80. ANTIPHON DER SOPHIST
A. LEBEN UND
SCHRIFTEN.
A. SUID. s.v. ᾿Αντιφῶν
᾿Αντιφῶν ᾿Αθηναῖος τερατοσκόπος καὶ
ἐποποιὸς καὶ σοφιστής· ἐκαλεῖτο δὲ Λογομάγειρος.
᾿Αντιφῶν ᾿Αθηναῖος ὀνειροκρίτης· Περὶ
κρίσεως ὀνείρων (B 78-81) ἔγραψεν.
2. HERMOG., de ideis. II, 11, 7.
περὶ δὲ ᾿Αντιφῶντος λέγοντας ἀνάγκη
προειπεῖν, ὅτι καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ
γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν
γεγόνασιν ᾿Αντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγον ἀνάγκη
ποιήσασθαι. ὧν εἷς μέν ἐστιν ὁ ῥήτωρ, οὗπερ οἱ φονικοὶ φέρονται
λόγοι καὶ <οἱ> δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ
τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὗπερ οἵ τε Περὶ
τῆς ἀληθείας (B 1-44) εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας (B
55-71) (καὶ οἱ δημηγορικοὶ) καὶ ὁ Πολιτικός (B 72-77). ἐγὼ δὲ ἕνεκα
μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς
᾿Αντιφῶντας γενέσθαι (πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν
ἐπιγραφομένων τῆς ᾿Αληθείας λόγων πρὸς τοὺς λοιπούς), ἕνεκα δὲ τοῦ
καὶ παρὰ Πλάτωνι (Menex. 236a) καὶ παρ᾿ ἄλλοις ἱστορουμένου πάλιν οὐ
πείθομαι. Θουκυδίδην γὰρ ᾿Αντιφῶντος εἶναι τοῦ ῾Ραμνουσίου μαθητὴν
ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν ῾Ραμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ
εἰσὶν οἱ φονικοί, τὸν Θουκυδίδην δὲ πολλῶι κεχωρισμένον καὶ
κεκοινωνηκότα τῶι εἴδει τῶν τῆς ᾿Αληθείας λόγων, πάλιν οὐ πείθομαι.
οὐ μὴν ἀλλ᾿ εἴτε εἷς ὁ ᾿Αντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον
ἀλλήλων διεστηκότων χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὁ μὲν
τοῦτο, ὁ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν·
πλεῖστον γὰρ ὡς ἔφαμεν τὸ μεταξύ. Folgt c. 8. περὶ τοῦ
῾Ραμνουσίου ᾿Αντιφῶντος.
Sodann. c. 9.
῾Ο δ᾿ ἕτερος ᾿Αντιφῶν, οὗπερ οἱ τῆς
᾿Αληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ
καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῶι δι᾿ ἀποφάνσεων περαίνειν τὸ
πᾶν, ὃ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος,
ὑψηλὸς δὲ τῆι λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι.
καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας, διὸ καὶ συγχεῖ τὸν λόγον καὶ
ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς
παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδ᾿ ἀληθινοῦ τύπου μέτεστι
τῶι ἀνδρί, φαίην δ᾿ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν,
οὐ μὴν οὔσης γε ὡς ἀληθῶς. ἐγγὺς δὲ τῆς ἰδέας ἐστὶ ταύτης καὶ ὁ
Κριτίας· διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν.
3. XENOPH. Mem. I, 6, 1 ff.
ἄξιον δ᾿ αὐτοῦ καὶ ἃ πρὸς ᾿Αντιφῶντα
τὸν σοφιστὴν διελέχθη μὴ παραλιπεῖν. ὁ γὰρ ᾿Αντιφῶν ποτε βουλόμενος
τοὺς συνουσιαστὰς αὐτοῦ παρελέσθαι προσελθὼν τῶι Σωκράτει παρόντων
αὐτῶν ἔλεξε τάδε· (2) ῏Ω Σώκρατες, ἐγὼ μὲν ὤιμην τοὺς φιλοσοφοῦντας
εὐδαιμονεστέρους χρῆναι γίγνεσθαι· σὺ δέ μοι δοκεῖς τἀναντία τῆς
φιλοσοφίας ἀπολελαυκέναι. ζῆις γοῦν οὕτως ὡς οὐδ᾿ ἂν εἷς δοῦλος ὑπὸ
δεσπότηι διαιτώμενος μείνειε· σιτία τε σιτῆι καὶ ποτὰ πίνεις τὰ
φαυλότατα, καὶ ἱμάτιον ἠμφίεσαι οὐ μόνον φαῦλον, ἀλλὰ τὸ αὐτὸ θέρους
τε καὶ χειμῶνος, ἀνυπόδητός τε καὶ ἀχίτων διατελεῖς. (3) καὶ μὴν
χρήματά γε οὐ λαμβάνεις, ἃ καὶ κτωμένους εὐφραίνει καὶ κεκτημένους
ἐλευθεριώτερόν τε καὶ ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων
ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν, οὕτω
καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε κακοδαιμονίας διδάσκαλος
εἶναι. καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε· (4) Δοκεῖς μοι, ὦ ᾿Αντιφῶν,
ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον ἀποθανεῖν
ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ἤισθησαι
τοὐμοῦ βίου. (5) πότερον ὅτι τοῖς μὲν λαμβάνουσιν ἀργύριον ἀναγκαῖόν
ἐστιν ἀπεργάζεσθαι τοῦτο ἐφ᾿ ὧι ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ
λαμβάνοντι οὐκ ἀνάγκη διαλέγεσθαι ὧι ἂν μὴ βούλωμαι; ἢ τὴν δίαιτάν
μου φαυλίζεις ὡς ἧττον μὲν ὑγιεινὰ ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἧττον δὲ
ἰσχὺν παρέχοντα; ... (10) ἔοικας, ὦ ᾿Αντιφῶν, τὴν εὐδαιμονίαν
οἰομένωι τρυφὴν καὶ πολυτέλειαν εἶναι· ἐγὼ δὲ νομίζω τὸ μὲν μηδενὸς
δεῖσθαι θεῖον εἶναι τὸ δ᾿ ὡς ἐλαχίστων ἐγγυτάτω τοῦ θείου, καὶ τὸ
μὲν θεῖον κράτιστον, τὸ δ᾿ ἐγγυτάτω τοῦ θείου ἐγγυτάτω τοῦ
κρατίστου.
(11) πάλιν δέ ποτε ὁ ᾿Αντιφῶν
διαλεγόμενος τῶι Σωκράτει εἶπεν· ῏Ω Σώκρατες, ἐγώ τοί σε δίκαιον μὲν
νομίζω, σοφὸν δὲ οὐδ᾿ ὁπωστιοῦν· δοκεῖς δέ μοι καὶ αὐτὸς τοῦτο
γιγνώσκειν· οὐδένα γοῦν τῆς συνουσίας ἀργύριον πράττει. καίτοι τό γε
ἱμάτιον ἢ τὴν οἰκίαν ἢ ἄλλο τι ὧν κέκτησαι νομίζων ἀργυρίου ἄξιον
εἶναι οὐδενὶ ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλ᾿ οὐδ᾿ ἔλαττον τῆς ἀξίας
λαβών. (12) δῆλον δὴ ὅτι εἰ καὶ τὴν συνουσίαν ὤιου τινὸς ἀξίαν
εἶναι, καὶ ταύτης ἂν οὐκ ἔλαττον τῆς ἀξίας ἀργύριον ἐπράττου.
δίκαιος μὲν οὖν ἂν εἴης, ὅτι οὐκ ἐξαπατᾶις ἐπὶ πλεονεξίαι, σοφὸς δὲ
οὐκ ἄν, μηδενός γε ἄξια ἐπιστάμενος. (13) ὁ δὲ Σωκράτης πρὸς ταῦτα
εἶπεν· ῏Ω ᾿Αντιφῶν, παρ᾿ ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν
ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι. τήν τε γὰρ
ὥραν ἐὰν μέν τις ἀργυρίου πωλῆι τῶι βουλομένωι, πόρνον αὐτὸν
ἀποκαλοῦσιν, ἐὰν δέ τις, ὃν ἂν γνῶι καλόν τε κἀγαθὸν ἐραστὴν ὄντα,
τοῦτον φίλον ἑαυτῶι ποιῆται, σώφρονα νομίζομεν· καὶ τὴν σοφίαν
ὡσαύτως τοὺς μὲν ἀργυρίου τῶι βουλομένωι πωλοῦντας σοφιστὰς ὥσπερ
πόρνους ἀποκαλοῦσιν, ὅστις δέ, ὃν ἂν γνῶι εὐφυᾶ ὄντα, διδάσκων, ὅ τι
ἂν ἔχηι ἀγαθόν, φίλον ποιεῖται, τοῦτον νομίζομεν, ἃ τῶι καλῶι
κἀγαθῶι πολίτηι προσήκει, ταῦτα ποιεῖν. (14) ἐγὼ δ᾿ οὖν καὶ αὐτός, ὦ
᾿Αντιφῶν, ὥσπερ ἄλλος τις ἢ ἵππωι ἀγαθῶι ἢ κυνὶ ἢ ὄρνιθι ἥδεται,
οὕτω καὶ ἔτι μᾶλλον ἥδομαι φίλοις ἀγαθοῖς, καὶ ἐάν τι ἔχω ἀγαθόν,
διδάσκω, καὶ ἄλλοις συνίστημι παρ᾿ ὧν ἂν ἡγῶμαι ὠφελήσεσθαί τι
αὐτοὺς εἰς ἀρετήν· καὶ τοὺς θησαυροὺς τῶν πάλαι σοφῶν ἀνδρῶν, οὓς
ἐκεῖνοι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων κοινῆι σὺν τοῖς
φίλοις διέρχομαι. καὶ ἄν τι ὁρῶμεν ἀγαθόν, ἐκλεγόμεθα καὶ μέγα
νομίζομεν κέρδος, ἐὰν ἀλλήλοις φίλοι γιγνώμεθα. ἐμοὶ μὲν δὴ ταῦτα
ἀκούοντι ἐδόκει αὐτός τε μακάριος εἶναι καὶ τοὺς ἀκούοντας ἐπὶ
καλοκἀγαθίαν ἄγειν.
