Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

25 ION DE CHIOS.

 

24. Boidas - 26. Hippon

 

ION DE CHIOS

 

25.  ION CE CHIOS. 

A. LEBEN, SCHRIFTEN UND LEHRE

1. HarpoCratiOn, s.v. ῎Ιων.

᾿Ισοκράτης ἐν τῶι Περὶ τῆς ἀντιδόσεως (cfr. A 6). ῎Ιωνος τοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ ᾿Ορθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ καὶ μέλη πολλὰ καὶ τραγωιδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς ᾿Επιγένους. ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμοί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ ᾿Απολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι... (cfr. B 1).

2 /1 AristoPHAn., Pax  832ff

Οἰκέτης

οὐκ ἦν ἄρ᾽ οὐδ᾽ ἃ λέγουσι, κατὰ τὸν ἀέρα
ὡς ἀστέρες γιγνόμεθ᾽, ὅταν τις ἀποθάνῃ;

Τρυγαῖος

μάλιστα.

Οἰκέτης

καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;

Τρυγαῖος

Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι 835
ἐνθάδε τὸν ἀοῖόν ποθ᾽· ὡς δ᾽ ἦλθ᾽, εὐθέως
ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.

L'ESCLAVE.

Ce n'est donc pas vrai ce qu'on dit à propos de l'air, que nous devenons des astres sitôt qu'on meurt ?

TRYGÉE.

Mais oui, absolument.

L'ESCLAVE.

Et quel est donc l'astre qui brille maintenant ?

TRYGÉE.

Ion de Chios ; c'est lui qui a composé, jadis, une ode, “l'Orientale”. Aussi, dès qu'il parut, tout le monde l'appela “l'Astre oriental”.

2. Schol., ῎Ιων ὁ Χῖος

῎Ιων ὁ Χῖος· διθυράμβων καὶ τραγωιδίας καὶ μελῶν ποιητής. ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχή ᾿ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίου λευκῆι πτέρυγι πρόδρομον᾿ (fr. 9 Diehl). φαίνεται δὲ τετελευτηκὼς ἐκ τούτων. παίζων οὖν ὁ ᾿Αριστοφάνης ᾿Αοῖον αὐτόν φησιν ἀστέρα κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ Κτίσις (Χίου) καὶ Κοσμολογικὸς (Τριαγμός) καὶ ῾Υπομνήματα (᾿Επιδημίαι) καὶ ἄλλα τινά. ῍καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι ᾿Αττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι ᾿Αθηναίοις (Σωκράτους δὲ τοῦ φιλοσόφου ἔστιν εἰς αὐτὸν λόγος λεγόμενος ῎Ιων). μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις (fr. 83b Schn.), ὅτι πολλὰ ἔγραψε.

3. SuΙda, s.v. ῎Ιων Χῖος

῎Ιων Χῖος. τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς ᾿Ορθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς πβ ὀλυμπιάδος (452-449 BC). δράματα δὲ αὐτοῦ ιβ, οἱ δὲ λ, ἄλλοι δὲ μ φασίν. (οὗτος ἔγραψε περὶ μετεώρων καὶ συνθέτους λόγους ῥ ὃν παίζων ᾿Αριστοφάνης ὁ κωμικὸς ᾿Αοῖόν φησι. οὗτος τραγωιδίαν νικήσας ᾿Αθήνησιν ἑκάστωι τῶν ᾿Αθηναίων ἔδωκε Χῖον κεράμιον.)

4. Pseudo Longin., De subl. 33, 5

Τί δ᾿; ν μέλεσι μᾶλλον ἂν εἶναι Βακχυλίδης ἕλοιο ἢ Πίνδαρος, καὶ ἐν τραγωιδίαι ῎Ιων ὁ Χῖος ἢ νὴ Δία Σοφοκλῆς; ἐπειδὴ οἱ μὲν ἀδιάπτωτοι καὶ ἐν τῶι γλαφυρῶι πάντη κεκαλλιγραφημένοι, ὁ δὲ Πίνδαρος καὶ ὁ Σοφοκλῆς ὁτὲ μὲν οἷον πάντα ἐπιφλέγουσι τῆι φορᾶι, σβέννυνται δ᾿ ἀλόγως πολλάκις καὶ πίπτουσιν ἀτυχέστατα. ἦ οὐδεὶς ἂν εὖ φρονῶν ἑνὸς δράματος, τοῦ Οἰδίποδος, εἰς ταὐτὸ συνθεὶς τὰ ῎Ιωνος ἀντιτιμήσαιτο ἑξῆς.

5. C.I.G. I, 395 = ed. min. 604

[῎Ι]ων ἀνέθηκεν ἄγ[αλμα - - τ]ῆι ᾿Αθηναίηι.

