Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

78 THRASYMACHOS

77. Prodicos  - 79 Hippias

 

Thrasymaque

 

 

 

78. THRASYMACHOS

 

A.  LEBEN UND LEHRE.

 

1. SUID.

Θρασύμαχος Χαλκηδόνιος σοφιστὴς τῆς ἐν Βιθυνίαι Χαλκηδόνος (ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰσηγήσατο, μαθητὴς (?) Πλάτωνος τοῦ φιλοσόφου καὶ ᾿Ισοκράτους τοῦ ῥήτορος) ἔγραψε συμβουλευτικούς, τέχνην ῥητορικήν, παίγνια, ἀφορμὰς ῥητορικάς.

2.  ARIST. soph. el. 33; p. 183b 29

Οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη.

3.  DIONYS.  Lys. 6

Μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίαι πάνυ θαυμαστήν, ἧς Θεόφραστος (περὶ λέξ. fr. 3 Schmidt) μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δ᾿ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ· λέγω δ᾿ ὡς ἐν ἀκμῆι κοινῆι βίου γενομένων ἀμφοῖν· ... τίς δ᾿ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι.

4. ARISTOPH. Daetales (427)  fr. 198, 5 n. (aus Gal.  gloss. Hipp. XIX 66 K.  Dialog zwischen Sohn und Vater)

Ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῶι χρόνωι.
- Τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων.
- Ἀποβήσεταί σοι ταῦτα ποῖ τὰ ῥήματα·
- παρ᾿ ᾿Αλκιβιάδου τοῦτο τἀποβήσεται.
- Τί δ᾿ ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις
καλοκἀγαθεῖν ἀσκοῦντας; ῍οἴμ᾿, ὦ Θρασύμαχε,
τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται;

5.  ARIST. rhet. III, 11; p. 1413a 7

Καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψωιδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι.

6. -- -- II, 23; p. 1400b 19

Ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει καὶ ῾Ηρόδικος Θρασύμαχον ᾿ἀεὶ θρασύμαχος εἶ᾿ καὶ Πῶλον ᾿ἀεὶ σὺ πῶλος εἶ᾿.

7.  IUV.  VII, 203

paenituit multos vanae sterilisque cathedrae sicut Tharsymachi (?) probat exitus.

8. ATHEN. X, 454f

Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐντῶι Περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα·

Τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν.
Πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη.

9.  CIC. de orat. III, 32, 128

(Prodikos, Thrasymachos, Protagoras, s. S. 570, 34) quorum unus quisque plurimum temporibus illis etiam de natura rerum et disseruit et scripsit.

10. PLAT. rep.  I, 336b

Καὶ ὁ Θρασύμαχος πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διεκωλύετο βουλομένων διακοῦσαι τὸν λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτ᾿ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφ᾿ ἡμᾶς ὡς διαρπασόμενος, καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν. Ὁ δ᾿ εἰς τὸ μέσον φθεγξάμενος ᾿τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία ἔχει, ὦ Σώκρατες᾿ ...

11. (8) ARIST. rhet. III, 8; p. 1409a 2

Λείπεται δὲ παιάν, ὧι ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν.

12.  CIC. Orat. 13, 40

Isocrates ... cum concisus ei Thrasymachus minutis numeris videretur et Gorgias, qui tamen primi traduntur arte quadam verba vinxisse, Thucydides autem praefractior nec satis ut ita dicam rotundus, primus instituit dilatare verbis et mollioribus numeris explere sententias.

13.  DIONYS.  Isae. 20

Τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο ᾿Αντιφῶν τε ὁ ῾Ραμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ ᾿Αθηναῖος Κριτίας τε ὁ τῶν τριάκοντα ἄρξας καὶ Ζωίλος ὁ τὰς καθ᾿ ῾Ομήρου συντάξεις καταλιπών ... Θρασύμαχος δὲ καθαρὸς μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς ὃ βούλεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ (ἢ συμβουλευτικοὺς) οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωίλου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι τῆς ἑρμηνείας διαλλάττουσιν ἀλλήλων.

14. SUID.

Οὐηστῖνος <ὁ> ᾿Ιούλιος χρηματίσας σοφιστής. Ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία δ, ᾿Εκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους βιβλίων, ᾿Εκλογὴν ἐκ τῶν Θουκυδίδου, ᾿Ισαίου, ᾿Ισοκράτους καὶ Θρασυμάχου τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων.

 

B.  FRAGMENTE

 

<ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ>

 

1.  (2 Sauppe O. A. II 162) DIONYS. Demosth. 3; p. 132, 3 Raderm.-Usen.

