Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

73 DIE SIEBEN WEISEN.

 

73 . Acousilaos  - 73b.  Sophistique ancienne : Nom et Concept

 

Les sept sages

 

 

 

73a. DIE SIEBEN WEISEN

 

1.  DIOG. I, 40-42

Περὶ δὴ τῶν ἑπτά (ἄξιον γὰρ ἐνταῦθα καθολικῶς κἀκείνων ἐπιμνησθῆναι) λόγοι φέρονται τοιοῦτοι. Δάμων ὁ Κυρηναῖος, γεγραφὼς Περὶ τῶν φιλοσόφων (FGH IV 277) , πᾶσιν ἐγκαλεῖ, μάλιστα δὲ τοῖς ἑπτά. ᾿Αναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῇ· ὁ δὲ Δικαίαρχος (fr. 28, FHG II 243 vgl. Hermes XXVII 120. 126) οὔτε σοφοὺς οὔτε φιλοσόφους φησὶν αὐτοὺς γεγονέναι, συνετοὺς δέ τινας καὶ νομοθετικούς. ᾿Αρχέτιμος δὲ ὁ Συρακούσιος ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλῳ, ᾗ καὶ αὐτός φησι παρατυχεῖν· ῎Εφορος (fr. 101, FGH I 262) δὲ παρὰ Κροίσῳ πλὴν Θαλοῦ. φασὶ δέ τινες καὶ ἐν Πανιωνίῳ καὶ ἐν Κορίνθῳ καὶ ἐν Δελφοῖς συνελθεῖν αὐτούς. (41) διαφωνοῦνται δὲ καὶ αἱ ἀποφάσεις αὐτῶν καὶ ἄλλου ἄλλο φασὶν εἶναι, ὡς ἐκεῖνο (81 B 7)·

ἦν Λακεδαιμόνιος Χίλων σοφός, ὃς τάδ᾿ ἔλεξε·
μηδὲν ἄγαν· καιρῷ πάντα πρόσεστι καλά.

στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν. Λεάνδριος μὲν γὰρ ἀντὶ Κλεοβούλου καὶ Μύσωνος Λεώφαντον Γορσιάδα, Λεβέδιον ἢ ᾿Εφέσιον, ἐγκρίνει καὶ ᾿Επιμενίδην τὸν Κρῆτα· Πλάτων δὲ ἐν Πρωταγόρᾳ (p. 343a) Μύσωνα ἀντὶ Περιάνδρου· ῎Εφορος δὲ (FGrH 70 F 182; II, 95) ἀντὶ Μύσωνος ᾿Ανάχαρσιν· οἱ δὲ καὶ Πυθαγόραν προσγράφουσιν. Δικαίαρχος δὲ τέσσαρας ὡμολογημένους ἡμῖν παραδίδωσι, Θαλῆν, Βίαντα, Πιττακόν, Σόλωνα. ἄλλους δὲ ὀνομάζει ἕξ, ὧν ἐκλέξασθαι τρεῖς, ᾿Αριστόδημον, Πάμφυλον, Χίλωνα Λακεδαιμόνιον, Κλεόβουλον, ᾿Ανάχαρσιν, Περίανδρον. ἔνιοι προστιθέασιν ᾿Ακουσίλαον (73 A 1) Κάβα ἢ Σκάβρα ᾿Αργεῖον. (42) ῞Ερμιππος δ᾿ ἐν τῷ Περὶ τῶν σοφῶν (FHG III, 37 fr 8) ἑπτακαίδεκά φησιν, ὧν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι·

εἶναι δὲ Σόλωνα, Θαλῆν, Πιττακόν, Βίαντα, Χίλωνα, <Μύσωνα,> Κλεόβουλον, Περίανδρον, ᾿Ανάχαρσιν, ᾿Ακουσίλαον, ᾿Επιμενίδην (68 B 1 S.

