Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSOKRATIKER

13 EPICHARME.

 

12. Héraclite. -  14. Alcméon

 

EPICHARME

 

 

 

 

13.  EPICHARMOS. 

 

A. LEBEN UND SCHRIFTEN

 

1. SUID, s.v. ᾿Επίχαρμος

᾿Επίχαρμος Τιτύρου ἢ Χιμάρου καὶ Σηκίδος Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν. Ὃς εὗρε τὴν κωμωιδίαν ἐν Συρακούσαις ἅμα Φόρμωι. Ἐδίδαξε δὲ δράματα νβ, ὡς δὲ Λύκων (s. cap. 57) φησί, λε. Τινὲς δὲ αὐτὸν Κῶιον ἀνέγραψαν τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, ἄλλοι Μεγάρων τῶν ἐν Σικελίαι. Ἦν δὲ πρὸ τῶν Περσικῶν (480) ἔτη ἓξ διδάσκων ἐν Συρακούσαις.

 2. ARIST., poet. 5.. 1449b 5

Τὸ δὲ μύθους ποιεῖν (näml ἀπέδωκεν) ῏Επίχαρμος καὶ Φόρμις· τὸ μὲν ἐξ ἀρχῆς ἐκ Σικελίας ἦλθε ...

--  3.  1448a 31

Τῆς μὲν γὰρ κωμωιδίας οἱ Μεγαρεῖς οἵ τε ἐνταῦθα ὡς ἐπὶ τῆς παρ᾿ αὐτοῖς δημοκρατίας γενομένης καὶ οἱ ἐκ Σικελίας (ἀντιποιοῦνται)· ἐκεῖθεν γὰρ ἦν ᾿Επίχαρμος ὁ ποιητής, πολλῶι πρότερος ὢν Χιωνίδου καὶ Μάγνητος.

3.  DIOG. VIII, 78

᾿Επίχαρμος ῾Ηλοθαλοῦς Κῶιος. Καὶ οὗτος ἤκουσε Πυθαγόρου. Τριμηνιαῖος δ᾿ ὑπάρχων ἀπηνέχθη τῆς Σικελίας εἰς Μέγαρα, ἐντεῦθεν δ᾿ εἰς Συρακούσας, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς συγγράμμασιν. Καὶ αὐτῶι ἐπὶ τοῦ ἀνδριάντος ἐπιγέγραπται τόδε·

Εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων
καὶ πόντος ποταμῶν μείζον᾿ ἔχει δύναμιν,
φαμὶ τοσοῦτον ἐγὼ σοφίαι προέχειν ᾿Επίχαρμον,
ὃν πατρὶς ἐστεφάνωσ᾿ ἅδε Συρακοσίων.

Οὗτος ὑπομνήματα καταλέλοιπεν ἐν οἷς φυσιολογεῖ, γνωμολογεῖ, ἰατρολογεῖ. Καὶ παραστιχίδια γε ἐν τοῖς πλείστοις τῶν ὑπομνημάτων πεποίηκεν, οἷς διασαφεῖ ὅτι ἑαυτοῦ ἐστι τὰ συγγράμματα. Βιοὺς δ᾿ ἔτη ἐνενήκοντα κατέστρεψεν.

3a. DIOMED.. gr. p. 489 K. (p. 58, 170 Kaib.)

sunt qui velint Epicharmum in Co insula exulantem primum hoc carmen frequentasse et sic a Coo comoediam dici.

4. IAMBL.V. P. 226

Τῶν δὲ ἔξωθεν ἀκροατῶν γενέσθαι καὶ ᾿Επίχαρμον, ἀλλ᾿ οὐκ ἐκ τοῦ συστήματος τῶν ἀνδρῶν. Ἀφικόμενον δὲ εἰς Συρακούσας διὰ τὴν ῾Ιέρωνος τυραννίδα τοῦ μὲν φανερῶς φιλοσοφεῖν ἀποσχέσθαι, εἰς μέτρον δ᾿ ἐντεῖναι τὰς διανοίας τῶν ἀνδρῶν, μετὰ παιδιᾶς κρύφα ἐκφέροντα τὰ Πυθαγόρου δόγματα.

