Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

79 HIPPIAS.

 

78. Thrasymaque  -  80.  Antiphon le sophiste

 

HIPPIAS

 

 

 

79. HIPPIAS

 

A.  LEBEN UND LEHRE.

1. SUID.

Ἱππίας Διοπείθους Ἠλεῖος, σοφιστὴς καὶ φιλόσοφος, μαθητὴς ῾Ηγησιδάμου, ὃς τέλος ὡρίζετο τὴν αὐτάρκειαν. Ἔγραψε πολλά.

2.  PHILOSTRAT. V. soph. I, 11, 1-8

Ἱππίας δὲ ὁ σοφιστὴς ὁ Ἠλεῖος τὸ μὲν μνημονικὸν οὕτω τι καὶ γηράσκων ἔρρωτο, ὡς καὶ πεντήκοντα ὀνομάτων ἀκούσας ἅπαξ ἀπομνημονεύειν αὐτὰ καθ᾿ ἣν ἤκουσε τάξιν, ἐσήγετο δὲ ἐς τὰς διαλέξεις γεωμετρίαν, ἀστρονομίαν, μουσικήν, ῥυθμούς· (2) διελέγετο δὲ καὶ περὶ ζωγραφίας καὶ περὶ ἀγαλματοποιίας· (3) ταῦτα ἑτέρωθι· ἐν Λακεδαίμονι δὲ γένη τε διήιει πόλεων (?) καὶ ἀποικίας καὶ ἔργα, ἐπειδὴ οἱ Λακεδαιμόνιοι διὰ τὸ βούλεσθαι ἄρχειν τῆι ἰδέαι ταύτηι ἔχαιρον. (4) Ἔστιν δὲ αὐτῶι καὶ Τρωικὸς διάλογος (Β 5), οὗ λόγος· ὁ Νέστωρ ἐν Τροίαι ἁλούσηι ὑποτίθεται Νεοπτολέμωι τῶι Ἄχιλλέως, ἃ χρὴ ἐπιτηδεύοντα ἄνδρα ἀγαθὸν φαίνεσθαι. (5) Πλεῖστα δὲ ῾Ελλήνων πρεσβεύσας ὑπὲρ τῆς ῎Ηλιδος οὐδαμοῦ κατέλυσε τὴν ἑαυτοῦ δόξαν δημηγορῶν τε καὶ διαλεγόμενος, ἀλλὰ καὶ χρήματα πλεῖστα ἐξέλεξε καὶ φυλαῖς ἐνεγράφη πόλεων μικρῶν τε καὶ μειζόνων. (6) Παρῆλθε καὶ εἰς τὴν ᾿Ινυκὸν ὑπὲρ χρημάτων, τὸ δὲ πολίχνιον τοῦτο Σικελικοί εἰσιν, οὓς ὁ Πλάτων <ἐν> τῶι Γοργίαι ἐπισκώπτει. (7) Εὐδοκιμῶν δὲ καὶ τὸν ἄλλον χρόνον ἔθελγε τὴν ῾Ελλάδα ἐν Ὀλυμπίαι λόγοις ποικίλοις καὶ πεφροντισμένοις εὖ. (8) Ἡρμήνευε δὲ οὐκ ἐλλιπῶς ἀλλὰ περιττῶς καὶ κατὰ φύσιν, ἐς ὀλίγα καταφεύγων τῶν ἐκ ποιητικῆς ὀνόματα.

3. [PLUT.]  Vit. X or. 4; p. 838a

Ἐγένετο δ᾿ αὐτῶι (Ισοκρατὥσ) καὶ παῖς Ἄφαρεὺς πρεσβύτηι ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος.

-- -- . 4; p. 839b

Καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δ᾿ ἑταίραι συνεῖναι ἧι ὄνομα ἦν Λαγίσκη ... ἔπειτα Πλαθάνην τὴν Ἱππίου τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἄφαρέα, ὡς προείρηται, ἐποιήσατο.

HARPOCR.

Ἄφαρεύς· οὗτος Ἱππίου μὲν ἦν υἱός, ἐνομίζετο δὲ ᾿Ισοκράτους.

ZOZIM. V. Isocr. p. 253, 4 Westerm.

Γυναῖκα δ᾿ ἠγάγετο Πλαθάνην τινά, Ἱππίου τοῦ ῥήτορος ἀπογεννωμένην.