(15) καὶ πάλιν ποτὲ τοῦ ᾿Αντιφῶντος
ἐρομένου αὐτόν, πῶς ἄλλους μὲν ἡγοῖτο πολιτικοὺς ποιεῖν, αὐτὸς δ᾿ οὐ
πράττοι τὰ πολιτικά, εἴπερ ἐπίσταιτο· Ποτέρως δ᾿ ἄν, ἔφη, ὦ
᾿Αντιφῶν, μᾶλλον τὰ πολιτικὰ πράττοιμι, εἰ μόνος αὐτὰ πράττοιμι ἢ εἰ
ἐπιμελοίμην τοῦ ὡς πλείστους ἱκανοὺς εἶναι πράττειν αὐτά;
4. ATHEN. XV, 673e-f
ἐκδόντος γὰρ τούτου (der Peripatetiker
Adrastos) πέντε μὲν βιβλία Περὶ τῶν παρὰ Θεοφράστωι ἐν τοῖς Περὶ
ἠθῶν καθ᾿ ἱστορίαν καὶ λέξιν ζητουμένων, ἕκτον δὲ περὶ τῶν ἐν τοῖς
᾿Ηθικοῖς Νικομαχείοις ᾿Αριστοτέλους, ἐννοίας ἀμφιλαφεῖς παραθεμένου
περὶ τοῦ παρὰ ᾿Αντιφῶντι τῶι τραγωιδιοποιῶι (Nauck FT p. 792)
Πληξίππου καὶ πλεῖστα ὅσα καὶ περὶ αὐτοῦ τοῦ ᾿Αντιφῶντος εἰπόντος,
σφετερισάμενος (Hephaistion) καὶ ταῦτα ἐπέγραψέν τι βιβλίον Περὶ τοῦ
παρὰ Ξενοφῶντι ἐν τοῖς ᾿Απομνημονεύμασιν ᾿Αντιφῶντος, οὐδὲν ἴδιον
προσεξευρών.
5. DIOG. II, 46
τούτωι (Sokrates) τις, καθά φησιν
᾿Αριστοτέλης ἐν τρίτωι Περὶ ποιητικῆς (fr. 75 Rose), ἐφιλονίκει
᾿Αντίλοχος Λήμνιος καὶ ᾿Αντιφῶν ὁ τερατοσκόπος.
6. [PLUT.] vit. X orat. 1; p.
833c
λέγεται δὲ τραγωιδίας συνθεῖναι ἰδίαι
καὶ σὺν Διονυσίωι τῶι τυράννωι· ἔτι δ᾿ ὢν πρὸς τῆι ποιήσει τέχνην
ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν θεραπεία
ὑπάρχει· ἐν Κορίνθωι τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν
προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν, καὶ
πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. νομίζων δὲ τὴν
τέχνην ἐλάττω ἢ καθ᾿ αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. εἰσὶ δ᾿ οἳ
καὶ τὸ Γλαύκου τοῦ ῾Ρηγίνου Περὶ ποιητῶν βιβλίον (FHG II, 23) εἰς
᾿Αντιφῶντα ἀναφέρουσι.
PHILOSTR. V. soph. I, 152
πιθανώτατος δὲ ὁ ᾿Αντιφῶν (der
Rhamnusier, wie auch Ph. glaubt.) γενόμενος καὶ προσρηθεὶς Νέστωρ
ἐπὶ τῶι περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς ἀκροάσεις ἐπήγγειλεν,
ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς γνώμης.
7. LUCIAN, V. hist. II, 33
(᾿Ονείρων νῆσος) καὶ πλησίον ναοὶ δύο
᾿Απάτης καὶ ᾿Αληθείας· ἔνθα καὶ τὸ ἄδυτόν ἐστιν αὐτοῖς καὶ τὸ
μαντεῖον, οὗ προειστήκει προφητεύων ᾿Αντιφῶν ὁ τῶν ὀνείρων ὑποκριτὴς
ταύτης παρὰ τοῦ ῞Υπνου λαχὼν τῆς τιμῆς.
8 . CLEM. Strom. VII, 24 p
842 P.
χαρίεν τὸ τοῦ ᾿Αντιφῶντος·
οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν
ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην·
᾿χαῖρε, εἶπεν, ἐπὶ τῶι σημείωι, ὅτι
οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.᾿
9. GNOMOL. VINDOB. 50; p. 14
Wachsm
᾿Αντιφῶν ἐρωτηθείς, τί ἐστι μαντική,
εἶπεν·
᾿ἀνθρώπου φρονίμου εἰκασμός.᾿
λέγεται δὲ (der Rhamnusier A., wie
Caecilius meinte) τραγωιδίας συνθεῖναι καὶ ἰδίαι καὶ σὺν Διονυσίωι
τῶι τυράννωι.
B. FRAGMENTE
ΑΝΤΙΦΩΝΤΟΣ ΑΛΗΘΕΙΑΣ ΑΒ
1. (81 a Blass. Antiphont. or. p.
130; 99a Sauppe Oratt. att. II 147) GAL., in Hipp.de med. off. XVIII
B 656 K, nach Kritias c. 81 B 40
ὥσπερ καὶ ὁ ᾿Αντιφῶν ἐν τῶι προτέρωι
τῆς ᾿Αληθείας οὕτω λέγων·
ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν <ὂν>
αὐτῶι οὔτε ὧν ὄψει ὁρᾶι <ὁ ὁρῶν> μακρότατα οὔτε ὧν γνώμηι γιγνώσκει
ὁ μακρότατα γιγνώσκων.
Dagegen HIPPOCR. de arte 2 p.
42, 17 Gomp.
δοκεῖ δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι
οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν·
ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς
ἔστιν; εἰ γὰρ δὴ ἔστι γ᾿ ἰδεῖν τὰ μὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ᾿,
ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν
καὶ γνώμηι νοῆσαι ὡς ἔστιν. ἀλλ᾿ ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον· ἀλλὰ
τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε
ὁρᾶται οὔτε γινώσκεται. γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη <τῶν
εἰδέων, ἑκάστη> τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος
οὐχ ὁρᾶται. οἶμαι δ᾿ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν·
ἄλογον γὰρ ἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ
ἀδύνατον· τὰ μὲν γὰρ ὀνόματα (φύσεως) νομοθετήματά ἐστιν, τὰ δὲ
εἴδεα οὐ νομοθετήματα, ἀλλὰ βλαστήματα.
2. (81b B, 99 S.) -- -- (nach fr.
1)
καί πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ
σώματος ἡγεῖται καὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.
3. (102 B., 120 S.) POLLUX VI, 143.
᾿ἀπαρασκεύωι γνώμηι᾿ ἐν τοῖς Περὶ
ἀληθείας ᾿Αντιφῶν εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν ταῖς ῥητορικαῖς
Τέχναις (δοκοῦσι δ᾿ οὐ γνήσιαι).
4. (86 B., 104 S.) HARPOCR. s.v.
ἄοπτα
ἄοπτα· ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ
ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι ᾿Αντιφῶν ᾿Αληθείας α. Auch POLL. II
58.
5. (87 B., 105 S.) -- s.v. ἀπαθῆ
ἀπαθῆ· ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς
γεγονότα πάθη ᾿Αντιφῶν ᾿Αληθείας α.
6. (87 B., 105 S.) POLL. II, 58
διοπτεύειν Κριτίας (81, 53) καὶ
᾿Αντιφῶν, ᾿Αντιφῶν δὲ καὶ εἴσοπτοι.
7. (174 B., 178 S.) -- -- 57
᾿Αντιφῶν δὲ καὶ τὸ ὀψόμενον εἶπε καὶ
τῆι ὄψει (Β 1) οἷον τοῖς ὀφθαλμοῖς καὶ ὀπτὴρ καὶ ἄοπτα (Β 4).
8. (173 B., 177 S.) -- --
76
ἡ γὰρ ὀδμὴ καὶ εὐοδμία δοκεῖ μὲν τοῖς
πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς
καταλογάδην ἰωνικὰ καὶ αἰολικά· παρὰ μόνωι δ᾿ ᾿Αντιφῶντι ὀδμὰς καὶ
εὐοδμίαν εὕροι τις ἄν.
9. (105a B.) AËT. I, 22, 6 (D. 318)
᾿Αντιφῶν καὶ Κριτόλαος νόημα ἢ μέτρον
τὸν χρόνον, οὐχ ὑπόστασιν.
10 . (80 B., 98 S.) SUID. s.v.
ἀδέητος
ἀδέητος· ὁ μηδενὸς δεόμενος καὶ πάντα
ἔχων. ᾿Αντιφῶν ἐν α ᾿Αληθείας·
διὰ τοῦτο οὐδενὸς δεῖται οὐδὲ
προσδέχεται οὐδενός τι, ἀλλ᾿ ἄπειρος καὶ ἀδέητος.
Vgl. HARPOCR.. s. v.
11. (89 B., 107 S.) HARP. s. v.
δεήσεις
δεήσεις· ἀντὶ τοῦ ἐνδείας ᾿Αντιφῶν
᾿Αληθείας α.
12. (98 B., 117 S.) ORIG. c. Cels.
IV, 25
κἂν Δημοσθένης τις οὖν ὁ ῥήτωρ ἦι μετὰ
τῆς παραπλησίας ἐκείνωι κακίας καὶ τῶν ἀπὸ κακίας αὐτῶι πεπραγμένων,
κἂν ᾿Αντιφῶν ἄλλος ῥήτωρ νομιζόμενος εἶναι καὶ τὴν πρόνοιαν ἀναιρῶν
ἐν τοῖς ἐπιγεγραμμένοις Περὶ ἀληθείας παραπλησίως τῆι Κέλσου
ἐπιγραφῆι, οὐδὲν ἧττόν εἰσιν οὗτοι σκώληκες ἐν βορβόρου γωνίαι τοῦ
τῆς ἀμαθίας καὶ ἀγνοίας καλινδούμενοι.
13. (103 B.) ARIST. phys. A, 1 p.
185a 14
ἅμα δ᾿ οὐδὲ λύειν ἅπαντα προσήκει,
ἀλλ᾿ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ· οἷον
τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν
δ᾿ ᾿Αντιφῶντος οὐ γεωμετρικοῦ. Vgl. soph. el. 11. 172a7.
SIMPL. phys.54, 12
τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου
πολλῶν ζητούντων (τοῦτο δὲ ἦν τὸ κύκλωι ἴσον τετράγωνον θέσθαι) καὶ
᾿Αντιφῶν ἐνόμισεν εὑρίσκειν καὶ ῾Ιπποκράτης ὁ Χῖος (c. 30, 3)
ψευσθέντες. ἀλλὰ τὸ μὲν ᾿Αντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν
ἀρχῶν ὡρμῆσθαι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ λύειν ...
ὁ δὲ ᾿Αντιφῶν γράψας κύκλον ἐνέγραψέ
τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφεσθαι δυναμένων. ἔστω δὲ εἰ
τύχοι τετράγωνον τὸ
ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων
ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμμάς, αἳ
δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθ᾿ αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα
ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου
εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον
σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν
μέθοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς
ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων,
καθ᾿ ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ
τὰ πέρατα τῶν διηιρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ
ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ
ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ
διπλασιάζων τὸ ἐγγραφόμενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὤιετό ποτε
δαπανωμένου τοῦ ἐπιπέδου
ἐγγραφήσεσθαί
τι πολύγωνον τούτωι τῶι τρόπωι ἐν τῶι κύκλωι, οὗ αἱ πλευραὶ διὰ
σμικρότητα ἐφαρμόσουσι τῆι τοῦ κύκλου περιφερείαι. παντὶ δὲ
πολυγώνωι ἴσον τετράγωνον δυνάμενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις
(Eucl. II, 14) παρελάβομεν, διὰ τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῶι
κύκλωι ἐφαρμόζον αὐτῶι, ἐσόμεθα καὶ κύκλωι ἴσον τιθέντες τετράγωνον.
THEMIST. phys. 4, 2
πρὸς ᾿Αντιφῶντα δὲ οὐκέτ᾿ ἂν ἔχοι
λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον
καὶ ἐφ᾿ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῆι
περιφερείαι τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ὤιετό ποτε ἐφαρμόσειν
τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῆι περιφερείαι.
τοῦτο δὲ ἦν <τοῦ> τὴν ἐπ᾿ ἄπειρον τομὴν ἀναιροῦντος, ἣν ὑπόθεσιν ὁ
γεωμέτρης λαμβάνει.
14. (82 B., 100 S.) HARP. s.v.
διάθεσις
διάθεσις· ... καὶ γὰρ τὸ ῥῆμα
διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι. ᾿Αντιφῶν ᾿Αληθείας α·
γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο.
15. (83 B0, 101 S.) -- -- s. v.
ἔμβιος
ἔμβιος· ᾿Αντιφῶν ᾿Αληθείας α·
᾿καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος
γένοιτο᾿ ἀντὶ τοῦ ᾿ἐν τῶι ζῆν᾿, τουτέστι ᾿ζήσειε καὶ μὴ ξηρανθείη
μηδ᾿ ἀποθάνοι᾿.
ARIST. phys. II, 1; p. 193a 9
δοκεῖ δ᾿ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει
ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστωι ἀρρύθμιστον καθ᾿
ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δ᾿ ὁ χαλκός. σημεῖον
δέ φησιν ᾿Αντιφῶν ὅτι
εἴ τις κατορύξειε κλίνην καὶ λάβοι
δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ
ξύλον,
ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν
κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ᾿ οὐσίαν οὖσαν ἐκείνην ἣ
καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.
16. (156 B., 160 S.) AN. BEKK. Lex.
VI; p. 470, 25; s.v. ἀφήκοντος
ἀφήκοντος· ᾿Αντιφῶν ἀντὶ τοῦ
διήκοντος.
17. (88B., 106 F.) -- -- ; p.
472, 14; s.v. ᾿Αφροδίτης
᾿Αφροδίτης· ἀντὶ τοῦ ἀφροδισίων. οὕτως
᾿Αντιφῶν ἐν ᾿Αληθείας πρώτωι.
18. (84 B. 102 S.) HARPOCR. s.v.
ἀναποδιζόμενα
ἀναποδιζόμενα· ἀντὶ τοῦ <πάλιν>
ἐξεταζόμενα ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα
᾿Αντιφῶν ᾿Αληθείας α.
19. (85 B., 103 S.) -- --
s.v. ἀνήκει
ἀνήκει· παρ᾿ ᾿Αντιφῶντι ᾿Αληθείας α
ἀντὶ τοῦ ἁπλοῦ ἥκει ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν.
AN. BEKK.. VI, 403, 5
᾿Αντιφῶν μὲν ἀντὶ τοῦ καθήκει.
20. (90 B., 108 S.) -- --
s.v. παλλάξεις
παλλάξεις· ἀντὶ τοῦ συναλλαγὰς ἢ
μίξεις ᾿Αντιφῶν ᾿Αληθείας α.
21. (91 B., 109 S.)
s.v. ὀριγνηθῆναι
ὀριγνηθῆναι· ἀντὶ τοῦ ἐπιθυμῆσαι
᾿Αντιφῶν ᾿Αληθείας α.
B. Physic und Anthropologie.
22. (97 B., 116 S.) HARPOCR. (Vgl.
PHOT. A. Reitzenst. 37, 18) s.v. ἀειεστώ
ἀειεστώ· ᾿Αντιφῶν ἐν ᾿Αληθείας
δευτέρωι τὴν ἀιδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ
εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. (c. 55 A 167, B 4)
23. (94 B., 113 S.) -- --
s.v. διάστασις
διάστασις· ᾿Αντιφῶν ᾿Αληθείας β.
᾿περὶ τῆς νῦν κρατούσης διαστάσεως᾿
ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων.
24. (114 B., 147 S.) s.v.
διάστατον
διάστατον· τὸ μήπω διεστηκὸς μηδὲ
διακεκριμένον ᾿Αντιφῶν εἶπεν.
PHOT. s. v. ἀδιάστατον Theodoridis
(A p. 31, 17 Reitzenstein)
ἀδιάστατον. ὡς Ξενοφῶν (Αντιφῶν?) ᾿καὶ
τὸ οἰκοδόμημα ἀδιάστατον᾿. ἔφη δὲ Πλάτων ἐν Τιμαίῳ (25d) τὸ
ἀδιερεύνητον.
24a. (160 B., 165 S.) SUID. s.v.
διάθεσις
διάθεσις· ... ᾿Αντιφῶν δὲ τῆι διαθέσει
(cfr. B 63) ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας· ὁ αὐτὸς καὶ ἐπὶ τοῦ
διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῶι β τῆς
᾿Αληθείας ὁ αὐτὸς κέχρηται καὶ ἐπὶ τῆς διακοσμήσεως. Vgl. B 23)
25. (95 B., 114 S.) HARP. s.v.
δίνωι
δίνωι· ἀντὶ τοῦ δινήσει ᾿Αντιφῶν
᾿Αληθείας β.
26. (103 a B) AËT.II, 20, 15 (D.
351)
(περὶ οὐσίας ἡλίου) ᾿Αντιφῶν πῦρ
ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις
ποιούμενον τῶι τὸν μὲν ἐπικαιόμενον ἀεὶ προλείπειν, τοῦ δ᾿
ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι.
27. (104a B., 121 S.) -- II, 28, 4
(D. 358)
᾿Αντιφῶν ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ
δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου
ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον
ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.
28. (104b B.) -- II, 29, 3 (D. 359)
(περὶ ἐκλείψεως σελήνης) ᾿Αλκμαίων (14
Α 4), ῾Ηράκλειτος (12 Α 12), ᾿Αντιφῶν κατὰ τὴν τοῦ σκαφοειδοῦς
στροφὴν καὶ τὰς περικλίσεις.
