Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

15 IKKOS.

 

14. Alcméon.  - 16. Paron

 

ICCOS

 

 

 

 

15.  IKKOS. 

1. PLATO. Protag. 316d

Ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν οἷον ῞Ομηρόν τε καὶ ῾Ησίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμωιδίας τοὺς ἀμφί τε ᾿Ορφέα καὶ Μουσαῖον, ἐνίους δέ τινας ἤισθημαι καὶ γυμναστικὴν οἷον ῎Ικκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς ῾Ηρόδικος ὁ Σηλυμβριανός.

2. PLATO. de legg. VIII, 839e-840a

Ἆρ᾿ οὖν οὐκ ἴσμεν τὸν Ταραντῖνον ῎Ικκον ἀκοῆι διὰ τὸν ᾿Ολυμπίασί τε ἀγῶνα καὶ τοὺς ἄλλους, ὡς διὰ φιλονικίαν καὶ τέχνην καὶ τὸ μετὰ τοῦ σωφρονεῖν ἀνδρεῖον ἐν τῆι ψυχῆι κεκτημένος, ὡς λόγος, οὔτε τινὸς πώποτε γυναικὸς ἥψατο οὐδ᾿ αὖ παιδὸς ἐν ὅληι τῆι τῆς ἀσκήσεως ἀκμῆι;

PAUS. VI, 10, 5

῎Ικκος δὲ ὁ Νικολαΐδα Ταραντῖνος τόν τε ᾿Ολυμπικὸν στέφανον ἔσχεν ἐπὶ πεντάθλωι καὶ ὕστερον γυμναστὴς ἄριστος λέγεται τῶν ἐφ᾿ αὑτοῦ γενέσθαι.

STEPH.  BYZ.  s. v. Τάρας·

῎Ικκος ὁ Ταραντῖνος ἰατρὸς ἐπὶ τῆς οζ(?) ὀλυμπιάδος· μέμνηται τούτου καὶ Πλάτων ἐν Πρωταγόραι.

EUSTH., Commentarii ad Homeri Iliadem II; p. 610, 28 = p. 206, 9 van der Valk

῎Ικκος ὅπερ ἐστὶ κύριον ὄνομα σοφοῦ ἰατροῦ ῾Ρηγίνου ἐξ οὗ παροιμία ᾿τὸ δεῖπνον ῎Ικκου᾿ διὰ τὸ εὐτελὲς τῆς ἐκείνου ζωῆς.

EUSTH., Comm. in Dionysii periegetae orbis descriptionem, p. 376, 9 Müller

Ὅθεν ῎Ικκος ἦν ὁ Ταραντῖνος ἰατρός, ὃς ἐπὶ βίου εὐτελείαι εἰς παροιμίαν κεῖται τὴν λέγουσαν ᾿῎Ικκου δεῖπνον᾿ ἐπὶ τῶν ἀπερίττως δειπνούντων.

3. IAMBL. vit. Pyth. 267 in der Liste der Pythagoreer unter den Ταραντῖνοι steht

῎Ικκος.