 493, 31), Λεώφαντον, Φερεκύδην (71. A 2a), ᾿Αριστόδημον, Πυθαγόραν, Λᾶσον Χαρμαντίδου ἢ Σισυμβρίνου, ἢ ὡς ᾿Αριστόξενος (fr. 52; FHG II, 285) Χαβρίνου, ῾Ερμιονέα, ᾿Αναξαγόραν (46 A 30. 33). ῾Ιππόβοτος δὲ ἐν τῇ Τῶν φιλοσόφων ἀναγραφῇ· ᾿Ορφέα, Λίνον, Σόλωνα, Περίανδρον, ᾿Ανάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, ᾿Επίχαρμον (13 A 6c), Πυθαγόραν.

2.  PLATO. Protag. 342e4 - 343b7

τούτων ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα· οὗτοι καὶ κοινῇ συνελθόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ ᾿Απόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες ὑμνοῦσιν, Γνῶθι σαυτόν καὶ Μηδὲν ἄγαν. τοῦ δὴ ἕνεκα ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική· καὶ δὴ καὶ τοῦ Πιττακοῦ ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν σοφῶν, τὸ Χαλεπὸν ἐσθλὸν ἔμμεναι.

-- Charm. 164d3-165a7

σχεδὸν γάρ τι ἔγωγε αὐτὸ τοῦτό φημι εἶναι σωφροσύνην, τὸ γιγνώσκειν ἑαυτόν, καὶ συμφέρομαι τῷ ἐν Δελφοῖς ἀναθέντι τὸ τοιοῦτον γράμμα. καὶ γὰρ τοῦτο οὕτω μοι δοκεῖ τὸ γράμμα ἀνακεῖσθαι, ὡς δὴ πρόσρησις οὖσα τοῦ θεοῦ τῶν εἰσιόντων ἀντὶ τοῦ Χαῖρε, ὡς τούτου μὲν οὐκ ὀρθοῦ ὄντος τοῦ προσρήματος, τοῦ χαίρειν, οὐδὲ δεῖν τοῦτο παρακελεύεσθαι ἀλλήλοις ἀλλὰ σωφρονεῖν. οὕτω μὲν δὴ ὁ θεὸς προσαγορεύει τοὺς εἰσιόντας εἰς τὸ ἱερὸν διαφέρον τι ἢ οἱ ἄνθρωποι, ὡς διανοούμενος ἀνέθηκεν ὁ ἀναθείς, ὥς μοι δοκεῖ· καὶ λέγει πρὸς τὸν ἀεὶ εἰσιόντα οὐκ ἄλλο τι ἢ Σωφρόνει, φησίν. αἰνιγματωδέστερον δὲ δή, ὡς μάντις, λέγει· τὸ γὰρ Γνῶθι σαυτόν καὶ τὸ Σωφρόνει ἔστιν μὲν ταὐτόν, ὡς τὰ γράμματά φησιν καὶ ἐγώ, τάχα δ᾿ ἄν τις οἰηθείη ἄλλο εἶναι, ὃ δή μοι δοκοῦσιν παθεῖν καὶ οἱ τὰ ὕστερον γράμματα ἀναθέντες, τό τε Μηδὲν ἄγαν καὶ τὸ ᾿Εγγύη πάρα δ᾿ ἄτη. καὶ γὰρ οὗτοι συμβουλὴν ᾠήθησαν εἶναι τὸ Γνῶθι σαυτόν, ἀλλ᾿ οὐ τῶν εἰσιόντων (ἕνεκεν) ὑπὸ τοῦ θεοῦ πρόσρησιν· εἶθ᾿ ἵνα δὴ καὶ σφεῖς μηδὲν ἧττον συμβουλὰς χρησίμους ἀναθεῖεν, ταῦτα γράψαντες ἀνέθεσαν.

3.  STOB. III, 1, 172  Hense

Δημητρίου Φαληρέως τῶν ἑπτὰ σοφῶν ἀποφθέγματα.