4.  PLAT. Apol. 19e

Καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι, εἴ τις οἷός τ᾿ εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἱππίας ὁ Ἠλεῖος. Vgl. 77 A 4.

5.  ATHEN. V, 218c

Ὁ δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ (ἐν) τῶι Πρωταγόραι μετά τινων ἰδίων πολιτῶν, οὓς οὐκ εἰκὸς ἐν Ἄθήναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας ἐπὶ ᾿Ισάρχου (τοῦ) ᾿Ελαφηβολιῶνος συντελεσθῆναι σπονδάς. Vgl. 74 A 11.

5a.  XENOPH. Symp. 4, 62

Οἶδα μέν, ἔφη, σε (Antisthenes) Καλλίαν τουτονὶ προαγωγεύσαντα τῶι σοφῶι Προδίκωι ..., οἶδα δέ σε Ἱππίαι τῶι Ἠλείωι, παρ᾿ οὗ οὗτος καὶ τὸ μνημονικὸν ἔμαθεν.

6.  PLAT. Hipp. mai. 281a (Sokr., Hippias)

Ἱππίας ὁ καλός τε καὶ σοφός, ὡς διὰ χρόνου ἡμῖν κατῆρας εἰς τὰς Ἄθήνας. ῍Οὐ γὰρ σχολή, ὦ Σώκρατες. Ἡ γὰρ ῏Ηλις ὅταν τι δέηται διαπράξασθαι πρός τινα τῶν πόλεων, ἀεὶ ἐπὶ πρῶτον ἐμὲ ἔρχεται τῶν πολιτῶν αἱρουμένη πρεσβευτήν, ἡγουμένη δικαστὴν καὶ ἄγγελον ἱκανώτατον εἶναι τῶν λόγων, οἳ ἂν παρὰ τῶν πόλεων ἑκάστων λέγωνται. Πολλάκις μὲν οὖν καὶ εἰς ἄλλας πόλεις ἐπρέσβευσα, πλεῖστα δὲ καὶ περὶ πλείστων καὶ μεγίστων εἰς τὴν Λακεδαίμονα· διὸ δή, ὃ σὺ ἐρωτᾶις, οὐ θαμίζω εἰς τούσδε τοὺς τόπους.

7. -- --  282d-e (Hippias spricht)

Ἀφικόμενος δέ ποτε εἰς Σικελίαν Πρωταγόρου (s. 74 A 9) αὐτόθι ἐπιδημοῦντος καὶ εὐδοκιμοῦντος καὶ πρεσβυτέρου ὄντος (καὶ) πολὺ νεώτερος ὢν ἐν ὀλίγωι χρόνωι πάνυ πλέον ἢ πεντήκοντα καὶ ἑκατὸν μνᾶς εἰργασάμην, καὶ ἐξ ἑνός γε χωρίου πάνυ σμικροῦ ᾿Ινυκοῦ πλέον ἢ εἴκοσι μνᾶς· καὶ τοῦτο ἐλθὼν οἴκαδε φέρων τῶι πατρὶ ἔδωκα, ὥστε ἐκεῖνον καὶ τοὺς ἄλλους πολίτας θαυμάζειν τε καὶ ἐκπεπλῆχθαι. Καὶ σχεδόν τι οἶμαι ἐμὲ πλείω χρήματα εἰργάσθαι ἢ ἄλλους σύνδυο οὕστινας βούλει τῶν σοφιστῶν. Tracht a. 76 A 9)

8. --  Hipp. min. 363c (Hippias)

Καὶ γὰρ ἂν δεινὰ ποιοίην, ὦ Εὔδικε, εἰ Ὀλυμπίαζε μὲν εἰς τὴν τῶν ῾Ελλήνων πανήγυριν, ὅταν τὰ Ὀλύμπια ἦι, ἀεὶ ἐπανιὼν οἴκοθεν ἐξ ῎Ηλιδος εἰς τὸ ἱερὸν παρέχω ἐμαυτὸν καὶ λέγοντα ὅ τι ἄν τις βούληται ὧν ἄν μοι εἰς ἐπίδειξιν παρεσκευασμένον ἦι, καὶ ἀποκρινόμενον τῶι βουλομένωι ὅ τι ἄν τις ἐρωτᾶι, νῦν δὲ τὴν Σωκράτους ἐρώτησιν φύγοιμι ...