-- --  166

Περὶ τῶν φυσικῶν ὅσοι τινὰ μνείαν πεποίηνται, πρῶτον ᾿Εμπεδοκλέα καὶ Παρμενίδην τὸν ᾿Ελεάτην προφερόμενοι τυγχάνουσιν, οἵ τε γνωμολογῆσαί τι τῶν κατὰ τὸν βίον βουλόμενοι τὰς ᾿Επιχάρμου διανοίας προφέρονται, καὶ σχεδὸν πάντες αὐτὰς οἱ φιλόσοφοι κατέχουσι.

5. MARM. PAR.,  71

Ἀφ᾿ οὗ ῾Ιέρων Συρακουσσῶν ἐτυράννευσεν ἔτη ΗΗΓΙΙΙ ἄρχοντος ᾿Αθήνησι Χάρητος (-472/-471). Ἦν δὲ καὶ ᾿Επίχαρμος ὁ ποιητὴς κατὰ τοῦτον. Vgl. 11 A 8 S 35, 3

ANON. de com. II, 4; p. 7, 16 Kaibel

<᾿Επίχαρμος Συρακόσιος>. Οὗτος πρῶτος τὴν κωμωιδίαν διερριμμένην ἀνεκτήσατο πολλὰ προσφιλοτεχνήσας. Χρόνοις δὲ γέγονε κατὰ τὴν ογ ὀλυμπιάδα (-488/-485), τῆι δὲ ποιήσει γνωμικὸς καὶ εὑρετικὸς καὶ φιλότεχνος. Σώιζεται δὲ αὐτοῦ δράματα μ, ὧν ἀντιλέγονται δ.

6. PLATO. Theaet. 152de

... Ἔστι μὲν γὰρ οὐδέποτ᾿ οὐδέν, ἀεὶ δὲ γίγνεται. Καὶ περὶ τούτου πάντες ἐξ ἴσου οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόρας τε καὶ ῾Ηράκλειτος καὶ ᾿Εμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμωιδίας μὲν ᾿Επίχαρμος, τραγωιδίας δὲ ῞Ομηρος. Vgl. dazu 12 B 126b; 13 B 2

ALEXIS Linos bei  Ath. IV, 164c (II 345 K) Auswahl belieter Bücher :

᾿Ορφεὺς ἔνεστιν, ῾Ησίοδος, τραγῳδίαι,
Χοιρίλος, ῞Ομηρος, ᾿Επίχαρμος, συγγράμματα
παντοδαπά.

6a. THEOCR. ep. 18 Wil. (auf die Bildsäule des E. im Theater zu Syrakus)

Ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμωιδίαν
εὑρὼν ᾿Επίχαρμος·
ὦ Βάκχε χάλκεόν νιν ἀντ᾿ ἀλαθινοῦ
τὶν ὧδ᾿ ἀνέθηκαν
τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίσται πόλει,
οἷ᾿ ἀνδρὶ πολίται
σοφῶν ἔοικε (?) ῥημάτων μεμναμένους
τελεῖν ἐπίχειρα.
Πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα·
μεγάλα χάρις αὐτῶι.

6b. PLIN., N. H. VII, 192

Aristoteles (Peplos) X et VIII (sc. litteras) priscas fuisse ... et duas ab Epicharmo additas ΘΧ quama Palamede mavolt.

6c. DIOG. I, 42

῾Ιππόβοτος δ' ἐν τῆι τῶν φιλοσόφων ᾿Αναγραφῆι: ᾿Ορφέα, Λίνον, Σόλωνα, Περίανδρον, ᾿Ανάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα, Πιττακόν, ᾿Επίχαρμον, Πυθαγόραν. (7 Weise; vgl. 73 A 1).