Τρίτη λέξις ἦν ἡ μεικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν (αὐστηρὰ καί λιτή)· ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον, εἴτε Θρασύμαχος ὁ Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος (π. λέξ. fr. 4 Schmidt), εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. Οἱ δ᾿ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν ᾿Ισοκράτης ὁ ᾿Αθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. Ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. Δυνάμει δ᾿ ὡς οὐκ ἴσηι <τῆι> βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε·

᾿Ἐβουλόμην μέν, ὦ ᾿Αθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ (καὶ τῶν πραγμάτων), ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροισι, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων· ἐπειδὴ δ᾿ εἰς τοσοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε <ἑτέρων μὲν ἀρχόντων> τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς <πάσχειν> αὐτούς, καὶ τούτων τὰ μέγιστα μὴ, θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης, ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὴ λέγειν· ἢ γὰρ ἀναίσθητος ἢ καρτερώτατός ἐστιν, ὅστις ἐξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. Ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμωι γενέσθαι καὶ διὰ κινδύνων <ἐλθεῖν> εἰς τόνδε τὸν χρόνον, τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ᾿ ἐπιοῦσαν δεδιόσι, ἀντὶ δ᾿ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. Καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. Τί δῆτα μέλλοι τις ἂν <ἃ> γιγνώσκει εἰπεῖν, ὅτωι γε <γέγονε> λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γ᾿ ἐν τῶι λέγειν πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις, οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῶι σφετέρωι λόγωι ἐνόντα. Σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦσιν ἑκάτεροι. Πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥάιστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. Ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, ἀκούειν ἀνάγκη λόγων τῶν παλαιοτέρων, ὁπόσα δ᾿ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ

Παρὰ τῶν εἰδότων πυνθάνεσθαι ...᾿

Τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

 

ΥΠΕΡ ΛΑΡΙΣΑΙΩΝ

 

2 . (1) CLEM. Strom. VI, 16 (II 435, 16 St.)

Καὶ μὴν ἐν Τηλέφωι εἰπόντος Εὐριπίδου ᾿῞Ελληνες ὄντες βαρβάροις δουλεύσομεν;᾿ (fr. 719 N. 2) Θρασύμαχος ἐν τῶι ὑπὲρ Λαρισαίων λέγει·
᾿᾿Αρχελάωι δουλεύσομεν ῞Ελληνες ὄντες βαρβάρωι;᾿

 

ΜΕΓΑΛΗ ΤΕΧΝΗ

 

3 . (4) SCHOL.  ARISTOPH.  Av. 880

Τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θρασύμαχος φησιν ἐν τῆι Μεγάληι τέχνηι.

4.  ATHEN. X, 416a

Θρασύμαχος δ᾿ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ᾿ αὐτῶι πολλὰ ἐμφορεῖσθαι. Πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο εἶπε Περσῶν ἀναριθμήτους συγκόψειν. Καὶ τῆι ὑστεραίαι πολλοὺς καθ᾿ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. Πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς.

5. (7) ARIST. rhet. III, 1; p. 1404a 13

Ἐγκεχειρήκασιν δὲ ἐπ᾿ ὀλίγον περὶ αὐτῆς (näml. τῆς ὑποκριτικῆς) εἰπεῖν τινες, οἷον Θρασύμαχος ἐν τοῖς ᾿Ελέοις.

6. (5) PLATO  Phaedr. 267c (vgl. S. 535, 6)

Τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνηι μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος. Ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονε καὶ πάλιν ὠργισμένοις ἐπάιδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὅθεν δὴ κράτιστος.

HERMIAS z. d. St. p. 239, 18 Couvreur

Ὁ γὰρ Χαλκηδόνιος, τουτέστιν ὁ Θρασύμαχος, ταῦτα ἐδίδαξεν, ὡς δεῖ εἰς οἶκτον ἐγεῖραι τὸν δικαστὴν καὶ ἐπισπᾶσθαι ἔλεον, γῆρας, πενίαν, τέκνα ἀποδυρόμενον καὶ τὰ ὅμοια.

7.  (6) PLUT.  quaest. conv. I, 2, 3 p. 616d

Δεῖ (bei der Tischordnung) καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικὴν τοὺς ᾿Αριστοτέλους Τόπους (III, 1 n.) ἢ τοὺς Θρασυμάχου ῾Υπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον, ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα.

 

AUS UNBESTIMMTER SCHRIFT.

 

 8 .  HERM. z. Plat.s Phaedr. p. 239, 21 Couvr. (zu σθένος p. 267c, cfr. B 6)

Ἔγραψεν (Thras.) ἐν λόγωι ἑαυτοῦ τοιοῦτόν τι, ὅτι οἱ θεοὶ οὐχ ὁρῶσι τὰ ἀνθρώπινα· οὐ γὰρ ἂν τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν παρεῖδον τὴν δικαιοσύνην· ὁρῶμεν γὰρ τοὺς ἀνθρώπους ταύτηι μὴ χρωμένους.