PLATON
Ἀλκιβιάδης α'
|
(103a) ΣΩΚΡΑΤΗΣ Ὦ παῖ Κλεινίου, οἶμαί σε θαυμάζειν ὅτι πρῶτος ἐραστής σου γενόμενος τῶν ἄλλων πεπαυμένων μόνος οὐκ ἀπαλλάττομαι, καὶ ὅτι οἱ μὲν ἄλλοι δι´ ὄχλου ἐγένοντό σοι διαλεγόμενοι, ἐγὼ δὲ τοσούτων ἐτῶν οὐδὲ προσεῖπον. Τούτου δὲ τὸ αἴτιον γέγονεν οὐκ ἀνθρώπειον, ἀλλά τι δαιμόνιον ἐναντίωμα, οὗ σὺ τὴν δύναμιν καὶ ὕστερον πεύσῃ. Νῦν δὲ (103b) ἐπειδὴ οὐκέτι ἐναντιοῦται, οὕτω προσελήλυθα· εὔελπις δ´ εἰμὶ καὶ τὸ λοιπὸν μὴ ἐναντιώσεσθαι αὐτό. Σχεδὸν οὖν κατανενόηκα ἐν τούτῳ τῷ χρόνῳ σκοπούμενος ὡς πρὸς τοὺς ἐραστὰς ἔσχες· πολλῶν γὰρ γενομένων καὶ μεγαλοφρόνων οὐδεὶς ὃς οὐχ ὑπερβληθεὶς τῷ φρονήματι ὑπὸ σοῦ πέφευγεν. (104a) Τὸν δὲ λόγον, ᾧ ὑπερπεφρόνηκας, ἐθέλω διελθεῖν. Οὐδενὸς φῂς ἀνθρώπων ἐνδεὴς εἶναι εἰς οὐδέν· τὰ γὰρ ὑπάρχοντά σοι μεγάλα εἶναι, ὥστε μηδενὸς δεῖσθαι, ἀπὸ τοῦ σώματος ἀρξάμενα τελευτῶντα εἰς τὴν ψυχήν. Οἴει γὰρ δὴ εἶναι πρῶτον μὲν κάλλιστός τε καὶ μέγιστος - καὶ τοῦτο μὲν δὴ παντὶ δῆλον ἰδεῖν ὅτι οὐ ψεύδῃ - ἔπειτα νεανικωτάτου γένους ἐν τῇ σεαυτοῦ πόλει, οὔσῃ μεγίστῃ τῶν Ἑλληνίδων, καὶ (104b) ἐνταῦθα πρὸς πατρός τέ σοι φίλους καὶ συγγενεῖς πλείστους εἶναι καὶ ἀρίστους, οἳ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι, τούτων δὲ τοὺς πρὸς μητρὸς οὐδὲν χείρους οὐδ´ ἐλάττους. Συμπάντων δὲ ὧν εἶπον μείζω οἴει σοι δύναμιν ὑπάρχειν Περικλέα τὸν Ξανθίππου, ὃν ὁ πατὴρ ἐπίτροπον κατέλιπε σοί τε καὶ τῷ ἀδελφῷ· ὃς οὐ μόνον ἐν τῇδε τῇ πόλει δύναται πράττειν ὅτι ἂν βούληται, ἀλλ´ ἐν πάσῃ τῇ Ἑλλάδι καὶ τῶν βαρβάρων ἐν πολλοῖς καὶ μεγάλοις γένεσιν. Προσθήσω δὲ καὶ ὅτι τῶν (104c) πλουσίων· δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μέγα φρονεῖν. Κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν, καί σε ταῦτ´ οὐ λέληθεν· ὅθεν δὴ εὖ οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ ἥντιν´ ἔχων ἐλπίδα ὑπομένω τῶν ἄλλων πεφευγότων. ΑΛΚΙΒΙΑΔΗΣ Καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ´ ὅτι σμικρόν (104d) με ἔφθης. Ἐγὼ γάρ τοι ἐν νῷ εἶχον πρότερός σοι προσελθὼν αὐτὰ ταῦτ´ ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρών· τῷ ὄντι γὰρ θαυμάζω ὅτι ποτ´ ἐστὶ τὸ σὸν πρᾶγμα, καὶ ἥδιστ´ ἂν πυθοίμην. ΣΩΚΡΑΤΗΣ Ἀκούσῃ μὲν ἄρα μου, ὡς τὸ εἰκός, προθύμως, εἴπερ, ὡς φῄς, ἐπιθυμεῖς εἰδέναι τί διανοοῦμαι, καὶ ὡς ἀκουσομένῳ καὶ περιμενοῦντι λέγω. ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ μὲν οὖν· ἀλλὰ λέγε. (104e) ΣΩΚΡΑΤΗΣ Ὅρα δή· οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἰ, ὥσπερ μόγις ἠρξάμην, οὕτω μόγις καὶ παυσαίμην. ΑΛΚΙΒΙΑΔΗΣ Ὠγαθὲ λέγε· ἀκούσομαι γάρ. ΣΩΚΡΑΤΗΣ Λεκτέον ἂν εἴη. Χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν. Ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, [105] ὥς (105a) γε δὴ ἐμαυτὸν πείθω· νῦν δ´ ἕτερ´ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα. Δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν· « Ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις, ἢ αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι; » Δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι· ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε ἐλπίδι ζῇς, ἐγὼ φράσω. Ἠγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων (105b) δῆμον παρέλθῃς - τοῦτο δ´ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν - παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτ´ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ τοῦτ´ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν δ´ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. Καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ, (105c) διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδ´ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι. Ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ οἶδα καὶ οὐκ εἰκάζω. Ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω, «Τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτ´ ἐστί σοι πρὸς (105d) λόγον; [Ὂν ἔφησθα ἐρεῖν, διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ;] » Ἐγὼ δὲ σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης. Τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον· τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει. Ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι (105e) αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ {ὅτι} οὐδὲν ὅτι οὐ παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον δυνήσεσθαι ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς οὔτ´ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι. Νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν, ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, [106] ἵνα μὴ μάτην (106a) διαλεγοίμην. Νῦν δ´ ἐφῆκεν· νῦν γὰρ ἄν μου ἀκούσαις. ΑΛΚΙΒΙΑΔΗΣ Πολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ ὅτε σιγῶν εἵπου· καίτοι σφόδρα γε ἦσθ´ ἰδεῖν καὶ τότε τοιοῦτος. Εἰ μὲν οὖν ἐγὼ ταῦτα διανοοῦμαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν μοι ἔσται πλέον πρὸς τὸ πείθειν σε. Εἶεν· εἰ δὲ δὴ ὅτι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο; Ἔχεις λέγειν; (106b) ΣΩΚΡΑΤΗΣ Ἆρ´ ἐρωτᾷς εἴ τιν´ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι; Οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν· ἀλλ´ ἐνδείξασθαι μέν σοι, ὡς ἐγᾦμαι, οἷός τ´ ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἓν μόνον μοι ἐθελήσῃς βραχὺ ὑπηρετῆσαι. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ εἴ γε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα, ἐθέλω. ΣΩΚΡΑΤΗΣ Ἦ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνασθαι τὰ ἐρωτώμενα; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ χαλεπόν. ΣΩΚΡΑΤΗΣ Ἀποκρίνου δή. ΑΛΚΙΒΙΑΔΗΣ Ἐρώτα. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ, ἅ φημί σε (106c) διανοεῖσθαι; ΑΛΚΙΒΙΑΔΗΣ Ἔστω, εἰ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅτι καὶ ἐρεῖς. ΣΩΚΡΑΤΗΣ Φέρε δή· διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμβουλεύσων Ἀθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου· εἰ οὖν μέλλοντός σου ἰέναι ἐπὶ τὸ βῆμα λαβόμενος ἐροίμην· « Ὦ Ἀλκιβιάδη, ἐπειδὴ περὶ τίνος Ἀθηναῖοι διανοοῦνται βουλεύεσθαι, ἀνίστασαι συμβουλεύσων; Ἆρ´ ἐπειδὴ περὶ ὧν σὺ ἐπίστασαι βέλτιον ἢ οὗτοι; » Τί ἂν ἀποκρίναιο; (106d) ΑΛΚΙΒΙΑΔΗΣ Εἴποιμ´ ἂν δήπου, περὶ ὧν οἶδα βέλτιον ἢ οὗτοι. ΣΩΚΡΑΤΗΣ Περὶ ὧν ἄρ´ εἰδὼς τυγχάνεις, ἀγαθὸς σύμβουλος εἶ. ΑΛΚΙΒΙΑΔΗΣ Πῶς γὰρ οὔ; ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ταῦτα μόνον οἶσθα, ἃ παρ´ ἄλλων ἔμαθες ἢ αὐτὸς ἐξηῦρες; ΑΛΚΙΒΙΑΔΗΣ Ποῖα γὰρ ἄλλα; ΣΩΚΡΑΤΗΣ Ἔστιν οὖν ὅπως ἄν ποτε ἔμαθές τι ἢ ἐξηῦρες μήτε μανθάνειν ἐθέλων μήτ´ αὐτὸς ζητεῖν; ΑΛΚΙΒΙΑΔΗΣ Οὐκ ἔστιν. ΣΩΚΡΑΤΗΣ Τί δέ; Ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. (106e) ΣΩΚΡΑΤΗΣ Ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι; ΑΛΚΙΒΙΑΔΗΣ Ἀνάγκη. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα· εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ. Ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. Ταῦτ´ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθ´ ἡμέραν ἐξιὼν ἔνδοθεν. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων. [107] (107a) ΣΩΚΡΑΤΗΣ Πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων; ΑΛΚΙΒΙΑΔΗΣ Μὰ Δί´ οὐκ ἔγωγε. ΣΩΚΡΑΤΗΣ Ἀλλ´ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ; ΑΛΚΙΒΙΑΔΗΣ Οὐδαμῶς. ΣΩΚΡΑΤΗΣ Οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ. ΑΛΚΙΒΙΑΔΗΣ Οὐ μέντοι. ΣΩΚΡΑΤΗΣ Ὅταν οὖν περὶ τίνος βουλεύωνται; Οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας. ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει. (107b) ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται; ΑΛΚΙΒΙΑΔΗΣ Οὔ. ΣΩΚΡΑΤΗΣ Μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ. ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής. ΑΛΚΙΒΙΑΔΗΣ Πῶς γὰρ οὔ; ΣΩΚΡΑΤΗΣ Εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος. ΑΛΚΙΒΙΑΔΗΣ Πῶς γὰρ οὔ; ΣΩΚΡΑΤΗΣ Ἀλλ´ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, (107c) πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον. ΑΛΚΙΒΙΑΔΗΣ Εἰκότως γε. ΣΩΚΡΑΤΗΣ Ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ; ΑΛΚΙΒΙΑΔΗΣ Ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι; ΑΛΚΙΒΙΑΔΗΣ Οὐκ ἔγωγε, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. Τοῦτ´ αἴτιον ἢ ἄλλο τι; ΑΛΚΙΒΙΑΔΗΣ Οὔκ, ἀλλὰ τοῦτο. (107d) ΣΩΚΡΑΤΗΣ Ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται; ΑΛΚΙΒΙΑΔΗΣ Ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων. ΣΩΚΡΑΤΗΣ Ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Χρὴ δ´ οὐχ οἷς βέλτιον; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. (107e) ΣΩΚΡΑΤΗΣ Καὶ τόθ´ ὁπότε βέλτιον; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ γε. ΣΩΚΡΑΤΗΣ Καὶ τοσοῦτον χρόνον ὅσον ἄμεινον; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Εἰ οὖν βουλεύοιντο Ἀθηναῖοι τίσιν χρὴ προσπαλαίειν καὶ τίσιν ἀκροχειρίζεσθαι καὶ τίνα τρόπον, σὺ ἄμεινον ἂν συμβουλεύοις ἢ ὁ παιδοτρίβης; ΑΛΚΙΒΙΑΔΗΣ Ὁ παιδοτρίβης δήπου. ΣΩΚΡΑΤΗΣ Ἔχεις οὖν εἰπεῖν πρὸς τί ἂν βλέπων ὁ παιδοτρίβης συμβουλεύσειεν οἷς δεῖ προσπαλαίειν καὶ οἷς μή, καὶ ὁπότε καὶ ὅντινα τρόπον; Λέγω δὲ τὸ τοιόνδε· ἆρα τούτοις δεῖ προσπαλαίειν οἷς βέλτιον, ἢ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. [108] (108a) ΣΩΚΡΑΤΗΣ Ἆρα καὶ τοσαῦτα ὅσα ἄμεινον; ΑΛΚΙΒΙΑΔΗΣ Τοσαῦτα. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν καὶ τότε ὅτε ἄμεινον; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ γε. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ μὴν καὶ ᾄδοντα δεῖ κιθαρίζειν ποτὲ πρὸς τὴν ᾠδὴν καὶ βαίνειν; ΑΛΚΙΒΙΑΔΗΣ Δεῖ γάρ. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν τότε ὁπότε βέλτιον; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Καὶ τοσαῦθ´ ὅσα βέλτιον; ΑΛΚΙΒΙΑΔΗΣ Φημί. ΣΩΚΡΑΤΗΣ Τί οὖν; Ἐπειδὴ βέλτιον μὲν ὠνόμαζες ἐπ´ ἀμφοτέροις, (108b) τῷ τε κιθαρίζειν πρὸς τὴν ᾠδὴν καὶ τῷ προσπαλαίειν, τί καλεῖς τὸ ἐν τῷ κιθαρίζειν βέλτιον, ὥσπερ ἐγὼ τὸ ἐν τῷ παλαίειν καλῶ γυμναστικόν· σὺ δ´ ἐκεῖνο τί καλεῖς; ΑΛΚΙΒΙΑΔΗΣ Οὐκ ἐννοῶ. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ πειρῶ ἐμὲ μιμεῖσθαι. Ἐγὼ γάρ που ἀπεκρινάμην τὸ διὰ παντὸς ὀρθῶς ἔχον, ὀρθῶς δὲ δήπου ἔχει τὸ κατὰ τὴν τέχνην γιγνόμενον· ἢ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Ἡ δὲ τέχνη οὐ γυμναστικὴ ἦν; ΑΛΚΙΒΙΑΔΗΣ Πῶς δ´ οὔ; (108c) ΣΩΚΡΑΤΗΣ Ἐγὼ δ´ εἶπον τὸ ἐν τῷ παλαίειν βέλτιον γυμναστικόν. ΑΛΚΙΒΙΑΔΗΣ Εἶπες γάρ. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν καλῶς; ΑΛΚΙΒΙΑΔΗΣ Ἔμοιγε δοκεῖ. ΣΩΚΡΑΤΗΣ Ἴθι δὴ καὶ σύ - πρέποι γὰρ ἄν που καὶ σοὶ τὸ καλῶς διαλέγεσθαι - εἰπὲ πρῶτον τίς ἡ τέχνη ἧς τὸ κιθαρίζειν καὶ τὸ ᾄδειν καὶ τὸ ἐμβαίνειν ὀρθῶς; Συνάπασα τίς καλεῖται; Οὔπω δύνασαι εἰπεῖν; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Ἀλλ´ ὧδε πειρῶ· τίνες αἱ θεαὶ ὧν ἡ τέχνη; ΑΛΚΙΒΙΑΔΗΣ Τὰς Μούσας, ὦ Σώκρατες, λέγεις; (108d) ΣΩΚΡΑΤΗΣ Ἔγωγε. Ὅρα δή· τίνα ἀπ´ αὐτῶν ἐπωνυμίαν ἡ τέχνη ἔχει; ΑΛΚΙΒΙΑΔΗΣ Μουσικήν μοι δοκεῖς λέγειν. ΣΩΚΡΑΤΗΣ Λέγω γάρ. Τί οὖν τὸ κατὰ ταύτην ὀρθῶς γιγνόμενόν ἐστιν; Ὥσπερ ἐκεῖ ἐγώ σοι τὸ κατὰ τὴν τέχνην ἔλεγον ὀρθῶς, τὴν γυμναστικήν, καὶ σὺ δὴ οὖν οὕτως ἐνταῦθα τί φῄς; Πῶς γίγνεσθαι; ΑΛΚΙΒΙΑΔΗΣ Μουσικῶς μοι δοκεῖ. ΣΩΚΡΑΤΗΣ Εὖ λέγεις. Ἴθι δή, καὶ τὸ ἐν τῷ πολεμεῖν βέλτιον καὶ τὸ ἐν τῷ εἰρήνην ἄγειν, τοῦτο τὸ βέλτιον τί (108e) ὀνομάζεις; Ὥσπερ ἐκεῖ ἐφ´ ἑκάστῳ ἔλεγες τὸ ἄμεινον, ὅτι μουσικώτερον καὶ ἐπὶ τῷ ἑτέρῳ, ὅτι γυμναστικώτερον· πειρῶ δὴ καὶ ἐνταῦθα λέγειν τὸ βέλτιον. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ οὐ πάνυ τι ἔχω. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν «Τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη; » Περὶ μὲν τούτων ἔχειν εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ οὗ [109] περὶ δὲ οὗ (109a) προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δ´, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; Ἢ οὐκ αἰσχρὸν φανεῖται; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ γε. ΣΩΚΡΑΤΗΣ Σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ; ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι. ΣΩΚΡΑΤΗΣ Οὐδ´ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα; (109b) ΑΛΚΙΒΙΑΔΗΣ Ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι. ΣΩΚΡΑΤΗΣ Ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; Πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε. ΑΛΚΙΒΙΑΔΗΣ Ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως; ΣΩΚΡΑΤΗΣ Αὐτὸ τοῦτο. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν. ΣΩΚΡΑΤΗΣ Τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας; (109c) ΑΛΚΙΒΙΑΔΗΣ Δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε. ΣΩΚΡΑΤΗΣ Οὐ γὰρ νόμιμον τοῦθ´, ὡς ἔοικεν. ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι. ΣΩΚΡΑΤΗΣ Πρὸς ταῦτ´ ἄρα καὶ σὺ {τὸ δίκαιον} τοὺς λόγους ποιήσῃ; ΑΛΚΙΒΙΑΔΗΣ Ἀνάγκη. ΣΩΚΡΑΤΗΣ Ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; Ἢ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Φαίνεταί γε. (109d) ΣΩΚΡΑΤΗΣ Πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; Πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; Καὶ τίς ἐστιν οὗτος; Φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ. ΑΛΚΙΒΙΑΔΗΣ Σκώπτεις, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστ´ ἂν ἐπιορκήσαιμι· ἀλλ´ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν. (109e) ΑΛΚΙΒΙΑΔΗΣ Τί δ´ εἰ μὴ ἔχω; Οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων; ΣΩΚΡΑΤΗΣ Ναί, εἴ γε εὕροις. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ οὐκ ἂν εὑρεῖν με ἡγῇ; ΣΩΚΡΑΤΗΣ Καὶ μάλα γε, εἰ ζητήσαις. ΑΛΚΙΒΙΑΔΗΣ Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με; ΣΩΚΡΑΤΗΣ Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. ΑΛΚΙΒΙΑΔΗΣ Εἶτα οὐκ ἦν ὅτ´ εἶχον οὕτω; ΣΩΚΡΑΤΗΣ Καλῶς λέγεις. Ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον [110] (110a) ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; Φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; Ἢ ᾤου; Καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ ᾤμην εἰδέναι. ΣΩΚΡΑΤΗΣ Τρίτον δ´ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως; ΑΛΚΙΒΙΑΔΗΣ Ἔγωγε. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. Ἦ γάρ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι. ΑΛΚΙΒΙΑΔΗΣ Πῶς εὖ οἶσθα; (110b) ΣΩΚΡΑΤΗΣ Πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ· ἢ οὐκ ἀληθῆ λέγω; ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ; ΣΩΚΡΑΤΗΣ Σὺ δ´ εἰ τύχοις ἀγνοῶν εἴτ´ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ ποιεῖν; (110c) ΑΛΚΙΒΙΑΔΗΣ Μὰ Δί´ ἀλλ´ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην. ΣΩΚΡΑΤΗΣ Ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα. ΑΛΚΙΒΙΑΔΗΣ Ἔγωγε· καὶ ἠπιστάμην γε. ΣΩΚΡΑΤΗΣ Ἐν ποίῳ χρόνῳ ἐξευρών; Οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι. ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Πότε οὖν ἀγνοεῖν ἡγοῦ; Σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον. ΑΛΚΙΒΙΑΔΗΣ Μὰ τὸν Δί´, ὦ Σώκρατες, οὔκουν ἔχω γ´ εἰπεῖν. (110d) ΣΩΚΡΑΤΗΣ Εὑρὼν μὲν ἄρ´ οὐκ οἶσθα αὐτά. ΑΛΚΙΒΙΑΔΗΣ Οὐ πάνυ φαίνομαι. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθ´ ηὗρες μήτ´ ἔμαθες, πῶς οἶσθα καὶ πόθεν; ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών. ΣΩΚΡΑΤΗΣ Τὸ δὲ πῶς εἶχεν; ΑΛΚΙΒΙΑΔΗΣ Ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι. ΣΩΚΡΑΤΗΣ Πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. Παρὰ τοῦ; Φράζε κἀμοί. (110e) ΑΛΚΙΒΙΑΔΗΣ Παρὰ τῶν πολλῶν. ΣΩΚΡΑΤΗΣ Οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς ἀναφέρων. ΑΛΚΙΒΙΑΔΗΣ Τί δέ; Οὐχ ἱκανοὶ διδάξαι οὗτοι; ΣΩΚΡΑΤΗΣ Οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. Τί