29. (92 B., 110 S.) GAL. in Epid.
III, 32 ( XVIIa . 681 K.)
οὕτω δὲ καὶ παρ᾿ ᾿Αντιφῶντι κατὰ τὸ
δεύτερον τῆς ᾿Αληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν
(näml. εἰλούμενον) ἐν τῆιδε τῆι ῥήσει·
ὅταν οὖν γένωνται ἐν τῶι ἀέρι ὄμβροι
τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ
πυκνοῦται κατὰ πολλά· ὅ τι δ᾿ ἂν τῶν ξυμπιπτόντων κρατηθῆι, τοῦτ᾿
ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς
βίας.
καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ
συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς.
30. (93a B., 111a S.) HARP. s.v.
γρυπάνιον
γρυπάνιον· ᾿Αντιφῶν ᾿Αληθείας β·
καῖον γὰρ τὴν γῆν καὶ συντῆκον
γρυπάνιον ποιεῖ.
31. (93b B., 111b S.) ETYM. GEN.
s.v. γρυπανίζειν
γρυπανίζειν· σείεσθαι τὴν γῆν
παλλομένην καὶ ὥσπερ ῥυσοῦσθαι ἀπὸ σεισμοῦ· οὕτως ᾿Αντιφῶν.
32. (105 B.) AËT. III, 16, 4 (D.
381)
(περὶ θαλάσσης πῶς συνέστη καὶ πῶς
ἐστι πικρά) ᾿Αντιφῶν ἱδρῶτα τοῦ <πρώτου ὑγροῦ ἐξατμισθέντος ὑπὸ τοῦ>
θερμοῦ, ἐξ οὗ τὸ περιλειφθὲν ὑγρὸν ἀπεκρίθη <καὶ θάλασσα ἐπωνομάσθη>
τῶι καθεψηθῆναι παραλυκίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.
33. (96 B., 115 S.) HARP.
s.v. πεφοριῶσθαι
πεφοριῶσθαι· ... ὅτι γὰρ καὶ ἐπ᾿
ἀνθρώπων τάσσουσι τὴν φορίνην, δῆλον ποιεῖ ᾿Αντιφῶν ἐν β ᾿Αληθείας.
34. (p. 150 n. B.) POLL., II, 41
κεφαλαλγία καὶ καρηβαρία ... καὶ
καρηβαρικὸν ποτὸν ἢ βρῶμα. τὸ δὲ τοῦτο ποιεῖν καροῦν ᾿Αντιφῶν φησίν.
35. (p. 150 n. B.) -- -- II,
215
ἔναιμον, καὶ ἐναιμῶδες παρὰ
᾿Αντιφῶντι.
36. (p. 150 n. B.) -- -- II, 223
καὶ ᾿Αντιφῶν δ᾿ εἴρηκεν·
ἐν ὧι τὸ ἔμβρυον αὐξάνεταί τε καὶ
τρέφεται, καλεῖται χόριον.
37. (a. O. B.) -- -- II, 224
ἐπίπλους ὀνομάζεται· ᾿Αντιφῶν δ᾿ αὐτὸν
καὶ ἀρρενικῶς καὶ οὐδετέρως καλεῖ.
38. = Pollux, Onomasticon II, 7
καὶ ἄμβλωσις ὡς Λυσίας (fr. 24 S.) καὶ ἄμβλωμα ὡς ᾿Αντιφῶν.
B 39 = Pollux, Onomasticon II, 61
᾿Αντιφῶν δ᾿ ἐν τοῖς Περὶ ἀληθείας καὶ ἀνάπηρα εἴρηκεν.
B 40 = Pollux, Onomasticon VII, 169
᾿Αντιφῶν βάψιν χαλκοῦ καὶ σιδήρου.
B 41 = Pollux, Onomasticon VII, 189
ἀμήχανοι, ἀμηχανία, βιομήχανοι ὡς ᾿Αντιφῶν.
B 42 = Pollux, Onomasticon IX 53
ἡ μὲν γὰρ ᾿Αντιφῶντος ταλάντωσις τὸ βάρος δηλοῖ.
B 43 /1 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. ἄβιος
ἄβιος· τὸν ἄβιον ᾿Αντιφῶν ἐπὶ τοῦ πολὺν βίον κεκτημένου ἔταξεν, ὡς
῞Ομηρος (Λ 155) ἄξυλον ὕλην λέγει τὴν πολύξυλον.
B 43 /2 = Hésychios, Lexicon A 127 Latte, s.v. ἄβιος
ἄβιος· πλούσιος ὡς ᾿Αντιφῶν ἐν ᾿Αληθείαι.
B 44 = Oxyrh. Pap. XI n. 1364
A, col. 1
........>θου
........>η
........>με
........>νευ
........>μι
...> δικαιοσύνη οὖ>ν τὰ τῆς πόλεω>ς νόμιμα, ἐν> ἧι ἂν πολιτεύηταί
τις, μὴ παρ>αβαίνειν. χρῶιτ᾿ ἂν οὖν ἄνθρωπος μάλιστα (θ) ἑαυτῶι
ξυμφερόντως δικαιοσύνηι, εἰ μετὰ μὲν μαρτύρων τοὺς νόμους μεγά<λο>υς
ἄγοι, μονούμενος δὲ μαρτύρων τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων
ἐπίθ>ετα, τὰ δὲ τῆς> φύσεως ἀναγ>καῖα· καὶ τὰ μὲν> τῶν νόμω>ν
ὁμολογη
A, col. 2
θέντ>α οὐ φύντ᾿ ἐστί>ν, τὰ δὲ τῆς φύσ>εως φύντα οὐχ> ὁμολογηθέντα
(ο>υχ <ο> μολογηθεν τα). τὰ οὖν νόμιμα παραβαίνων εἰὰν λάθηι τοὺς
ὁμολογήσαντας καὶ αἰσχύνης καὶ ζημίας ἀπήλλακται· μὴ λαθὼν δ᾿ οὔ·
τῶν δὲ τῆι φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε
πάντας ἀνθρώπους λάθηι, οὐδὲν ἔλαττον τὸ κακόν, ἐάν τε πάντες
ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ δι᾿ ἀλήθειαν.
ἔστι δὲ πάν<τως> τῶνδε ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ
νόμον δικαίων πολεμίως τῆι φύσει κεῖται· νενο<μο>θ<έ>τηται γὰρ ἐπί
τε τοῖς ὀφθαλμ(ι)οῖς, ἃ δεῖ
A, col. 3
αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς ὠσίν, ἃ δεῖ αὐτὰ ἀκούειν καὶ
ἃ οὐ δεῖ· καὶ ἐπὶ τῆι γλώττηι, ἅ τε δεῖ αὐτὴν λέγειν καὶ ἃ οὐ δεῖ·
καὶ ἐπὶ ταῖς χερσίν, ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς
ποσίν, ἐφ᾿ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφ᾿ ἃ οὐ δεῖ· καὶ ἐπὶ τῶι νῶι,
ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. <οὐ μὲ>ν οὖν οὐδὲν τῆι φύσει
φιλιώτερα οὐδ᾿ οἰκειότερα, ἀφ᾿ ὧν οἱ νόμοι ἀποτρέπουσι τοὺς
ἀν<θ>ρώπ<ους>, ἢ ἐφ᾿ ἃ <προ>τρέπουσιν<.> τ<ὸ δ᾿ αὖ ζῆν ἐστι τῆς
φύσεως καὶ τὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζῆν αὐτ<οῖς ἐστιν ἀπὸ τῶν
ξυμφερόντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμ-
A, col. 4
φερόντων. τὰ δὲ ξυμφέροντα τὰ μὲν ὑπὸ τῶν νόμων κείμενα δεσμὰ τῆς
φύσεώς ἐστι, τὰ δ᾿ ὑπὸ τῆς φύσεως ἐλεύθερα. οὔκουν τὰ ἀλγύνο(υ)ντα
ὀρθῶι γε λόγωι ὀνίνησιν τὴν φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν
οὐδὲ ξυμφέροντ᾿ εἴη τὰ λυποῦντα μᾶλλον ἢ τὰ ἥδοντ<α·> τὰ γὰρ τῶι
ἀληθεῖ ξυμφέροντα οὐ βλάπτειν δεῖ, ἀλλ᾿ ὠφελεῖν. τὰ τοίνυν τῆι φύσει
ξυμφέροντα τούτ<ων
+ + +
......>οτια<..
......>απ<...
......>ανα<..
......>καὶ οι<..