α. Κλεόβουλος Εὐαγόρου Λίνδιος ἔφη·

1. Μέτρον ἄριστον. 2. Πατέρα δεῖ αἰδεῖσθαι. 3. Εὖ τὸ σῶμα ἔχειν καὶ τὴν ψυχήν. 4. Φιλήκοον εἶναι καὶ μὴ πολύλαλον. 5. Πολυμαθῆ ἢ ἀμαθῆ. 6. Γλῶσσαν εὔφημον κεκτῆσθαι. 7. ᾿Αρετῆς οἰκεῖον <εἶναι>, κακίας ἀλλότριον. 8. ᾿Αδικίαν μισεῖν. Εὐσέβειαν φυλάσσειν. 9. Πολίταις τὰ βέλτιστα συμβουλεύειν. 10. ῾Ηδονῆς κρατεῖν. 11. Βίᾳ μηδὲν πράττειν. 12. Τέκνα παιδεύειν. 13. Τύχῃ εὔχεσθαι. 14. ῎Εχθρας διαλύειν. 15. Τὸν τοῦ δήμου ἐχθρὸν πολέμιον νομίζειν. 16. Γυναικὶ μὴ μάχεσθαι μηδὲ ἄγαν φρονεῖν ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν δύναται παρέχειν. 17. Οἰκέτας μεθύοντας μὴ κολάζειν· εἰ δὲ μή, δόξεις παροινεῖν. 18. Γαμεῖν ἐκ τῶν ὁμοίων· ἐὰν γὰρ ἐκ τῶν κρειττόνων, δεσπότας, οὐ συγγενεῖς κτήσῃ. 19. Μὴ ἐπιγέλα τῷ σκώπτοντι· ἀπεχθὴς γὰρ ἔσῃ τοῖς σκωπτομένοις. 30. Εὐποροῦντα μὴ ὑπερήφανον εἶναι, ἀποροῦντα μὴ ταπεινοῦσθαι.

β  Σόλων ᾿Εξηκεστίδου ᾿Αθηναῖος ἔφη·

1. Μηδὲν ἄγαν. 2. Κριτὴς μὴ κάθησο· εἰ δὲ μή, τῷ ληφθέντι ἐχθρὸς ἔσῃ. 3. ῾Ηδονὴν φεῦγε, ἥτις λύπην τίκτει. 4. Φύλασσε τρόπου καλοκαγαθίαν ὅρκου πιστοτέραν. 5. Σφραγίζου τοὺς μὲν λόγους σιγῇ, τὴν δὲ σιγὴν καιρῷ. 6. Μὴ ψεύδου, ἀλλ᾿ ἀλήθευε. 7. Τὰ σπουδαῖα μελέτα. 8. Τῶν γονέων μὴ λέγε δικαιότερα. 9. Φίλους μὴ ταχὺ κτῶ, οὓς δ᾿ ἂν κτήσῃ, μὴ ταχὺ ἀποδοκίμαζε. 10. ῎Αρχεσθαι μαθών, ἄρχειν ἐπιστήσῃ. 11. Εὐθύνας ἑτέρους ἀξιῶν διδόναι, καὶ αὐτὸς ὕπεχε. 12. Συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ βέλτιστα. 13. Τοῖς πολίταις μὴ θρασύνου. 14. Μὴ κακοῖς ὁμίλει. 15. Χρῶ τοῖς θεοῖς. 16. Φίλους εὐσέβει. 17. ῝Ο ἂν <μὴ> ἴδῃς μὴ λέγε. 18. Εἰδὼς σίγα. 19. Τοῖς ἑαυτοῦ πρᾷος ἴσθι. 20. Τὰ ἀφανῆ τοῖς φανεροῖς τεκμαίρου.