δέ; Σὺ οὐχ οὕτως οἴει; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα; ΑΛΚΙΒΙΑΔΗΣ Οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τ´ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ πεττεύειν. ΣΩΚΡΑΤΗΣ Ποῖα ταῦτα; [111] (111a) ΑΛΚΙΒΙΑΔΗΣ Οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγ´ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλ´ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους. ΣΩΚΡΑΤΗΣ Ἀλλ´, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντ´ ἂν αὐτῶν εἰς διδασκαλίαν. ΑΛΚΙΒΙΑΔΗΣ Τί δή; ΣΩΚΡΑΤΗΣ Ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν. ΑΛΚΙΒΙΑΔΗΣ Τί τοῦτο λέγεις; ΣΩΚΡΑΤΗΣ Οὐκ οἶσθ´ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν (111b) αὐτοὺς πρῶτον εἰδέναι; Ἢ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Πῶς γὰρ οὔ; ΣΩΚΡΑΤΗΣ Οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Ἐν οἷς δ´ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν; ΑΛΚΙΒΙΑΔΗΣ Οὐδαμῶς. ΣΩΚΡΑΤΗΣ Τί οὖν; Δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον; Καὶ ἐάν τινα ἐρωτᾷς, ἆρ´ οὐ τὰ αὐτὰ (111c) ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον; Ὡσαύτως καὶ πάνθ´ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν εἰς μὲν ταῦθ´, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ μὲν ταῦθ´ αἱ δ´ ἄλλα φάσκουσαι; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ γάρ. ΣΩΚΡΑΤΗΣ Εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί. (111d) ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ γε. ΣΩΚΡΑΤΗΣ Τί δ´ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρ´ ἔτι οἱ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ (111e) κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν; ΑΛΚΙΒΙΑΔΗΣ Ἔμοιγε. ΣΩΚΡΑΤΗΣ Τί δ´ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλ´ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρ´ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Ἦν δ´ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας αὐτοὺς διαφερομένους; ΑΛΚΙΒΙΑΔΗΣ Ἔμοιγε. ΣΩΚΡΑΤΗΣ Τί δὲ δή; Νῦν περὶ τῶν δικαίων καὶ ἀδίκων ἀνθρώπων [112] (112a) καὶ πραγμάτων οἱ πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις; ΑΛΚΙΒΙΑΔΗΣ Ἥκιστα νὴ Δί´, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Τί δέ; Μάλιστα περὶ αὐτῶν διαφέρεσθαι; ΑΛΚΙΒΙΑΔΗΣ Πολύ γε. ΣΩΚΡΑΤΗΣ Οὔκουν οἴομαί γε πώποτέ σε ἰδεῖν οὐδ´ ἀκοῦσαι σφόδρα οὕτω διαφερομένους ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μή, ὥστε διὰ ταῦτα μάχεσθαί τε καὶ ἀποκτεινύναι ἀλλήλους. ΑΛΚΙΒΙΑΔΗΣ Οὐ δῆτα. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγ´ οἶδ´ ὅτι, (112b) καὶ εἰ μὴ ἑώρακας, ἀκήκοας γοῦν ἄλλων τε πολλῶν καὶ Ὁμήρου· καὶ Ὀδυσσείας γὰρ καὶ Ἰλιάδος ἀκήκοας. ΑΛΚΙΒΙΑΔΗΣ Πάντως δήπου, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Καὶ αἱ μάχαι γε καὶ οἱ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε Ἀχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ Ὀδυσσεῖ. (112c) ΑΛΚΙΒΙΑΔΗΣ Ἀληθῆ λέγεις. ΣΩΚΡΑΤΗΣ Οἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ {Κλεινίας} ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν· ἦ γάρ; ΑΛΚΙΒΙΑΔΗΣ Ἀληθῆ λέγεις. ΣΩΚΡΑΤΗΣ Τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως (112d) σφόδρα διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται; ΑΛΚΙΒΙΑΔΗΣ Οὐ φαίνεταί γε. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν εἰς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι; ΑΛΚΙΒΙΑΔΗΣ Ἔοικα. ΣΩΚΡΑΤΗΣ Πῶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ παρ´ οὐδενὸς οὔτ´ αὐτὸς ἐξευρών; ΑΛΚΙΒΙΑΔΗΣ Ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός. (112e) ΣΩΚΡΑΤΗΣ Ὁρᾷς αὖ τοῦθ´ ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη; ΑΛΚΙΒΙΑΔΗΣ Τὸ ποῖον; ΣΩΚΡΑΤΗΣ Ὅτι ἐμὲ φῂς ταῦτα λέγειν. ΑΛΚΙΒΙΑΔΗΣ Τί δέ; Οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων; ΣΩΚΡΑΤΗΣ Οὐ μέντοι. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ ἐγώ; ΣΩΚΡΑΤΗΣ Ναί. ΑΛΚΙΒΙΑΔΗΣ Πῶς δή; ΣΩΚΡΑΤΗΣ Ὧδε εἴσῃ. Ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο; ΑΛΚΙΒΙΑΔΗΣ Ἔγωγε. ΣΩΚΡΑΤΗΣ Πόσῳ; ΑΛΚΙΒΙΑΔΗΣ Ἑνί. ΣΩΚΡΑΤΗΣ Πότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω; ΑΛΚΙΒΙΑΔΗΣ Ἐγώ. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δ´ ἀπεκρίνου; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. [113] (113a) ΣΩΚΡΑΤΗΣ Περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος; ΑΛΚΙΒΙΑΔΗΣ Ἐγώ. ΣΩΚΡΑΤΗΣ Τί δ´ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δ´ εἴπῃς, πότερος ὁ λέγων; ΑΛΚΙΒΙΑΔΗΣ Ἐγώ. ΣΩΚΡΑΤΗΣ Ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ λέγων, ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος; ΑΛΚΙΒΙΑΔΗΣ Ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. (113b) ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ἦ ὁ ἐρωτῶν; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Σὺ δ´ ὁ ἀποκρινόμενος; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ γε. ΣΩΚΡΑΤΗΣ Τί οὖν; Τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν; ΑΛΚΙΒΙΑΔΗΣ Φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν; Οὐ ταῦτ´ ἦν; (113c) ΑΛΚΙΒΙΑΔΗΣ Φαίνεται. ΣΩΚΡΑΤΗΣ Τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδ´ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ μάτην. ΑΛΚΙΒΙΑΔΗΣ Καὶ μέντοι καὶ εὖ λέγεις. ΣΩΚΡΑΤΗΣ Μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν. (113d) ΑΛΚΙΒΙΑΔΗΣ Οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα εἶναι, ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν. Οὐ γὰρ ταὐτὰ οἶμαι ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια ἐργασαμένοις οὐ συνήνεγκεν. ΣΩΚΡΑΤΗΣ Τί οὖν; Εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια (113e) τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ οἴει ταῦτ´ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις, καὶ δι´ ὅτι; ΑΛΚΙΒΙΑΔΗΣ Τί γὰρ κωλύει, ὦ Σώκρατες; Εἰ μή με αὖ ἐρήσῃ παρ´ ὅτου ἔμαθον ἢ ὅπως αὐτὸς ηὗρον. ΣΩΚΡΑΤΗΣ Οἷον τοῦτο ποιεῖς. Εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν ἀποδεῖξαι δι´ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτ´ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, [114] εἰ μή τίς σοι τεκμήριον καθαρὸν (114a) καὶ ἄχραντον οἴσει. Ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντ´ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντ´ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; Ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθ´ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθ´ ὡς μαθών. Ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτ´ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτ´ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· (114b) πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντ´ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; Εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε. ΑΛΚΙΒΙΑΔΗΣ Ἀλλ´ οὐκ οἶδα εἰ οἷός τ´ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν. ΣΩΚΡΑΤΗΣ Ἀλλ´, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. Ἦ γάρ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας (114c) πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Ἆρ´ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Οὗτος δ´ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ γε. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα; ΑΛΚΙΒΙΑΔΗΣ Εἰκός γε. ΣΩΚΡΑΤΗΣ Ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα. ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ (114d) δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθ´ ἕνα; ΑΛΚΙΒΙΑΔΗΣ Κινδυνεύει. ΣΩΚΡΑΤΗΣ Ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει. ΑΛΚΙΒΙΑΔΗΣ Ὑβριστὴς εἶ, ὦ Σώκρατες. ΣΩΚΡΑΤΗΣ Νῦν γοῦν ὑφ´ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις. ΑΛΚΙΒΙΑΔΗΣ Λέγε δή. ΣΩΚΡΑΤΗΣ Ἀποκρίνου μόνον τὰ ἐρωτώμενα. (114e) ΑΛΚΙΒΙΑΔΗΣ Μή, ἀλλὰ σὺ αὐτὸς λέγε. ΣΩΚΡΑΤΗΣ Τί δ´; Οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι; ΑΛΚΙΒΙΑΔΗΣ Πάντως δήπου. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν εἰ λέγεις ὅτι ταῦθ´ οὕτως ἔχει, μάλιστ´ ἂν εἴης πεπεισμένος; ΑΛΚΙΒΙΑΔΗΣ Ἔμοιγε δοκεῖ. ΣΩΚΡΑΤΗΣ Ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς. ΑΛΚΙΒΙΑΔΗΣ Οὔτοι, ἀλλ´ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι. [115] (115a) ΣΩΚΡΑΤΗΣ Μαντικὸς γὰρ εἶ. Καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δ´ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Τί δέ; Τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δ´ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Πῶς τοῦτο ἐρωτᾷς; ΣΩΚΡΑΤΗΣ Εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν; ΑΛΚΙΒΙΑΔΗΣ Οὐκ ἔμοιγε. ΣΩΚΡΑΤΗΣ Ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Τί δ´ αὖ τὰ καλά; Πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δ´ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι. ΣΩΚΡΑΤΗΣ Ἦ καὶ αἰσχρὰ ἀγαθά; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. (115b) ΣΩΚΡΑΤΗΣ Ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δ´ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον; ΑΛΚΙΒΙΑΔΗΣ Πάνυ μὲν οὖν. ΣΩΚΡΑΤΗΣ Οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δ´ ἐστὶν ἀνδρεία· ἢ οὔ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. ΣΩΚΡΑΤΗΣ Κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ; ΑΛΚΙΒΙΑΔΗΣ Ναί. (115c) ΣΩΚΡΑΤΗΣ Ἆρ´ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος; ΑΛΚΙΒΙΑΔΗΣ |