπεισόδιον γεγονέναι τὸ ἑξῆς τῆς Ξάνθου καὶ θνητοῦ μάχης ἵν᾿ εἰς τὴν θεομαχίαν μεταβῆι, τάχα δὲ ἵνα καὶ τὸν ᾿Αχιλλέα αὐξήσηι καὶ προκατα (?) τῶν η........ τοῖς κινδύνοις τωι ησ.......ς καταλαμβάνοντα τα...... ἐπ)ήδα δὲ οὐκ ἐν τῶι ῥείθρωι ἔτι ἀλλ᾿ ἐν τῶι πεδίωι.

 

B.  FRAGMENTE.

 

ΠΡΩΤΑΓΟΡΟΥ ΑΛΗΘΕΙΑ ἢ ΚΑΤΑΒΑΛΛΟΝΤΕΣ

 

1.  SEXT. adv. math. VII, 60

Καὶ Πρωταγόραν δὲ τὸν ᾿Αβδηρίτην ἐγκατέλεξάν τινες τῶι χορῶι τῶν ἀναιρούντων τὸ κριτήριον φιλοσόφων, ἐπεί φησι πάσας τὰς φαντασίας καὶ τὰς δόξας ἀληθεῖς ὑπάρχειν καὶ τῶν πρός τι εἶναι τὴν ἀλήθειαν διὰ τὸ πᾶν τὸ φανὲν ἢ δόξαν τινὶ εὐθέως πρὸς ἐκεῖνον ὑπάρχειν. Ἐναρχόμενος γοῦν τῶν Καταβαλλόντων ἀνεφώνησε·

πάντων χρημάτων μέτρον ἐστὶν ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν.

PLATO. Theaet. 151e-152a (Sokr. und Theaet.)

Κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλ᾿ ὃν ἔλεγε καὶ Πρωταγόρας. Τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. Φησὶ γάρ που πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δὲ μὴ ὄντων ὡς οὐκ ἔστιν. Ἀνέγνωκας γάρ που;

᾿Ανέγνωκα καὶ πολλάκις.

Οὐκοῦν οὕτως πως λέγει, ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται, τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ;

... Ἆρ᾿ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥιγῶι, ὁ δ᾿ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα;

Καὶ μάλα.

Πότερον οὖν τότε αὐτὸ ἐφ᾿ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσομεν, ἢ πεισόμεθα τῶι Πρωταγόραι ὅτι τῶι μὲν ῥιγῶντι ψυχρόν, τῶι δὲ μὴ οὔ;

῎Εοικεν.

Οὐκοῦν καὶ φαίνεται οὕτως ἑκατέρωι;

Ναί.

Τὸ δέ γε φαίνεται αἰσθάνεται ἔστιν;

῎Εστιν γάρ.

Φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. Οἷά γ᾿ ἄρ᾿ αἰσθάνεται ἕκαστος, τοιαῦτα ἑκάστωι καὶ κινδυνεύει εἶναι.

--  -- 161c

(Σωκράτης·) Τὰ μὲν ἄλλα μοι πάνυ ἡδέως εἴρηκεν, ὡς τὸ δοκοῦν ἑκάστωι τοῦτο καὶ ἔστιν· τὴν δ᾿ ἀρχὴν τοῦ λόγου τεθαύμακα, ὅτι οὐκ εἶπεν ἀρχόμενος τῆς ᾿Αληθείας ὅτι πάντων χρημάτων μέτρον ἐστὶν ὗς ἢ κυνοκέφαλος ἤ τι ἄλλο ἀτοπώτερον τῶν ἐχόντων αἴσθησιν, ἵνα μεγαλοπρεπῶς καὶ πάνυ καταφρονητικῶς ἤρξατο ἡμῖν λέγειν, ἐνδεικνύμενος ὅτι ἡμεῖς μὲν αὐτὸν ὥσπερ θεὸν ἐθαυμάζομεν ἐπὶ σοφίαι, ὁ δ᾿ ἄρα ἐτύγχανεν ὢν εἰς φρόνησιν οὐδὲν βελτίων βατράχου γυρίνου, μὴ ὅτι ἄλλου του ἀνθρώπων.