-- --  346a

Ἐξ οὗ γὰρ ἦργμαι Ὀλυμπίασιν ἀγωνίζεσθαι οὐδενὶ πώποτε κρείττονι εἰς οὐδὲν ἐμαυτοῦ ἐνέτυχον.

9. -- -- Hipp. mai. 286a (Hippias)

Καὶ ναὶ μὰ Δί᾿, ὦ Σώκρατες, περί γε ἐπιτηδευμάτων καλῶν καὶ ἔναγχος αὐτόθι ηὐδοκίμησα διεξιών, ἃ χρὴ τὸν νέον ἐπιτηδεύειν. Ἔστι γάρ μοι περὶ αὐτῶν παγκάλως λόγος συγκείμενος, καὶ ἄλλως εὖ διακείμενος καὶ τοῖς ὀνόμασι· πρόσχημα δέ μοί ἐστι καὶ ἀρχὴ τοιάδε τις τοῦ λόγου· (vgl. A 2 § 4)ἐπειδὴ ἡ Τροία ἥλω, λέγει ὁ λόγος, ὅτι Νεοπτόλεμος Νέστορα ἔροιτο, ποῖά ἐστι καλὰ ἐπιτηδεύματα, ἃ ἄν τις ἐπιτηδεύσας νέος ὢν εὐδοκιμώτατος γένοιτο· μετὰ ταῦτα δὴ λέγων ἐστὶν ὁ Νέστωρ καὶ ὑποτιθέμενος αὐτῶι πάμπολλα νόμιμα καὶ πάγκαλα. Τοῦτον δὴ καὶ ἐκεῖ ἐπεδειξάμην καὶ ἐνθάδε (in Athen) μέλλω ἐπιδεικνύναι εἰς τρίτην ἡμέραν ἐν τῶι Φειδοστράτου διδασκαλείωι καὶ ἄλλα πολλὰ καὶ ἄξια ἀκοῆς· ἐδεήθη γάρ μου Εὔδικος ὁ Ἄπημάντου.

10. -- Hipp. min. 364c (Hipp.)

Φημὶ γὰρ Ὅμηρον πεποιηκέναι ἄριστον μὲν ἄνδρα Ἄχιλλέα τῶν εἰς Τροίαν ἀφικομένων, σοφώτατον δὲ Νέστορα, πολυτροπώτατον δὲ Ὀδυσσέα.

11. --  Hipp. mai. 285b

Ἐπαινοῦσι δὲ δή σε πρὸς θεῶν, ὦ Ἱππία, καὶ χαίρουσιν ἀκούοντες ποῖα; ἢ δῆλον δὴ ὅτι ἐκεῖνα ἃ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη;

- Οὐδ᾿ ὁπωστιοῦν· ταῦτά γε οὐδ᾿ ἀνέχονται. ῍Ἄλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντες;

- Οὐδαμῶς, ἐπεὶ οὐδ᾿ ἀριθμῶν ἐκείνων γε ὡς ἔπος εἰπεῖν πολλοὶ ἐπίστανται.

- Πολλοῦ ἄρα δέουσιν περί γε λογισμῶν ἀνέχεσθαί σου ἐπιδεικνυμένου.

- Πολλοῦ μέντοι, νὴ Δία. ῍Ἄλλὰ δῆτα ἐκεῖνα ἃ σὺ ἀκριβέστατα ἐπίστασαι ἀνθρώπων διαιρεῖν, περί τε γραμμάτων δυνάμεως καὶ συλλαβῶν καὶ ῥυθμῶν καὶ ἁρμονιῶν;

- Περὶ ποίων, ὠγαθέ, ἁρμονιῶν καὶ γραμμάτων;

- Ἄλλὰ τί μήν ἐστιν ἃ ἡδέως σου ἀκροῶνται καὶ ἐπαινοῦσιν; αὐτός μοι εἰπέ, ἐπειδὴ ἐγὼ οὐχ εὑρίσκω.

- Περὶ τῶν γενῶν, ὦ Σώκρατες, τῶν τε ἡρώων καὶ τῶν ἀνθρώπων καὶ τῶν κατοικίσεων, ὡς τὸ ἀρχαῖον ἐκτίσθησαν αἱ πόλεις, καὶ συλλήβδην πάσης τῆς ἀρχαιολογίας ἥδιστα ἀκροῶνται, ὥστ᾿ ἔγωγε δι᾿ αὐτοὺς ἠνάγκασμαι ἐκμεμαθηκέναι τε καὶ κμεμελετηκέναι πάντα τὰ τοιαῦτα.