γ. Χείλων Δαμαγήτου Λακεδαιμόνιος ἔφη·

1. Γνῶθι σαυτόν. 2. Πίνων, μὴ πολλὰ λάλει· ἁμαρτήσῃ γάρ. 3. Μὴ ἀπείλει τοῖς ἐλευθέροις· οὐ γὰρ δίκαιον. 4. Μὴ κακολόγει τοὺς πλησίον· εἰ δὲ μή, ἀκούσῃ ἐφ᾿ οἷς λυπηθήσῃ. ᾿5. Επὶ τὰ δεῖπνα τῶν φίλων βραδέως πορεύου, ἐπὶ δὲ τὰς ἀτυχίας ταχέως. 6. Γάμους εὐτελεῖς ποιοῦ. 7. Τὸν τετελευτηκότα μακάριζε. 8. Πρεσβύτερον σέβου. 9. Τὸν τὰ ἀλλότρια περιεργαζόμενον μίσει. 10. Ζημίαν αἱροῦ μᾶλλον ἢ κέρδος αἰσχρόν· τὸ μὲν γὰρ ἅπαξ λυπήσει, τὸ δὲ ἀεί. 11. Τῷ δυστυχοῦντι μὴ ἐπιγέλα. 12. Τραχὺς ὤν, ἥσυχον σεαυτὸν πάρεχε, ὅπως σε αἰσχύνωνται μᾶλλον, ἢ φοβῶνται. 13. Τῆς ἰδίας οἰκίας προστάτει. 14. ῾Η γλῶσσά σου μὴ προτρεχέτω τοῦ νοῦ. 15. Θυμοῦ κράτει. 16. Μὴ ἐπιθύμει ἀδύνατα. 17. ᾿Εν ὁδῷ μὴ σπεῦδε προάγειν, 18. μηδὲ τὴν χεῖρα κινεῖν· μανικὸν γάρ. 19. Νόμοις πείθου. 20. ᾿Αδικούμενος διαλλάσσου· ὑβριζόμενος τιμωροῦ.

δ  Θαλῆς ᾿Εξαμίου Μιλήσιος ἔφη·

1. ᾿Εγγύα, πάρα δ᾿ ἄτα. 2. Φίλων παρόντων καὶ ἀπόντων μέμνησο. 3. Μὴ τὴν ὄψιν καλλωπίζου, ἀλλ᾿ ἐν τοῖς ἐπιτηδεύμασιν ἴσθι καλός. 4. Μὴ πλούτει κακῶς. 5. Μή σε διαβαλλέτω λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας. 6. Κολακεύειν γονεῖς μὴ ὄκνει. 7. Μὴ προσδέχου τὸ φαῦλον. 8. Οἵους ἂν ἐράνους ἐνέγκῃς τοῖς γονεῦσι, τούτους αὐτοὺς ἐν τῷ γήρᾳ παρὰ τῶν τέκνων προσδέχου. 9. Χαλεπὸν τὸ εὖ γνῶναι. 10. ῞Ηδιστον τὸ ἐπιθυμίας τυχεῖν. 11. ᾿Ανιαρὸν ἀργία. 12. Βλαβερὸν ἀκρασία. 13. Βαρὺ ἀπαιδευσία. 14. Δίδασκε καὶ μάνθανε τὸ ἄμεινον. 15. ᾿Αργὸς μὴ ἴσθι, μηδ᾿ ἂν πλουτῇς. 16. Κακὰ ἐν οἴκῳ κρύπτε. 17. Φθόνου χάριν μὴ οἰκτείρου. 18. Μέτρῳ χρῷ. 19. Μὴ πᾶσι πίστευε. 20. ῎Αρχων κόσμει σεαυτόν.

ε Πιττακὸς ᾿Υρραδίου Λέσβιος ἔφη·

1. Καιρὸν γνῶθι. 2. ῝Ο μέλλεις ποιεῖν, μὴ λέγε· ἀποτυχὼν γὰρ καταγελασθήσῃ. 3. Τοῖς ἐπιτηδείοις χρῶ. 4. ῞Οσα νεμεσᾷς τῷ πλησίον, αὐτὸς μὴ ποίει. 5. ᾿Απραγοῦντα μὴ ὀνείδιζε· ἐπὶ γὰρ τούτοις νέμεσις θεῶν κάθηται. 6. Παρακαταθήκας ἀπόδος. 7. ᾿Ανέχου ὑπὸ τῶν πλησίον μικρὰ ἐλαττούμενος. 8. Τὸν φίλον κακῶς μὴ λέγε, μηδ᾿ εὖ τὸν ἐχθρόν· ἀσυλλόγιστον γὰρ τὸ τοιοῦτον. 9. Δεινὸν συνιδεῖν τὸ μέλλον, ἀσφαλὲς τὸ γενόμενον. 10. Πιστὸν γῆ, ἄπιστον θάλασσα. 11. ῎Απληστον κέρδος. 12. Κτῆσαι ἀίδια· θεραπείαν, εὐσέβειαν, παιδείαν, σωφροσύνην, φρόνησιν, ἀλήθειαν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρείαν, ἐπιμέλειαν, οἰκονομίαν, τέχνην.

