ALCMEON
14. ALKMAION.
A. LEBEN UND LEHRE
1 DIOG. VIII, 83 ᾿Αλκμαίων Κροτωνιάτης. Καὶ οὗτος Πυθαγόρου διήκουσε. Καὶ τὰ πλεῖστά γε (τὰ) ἰατρικὰ λέγει, ὅμως δὲ καὶ φυσιολογεῖ ἐνίοτε λέγων ᾿δύο τὰ πολλά ἐστι τῶν ἀνθρωπίνων᾿. (vgl. unten Z. 38) δοκεῖ δὲ πρῶτος φυσικὸν λόγον συγγεγραφέναι, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῆι ἱστορίαι (FHG III 25). Καὶ τὴν σελήνην καθόλου <τε τὰ ὑπὲρ> ταύτην ἔχειν ἀίδιον φύσιν. Ἦν δὲ Πειρίθου υἱός, ὡς αὐτὸς ἐναρχόμενος τοῦ συγγράμματός φησιν· ᾿Αλκμαίων Κροτωνιήτης τάδε ἔλεξε Πειρίθου υἱὸς Βροτίνωι καὶ Λέοντι καὶ Βαθύλλωι· περὶ τῶν ἀφανέων, περὶ τῶν θνητῶν σαφήνειαν μὲν θεοὶ ἔχοντι, ὡς δὲ ἀνθρώποις τεκμαίρεσθαι καὶ τὰ ἑξῆς. (Β 1) Ἔφη δὲ καὶ τὴν ψυχὴν ἀθάνατον, καὶ κινεῖσθαι αὐτὴν συνεχὲς ὡς τὸν ἥλιον. 2. CLEM., Strom. I, 78 p. 364P. ᾿Αλκμαίων γοῦν Περίθου Κροτωνιάτης πρῶτος φυσικὸν λόγον συνέταξεν. GAL. de elem. sec. Hippo.I, 487, 13 K Τὰ γὰρ τῶν παλαιῶν ἅπαντα Περὶ φύσεως ἐπιγέγραπται, τὰ Μελίσσου, τὰ Παρμενίδου, τὰ ᾿Εμπεδοκλέους ᾿Αλκμαίωνός τε καὶ Γοργίου καὶ Προδίκου καὶ τῶν ἄλλων ἁπάντων. 3.. ARIST. Metaph. I, 5; p. 986a22 Ἕτεροι δὲ τῶν αὐτῶν τούτων (Pythagoreer) τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι τὰς κατὰ συστοιχίαν λεγομένας, πέρας καὶ ἄπειρον, περιττὸν καὶ ἄρτιον, ἓν καὶ πλῆθος, δεξιὸν καὶ ἀριστερόν, ἄρρεν καὶ θῆλυ, ἠρεμοῦν καὶ κινούμενον, εὐθὺ καὶ καμπύλον, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακόν, τετράγωνον καὶ ἑτερόμηκες. Ὅνπερ τρόπον ἔοικε καὶ ᾿Αλκμαίων ὁ Κροτωνιάτης ὑπολαβεῖν, καὶ ἤτοι οὗτος παρ᾿ ἐκείνων ἢ ἐκεῖνοι παρὰ τούτου παρέλαβον τὸν λόγον τοῦτον· καὶ γὰρ ἐγένετο τὴν ἡλικίαν ᾿Αλκμαίων <νέος> ἐπὶ γέροντι Πυθαγόραι, ἀπεφήνατο δὲ παραπλησίως τούτοις· φησὶ γὰρ εἶναι δύο τὰ πολλὰ τῶν ἀνθρωπίνων, λέγων τὰς ἐναντιότητας οὐχ ὥσπερ οὗτοι διωρισμένας ἀλλὰ τὰς τυχούσας, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μέγα μικρόν. Οὗτος μὲν οὖν ἀδιορίστως ἀπέρριψε περὶ τῶν λοιπῶν, (986b) οἱ δὲ Πυθαγόρειοι καὶ πόσαι καὶ τίνες αἱ ἐναντιώσεις ἀπεφήναντο. Παρὰ μὲν οὖν τούτων ἀμφοῖν τοσοῦτον ἔστι λαβεῖν, ὅτι τἀναντία ἀρχαὶ τῶν ὄντων. (vgl. Arist. Schrift., Πρὸς τὰ ᾿Αλκμαίωνος α,. Diog. v. 25) ISOCR., 15, 268 Τοὺς λόγους τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, ᾿Εμπεδοκλῆς δὲ τέτταρα καὶ Νεῖκος καὶ Φιλίαν ἐν αὐτοῖς, ῎Ιων δ᾿ οὐ πλείω τῶν τριῶν, ᾿Αλκμέων δὲ δύο μόνα. 4. AËT.II, 16, 2-3 (D. 345) (Τῶν μαθηματικῶν τινες) τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἀπὸ δυσμῶν ἐπ᾿ ἀνατολὰς ἀντιφέρεσθαι. Τούτωι δὲ συνομολογεῖ καὶ ᾿Αλκμαίων. AËT. II, 22, 4 (D. 352) ᾿Αλκμαίων πλατὺν εἶναι τὸν ἥλιον. --- II, 29, 3 (D. 359) ᾿Αλκμαίων, ῾Ηράκλειτος (Α 12), ᾿Αντιφῶν (80 Β 28) κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις (ἐκλείπειν τὴν σελήνην). 