......>νται· κα<ὶ οἵτινε>ς ἂν πα-
A, col. 5
θόντες ἀμύνωνται καὶ μὴ αὐτοὶ ἄρχ>ωσι τοῦ δρᾶν· καὶ οἵτινες ἂν τοὺς
γειναμένους καὶ κακοὺς ὄντας εἰς αὐτοὺς εὖ ποιῶσιν· καὶ οἱ
κατόμνυσθαι διδόντες ἑτέροις, αὐτοὶ δὲ μὴ κατομνύμενοι.> καὶ τούτων
τῶν εἰρημένων πόλλ᾿ ἄν τις εὕροι πολέμια τῆι φύσει· ἔνι τ᾿ ἐν αὐτοῖς
(δ) ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω (ι), καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν
πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν. εἰ μὲν οὖν τις τοῖς
τοιαῦτα προσϊεμένοις ἐπικούρησις ἐγίγνετο παρὰ τῶν νόμων, τοῖς δὲ μὴ
προσϊεμένοις, ἀλλ᾿ ἐναντιουμένοις ἐλάττωσις,
A, col. 6
οὐκ ἀν<όνητον ἂν (ν) ἦν τ<ὸ τοῖς νόμοις πεῖ<σμα· νῦν δὲ φαίνε<ται
τοῖς προσϊεμ<ένοις τὰ τοιαῦτα τὸ ἐ<κ νόμου δίκαιον οὐχ ἱκανὸν
ἐπικουρεῖν· ὅ γε πρῶτον μὲν ἐπιτρέπει τῶι πάσχοντι παθεῖν καὶ τῶι
δρῶντι δρᾶσαι· καὶ οὔτε ἐνταῦθα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν,
οὔτε τὸν δρῶντα δρᾶσαι. εἴς τε τὴν τιμωρίαν ἀναφερόμενον οὐδὲν
ἰδιώτερον ἐπὶ τῶι πεπονθότι Δ ἢ τῶι δεδρακότι·> πεῖ<σ>αι γὰρ δ<εῖ
αὐτὸ<ν το>ὺς τ<ιμωρ<ήσοντ>ας, ὡς ἔπαθεν, <καὶ> δύνασθαι ἀπ<αιτ>εῖ
δίκην <ἑλεῖ>ν. ταὐτὰ δὲ καταλείπετα<ι> καὶ τῶι δράσαντ<ι ἀ>ρνεῖσθαι
A, col. 7
<ἑλομένωι ....>
+ + +
< ........... ἐ->
στιν μᾶλ<λον .. ὅσηπερ τ<ῶι κατηγοροῦν<τι ἡ τῆς κατηγορ<ίας πειθὼ
ἀ<μύνειν τῶι τε πε<πονθότι καὶ τῶ<ι δεδρακότι <.> γίγ<νεται γὰρ
ν<ίκη καὶ ῥήμασι κ<αὶ ..... καὶ κ<....... δυνα< δεσα οὐδ μα<.......
ἐντεῦθεν ὡς ε< τῶι εδ
B, col. 1
.. ἀνθ>ρώποις
.......>ματα
.......>ητης
.......>ηλου· ε
.......>ωσενε
.... τε>κμαίρεσθαι δὲ> παρέχει
.........>τας
.... πλ>είστων
.......>ρων)
.......>τα ε
.......>αν
.......>κ<..
<τοὺς ἐκ καλῶν πατέ->
B, col. 2
ρων ἐπ<αιδούμεθά τε κ<αὶ σεβόμεθα, τοὺς δὲ <ἐκ μὴ καλοῦ οἴκ<ου ὄντας
οὔτε ἐπ<αιδούμεθα οὔτε σεβόμ<εθα. ἐν τούτω<ι δὲ πρὸς ἀλλή<λους
βεβαρβαρώ<μεθα, ἐπεὶ φύσει πάντα πάντ<ες ὁμοίως πεφύκ<αμεν καὶ
βάρβαροι καὶ ῞Ελλην<ες εἶναι. σκοπεῖν δὲ παρέχει τὰ τῶν φύσει <ὄντων
ἀναγκαί<ων πᾶσιν ἀν<θρώποις· π<ορίσαι τε κατ<ὰ ταὐτὰ δυνα<τὰ πᾶσι,
καὶ ἐν <πᾶσι τούτοις οὔτε β<άρβαρος ἀφώρισ<ται (δ) ἡμῶν ο<ὐδεὶς οὔτε
῞Ελλην<·> ἀναπνέομεν τε γὰρ εἰς τὸν ἀέρ<α> ἅπαντες κατὰ τὸ στόμ<α
κ>αὶ κατ<α> τὰς ῥῖνας κ<αὶ ἐσθίομε>ν χ<ερσὶν ἅ<παντες? ....>
C, col. 1
......> τοῦ δικαίου σπουδ>αίου δοκοῦντος τὸ> μαρτυρεῖν ἐν ἀλ>λήλοις
τἀληθῆ δίκαιο>ν νομίζεται εἶναι> καὶ χρήσιμον οὐδὲν> ἧττον εἰς τὰ
τῶν> ἀνθρώπων ἐπιτ>ηδεύματα. τοῦτο> τοίνυν οὐ δίκαιος> ἔσται ὁ
ποιῶν, ἐπείπε>ρ τὸ μὴ ἀδικεῖν μηδ>ένα μὴ ἀδικού>μενον αὐτὸν δίκ>αιόν
ἐστιν· ἀνάγκη> γὰρ τὸν μαρτυροῦ>ντα, κἂν ἀληθῆ μ>αρτυρῆι, ὅμως
ἄλλον> πως ἀδικεῖν καὶ ἅμα> αὐτὸν ἂ<ν ἀδι>κεῖσθαι <ὕστερον, ὧ>ν
ἕνε<κα εἶπεν, ἐ>ν ὧι διὰ τ<ὰ ὑπ' αὐτ>οῦ μαρτ<υρηθέντα ἁλίσκ<ε>ται ὁ
καταμαρτυρούμενος καὶ ἀπόλλυσιν ἢ χρήματα ἢ αὑτὸν δ>ιὰ τοῦτον ὃν
οὐδὲν ἀ>δικεῖ· ἐν μὲν οὖν τούτωι τὸν καταμ>αρτυρούμενον ἀ>δικεῖ, ὅτι
οὐκ ἀδικο>ῦντα ἑαυτὸν ἀδι>κεῖ, αὐτὸς δ' ἀδικεῖται ὑ>πὸ τοῦ
καταμαρτυρηθ>έντος, ὅτι μισεῖται> ὑπ' αὐτοῦ τὰ <ἀ-
C, col. 2
ληθῆ μαρτυρ<ήσας· καὶ οὐ μόν<ον τῶι μίσει, ἀλλὰ <καὶ ὅτι δεῖ αὐτὸν
τὸ<ν αἰῶνα πάντα φυλάττεσθαι τοῦτο<ν οὗ κατεμαρτύρ<ησεν· ὡς ὑπάρχε<ι
γ᾿ αὐτῶι ἐχθρὸς τοιο<ῦτος, οἷος καὶ λέγειν καὶ δρᾶν εἴ τι δύν<αιτο
κακὸν αὐτόν. κα<ίτοι ταῦτα φαίνεται οὐ σμικρὰ ὄντα τἀδικήματα, οὔτε
ἃ αὐτὸς ἀδικεῖται οὔτε ἃ ἀδικεῖ· οὐ γὰρ οἷόν τε ταῦτά τε δίκαια
εἶναι καὶ τὸ μηδ>ὲν ἀδικεῖν μηδὲ> αὐτὸν ἀδικεῖσθαι (?). ἀλ>λ᾿ ἀνάγκη
ἐστὶν ἢ> τὰ ἕτερα αὐτῶν δ>ίκαια εἶναι ἢ ἀμφότερα ἄδικα. φαίνεται δὲ
καὶ τὸ δικάζειν καὶ τὸ κρίνειν καὶ τὸ δια<ι>τᾶν ὅπως ἂν περαίνηται
οὐ δίκαια ὄντα· τὸ γὰρ ἄ>λλους ὠφελοῦν ἄλλο>υς βλάπτει· ἐν δὲ
τού>τωι οἱ μὲν ὠφελούμενο>ι οὐκ ἀδικοῦ<νται, οἱ> δὲ βλαπτόμε<νοι
ἀδικο>ῦντα<ι ......
.....> μην<........
...>.ινον <...
ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ
B 44a /1 = Filostratos, Vitae sophistarum I,15, 4
λόγοι δ᾿ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ
ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτατος δὲ
ὁ ῾Υπὲρ τῆς ὁμονοίας, ἐν ὧι γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι
σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ
ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.
B 44a /2 = Xenofón, Memorabilia IV, 4, 16
ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι
καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες
παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῆι ῾Ελλάδι
νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι
τὸν ὅρκον τοῦτον· οἶμαι δ᾿ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς
χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ᾿ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν,
οὐδ᾿ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ᾿ ἵνα τοῖς αὐτοῖς
ἥδωνται, ἀλλ᾿ ἵνα τοῖς νόμοις πείθωνται. τούτοις γὰρ τῶν πολιτῶν
ἐμμενόντων αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται·
ἄνευ δὲ ὁμονοίας οὔτ᾿ ἂν πόλις εὖ πολιτευθείη οὔτ᾿ οἶκος καλῶς
οἰκηθείη.