ζ  Βίας Τευταμίδου Πριηνεὺς ἔφη·

1. Οἱ πλεῖστοι ἄνθρωποι κακοί. 2. ᾿Ες τὸ ἔσοπτρον [ἔφη] ἐμβλέψαντα δεῖ, εἰ μὲν καλὸς φαίνῃ, καλὰ ποιεῖν, εἰ δὲ αἰσχρός, τὸ τῆς φύσεως ἐλλιπὲς διορθοῦσθαι τῇ καλοκαγαθίᾳ. 3. Βραδέως ἐγχείρει· ὃ δ᾿ ἂν ἄρξῃ, διαβεβαιοῦ. 4. Μίσει τὸ ταχὺ λαλεῖν, μὴ ἁμάρτῃς· μετάνοια γὰρ ἀκολουθεῖ. 5. Μήτ᾿ εὐήθης ἴσθι, μήτε κακοήθης. 6. ᾿Αφροσύνην μὴ προσδέχου. 7. Φρόνησιν ἀγάπα. 8. Περὶ θεῶν λέγε, ὡς εἰσὶ θεοί. 9. Νόει τὸ πραττόμενον. 10. ῎Ακουε πολλά. 11. Λάλει καίρια. 12. Πένης ὢν πλουσίοις μὴ ἐπιτίμα, ἢν μὴ μέγα ὠφελῇς. 13. ᾿Ανάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον. 14. Πείσας λάβε, μὴ βιασάμενος. 15. ῞Ο τι ἂν ἀγαθὸν πράσσῃς, θεούς. μὴ σεαυτὸν αἰτιῶ. 16. Κτῆσαι ἐν μὲν νεότητι εὐπραξίαν, ἐν δὲ τῷ γήρᾳ σοφίαν. 17. ῞Εξεις ἔργῳ μνήμην, καιρῷ εὐλάβειαν, τρόπῳ γενναιότητα, πόνῳ ἐγκράτειαν, φόβῳ εὐσέβειαν, πλούτῳ φιλίαν, λόγῳ πειθώ, σιγῇ κόσμον, γνώμῃ δικαιοσύνην, τόλμῃ ἀνδρείαν, πράξει δυναστείαν, δόξῃ ἡγεμονίαν.

η Περίανδρος Κυψέλου Κορίνθιος ἔφη·

1. Μελέτα τὸ πᾶν. Καλὸν ἡσυχία· ἐπισφαλὲς προπέτεια. 2. Κέρδος αἰσχρὸν φύσεως κατηγορία. 3. Δημοκρατία κρεῖττον τυραννίδος. 4. Αἱ μὲν ἡδοναὶ θνηταί, αἱ δ᾿ ἀρεταὶ ἀθάνατοι. 5. Εὐτυχῶν μὲν μέτριος ἴσθι, ἀτυχῶν δὲ φρόνιμος. 6. Φειδόμενον κρεῖττον ἀποθανεῖν ἢ ζῶντα ἐνδεῖσθαι. 7. Σεαυτὸν ἄξιον παρασκεύαζε τῶν γονέων. 8. Ζῶν μὲν ἐπαινοῦ, ἀποθανὼν δὲ μακαρίζου. 9. Φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι. 10. ῝Ον ἂν ἑκὼν ὁμολογήσῃς πονηρόν, παράβαινε. 11. Λόγων ἀποῤῥήτων ἐκφορὰν μὴ ποιοῦ. 12. Λοιδοροῦ ὡς ταχὺ φίλος ἐσόμενος. 13. Τοῖς μὲν νόμοις παλαιοῖς χρῶ, τοῖς δ᾿ ὄψοις προσφάτοις. 14. Μὴ μόνον τοὺς ἁμαρτάνοντας κόλαζε, ἀλλὰ καὶ τοὺς μέλλοντας κώλυε. 15. Δυστυχῶν κρύπτε, ἵνα μὴ τοὺς ἐχθροὺς εὐφράνῃς.