 

ΠΕΡΙ ΤΟΥ ΟΝΤΟΣ

 

2.  POPRHYR., ἀπὸ τοῦ α τῆς Φιλολόγου ἀκροάσεως b.  Eus., P. E. X, 3, 25

Σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία· ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου <κλοπάς>· ἐγὼ δ᾿ οὖν ἧι κατὰ τύχην περιπέπτωκα Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν. Euseb. fügt ζυ καὶ ταῦτ᾿ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις.

 

ΜΕΓΑΣ ΛΟΓΟΣ

 

3 .  ANECD. PAR. I, 171, 31 de Hippomacho B 3 (ed. Bohler Sophistae Protrept. fr. Lips. 1903; Πρωταγορας 46, 5)

Ὅτι ἐν τῶι ἐπιγραφομένωι Μεγάλωι λόγωι ὁ Πρωταγόρας εἶπε·

Φύσεως καὶ ἀσκήσεως διδασκαλία δεῖται

καὶ

)Απὸ νεότητος δὲ ἀρξαμένους δεῖ μανθάνειν.

Οὐκ ἂν δὲ ἔλεγε τοῦτο, εἰ αὐτὸς ὀψιμαθὴς ἦν, ὡς ἐνόμιζε καὶ ἔλεγεν ᾿Επίκουρος περὶ Πρωταγόρου (fr. 173 Us. 68 A 9). Vgl. PLATO Prot. 323 c ff. Identisch mit der ἀλήθεια ?

 

ΠΕΡΙ ΘΕΩΝ

 

4 .  EUS.  P. E. XIV, 3, 7

Ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼς ἑταῖρος ὁ Πρωταγορας ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾶιδε κεχρῆσθαι εἰσβολῆι ἐν τῶι Περὶ θεῶν συγγράμματι·

Περὶ μὲν θεῶν οὐκ οἶδα οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὡς οὐκ εἰσὶν οὔθ᾿ ὁποῖοί τινες ἰδέαν. DIOG. IX 51 (S. 525, 27) περὶ  ...  ἀνθρώπου. Vgl. A 2

Περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι, οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὡς οὐκ εἰσὶν οὔθ᾿ ὁποῖοί τινες ἰδέαν· πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι ἥ τ᾿ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου.

5.  DIOG. III, 37

Εὐφορίων (fr. 124 Meineke) δὲ καὶ Παναίτιος (fr. 50 Fowler) εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας (Platons), ἣν Πολιτείαν ᾿Αριστόξενός (fr. 33; FHG II, 282) φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι ᾿Αντιλογικοῖς.

--  III, 57

Πολιτείας ... ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόραι ἐν τοῖς ᾿Αντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρωι (fr. 21; FHG III, 580).

 

ZWEIFELHAFTE SCHRIFTEN.

 

ΤΕΧΝΗ ΕΡΙΣΤΙΚΩΝ

 

6. CIC., Brut. 12, 46 (aus Arist. Τεχνῶν συναγ. fr. 137 R)

scriptasque fuisse et paratas a Protagora rerum inlustrium disputationes, quae nunc communes appellantur loci.

QUINT. III, 1, 10

Abderites Protagoras, a quo decem milibus denariorum didicisse artem, quam edidit, Euathlus (s. S. 526, 25. 527, 12. 528, 17) dicitur.

-- III, 1, 12

horum primi communis locos tractasse dicuntur Protagoras, Gorgias, affectus Prodicus et Hippias et idem Protagoras et Thrasymachus.