7. PORPHYR. V. Plot. 24 (Apollodoros aus Athen)

᾿Επίχαρμον τὸν κωμωιδιογράφον εἰς δέκα τόμους φέρων συνήγαγεν.

8. IAMBL. V. P. 241

Μητρόδωρός τε ὁ Θύρσου <ἀδελφὸς ἐκ τῆς> τοῦ πατρὸς ᾿Επιχάρμου καὶ τῆς ἐκείνου (Pythagoras) διδασκαλίας τὰ πλείονα πρὸς τὴν ἰατρικὴν μετενέγκας ἐξηγούμενος τοὺς τοῦ πατρὸς λόγους πρὸς τὸν ἀδελφόν φησι τὸν ᾿Επίχαρμον καὶ πρὸ τούτου τὸν Πυθαγόραν τῶν διαλέκτων ἀρίστην λαμβάνειν τὴν Δωρίδα ... Metrodors Buch ist nach Aristoxenos' Zeit gefälscht. S 4, 19 (S. 28, 6)

9. COLUMELL. I, 1

Siculi quoque non mediocri cura negotium istud prosecuti sunt Hieron et Epicharmus.

STAT. silv., v 3, 150

quantumque pios ditarit agrestes Ascraeus Siculusque senex. Vgl. PLIN. H. N. ind.  I, 20-27)

10. ATHEN. XIV,. 648d

τὴν μὲν ἡμίναν οἱ τὰ εἰς ᾿Επίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι, κἀν τῶι Χίρωνι ἐπιγραφομένωι οὕτω λέγεται·
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο καὶ (B 58). Τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὥς φησιν ᾿Αριστόξενος ἐν ὀγδόωι Πολιτικῶν νόμων (FHG II, 289, fr. 80), τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δ᾿ ἐν τοῖς Περὶ μαντικῆς (I 416 fr. 193) ᾿Αξιόπιστον τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιηκέναι φησίν. Ὁμοίως δὲ ἱστορεῖ καὶ ᾿Απολλόδωρος (FHG I 462 fr. 187).

B. FRAGMENTE

(Auswahl nach Kaibel CGF I 91-147)

 

ΕΚ ΤΩΝ ΑΛΚΙΜΟΥ ΠΡΟΣ ΑΜΥΝΤΑΝ ΑΒΓΔ

Echtheit nicht ganz sicher, besonders bei 3. 6. 7.

1-6 DIOG. III, 9-10

(9) Πολλὰ δὲ καὶ παρ᾿ ᾿Επιχάρμου τοῦ κωμωιδιοποιοῦ προσωφέληται (Platon) τὰ πλεῖστα μεταγράψας, καθά φησιν ῎Αλκιμος ἐν Τοῖς πρὸς ᾿Αμύνταν, ἅ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῶι πρώτωι  φησὶ ταῦτα· φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν ᾿Επιχάρμου λέγων· σκεπτέον δέ. Ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῶι ποιῶι μηδὲ ποσῶι διαμένον, ἀλλ᾿ ἀεὶ ῥέον καὶ μεταβάλλον· (10) ὡς ἐξ ὧν ἄν τις ἀνέληι τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων. Ταῦτα δ᾿ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. Νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. Τοῦτο δ᾿ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. Καὶ μὴν ὅ γε ᾿Επίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·

1. (170a K)

- Ἀλλ᾿ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα,
τάδε δ᾿ ἀεὶ πάρεσθ᾿ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
- Ἀλλὰ λέγεται μὰν Χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
- Πῶς δέ κα; Μὴ ἔχον γ᾿ ἀπό τινος μηδ᾿ ἐς ὅ τι πρᾶτον μόλοι.
- Οὐκ ἄρ᾿ ἔμολε πρᾶτον οὐθέν; - ῍οὐδὲ μὰ Δία δεύτερον
τῶνδέ γ᾿ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ᾿ ἀεὶ τάδ᾿ ἦς.