5. THEOPHR., de sens. 25f (D. 506) Τῶν δὲ μὴ τῶι ὁμοίωι ποιούντων τὴν αἴσθησιν ᾿Αλκμαίων μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῶια διαφοράν. Ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι, τὰ δ᾿ ἄλλα αἰσθάνεται μέν, οὐ ξυνίησι δέ (B 1a), ὡς ἕτερον ὂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὔ, καθάπερ ᾿Εμπεδοκλῆς, ταὐτόν· ἔπειτα περὶ ἑκάστης λέγει. Ἀκούειν μὲν οὖν φησι τοῖς ὠσίν, διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἠχεῖν (φθέγγεσθαι δὲ τῶι κοίλωι), τὸν ἀέρα δ᾿ ἀντηχεῖν. Ὀσφραίνεσθαι δὲ ῥισὶν ἅμα τῶι ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. Γλώττηι δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τήκειν τῆι θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα καὶ ἁπαλότητα. (26) Ὀφθαλμοὺς δὲ ὁρᾶν διὰ τοῦ πέριξ ὕδατος. Ὅτι δ᾿ ἔχει πῦρ, δῆλον εἶναι· πληγέντος γὰρ ἐκλάμπειν. Ὁρᾶν δὲ τῶι στίλβοντι καὶ τῶι διαφανεῖ, ὅταν ἀντιφαίνηι, καὶ ὅσον ἂν καθαρώτερον ἦι, μᾶλλον. Ἁπάσας δὲ τὰς αἰσθήσεις συνηρτῆσθαί πως πρὸς τὸν ἐγκέφαλον· διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνειν γὰρ τοὺς πόρους, δι᾿ ὧν αἱ αἰσθήσεις. Περὶ δὲ ἁφῆς οὐκ εἴρηκεν οὔτε πῶς οὔτε τίνι γίνεται. (Ἀλλ᾿) ᾿Αλκμαίων μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν. 6. AËT. IV, 16, 2 (D. 406)
᾿Αλκμαίων ἀκούειν ἡμᾶς τῶι κενῶι τῶι
ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος
εἰσβολήν· πάντα γὰρ τὰ κοῖλα ἠχεῖ. 7. ARIST. historia anim. I, 11; p. 492a13 Κεφαλῆς μόριον, δι᾿ οὗ ἀκούει, ἄπνουν, τὸ οὖς· ᾿Αλκμαίων γὰρ οὐκ ἀληθῆ λέγει, φάμενος ἀναπνεῖν τὰς αἶγας κατὰ τὰ ὦτα. 8. AËT. IV, 17, 1 (D. 407) ᾿Αλκμαίων ἐν τῶι ἐγκεφάλωι εἶναι τὸ ἡγεμονικόν· τούτωι οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς. 9. -- IV, 18, 1 (D. 407) ᾿Αλκμαίων τῶι ὑγρῶι καὶ τῶι χλιαρῶι τῶι ἐν τῆι γλώττηι πρὸς τῆι μαλακότητι διακρίνεσθαι τοὺς χυμούς. 