- Ναὶ μὰ Δί᾿, ὦ Ἱππία, ηὐτύχηκάς γε, ὅτι Λακεδαιμόνιοι οὐ χαίρουσιν, ἄν τις αὐτοῖς ἀπὸ Σόλωνος τοὺς ἄρχοντας τοὺς ἡμετέρους καταλέγηι· εἰ δὲ μή, πράγματ᾿ ἂν εἶχες ἐκμανθάνων.

- Πόθεν, ὦ Σώκρατες; ἅπαξ ἀκούσας πεντήκοντα ὀνόματα ἀπομνημονεύσω.

- Ἄληθῆ λέγεις, ἀλλ᾿ ἐγὼ οὐκ ἐνενόησα, ὅτι τὸ μνημονικὸν ἔχεις· ὥστ᾿ ἐννοῶ ὅτι εἰκότως σοι χαίρουσιν οἱ Λακεδαιμόνιοι ἅτε πολλὰ εἰδότι, καὶ χρῶνται ὥσπερ ταῖς πρεσβύτισιν οἱ παῖδες πρὸς τὸ ἡδέως μυθολογῆσαι.

12. --  Hipp. min. 368b

Πάντως δὲ πλείστας τέχνας πάντων σοφώτατος εἶ ἀνθρώπων, ὡς ἐγώ ποτέ σου ἤκουον μεγαλαυχουμένου πολλὴν σοφίαν καὶ ζηλωτὴν σαυτοῦ διεξιόντος ἐν ἀγορᾶι ἐπὶ ταῖς τραπέζαις. Ἔφησθα δὲ ἀφικέσθαι ποτὲ εἰς Ὀλυμπίαν ἃ εἶχες περὶ τὸ σῶμα ἅπαντα σαυτοῦ ἔργα ἔχων· πρῶτον μὲν δακτύλιον (ἐντεῦθεν γὰρ ἤρχου) ὃν εἶχες σαυτοῦ ἔχειν ἔργον ὡς ἐπιστάμενος δακτυλίους γλύφειν καὶ ἄλλην σφραγῖδα σὸν ἔργον, καὶ στλεγγίδα καὶ λήκυθον ἃ αὐτὸς εἰργάσω· ἔπειτα ὑποδήματα ἃ εἶχες ἔφησθα αὐτὸς σκυτοτομῆσαι καὶ τὸ ἱμάτιον ὑφῆναι καὶ τὸν χιτωνίσκον· καὶ ὅ γε πᾶσιν ἔδοξεν ἀτοπώτατον καὶ σοφίας πλείστης ἐπίδειγμα (ἐπειδὴ), τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι· πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν καὶ ἔπη καὶ τραγωιδίας καὶ διθυράμβους καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους· καὶ περὶ τῶν τεχνῶν δή, ὧν ἄρτι ἐγὼ ἔλεγον, ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν ἄλλων καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν· καίτοι τό γε μνημονικὸν ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ὧι σὺ οἴει λαμπρότατος εἶναι. Vgl. 74 A 26 S. 535, 2.

13.  ATHEN. XI, 506f

Ἐν δὲ τῶι Μενεξένωι (platons; p  236a ?) οὐ μόνον Ἱππίας ὁ Ἠλεῖος χλευάζεται, ἀλλὰ καὶ ὁ Ῥαμνούσιος Ἄντιφῶν καὶ ὁ μουσικὸς Λάμπρος. Vgl. S. 588, 3.