καί·

2. (170b)

- <Αἰ> πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις πὸτ ἄρτιον,
(11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
ἦ δοκεῖ κά τοί γ᾿ <ἔθ᾿> ωὑτὸς εἶμεν; - οὐκ ἐμίν γά κα.
- Οὐδὲ μὰν οὐδ᾿ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ᾿ ἐόντος ἀποταμεῖν,
ἔτι χ᾿ ὑπάρχοι κῆνο τὸ μέτρον; - οὐ γάρ. - Ὧδε νῦν ὅρη
καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ᾿, ὁ δέ γα μὰν φθίνει,
ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
Ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ᾿ ἐν ταὐτῶι μένει,
ἕτερον εἴη κα τόδ᾿ ἤδη τοῦ παρεξεστακότος,
καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες,
καὖθις ἄλλοι κοὔποχ᾿ ωὑτοὶ καττὸν <αὐτὸν αὖ> λόγον.

(Vgl. Plut. d. comm. not. 44 p. 1083a

Ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχα$ιος· ἠρώτησαι γάρ, ὥς φησι Χρύσιππος,, ὑπ' Ἐπιχάρμου.

d. sera num. vind. 15 p .559

Ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν ο)υκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι.

ANON. IN PLAT.  Thaet. 71, 26 (nach 12 B 126 b

Καὶ ἐκωμ´θηδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι, τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν κ)ακείνου φάσκοντας ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον.

(12) Ἔτι φησὶν ὁ ῎Αλκιμος καὶ ταυτί·

φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ᾿ αὐτὴν καθ᾿ αὑτὴν ἐνθυμεῖσθαι, μηδὲν τῶι σώματι χρωμένην. Διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. Ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ᾿ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθ᾿ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. Τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ᾿ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. Ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καί φησιν (Parm. 132d) ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ᾿ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. (13) Ὁ τοίνυν ᾿Επίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·

3. (171) (14)

 - Ἆρ᾿ ἔστιν αὔλησίς τι πρᾶγμα; - πάνυ μὲν οὖν.
- Ἄνθρωπος οὖν αὔλησίς ἐστιν; - οὐθαμῶς.
- Φέρ(ε) ἴδω, τί δ᾿ αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ; - πάνυ μὲν οὖν.
- Οὐκ οὖν δοκεῖς
οὕτως ἔχειν <κα> καὶ περὶ τἀγαθοῦ; τὸ μὲν
ἀγαθὸν τὸ πρᾶγμ<α> εἶμεν καθ᾿ αὕθ᾿· ὅστις δέ κα
εἰδῆι μαθὼν τῆν(ο), ἀγαθὸς ἤδη γίγνεται.
Ὥσπερ γάρ ἐστ᾿ αὔλησιν αὐλητὰς μαθών
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γ᾿ ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.

(15) Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ ἔστι μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ‘Τίνα γὰρ ἂν τρόπον’, φησί, ‘διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα, καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητος <γενέσεώς> τε καὶ τροφῆς, ὁποία τίς ἐστιν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται’. Πῶς οὖν ὁ ᾿Επίχαρμος·

4  (172) (16)

(16) Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ᾿ ἓν μόνον,
ἀλλ᾿ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει.
Καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντ(α), ἀλλ᾿ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
Τὸ δὲ σοφὸν ἁ φύσις τόδ᾿ οἶδεν ὡς ἔχει
μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.

Καὶ πάλιν·

5 (173)

Θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ᾿ οὕτω λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί
κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ,
ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δέ θην ὑί.

(17) Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ ῎Αλκιμος, παρασημαίνων τὴν ἐξ ᾿Επιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. Ὅτι δ᾿ οὐδ᾿ αὐτὸς ᾿Επίχαρμος ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἔστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται·

6. (254)

Ὡς δ(ὲ) ἐγὼ δοκέω δοκέων γάρ; σάφα ἴσαμι τοῦθ᾿, ὅτι
τῶν ἐμῶν μνάμα ποκ᾿ ἐσσεῖται λόγων τούτων ἔτι.
Καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει,
εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς,
δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.