B 44a /3 = Iamblichos, Ep. Περὶ ὁμονοίας, in: Stobaios, Anthologium
II, 33, 15
ἡ ὁμόνοια, καθάπερ αὐτὸ τὸ ὄνομα βούλεται ἐνδείκνυσθαι, συναγωγὴν
ὁμοίου τοῦ νοῦ κοινωνίαν τε καὶ ἕνωσιν ἐν ἑαυτῆι συνείληφεν·
ἀφορμηθεῖσα δὴ οὖν ἐντεῦθεν ἐπὶ πόλεις καὶ οἴκους κοινούς τε
συλλόγους πάντας καὶ ἰδίους (οἴκους), φύσεις τε καὶ συγγενείας πάσας
ἐπιπορεύεται κοινάς τε καὶ ἰδίας ὡσαύτως· ἔτι δὲ περιέχει καὶ τὴν
ἑνὸς ἑκάστου πρὸς ἑαυτὸν ὁμογνωμοσύνην· ὑφ᾿ ἑνὸς μὲν γάρ τις
νοήματος καὶ μιᾶς γνώμης κυβερνώμενος ὁμονοεῖ πρὸς ἑαυτόν,
διχογνωμονῶν δὲ πρὸς ἑαυτὸν καὶ ἀνόμοια λογιζόμενος διαστασιάζει·
καὶ ὁ μὲν ἐπὶ τῆς ἀεὶ αὐτῆς ἐπιμένων διανοήσεως ὁμοφροσύνης ἐστὶ
πλήρης· ὁ δὲ ἄστατος τοῖς λογισμοῖς καὶ ἄλλοτε ὑπ᾿ ἄλλης δόξης
φερόμενος ἀστάθμητός ἐστι καὶ πολέμιος πρὸς ἑαυτόν.
B 45 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
Σκιάποδες
Σκιάποδες· ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν.
B 46 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
Μακροκέφαλοι
Μακροκέφαλοι· ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω
καλούμενον.
B 47 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. ὑπὸ γῆν
οἰκοῦντες
ὑπὸ γῆν οἰκοῦντες (λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι (fr. 2
Issberner p. 5) λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ ῾Ησιόδου ἐν γ
Καταλόγου (fr. 60 Rz. 2) Κατουδαίους ὀνομαζομένους)· ᾿Αντιφῶν ἐν τῶι
Περὶ ὁμονοίας.
B 48 = Fótios, Lexicon s.v. θεειδέστατον = Dionýsios Attikos
(Aelius), ᾿Ονομάτων λόγοι Θ (Theta) 6 Erbse
θεειδέστατον· θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας
οὕτως·
ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεειδέστατον γενέσθαι ...
B 49 = Stobaios, Anthologium IV, 22; II, 66 (cfr. III 6, 45) H.
᾿Αντιφῶντος. φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ
γυναικὸς ἐπιθυμησάτω. αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος
ἄρχει, καινοῦ πότμου. μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπωι. εἰ γὰρ τύχοι μὴ
ἐπιτηδεία γενομένη, τί χρὴ τῆι συμφορᾶι χρῆσθαι; χαλεπαὶ μὲν
ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας ἴσα πνέοντας,
ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ καὶ ἐκτῆσθαι κτῆμα τοιοῦτον,
δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. φέρε δή, μὴ τὰ παλίγκοτα
λέγωμεν, λεγέσθω τὰ πάντων ἐπιτηδειότατα. τί γὰρ ἥδιον ἀνθρώπωι
γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον ἄλλως τε καὶ νέωι; ἐν τῶι
αὐτῶι δέ γε τούτωι, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν·
αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλ᾿ ἀκολουθοῦσιν
αὐταῖς λῦπαι καὶ πόνοι. ἐπεὶ καὶ ὀλυμπιονῖκαι καὶ πυθιονῖκαι καὶ οἱ
τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων
ἐθέλουσι παραγίνεσθαι· τιμαὶ γάρ, ἆθλα, δελέατα, ἃ ὁ θεὸς ἔδωκεν
ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. ἐγὼ
γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον <ἐπιμελὲς ὂν> οἷον ἐγὼ
ἐμαυτῶι, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῶι πολλὰ πράγματα παρέχων
ὑπέρ τε τῆς ὑγιείας τοῦ σώματος ὑπέρ τε τοῦ καθ᾿ ἡμέραν βίου ἐς τὴν
ξυλλογὴν ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ
ἀκούειν· τί οὖν, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γέ μοι οὕτως
ἐπιμελὲς εἴη; οὐκ οὖν δῆλον, ὅτι γυνὴ ἀνδρί, ἐὰν ἦι καταθυμία, οὐδὲν
ἐλάττους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῶι ὑπέρ
τε τῆς ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου τῆς συλλογῆς (καὶ)
ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας; φέρε δὴ καὶ παῖδες
γενέσθωσαν· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον
σκίρτημα ἐκ τῆς γνώμης καὶ <τὸ> πρόσωπον οὐκέτι τὸ αὐτό.
B 50 = Stobaios, Anthologium IV, 34, 63
᾿Αντιφῶντος. τὸ ζῆν ἔοικε φρουρᾶι ἐφημέρωι τό τε μῆκος τοῦ βίου
ἡμέραι μιᾶι, ὡς ἔπος εἰπεῖν, ἧι ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυῶμεν
τοῖς ἐπιγιγνομένοις ἑτέροις.
B 51 = Stobaios, Anthologium IV, 34, 56
᾿Αντιφῶντος. εὐκατηγόρητος πᾶς ὁ βίος θαυμαστῶς, ὦ μακάριε, (καὶ)
οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνόν, ἀλλὰ πάντα σμικρὰ καὶ
ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμειγμένα λύπαις μεγάλαις.
B 52 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
ἀναθέσθαι
ἀναθέσθαι· ᾿Αντιφῶν Περὶ ὁμονοίας·
᾿ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν᾿
ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῶι προτέρωι βίωι. εἴρηται
δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων.
B 53 = Stobaios, Anthologium III, 10, 39
᾿Αντιφῶντος. οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπωροῦντες
καὶ προστιθέντες ἥδονται οἷα δή τις ἂν εἰκάσειεν ἥδεσθαι.
ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν ὥσπερ ἀπὸ τῶν σαρκῶν
ἀφαιρούμενοι.
B 53a = Stobaios, Anthologium III, 16, 20
᾿Αντιφῶντος. εἰσί τινες οἳ τὸν παρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ
παρασκευάζονται πολλῆι σπουδῆι ὡς ἕτερόν τινα βίον βιωσόμενοι, οὐ
τὸν παρόντα· καὶ ἐν τούτωι παραλειπόμενος ὁ χρόνος οἴχεται.
B 54 = Stobaios, Anthologium III, 16, 30 (cfr. IV, 40, 19)
᾿Αντιφῶντος. ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον
ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκωι· ὁ δ᾿ οὐκ
ἠθέλησεν, ἀλλ᾿ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δ᾿
ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν τοῦτο ποιοῦντα ὑφείλετο· ὑστέρωι
δὲ χρόνωι ἐλθὼν οὐχ εὕρισκε τὰ χρήματα ὁ καταθέμενος. περιαλγῶν οὖν
τῆι συμφορᾶι τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῶι δεομένωι, ὃ ἂν αὐτῶι
καὶ σῶιον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαντήσας δὲ τῶι ἀνδρὶ τῶι τότε
δανειζομένωι ἀπωλοφύρετο τὴν συμφοράν, ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ
μεταμέλει οὐ χαρισαμένωι, ἀλλ᾿ ἀχαριστήσαντι, ὡς πάντως οἱ
ἀπολόμενον τὸ ἀργύριον. ὁ δ᾿ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ
νομίζειν αὑτῶι εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ
αὐτὸ χωρίον. ᾿πάντως γὰρ οὐδ᾿ ὅτε ἦν σοι, ἐχρῶ αὐτῶι, ὅθεν μηδὲ νῦν
νόμιζε στέρεσθαι μηδενός.᾿ ὅτωι γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται,
ὄντος ἢ μὴ ὄντος αὐτῶι οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. ὅτωι
γὰρ ὁ θεὸς μὴ παντελῶς βούλεται ἀγαθὰ διδόναι ἀνδρί, χρημάτων
πλοῦτον παρασχών, τοῦ καλῶς φρονεῖν <δὲ> πένητα ποιήσας, τὸ ἕτερον
ἀφελόμενος ἀμφοτέρων ἀπεστέρησεν.
B 55 = Fótios, Lexicon, Iota 108, s.v. ἵνα
ἵνα· ὅπου. ᾿Αντιφῶν ἐν τῶι Περὶ τῆς ὁμονοίας·
ὀκνεῖν ἵνα οὐδὲν ἔργον ὀκνεῖν.
B 56 = Suidás, Lexicon s.v. ὀκνῶ
ὀκνῶ· ... καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥαιθυμίας ἐχρήσαντο τῶι
ὀνόματι, ἀλλ᾿ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. ᾿Αντιφῶν·
κακὸς δ᾿ ἂν <εἴη>, εἰ <ἐπ᾿> ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις
τῆι γλώττηι θρασύνεται καὶ τῶι θέλειν ἐπείγει, τὸ δ᾿ ἔργον ἂν παρῆι,
ὀκνεῖ.
B 57 = Stobaios, Anthologium III, 8, 18
᾿Αντιφῶντος. ᾿νόσος δειλοῖσιν ἑορτή᾿. οὐ γὰρ ἐκπορεύονται ἐπὶ
πρᾶξιν.
B 58 = Stobaios, Anthologium III, 20, 66
᾿Αντιφῶντος. ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει,
μὴ ἃ θέλει ποιῆσαι ἁμαρτὼν τούτων ἃ μὴ θέλει ἀπενέγκηται,
σωφρονέστερος. ἐν ὧι γὰρ δειμαίνει, μέλλει· ἐν ὧι δὲ μέλλει,
πολλάκις ὁ διὰ μέσου χρόνος ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν
μὲν τῶι γεγενῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῶι μέλλειν ἐνδέχεται <καὶ τὸ
μὴ> γενέσθαι. ὅστις δὲ δράσειν μὲν οἴεται τοὺς πέλας κακῶς,
πείσεσθαι δ᾿ οὔ, οὐ σωφρονεῖ. ἐλπίδες δ᾿ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς
γὰρ τοιαῦται ἐλπίδες κατέβαλον εἰς ἀνηκέστους συμφοράς, ἃ δ᾿ ἐδόκουν
τοῖς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. σωφροσύνην δὲ
ἀνδρὸς οὐκ ἂν ἄλλου ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς
παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν κρατεῖν τε καὶ νικᾶν
ἠδυνήθη αὐτὸς ἑαυτόν. ὃς δὲ θέλει χαρίσασθαι τῶι θυμῶι παραχρῆμα,
θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων.