14.  XEN. Mem. IV, 4, 5-7

Οἶδα δέ ποτε αὐτὸν (Sokrates) καὶ πρὸς Ἱππίαν τὸν Ἠλεῖον περὶ τοῦ δικαίου τοιάδε διαλεχθέντα. Διὰ χρόνου γὰρ ἀφικόμενος ὁ Ἱππίας Ἄθήναζε παρεγένετο τῶι Σωκράτει λέγοντι πρός τινας, ὡς θαυμαστὸν εἴη τό, εἰ μέν τις βούλοιτο σκυτέα διδάξασθαί τινα ἢ τέκτονα ἢ χαλκέα ἢ ἱππέα, μὴ ἀπορεῖν, ὅποι ἂν πέμψας τούτου τύχοι· φασὶ δέ τινες καὶ ἵππον καὶ βοῦν τῶι βουλομένωι δικαίους ποιήσασθαι πάντα μεστὰ εἶναι τῶν διδαξόντων· ἐὰν δέ τις βούληται ἢ αὐτὸς μαθεῖν τὸ δίκαιον ἢ υἱὸν ἢ οἰκέτην διδάξασθαι, μὴ εἰδέναι ὅποι ἂν ἐλθὼν τύχοι τούτου. (6) Καὶ ὁ μὲν Ἱππίας ἀκούσας ταῦτα ὥσπερ ἐπισκώπτων αὐτόν· ῎Ετι γὰρ σύ, ἔφη, ὦ Σώκρατες, ἐκεῖνα τὰ αὐτὰ λέγεις ἃ ἐγὼ πάλαι ποτέ σου ἤκουσα; καὶ ὁ Σωκράτης· ῝Ο δέ γε τούτου δεινότερον, ἔφη, ὦ Ἱππία, οὐ μόνον ἀεὶ τὰ αὐτὰ λέγω, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν· σὺ δ᾿ ἴσως διὰ τὸ πολυμαθὴς εἶναι περὶ τῶν αὐτῶν οὐδέποτε τὰ αὐτὰ λέγεις. Ἄμέλει, ἔφη, πειρῶμαι καινόν τι λέγειν ἀεί. (7) Πότερον, ἔφη, καὶ περὶ ὧν ἐπίστασαι; οἷον περὶ γραμμάτων ἐάν τις ἔρηταί σε, πόσα καὶ ποῖα Σωκράτους ἐστίν, ἄλλα μὲν πρότερον, ἄλλα δὲ νῦν πειρᾶι λέγειν; ἢ περὶ ἀριθμῶν τοῖς ἐρωτῶσιν, εἰ τὰ δὶς πέντε δέκα ἐστίν, οὐ τὰ αὐτὰ νῦν ἃ καὶ πρότερον ἀποκρίνει; Περὶ μὲν τούτων, ἔφη, ὦ Σώκρατες, ὥσπερ σύ, καὶ ἐγὼ ἀεὶ τὰ αὐτὰ λέγω· περὶ μέντοι τοῦ δικαίου πάνυ οἶμαι νῦν ἔχειν εἰπεῖν, πρὸς ἃ οὔτε σὺ οὔτ᾿ ἂν ἄλλος οὐδεὶς δύναιτ᾿ ἀντειπεῖν.

15.  TERTULL. apolog. 46

Hippias dum civitati insidias disponit occiditur.

 

FRAGMENTE.

 

ΙΠΠΙΟΥ ΕΛΕΓΕΙΑ

 

1. PAUS. V, 25, 4 (Untergang des messenische Knabenchors auf der Fahrt nach Region)

Τότε δὲ ἐπὶ τῆι ἀπωλείαι τῶν παίδων οἱ Μεσσήνιοι πένθος ἦγον, καὶ ἄλλα τέ σφισιν ἐς τιμὴν αὐτῶν ἐξευρέθη καὶ εἰκόνας ἐς Ὀλυμπίαν ἀνέθεσαν χαλκᾶς, σὺν δὲ αὐτοῖς τὸν διδάσκαλον τοῦ χοροῦ καὶ τὸν αὐλητήν. Τὸ μὲν δὴ ἐπίγραμμα ἐδήλου τὸ ἀρχαῖον ἀναθήματα εἶναι τῶν ἐν πορθμῶι Μεσσηνίων· χρόνωι δὲ ὕστερον Ἱππίας ὁ λεγόμενος ὑπὸ ῾Ελλήνων γενέσθαι σοφὸς τὰ ἐλεγεῖα ἐπ᾿ αὐτοῖς ἐποίησενῥ ἔργα δέ εἰσιν Ἠλείου Κάλωνος αἱ εἰκόνες.

 

ΕΘΝΩΝ ΟΝΟΜΑΣΙΑΙ

 

 2. (3 Müller FGH II p. 61) SCHOL. APOLL. III, 1179 (hinter 67 B 1)

Ἱππίας δὲ ὁ Ἠλεῖος ἐν ᾿Εθνῶν ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτοὺς καὶ ὁμοίως Ἄτρόμητος.