7. (78) EUSTRAT.z. Ar.Nic. III, 7; p. 155, 10 Heylb.

Ἐν ῾Ηρακλεῖ τῶι παρὰ Φόλωι·

ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω·
οἴομαι δ᾿ οὐδεὶς ἑκὼν πονηρὸς οὐδ᾿ ἄταν ἔχων.

 

ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ

 

Vgl. A 10.  Manches Echte ist in der Sammlung erhalten.

8. (239) SOB. III (flor) t. 91, 29 M, Μενάνδρου, (537 Kock); vgl. B 53)

Ὁ μὲν ᾿Επίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας·
ἐγὼ δ᾿ ὑπέλαβον χρησίμους εἶναι θεούς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.

9. (245) (Plut), cons.ad Apoll. 15; p. 110a (vgl. B 48)

Συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ᾿ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἕν.

10. (246) CLEM. Strom. IV, 45 p. 584 P.

Ἅ γα φύσις ἀνδρῶν τί ὦν; ἀσκοὶ πεφυσιαμένοι.

11. (247) SEXT. adv. math. I, 273 (vgl. Cic. Tusc. I, 8, 15)

Ἀποθανεῖν <μὴ εἴ>η, τεθνάκειν δ᾿ οὐκ ἐμίν <γα> διαφέρει.

12. (249) PLUT. de fort. Al. II, 3; p. 336b (vgl. 11 B 24)

Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ τυφλὰ καὶ κωφά,

13. (250) POLYB. XVIII, 40, 4

Νᾶφε καὶ μέμνασ᾿ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.

14. (251) ARIST. Metaph. XIII, 9; p. 1086a 16

Χαλεπὸν δ᾿ ἐκ μὴ καλῶς ἐχόντων λέγειν καλῶς κατ᾿ ᾿Επίχαρμον· ἀρτίως τε γὰρ λέλεκται καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον.

15. (252) -- Rhet. A 15 s Xenohanes A 15 S. 25, 38

Διὸ εἰκότως μὲν λέγουσιν, οὐκ ἀληθῆ δὲ λέγουσιν οὕτω γὰρ ἁρμόττει μᾶλλον εἰπεῖν ἢ ὥσπερ ᾿Επίχαρμος εἰς Ξενοφάνην.

16. (253)  ATHEN. VII, 308c

Τὰ πρὸ τοῦ δύ᾿ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.

17. (258) STOB.III, 37, 18 H. (vgl. 12 B 119)

Ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.

18  (261) Anecd. Boiss. I, 125

Ἐφόδιον θνατοῖς μέγιστόν ἐστιν εὐσεβὴς βίος.

19 . (262) ARIST. Rhet. II, 21; p. 1394b13 (ohne Lemma)

Ἀνδρὶ δ᾿ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ᾿ ἐμὶν δοκεῖ.

20. (263) .  ARIST. Rhet. II, 21; p. 1394b25

Θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.

21. (264) CIC., ad Qu. fr. III, 1, 23

Γνῶθι πῶς ἄλλωι κέχρηται ...

22. (265) CLEM. Strom. IV, 170 p. 640P (vgl. 245)

Εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ᾿ οὐδὲν κακόν
κατθανών· ἄνω τὸ πνεῦμα διαμενεῖ κατ᾿ οὐρανόν.

23. (266) -- -- V, 101 p. 708P

Ὁ μὲν ᾿Επίχαρμος (Πυθαγόρειος δὲ ἦν) λέγων
οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ·
αὐτός ἐσθ᾿ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ᾿ οὐδὲν θεός.

24. (267) -- -- VI, 12

Ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.