10. -- IV, 13, 12 (D. 404) ᾿Αλκμαίων κατὰ τὴν τοῦ διαφανοῦς ἀντίληψιν (τὴν ὅρασιν γίνεσθαι). CHALCID. in Tim. p. 279 Wrob demonstranda igitur oculi natura est, de qua cum plerique alii tum Alcmaeo Crotoniensis in physicis exercitatus quique primus exsectionem adgredi est ausus, et Callisthenes, Aristotelis auditor, et Herophilus multa et praeclara in lucem protulerunt: duas esse angustas semitas, quae a cerebri sede, in qua est sita potestas animae summa ac principalis, ad oculorum cavernas meent naturalem spiritum continentes. quae cum ex uno initio eademque radice progressae aliquantisper coniunctae sint in frontis intimis, separatae bivii specie perveniunt ad oculorum concavas sedes, qua superciliorum obliqui tramites porriguntur, sinuataeque illic tunicarum gremio naturalem umorem recipiente globos complent munitos tegmine palpebrarum, ex quo appellantur orbes. porro quod ex una sede progrediantur luciferae semitae, docet quidem sectio principaliter nihilo minus tamen intelligitur ex eo quoque, quod uterque oculus moveatur una nec alter sine altero moveri queat. oculi porro ipsius continentiam in quattuor membranis seu tunicis notaverunt disparili soliditate. quarum differentiam proprietatemque si quis persequi velit, maiorem proposita materia suscipiet laborem. Vgl. Hipp. de loc. in hom. 2 (VI, 278 L.); de carn. 17, 7-9 (VIII, 606 L.) Πολλὰ δὲ ταῦτ᾿ ἐστὶ τὰ δέρματα πρὸ τοῦ ὁρέοντος διαφανέα ὁκοῖόν περ αὐτό ἐστιν· τούτωι γὰρ τῶι διαφανεῖ ἀνταυγεῖ τὸ φῶς καὶ τὰ λαμπρὰ πάντα. Τούτωι οὖν ὁρῆι τῶι ἀνταυγέοντι. ARIST. d. gen. anim. II, 6; p. 744a8 Ἀπὸ τῆς περὶ τὸν ἐγκέφαλον ὑγρότητος ἀποκρίνεται τὸ καθαρώτατον διὰ τῶν πόρων, οἳ φαίνονται φέροντες ἀπ᾿ αὐτῶν πρὸς τὴν μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον. 11. PLATO. Phaedon 96ab (Sokrates spricht) Νέος ὢν θαυμαστῶς ὡς ἐπεθύμησα ταύτης τῆς σοφίας ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν ... σκοπῶν πρῶτον τὰ τοιάδε· ἆρ᾿ ἐπειδὰν τὸ θερμὸν καὶ τὸ ψυχρὸν σηπεδόνα τινὰ λάβηι ὥς τινες ἔλεγον, τότε δὴ τὰ ζῶια συντρέφεται (Arhelaos); καὶ πότερον τὸ αἷμά ἐστιν ὧι φρονοῦμεν ἢ ὁ ἀὴρ 'Anaximenes, Diogenes) ἢ τὸ πῦρ (Herakleitos); ἢ τούτων μὲν οὐδέν, ὁ δ᾿ ἐγκέφαλός ἐστιν ὁ τὰς αἰσθήσεις παρέχων τοῦ ἀκούειν καὶ ὁρᾶν καὶ ὀσφραίνεσθαι, ἐκ τούτων δὲ γίγνοιτο μνήμη καὶ δόξα, ἐκ δὲ μνήμης καὶ δόξης λαβούσης τὸ ἠρεμεῖν, κατὰ ταῦτα γίγνεσθαι ἐπιστήμην; vgl. A 5, S. 101, 24) HIPP. de morb. sacro 14 Ὁκόσον δ᾿ ἂν ἀτρεμήσηι ὁ ἐγκέφαλος χρόνον, τοσοῦτον καὶ φρονεῖ ἄνθρωπος. -- -- 17 Διό φημι τὸν ἐγκέφαλον εἶναι τὸν ἑρμηνεύοντα τὴν ξύνεσιν. Aristot., Anal. pr. II, 19; p. 100a3 12. ARIST. d. anima I, 2; p. 405a 29 Παραπλησίως δὲ τούτοις