 

ΠΕΡΙ ΤΩΝ ΜΑΩΗΜΑΤΩΝ (S. 526, 27)

 

7.  ARIST. Metaph. II, 2; p.. 997b 32

Οὐδὲ τοῦτο ἀληθές, ὡς ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστι μεγεθῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἂν φθειρομένων. Ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν οὐδὲ περὶ τὸν οὐρανὸν ἡ ἀστρολογία τόνδε. Οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦταί εἰσιν οἵας λέγει ὁ γεωμέτρης· οὐθὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον· ἅπτεται γὰρ τοῦ κανόνος οὐ κατὰ στιγμὴν ὁ κύκλος, ἀλλ᾿ ὥσπερ Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας, οὔτε ...

 

ΠΕΡΙ ΠΑΛΗΣ (S. 526, 27)

 

8. PLATO Soph. 232d-e

Τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῶι βουλομένωι μαθεῖν.

Τὰ Πρωταγόρειά μοι φαίνει περί τε πάλης καὶ τῶν ἄλλων τεχνῶν εἰρηκέναι ...

-- --  233a

Πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτ᾿ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;

Οὐδαμῶς.

 

ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ (S. 526, 27). S. B5

 

ΠΕΡΙ ΤΗΣ ΕΝ ΑΡΧΑΙ ΚΑΤΑΣΤΑΣΕΩΣ (S. 527, 1) Vgl. C 1.

 

ΠΕΡΙ ΦΙΛΟΤΙΜΙΑΣ (S. 527, 1)

 

ΠΕΡΙ ΑΡΕΤΩΝ (S. 527, 1)

 

ΠΕΡΙ ΤΩΝ ΟΥΚ ΟΡΘΩΣ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΠΡΑΣΣΟΜΕΝΩΝ (S. 527, 2)

 

ΠΡΟΣΤΑΚΤΙΚΟΣ (S. 527, 2)

 

ΔΙΚΗ ΥΠΕΡ ΜΙΣΘΟΥ (S. 527, 3).  Vgl. A 1 § 56. B. 6.

 

ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ (S. 527, 2).  Vgl. 55 B 0e ff.

 

9. [PLUT.] cons. ad Apoll. 33; p. 118e

Περικλέα δὲ τὸν ᾿Ολύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον Πάραλόν τε καὶ Ξάνθιππον ὥς φησι Πρωταγόρας εἰπὼν οὕτως·
᾿τῶν γὰρ υἱέων νεηνιῶν ὄντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ ταῖς πάσηισιν ἡμέρηισιν ἀποθανόντων, νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖς πολλοῖσι δόξαν· πᾶς γάρ τίς μιν ὁρῶν τὰ ἑαυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρεῖον ἐδόκει εἶναι καὶ ἑαυτοῦ κρείσσω, κάρτα εἰδὼς τὴν ἑαυτοῦ ἐν τοιοῖσδε πράγμασιν ἀμηχανίην᾿·

τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν ᾿βουλάς τ᾿ ἐξάρχοντ᾿ ἀγαθὰς᾿ (Hom. B 273) πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Αθηναίους.

10.  STOB. III (flor.) 29, 80

Πρωταγόρας ἔλεγε μηδὲν εἶναι μήτε τέχνην ἄνευ μελέτης μήτε μελέτην ἄνευ τέχνης.

11. [PLUTARCH.] περὶ ἀσκήσεως 178,25 [Rhein,. Mus. 27,526] P. ferner hat gesagt: Nicht sproßt Bildung in der Seele, wenn man nicht zu vieler Tiefe kommt.

 

SCHLECHTBEZEUGTES.

 

12. GRAECO-SYR. SPRÜCHE übers. v. Ryssel [Rhein. Mus. 51, 539 n. 32]

Protagoras hat gesagt : Mühsal und Arbeit und Unterricht und Erziehung und Weisheit sind der Ruhmeskranz, der geflochten wird von den Blumen einer beredten Zunge und denen aufs Haupt gesetzt wird, die ihn lieben. Schwer zwar ist die Zunge, doch ihre Blüten sind reich und immer neu, und die Zuschauer und die Beifallsspender und die Lehrer freuen sich und die Schiller machen Fortschritte und die Toren ärgern sich oder vielleicht ärgern sie sich auch nicht, weil sie nicht einsichtig genug sind.