 

ΟΛΥΜΠΙΟΝΙΚΩΝ ΑΝΑΓΡΑΦΗ

 

3. PLUT.  Num. 1

Τοὺς μὲν οὖν χρόνους ἐξακριβῶσαι χαλεπόν ἐστι καὶ μάλιστα τοὺς ἐκ τῶν Ὀλυμπιονικῶν ἀναγομένους, ὧν τὴν ἀναγραφὴν ὀψέ φασιν Ἱππίαν ἐκδοῦναι τὸν Ἠλεῖον ἀπ᾿ οὐδενὸς ὁρμώμενον ἀναγκαίου πρὸς πίστιν.

 

ΣΥΝΑΓΩΓΗ

 

4 .  ATHEN. XIII, 608f

Ἐπὶ κάλλει δὲ ... διαβόητοι γεγόνασι γυναῖκες Θαργηλία ἡ Μιλησία, ἥτις καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη, οὖσα καὶ τὸ εἶδος πάνυ καλὴ καὶ σοφή, ὥς φησιν Ἱππίας ὁ σοφιστὴς ἐν τῶι ἐπιγραφομένωι Συναγωγή.

HESYCH. s.v. Θαργηλία

Ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς δὲ τὴν ὄψιν καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ δυνάστας. Διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων.

 

ΤΡΩΙΚΟΣ

 

5. PLAT. Hipp. mai. p .286a (A 9).  Vgl. A 1 S 579, 16.

 

AUS UNBESTIMMTEN SCHCRIFTEN.

 

 6.  CLEM. Strom. VI, 15 (II 434, 19 Stähl.)

Φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἧκεν λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα·

Τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίωι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ ῾Ησιόδωι τὰ δὲ Ὁμήρωι, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν, τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν ῞Ελλησι τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μέγιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.

7. (10) DIOG. I 24 über Thales' Panpsychismus 1 A 1 S. 3, 19

8 . (4) EUSTATH. z.  DIONYS. Per. 270

Ἱππίας ἀπὸ Ἄσίας καὶ Εὐρώπης τῶν ᾿Ωκεανίδων τὰς ἠπείρους καλεῖ.

9. (7) HYPOTH. SOPH.  Oed. R. V (Schol. II, 12, 11 Dind.)

Ἴδιον δέ τι πεπόνθασιν οἱ μεθ᾿ Ὅμηρον ποιηταὶ τοὺς πρὸ τῶν Τρωικῶν βασιλεῖς τυράννους προσαγορεύοντες, ὀψέ ποτε τοῦδε τοῦ ὀνόματος εἰς τοὺς ῞Ελληνας διαδοθέντος, κατὰ τοὺς Ἄρχιλόχου χρόνους, καθάπερ Ἱππίας ὁ σοφιστής φησιν. Ὅμηρος γοῦν τὸν πάντων παρανομώτατον ῎Εχετον βασιλέα φησὶ καὶ οὐ τύραννον·

᾿Εἰς ῎Εχετον βασιλῆα βροτῶν δηλήμονα᾿.

Προσαγορευθῆναι δέ φασι τὸν τύραννον ἀπὸ τῶν Τυρρηνῶν· χαλεποὺς γάρ τινας περὶ ληιστείαν τούτους γενέσθαι.

10. (15) PHRYNICH. eclo. 312 Lob

Παραθήκην Ἱππίαν καὶ ῎Ιωνά τινα συγγραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν ὡς Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης.

11. (9) PLUT. Lyc. 23

Αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν ...

12. (0) PROCL. in Eucl.. p. 65, 11 Friedlein (s. oben S. 23, 25)

Μετὰ δὲ τοῦτον  (Thales) Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶ γεωμετρίας σπουδῆς μνημονεύεται καὶ Ἱππίας ὁ Ἠλεῖος ἱστόρησεν ὡς ἐπὶ γεωμετρίαι δόξαν αὐτοῦ λαβόντος.

13.  (11) SCHOL. ARAT. 172; p. 369, 27 Maass (nach 67 B 18)

Ἱππίας δὲ καὶ Φερεκύδης (F GrHist. 3 F 90; I, 84, 33) ἑπτά (῾näml. Υάδας εἶναι).