6.1. ISΟCRATES XV, 268

Τοὺς λόγους τοὺς τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, ᾿Εμπεδοκλῆς δὲ τέτταρα καὶ Νεῖκος καὶ Φιλίαν ἐν αὐτοῖς, ῎Ιων δ᾿ οὐ πλείω τριῶν.

6/2 = IOANNES OGILIPONOS, De generatione et corruptione, p. 207, 18 Vit.

Πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταὐτὰ δὲ μετὰ τοῦ ἀέρος ῎Ιων ὁ Χῖος ὁ τραγωιδοποιός, ᾿Εμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο.

7. AETIUS II 25, 11 (D. 356)

(περὶ σελήνης οὐσίας) ῎Ιων σῶμα τῆι μὲν ὑελοειδὲς διαυγές, τῆι δ᾿ ἀφεγγές.

B. FRAGMENTE.

ΙΩΝΟΣ ΤΡΙΑΓΜΟΣ

B 1. HarpokratiOn Gramm., Lexicon, s.v. ῎Ιων

῎Ιων ἀναγράφουσι δὲ ἐν αὐτῶι τάδε·

ρχὴ δέ μοι τοῦ λόγου· πάντα τρία καὶ οὐδὲν πλέον ἢ ἔλασσον τούτων τῶν τριῶν. ἑνὸς ἑκάστου ἀρετὴ τριάς· σύνεσις καὶ κράτος καὶ τύχη.

2. DiogenEs Laertios, Vitae philosophorum VIII, 8

῎Ιων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν (Πυθαγορας) ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς ᾿Ορφέα.

2/2. CLEMENT ALEX, Stromata I, 131

῎Ιων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς ᾿Ορφέα ἀνενεγκεῖν τινα ἱστορεῖ.

᾿Επιγένης δὲ...

2/3 SuidAs, Lexicon, s.v. ᾿Ορφεύς

᾿Ορφεύς· ἔγραψε Τριαγμούς, λέγονται δὲ εἶναι ῎Ιωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ ῾Ιεροστολικὰ καλούμενα.

3. PlUtarchos, De fort. Rom. 1; p. 316d

῎Ιων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν.

Cfr. PlUtarchos, Quaestiones convivales VIII 1, 1

φη γὰρ οὐ φαύλως εἰπεῖν ῎Ιωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστα αὐτῆι ὅμοια ποιεῖ.

3a. Varro, De origine linguae Latinae S. 201 Goetz

ut Ion scribit, quinta et vicesima est littera quam vocant agma, cuius forma nulla est et vox communis est Graecis et Latinis ut aggulus ...

3b. Lexicum Sabbaiticum, ed. Papadopulos s.v. αὐτοφρόνων

῎Ιων εἴρηκεν· αὐτοφρόνων καὶ ὁμοσπόνδων.

ZWEIFELHAFTE FRAGMENTE

4. DiogenEs Laertios, Vitae philosophorum I, 119-120

Φησὶ δὲ Δοῦρις ἐν τῶι δευτέρωι τῶν ῞Ωρων (Σαμίων fr. 51; FHG II, 481) ἐπιγεγράφθαι αὐτῶι (Φερεκψδης) τὸ ἐπίγραμμα τόδε·

Τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δ᾿ ἔτι πλεῖον,
Πυθαγόρηι τὠμῶι λέγε (?) ταῦθ᾿, ὅτι πρῶτος ἁπάντων
ἔστιν ἀν᾿ ῾Ελλάδα γῆν· οὐ ψεύδομαι ὧδ᾿ ἀγορεύων.

῎Ιων δ᾿ ὁ Χῖός φησι περὶ αὐτοῦ·

ς ὁ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ
καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτον,
εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων
ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν...

5. CleonidEs, Introductio harmonica 12 (Mus. scr. ed. Jan p. 202, 9)

πὶ μὲν οὖν τοῦ φθόγγου χρῶνται τῶι ὀνόματι [τόνος] οἱ λέγοντες ἑπτάτονον τὴν φόρμιγγα καθάπερ Τέρπανδρος καὶ ῎Ιων. ὁ μὲν γάρ φησιν· ᾿ἡμεῖς τοι ... ὕμνους᾿ (fr. 4 Diehl), ὁ δέ·

νδεκάχορδε λύρα, δεκαβάμονα τάξιν ἔχοισα
εἰς (?) συμφωνούσας ἁρμονίας τριόδους,
πρὶν μέν σ᾿ ἑπτάτονον ψάλλον διὰ τέσσαρα πάντες
῞Ελληνες σπανίαν μοῦσαν ἀειράμενοι ...