B 59 = Stobaios, Anthologium III, 5, 57
᾿Αντιφῶντος. ὅστις δὲ τῶν αἰσχρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύμησε μήτε
ἥψατο, οὐκ ἔστι σώφρων· οὐ γὰρ ἔσθ᾿ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν
κόσμιον παρέχεται.
B 60 = Stobaios, Anthologium II, 31, 39; p. 208, 13 W.
᾿Αντιφῶντος. πρῶτον, οἶμαι, τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν
γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ
τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι· καὶ γὰρ τῆι γῆι οἷον ἄν τις τὸ σπέρμα
ἐναρόσηι, τοιαῦτα καὶ τὰ ἔκφορα δεῖ προσδοκᾶν· καὶ ἐν νέωι σώματι
ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσηι, ζῆι τοῦτο καὶ θάλλει διὰ
παντὸς τοῦ βίου, καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται.
B 61 = Stobaios, Anthologium II, 31, 40
τοῦ αὐτοῦ. ἀναρχίας δ᾿ οὐδὲν κάκιον ἀνθρώποις· ταῦτα γινώσκοντες οἱ
πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ
κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν
ἰόντες ἐκπλήσσοιντο.
B 62 = Stobaios, Anthologium II, 31, 41
οἵωι τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας συνῆι, τοιοῦτον ἀνάγκη γενέσθαι
καὶ αὐτὸν τοὺς
τρόπους.
B 63 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. διάθεσις
διάθεσις· ... ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῶι Περὶ ὁμονοίας·
ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν.
B 64 = Exc. Vindob. 44 (Stob. IV, 293, 17 Meineke ?; cfr. H. Schenk)
Floril. duo n. 62 (Wien 1888 S. 11)
᾿Αντιφῶν· αἱ νέαι φιλίαι ἀναγκαῖαι μέν, αἱ δὲ παλαιαὶ ἀναγκαιότεραι.
B 65 = Suidás, Lexicon s.v. θωπεία
θωπεία· ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας·
πολλοὶ δ᾿ ἔχοντες φίλους οὐ γινώσκουσιν, ἀλλ᾿ ἑταίρους ποιοῦνται
θῶπας πλούτου καὶ τύχης κόλακας.
B 66 = Kléméns Alex., Stromata VI, 19
᾿Αντιφῶν ὁ ῥήτωρ λέγει·
γηροτροφία γὰρ προσέοικε παιδοτροφίαι.
B 67 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
ἀθεώρητος
ἀθεώρητος· ἀντὶ τοῦ ἀθέατος παρ᾿ ᾿Α῍τι ἐν τῶι Περὶ ὁμονοίας.
B 67a = Harpokratión, Lexicon in decem oratores Atticos s.v. ἀνδρεία
ἀνδρεία· ἡ τῶν ἀνδρῶν ἡλικία. ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας.
B 68 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
αὐλιζόμενοι
αὐλιζόμενοι· ἀντὶ τοῦ κοιμώμενοι ᾿Αντιφῶν. Περὶ ὁμονοίας.
B 69 /1 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
βαλβίς
βαλβίς· ᾿Αντιφῶν Περὶ ὁμονοίας· ἡ ἀρχή.
B 69 /2 = Etymologicum magnum p. 186, 24 Kallierges, s.v. βαλβίς (=
Etymologicum genuinum Alfa 26 Lasserre)
βαλβίς· ... καὶ βαλβῖσιν ἀντὶ τοῦ ταῖς ἀρχαῖς.
B 70 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
εὐηνιώτατα
εὐηνιώτατα· ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος καὶ
μέτριος καὶ μὴ ταραχώδης. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων.
B 71 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. φηλώματα
φηλώματα· ᾿Αντιφῶν ἐν τῶι Περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ
ἐξαπατᾶν.
ΠΟΛΙΤΙΚΟΣ
B 72 = Antiatt. Bekk. An. 78, 20
ἀπειθαρχία· ᾿Αντιφῶν Πολιτικῶι.
B 73 = Athénaios, Deipnosophiastae X, 423a (X, 20 Kaibel)
καταριστᾶν δὲ εἴρηκεν ἐν τῶι Πολιτικῶι ᾿Αντιφῶν οὕτως·
ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν.
B 74 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
εὐσύμβολος
εὐσύμβολος· ἀντὶ τοῦ ῥαιδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς
συμβάλλειν. ᾿Αντιφῶν Πολιτικῶι.
B 75 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
ἡμιολιασμός
ἡμιολιασμός· ᾿Αντιφῶν Πολιτικῶι ᾿διπλασιασμοῦ καὶ ἡμιολιασμοῦ᾿ ἀντὶ
τοῦ τὸ ἡμιόλιον <δοῦναι> ἐν τοῖς λογισμοῖς.
B 76 = Prisc. 18, 230 illi (?)
καταμελεῖν τούτων καὶ ταῦτα. Antiphon ἐν τῶι Πολιτικῶι· μήτε
φιλοπότην κληθῆναι καὶ δοκεῖν τὰ πράγματα καταμελεῖν ὑπὸ οἴνου
ἡσσώμενον.
B 77 = Plútarchos, Anton. 28
ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς ᾿Αντιφῶν εἶπεν,
ἀνάλωμα, τὸν χρόνον.
ΠΕΡΙ ΚΡΙΣΕΩΣ ΟΝΕΙΡΩΝ.
B 78 = Artemidóros, Onirocriticon I, 14; p. 109, 10 H.
σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν
θολόν, ὧι χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου
καὶ ᾿Αντιφῶν ὁ ᾿Αθηναῖος.
B 79 /1 = Cicero, de div. I, 20, 39
somnia, de quibus disputans Chrysippus multis et minutis somniis
colligendis facit idem, quod Antipater, ea conquirens quae
Antiphontis interpretatione explicata declarant illa quidem acumen
interpretis, sed exemplis grandioribus decuit uti.
B 79 /2 = Cicero, de div. I, 51, 116
hic magna quaedam exoritur neque ea naturalis, sed artificiosa
somniorum Antiphonis interpretatio eodemque modo et oraclorum et
vaticinationum. sunt enim explanatores, ut grammatici poetarum.
B 80 = Cicero, de div. II, 70, 144
ipsorum interpretum coniecturae nonne magis ingenia declarant eorum
quam vim consensumque naturae? cursor ad Olympia proficisci cogitans
visus est in somnis curru quadrigarum vehi. mane ad coniectorem, at
ille:
vinces, inquit id enim celeritas significat et vis equorum.’ post
idem ad Antiphontem, is autem ‘vincare, inquit, necesse est: an non
intellegis quattuor ante te cucurrisse?’ ecce alius cursor (atque
horum somniorum et talium <interpretationum> plenus est Chrysippi
liber, plenus Antipatri), sed ad cursorem redeo: ad interpretem
detulit aquilam se in somnis visum esse factum at ille: ‘vicisti
ista enim avi volat nulla vehementius.’ huic aeque idem Antipho:
‘baro, inquit, victum te esse non vides? ista enim avis insectans
alias avis et agitans semper ipsa postrema est.
B 81 = Seneca, Controv. II, 1, 33 Otho
Iunius ... edidit quidem quattuor libros Colorum, quos belle Gallio
noster ‘Antiphontis libros’ vocabat: tantum in illis somniorum est.
B 81a = Melampos, Περὶ παλμῶν 18-19 Diels (Beitr. z. Zuckungsl. I,
Abh. d. Berl. Ak. 1907)
(18) ὀφθαλμὸς δεξιὸς ἐὰν ἅλληται, κατὰ Φημονόην καὶ Αἰγυπτίους καὶ
᾿Αντιφῶντα ἐχθροὺς ὑποχειρίους ἕξει· ἄγει δὲ καὶ ἀποδήμους. (19)
ὀφθαλμοῦ δεξιοῦ τὸ ἄνω βλέφαρον ἐὰν ἅλληται, ἐπίκτησιν πάντως δηλοῖ,
κατὰ δὲ ᾿Αντιφῶντα πρᾶξιν καὶ ὑγείαν, δούλωι ἐπιβουλήν, χήραι
ἀποδημίαν.
B 82 = Anecd. Bekk., Antiattic. 114, 28
τελεσθῆναι· τὸ ἀναλωθῆναι. ᾿Αντιφῶν.
B 83 = Anecd. Bekk., Lex. VI; p. 345, 26
ἀδυναμία ἐρεῖς ὡς Δημοσθένης καὶ ἀδυνασία ὡς ᾿Αντιφῶν καὶ Θουκυδίδης
(VII, 8, 2; VIII, 8, 4).
B 84 = Anecd. Bekk., Lex. VI; p. 367, 31
ἀκόλουθα ᾿Αντιφῶν τὰ ἑπόμενα καὶ σύμφωνα.