14. (12) SCHOL. PIND. Pyth. 4, 288

Ταύτην (Phrixos' Stiefmutter) δὲ ὁ μὲν Πίνδαρος ἐν ῞Υμνοις (fr. 49 Schr.) Δημοδίκην φησίν, Ἱππίας δὲ Γοργῶπιν.

15. (5) --  Nem. 7, 53

Τρίτην δὲ (Ephyra) περὶ ῏Ηλιν, ἧς Ἱππίας μνημονεύει.

16. (13) STOB. III, 38, 32

Πλουτάρχου ἐκ τοῦ <Περὶ τοῦ> διαβάλλειν·

Ἱππίας λέγει δύο εἶναι φθόνους· τὸν μὲν δίκαιον, ὅταν τις τοῖς κακοῖς φθονῆι τιμωμένοις, τὸν δὲ ἄδικον, ὅταν τοῖς ἀγαθοῖς. Καὶ διπλᾶ τῶν ἄλλων οἱ φθονεροὶ κακοῦνται· οὐ γὰρ μόνον τοῖς ἰδίοις κακοῖς ἄχθονται ὥσπερ ἐκεῖνοι, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς.

17.  (14) -- III, 42, 10

Πλουτάρχου ἐκ τοῦ <Περὶ τοῦ> διαβάλλειν·

Ἱππίας φησίν, ὅτι δεινόν ἐστιν ἡ διαβολία, οὕτως ὀνομάζων, ὅτι οὐδὲ τιμωρία τις κατ᾿ αὐτῶν γέγραπται ἐν τοῖς νόμοις ὥσπερ τῶν κλεπτῶν· καίτοι ἄριστον ὂν κτῆμα τὴν φιλίαν κλέπτουσιν, ὥστε ἡ ὕβρις κακοῦργος οὖσα δικαιοτέρα ἐστὶ τῆς διαβολῆς διὰ τὸ μὴ ἀφανὴς εἶναι.

18. (8)  VIT. HOMERI Matrit. p. 31, 1 Western.

Ἱππίας δ᾿ αὖ καὶ ῎Εφορος Κυμαῖον (Homer).

19.  PAPYR. PETROPOL. n. 13, col. 2, 11 (ed. Jernstedt Journ. 1des Unterrichtsmin. (russ) 1901 Oktob. p. 51)

ΙΠΠΙΟΥ.

20. ARIST. poet. 25; p. 1461a 21

Κατὰ δὲ προσωιδίαν (ὁρῶντα δεῖ διαλύειν) ὥσπερ Ἱππίας ἔλυεν ὁ Θάσιος τὸ ᾿δίδομεν δέ οἱ᾿ καὶ ᾿τὸ μὲν οὗ καταπύθεται ὄμβρωι᾿.

--  soph. el. 4; p. 166b 1

Παρὰ δὲ τὴν προσωιδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς οὐ ῥάιδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται πρὸς τοὺς ἐλέγχοντας ὡς ἀτόπως εἰρηκότα ᾿τὸ μὲν οὐ καταπύθεται ὄμβρωι᾿ (Ψ 328). Λύουσι γὰρ αὐτὸ τῆι προσωιδίαι λέγοντες τὸ ου ὀξύτερον· καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἄγαμέμνονος, ὅτι οὐκ αὐτὸς ὁ Ζεὺς εἶπεν ᾿δίδομεν δέ οἱ εὖχος ἀρέσθαι᾿ (Β 15), ἀλλὰ τῶι ἐνυπνίωι ἐνετέλλετο διδόναι.

21.  PROCL. in Eucl.  p. 272, 3 Friedl.

Νικομήδης μὲν γὰρ ἐκ τῶν κογχοειδῶν γραμμῶν, ὧν καὶ τὴν γένεσιν καὶ τὴν τάξιν καὶ τὰ συμπτώματα παραδέδωκεν, αὐτὸς εὑρετὴς ὢν τῆς ἰδιότητος αὐτῶν πᾶσαν εὐθύγραμμον γωνίαν ἐτριχοτόμησεν. Ἕτεροι δὲ ἐκ τῶν Ἱππίου καὶ Νικομήδους τετραγωνιζουσῶν πεποιήκασι τὸ αὐτὸ μικταῖς καὶ οὗτοι χρησάμενοι γραμμαῖς ταῖς τετραγωνιζούσαις.