καὶ ᾿Αλκμαίων ἔοικεν ὑπολαβεῖν περὶ ψυχῆς· φησὶ γὰρ αὐτὴν ἀθάνατον εἶναι διὰ τὸ ἐοικέναι τοῖς ἀθανάτοις· τοῦτο δ᾿ ὑπάρχειν αὐτῆι ὡς ἀεὶ κινουμένηι· κινεῖσθαι γὰρ καὶ τὰ θεῖα πάντα συνεχῶς ἀεί, σελήνην, ἥλιον, τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ὅλον. CIC. d. n. d. I, 11, 27 Crotoniates autem Alcmaeon, qui soli et lunae reliquisque sideribus omnibus animoque praeterea divinitatem dedit, non sensit sese mortalibus rebus immortalitatem dare. CLEM. , Protr. 66 p 58P Ὁ γάρ τοι Κροτωνιάτης ᾿Αλκμαίων θεοὺς ὤιετο τοὺς ἀστέρας εἶναι ἐμψύχους ὄντας. AËT. IV, 2, 2 (D. 386) ᾿Αλκμαίων (περὶ ψυχῆς) φύσιν αὐτοκίνητον κατ᾿ ἀίδιον κίνησιν καὶ διὰ τοῦτο ἀθάνατον αὐτὴν καὶ προσεμφερῆ τοῖς θείοις ὑπολαμβάνει. vgl. Plato Phaedr. 245c 13. AËT. V, 3, 3 (D. 417) ᾿Αλκμαίων ἐγκεφάλου μέρος (sc. εἶναι τὸ σπέρμα). CENSOR. 5, 2-3 Sed hanc opinionem (sc. e medullis semen profluere) nonnulli refellunt, ut Anaxagoras, Democritus (A 141) et Alcmaeon Crotoniates: (3) hi enim post gregum contentionem non medullis modo, verum et adipe multaque carne mares exhauriri respondent. illud quoque ambiguam facit inter auctores opinionem, utrumne ex patris tantummodo semine partus nascatur, ut Diogenes (51 A 27) et Hippon (36 A 13) Stoicique scripserunt, an etiam ex matris, quod Anaxagorae et Alcmaeoni nec non Parmenidi (18 A 54) Empedoclique et Epicuro visum est. de conformatione autem partus nihilo minus definite se scire Alcmaeon. confessus est, ratus neminem posse perspicere quid primum in infante formetur. AËT. V 17, 3 (D. 427) ᾿Αλκμαίων τὴν κεφαλήν, ἐν ἧι ἐστι τὸ ἡγεμονικόν (sc. πρῶτον τελεσιουργεῖσθαι ἐν τῆι γαστρί). 14. CENSORIN. 6, 4 ex quo parente seminis amplius fuit, eius sexum repraesentari dixit Alcmaeon. 15. ARIST. hist. anim., p. 581a12-17 Φέρειν δὲ σπέρμα πρῶτον ἄρχεται τὸ ἄρρεν ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ἔτεσι τοῖς δὶς ἑπτὰ τετελεσμένοις· ἅμα δὲ καὶ τρίχωσις τῆς ἥβης ἄρχεται, καθάπερ καὶ τὰ φυτὰ μέλλοντα σπέρμα φέρειν ἀνθεῖν πρῶτον ᾿Αλκμαίων φησὶν ὁ Κροτωνιάτης (Schol. Plat. Alc. I; p. 121e). Vgl. Solon, . 27, 3
Παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος
ὀδόντων 16. ARIST. de gen. anim. III, 2; p. 752b22 Τοῖς μὲν γὰρ ζωιοτοκουμένοις ἐν ἄλλωι μορίωι γίνεται ἡ τροφή, τὸ καλούμενον γάλα, ἐν τοῖς μαστοῖς· τοῖς δ᾿ ὄρνισι τοῦτο ποιεῖ ἡ φύσις ἐν τοῖς ὠιοῖς, τοὐναντίον μέντοι ἢ οἵ τε ἄνθρωποι οἴονται καὶ ᾿Αλκμαίων φησὶν ὁ Κροτωνιάτης· οὐ γὰρ τὸ λευκόν ἐστι γάλα, ἀλλὰ τὸ ὠχρόν. Τοῦτο γάρ ἐστιν ἡ τροφὴ τοῖς νεοττοῖς· οἱ δ᾿ οἴονται τὸ λευκὸν διὰ τὴν ὁμοιότητα τοῦ χρώματος. 17. AËT. V, 16, 3 (D. 426) ᾿Αλκμαίων δι᾿ ὅλου τοῦ σώματος τρέφεσθαι (τὰ ἔμβρυα)· ἀναλαμβάνειν γὰρ αὐτῶι ὥσπερ σπογγιᾶι τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά. Anders RUFUS bei ORIBAS III, 156; Dbg.-B Ἔνεστι περίττωμα τοῖς τηλικούτοις ἐν τῶι ἐντέρωι ὃ χρὴ ἐξάγειν, οὐχ ὥσπερ ᾿Αλκμαίων οἴεται ὅτι ἐν ταῖς τηλικούτοις ἐν τῶι ἐντέρωι ὃ χρὴ ἐξάγειν, οὐχ ὥσπερ ᾿Αλκμαίων οἴεται ὅτι ἐν ταῖς μήτραις ὂν τὸ παιδίον ἤσθιεν στόματι· τοῦτο γὰρ οὐδένα τρόπον δυνατόν. 18. AËT. V, 24, 1 (D. 435) ᾿Αλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δὲ ἐξέγερσιν διάχυσιν, τὴν δὲ παντελῆ ἀναχώρησιν θάνατον. B. FRAGMENTE.
ΑΛΚΜΑΙΩΝΟΣ ΠΕΡΙ ΦΥΣΕΩΣ
1. (1 Wachter) DIOG. VIII, 83 (s. A. A 1) ᾿Αλκμαίων Κροτωνιήτης τάδε ἔλεξε Πειρίθου υἱὸς Βροτίνωι καὶ Λέοντι καὶ Βαθύλλωι· περὶ τῶν ἀφανέων, περὶ τῶν θνητῶν σαφήνειαν μὲν θεοὶ ἔχοντι, ὡς δὲ ἀνθρώποις τεκμαίρεσθαι καὶ τὰ ἑξῆς. 1a. (2) THEOPHR., d. sens. 25 (A 5) Ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι, τὰ δ᾿ ἄλλα αἰσθάνεται μέν, οὐ ξυνίησι δέ. 2. (11). [ARIST.], probl 17, 3; p. 916a 33 Τοὺς ἀνθρώπους φησὶν ᾿Αλκμαίων διὰ τοῦτο ἀπόλλυσθαι, ὅτι οὐ δύνανται τὴν ἀρχὴν τῶι τέλει προσάψαι. 3. AËT. V, 14, 1 (D. 442) ᾿Αλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς καὶ ψυχρότητα, τὰς δὲ θηλείας παρὰ τὸ μὴ ἀναχάσκειν τὰς μήτρας· οὕτω γὰρ αὐτὸς εἴρηκε. 4. AËT. V, 30, 1 (D. 442) ᾿Αλκμαίων τῆς μὲν ὑγιείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ, ξηροῦ, ψυχροῦ, θερμοῦ, πικροῦ, γλυκέος καὶ τῶν λοιπῶν, τὴν δ᾿ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχίαν. Καὶ νόσον συμπίπτειν ὡς μὲν ὑφ᾿ οὗ ὑπερβολῆι θερμότητος ἢ ψυχρότητος, ὡς δὲ ἐξ οὗ διὰ πλῆθος τροφῆς ἢ ἔνδειαν, ὡς δ᾿ ἐν οἷς ἢ αἷμα ἢ μυελὸν ἢ ἐγκέφαλον. Ἐγγίνεσθαι δὲ τούτοις ποτὲ κἀκ τῶν ἔξωθεν αἰτιῶν, ὑδάτων ποιῶν (?) ἢ χώρας ἢ κόπων ἢ ἀνάγκης ἢ τῶν τούτοις παραπλησίων. Τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν. Vgl. Hipp. d. prisc. med. 14. I, 16, 2 Kühlew. Plato Symp. 186 CD. 5. (23) CLEM., Strom. VI, 16 p. 749 P ᾿Αλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος· ᾿Ἐχθρὸν ἄνδρα ῥᾶιον φυλάξασθαι ἢ φίλον᾿ ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῆι ᾿Αντιγόνηι (652)· ᾿Τί γὰρ γένοιτ᾿ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός;᾿ |