B 85 = Anecd. Bekk., Lex. VI; p. 418, 6
ἀπάλαμνον· ἀμήχανον. οὕτως ᾿Αντιφῶν.
B 86 = Anecd. Bekk., Lex. VI; p. 419, 18
ἀπεγένετο· ἀντὶ τοῦ ἀπέθανεν. οὕτως ᾿Αντιφῶν καὶ Θουκυδίδης.
B 87 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. ἀκαρῆ
ἀκαρῆ· ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ᾿ ᾿Αντιφῶντι.
B 88 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. βάσανος
βάσανος· ᾿Αντιφῶν, λίθος οὕτω καλεῖται, ἧι τὸ χρυσίον παρατριβόμενον
δοκιμάζεται.
B 89 = Harpokratión, Lexicon in decem oratores Atticos s.v. δυσάνιος
δυσάνιος· ᾿Αντιφῶν ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ
εὐκαταφρόνητον ἦι.
B 90 = Harpokratión, Lexicon in decem oratores Atticos s.v.
εἰσφρήσειν
εἰσφρήσειν· εἰσάξειν, εἰσδέξεσθαι. ᾿Αντιφῶν.
B 91 = Harpokratión, Lexicon in decem oratores Atticos
ἐμ βραχεῖ ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίωι ᾿Αντιφῶν.
B 92 = Moeris, Lexicon Atticum 203, 2 Bekk.
λιθουργοὺς Θουκυδίδης (IV, 69, 2), λιθοκόπους ᾿Αντιφῶν.
B 93 = Filodémos, de poem. c. 187, 3 (V. H. 2 VI Th. Gomperz Wien.
Sitz. Ber. 123, VI, 49)
ἐπειδήπερ ἐκ τῶν προαναλογισθέντων συνεθεωρεῖτο καὶ οὐκ ἐξητασμένον
οὕτως <ἦν>, ὥσπερ εἰ μηθὲν ἐτύχομεμ πρὸς ἑτέρους εὑρίσκοντες <περὶ
τοῦ> ὑπὸ γραμμάτων ἁπλῶν καὶ συνθέτων οἰκειοῦσθαι τὴν ἀκοήν, εὔδηλος
ἡ τῶν ἄλλων φληναφία φαίνεται τῶν ἢ ταὐτὰ τέρπειν καὶ ὀχλεῖν ἢ
διάφορα κατηξιωκότων ὡς καί τινος τῶν ἀρχαίων ᾿Αντιφῶντος, εἴτ᾿ οὖν
ῥητορικὸς εἴτε καὶ φιλόσοφος ἠβούλετ᾿ εἶναι.
B 93a = Fótios, Lexicon Alfa 822, s.v. ἀκοινώνητος (p. 66, 4 Reitz.)
ἀκοινώνητος. Πλάτων ἐν Νόμων ϛ (768b) καὶ ἀκοινώνητα. καὶ ᾿Αντιφῶν
δὲ καὶ Εὐριπίδης (Andr. 470).
B 93b /1 = Fótios, Lexicon Alfa 1136, s.v. ἀμαρτυρήτως (p. 87, 25
Reitz.)
ἀμαρτυρήτως· ἀμαρτύρως· οὕτως ᾿Αντιφῶν
B 93b /2 Suidás, Lexicon s.v. ἀμαρτυρήτους
ἀμαρτυρήτους· ἀντὶ τοῦ ἀμαρτύρους· οὕτως ᾿Αντιφάνης (sic).
B 94 = Fótios, Lexicon Tau 590, s.v. τίμιον
τίμιον· ἀντὶ τοῦ ἔντιμον. οὕτως ᾿Αντιφῶν.
B 95 = Pollux, Onomasticon I, 34
μεθέορτοι ἡμέραι κατὰ ᾿Αντιφῶντα.
B 96 = Pollux, Onomasticon I, 98
καλείσθω δὲ κυβερνήτης ... καὶ κατ᾿ ᾿Αντιφῶντα ὁ ποδοχῶν ἢ μᾶλλον
κατ᾿ ἐμὲ ὁ ποδηγῶν.
B 97 = Pollux, Onomasticon II, 109
ἀγλωττίαν δὲ ᾿Αντιφῶν εἴρηκεν.
B 98 = Pollux, Onomasticon II, 120
᾿Αντιφῶν δὲ ἀντιλογούμενοι.
B 99 /1 = Pollux, Onomasticon II, 120
᾿Αντιφῶν δὲ ἀπαρτιλογία ὥσπερ καὶ ῾Ηρόδοτος (VII, 29).
B 99 /2 = Harpokratión, Lexicon in decem oratores Atticos p. 43;
s.v. ἀπαρτιλογία
ἀπαρτιλογία· Λυσίας ἐν τῶι πρὸς ᾿Αρέσανδρον (fr. 23 O. A. II, 177)
καὶ ῾Ηρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός.
B 100 = Harpokratión, Lexicon in decem oratores Atticos II, 123
κακολόγος, κακήγορος καὶ ὡς ᾿Αντιφῶν ἡδυλόγος καὶ μετριολόγος.
B 101 = Harpokratión, Lexicon in decem oratores Atticos II, 228
᾿Αντιφῶν ἐπινόημα.
B 102 = Harpokratión, Lexicon in decem oratores Atticos II, 230
ἀθυμοῦσιν ὡς ᾿Αντιφῶν.
B 103 = Harpokratión, Lexicon in decem oratores Atticos III, 113
χρηματίζειν καὶ ὡς ᾿Αντιφῶν φιλοχρηματεῖν.
B 104 = Harpokratión, Lexicon in decem oratores Atticos IV, 9
ἀνεπιστημοσύνη, ἄγνοια, ἀγνωσία. ᾿Αντιφῶν. δ᾿ ἐπὶ τούτου καὶ
ἀγνωμοσύνην λέγει.
B 105 = Harpokratión, Lexicon in decem oratores Atticos IV, 9
δοκησίσοφος, ὡς ᾿Αντιφῶν ἔφη.
B 106 = Harpokratión, Lexicon in decem oratores Atticos IV, 167
συμμετρίας ᾿Αντιφῶν ... καὶ δυσμέτρητον ᾿Αντιφῶν.
B 106a = Harpokratión, Lexicon in decem oratores Atticos V, 145
ἀγνοῶν. ᾿Αντιφῶν δὲ καὶ ἀγνώμων λέγει.
B 107 = Harpokratión, Lexicon in decem oratores Atticos V, 441
καὶ τὸ πρᾶγμα ἀναισθησία, ἀχαριστία, ἀδικία, ἀγνωμοσύνη καὶ ὡς
᾿Αντιφῶν ἀποστέρησις.
B 108 = Harpokratión, Lexicon in decem oratores Atticos VI, 163
᾿Αντιφῶν δὲ καὶ ἐξαλᾶσθαι πανοικεσίαι ἔφη.
B 109 = Harpokratión, Lexicon in decem oratores Atticos VI, 169
κακόνους ὡς ᾿Αντιφῶν.
B 110 = Harpokratión, Lexicon in decem oratores Atticos VI, 183
᾿Αντιφῶν δὲ ἐπιθύμημα.
B 111 = Harpokratión, Lexicon in decem oratores Atticos VIII, 68
ἐπὶ δὲ τοῦ ἀπολογουμένου ἀπελογήσατο, ἀπελύθη ὡς ᾿Αντιφῶν.
B 112 = Harpokratión, Lexicon in decem oratores Atticos VIII, 103
καὶ ἐν ταῖς σιτοδοσίαις ἐγίνοντο σίτου ἐπιγραφεῖς, ὡς ᾿Αντιφῶν.
B 113 = Harpokratión, Lexicon in decem oratores Atticos IX, 26
πολιτοκοπεῖν παρ᾿ ᾿Αντιφωντι.
B 114 = Lesbonax Gramm., De figuris 7 Blank (p. 180 Valck.)
Κλαζομένιον (σχῆμα?)· ὡς τὸ ᾿πορεύομαι σὺν ἀγῶνι᾿ ἀντὶ τοῦ εἰς
ἀγῶνα, ἀλλάσσον τὴν δοτικὴν εἰς αἰτιατικὴν καὶ τὴν πρόθεσιν εἰς
πρόθεσιν· ὡς τὸ σὺν πατρίδι ἔβη ἀντὶ τοῦ εἰς τὴν πατρίδα· οὕτως
᾿Αντιφῶν.
B 115 = Suidás, Lexicon s.v. ἀπόκριναι
ἀπόκριναι· ... καὶ ἀπόκρισις ἡ ἀπολογία. οὕτως Λυσίας (fr. 305 O. A.
II, 214a 23) καὶ ᾿Αντιφῶν.
B 116 = Suidás, Lexicon s.v. ἀπολαχεῖν
ἀπολαχεῖν· ... ᾿Αντιφῶν· ὁπότ᾿ ἄνθρωποι βούλοιντο χρήματα
διαλαγχάνειν.
B 117 = Suidás, Lexicon s.v. χρημάτων
Χρημάτων· ... κεῖται δὲ ἡ λέξις καὶ ἐπὶ πράγματος ἢ προσώπου ἢ λόγου
ὡς ᾿Αντιφῶν.
B 118 = Athénaios, Deipnosophiastae XIV, 650e ? (XIV, 63 Kaibel ?)
᾿Αντιφῶν (?) ἐν τῶι Περὶ γεωργικῶν.
|