25. (268) -- -- VI, 21

Ἐγγύα <δ᾿> ἄτας <γα> θυγάτηρ, ἐγγύας δὲ ζαμία.

26. (269) -- -- VII, 27

Καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.

27. (270) CORNUT  theol. 14.

Αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.
καί·

28. (271) -- -- --

Πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.

29. (272) GELL.I, 15, 15

Οὐ λέγειν τύ γ᾿ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.

30. 273 (PLAT), Axioch 366c

Ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει·
δός τι καὶ λάβοις τί κα.

31. (274) PLUT.  Popl. 15 (πρὸς τὸν ἄσωτον)

Οὐ φιλάνθρωπος τύ γ᾿ ἔσσ᾿, ἔχεις νόσον· χαίρεις διδούς.

32. (275) -- de aud. poet. 4; p. 21e (ohne Lemma)

Ποτὶ (τὸν) πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.

33. (284) STOB. flor.III, 29, 54 H.

Ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι.

34. (285) -- III, 38, 21 H.

Τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι;
δῆλον ὡς ἀνὴρ παρ᾿ οὐδέν ἐσθ᾿ ὁ μὴ φθονούμενος·
τυφλὸν ἠλέησ᾿ ἰδών τις, ἐφθόνησε δ᾿ οὐδὲ εἷς.

35. (286) -- 74, 37 M.

Σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν (ἄνδρα).

36. (287)  = XENOPH, Mem. II, 1, 20

Μαρτυρεῖ δὲ καὶ ᾿Επίχαρμος ἐν τῶιδε·
τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τἀγάθ᾿ οἱ θεοί.
Καὶ ἐν ἄλλωι δὲ τόπωι φησίν·

37. (288)

Ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ᾿ ἔχηις.

38. (277)

Πρὸς <δὲ> τὸς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων,
καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως <οὐδὲν φρονῶν>.

39 .(278)

Τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δ᾿ ἔργωι κακῶς.

40 (279) -- Ecl.  II, 31, 25

Φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ <μανθάνειν>.

41 (280)

Οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.

42. (281)

Μὴ (ἐ)πὶ μικροῖς αὐτὸς αὐτὸν ὀξύθυμον δείκνυε.

43. (282)

Ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμόν, ἀλλὰ τὸν νόον.

44 . (283)

Οὐδὲ εἷς οὐδὲν μετ᾿ ὀργῆς κατὰ τρόπον βουλεύεται.

45. (297) ANTHOL. MAHAFF.. (Flinders Petrie Pap. I t. 3) III Jahr. v. Chr.

a) ᾿Επιχάρμου

<Ἥκιστά γ᾿ ὅσ>τις δυστυχῶν βίον τ᾿ ἔχων
<μηδὲν καλόν> τε κἀγαθὸν ψυχᾶι διδῶι,
<ἐγὼν μὲν αὐτὸ>ν οὔτι φασῶ μακάριον,
<φύλακα δὲ μ>ᾶλλον χρημάτων ἄλλωι τε<λεῖν.

b) ᾿Ευριπίδου (fr. 198 N.)

Εἰ δ᾿ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν θηράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτ᾿ ὄλβιον καλῶ,
φύλακα δὲ μᾶλλον χρημάτων ἄλλων λέγω.

46. (299) PHILO ., Qu.. in Gen. IV, 203; p. 406 Auch

porro optime dixit Epicharmus ‘quicunque, ait, minus delinquit, optimus est vir: nemo est enim innocens, nemo reprehensionis expers.’ et Euripides (fr. 954 N.) ‘quicunque incontinentes sunt et redundat in eis malum inimicitiae et iniustitiae, mali sunt in quibus autem opposita praevalent, virtute praediti in aliis vero ita, quasi aequalis sit commixtio ita ut nulli sint qui omnia mala habeant sine ullo bono.’

 

EPICHARMOS ENNI

 

47. (1 Vahlen 1903) Cic., Ac. II, 16, 51

at cum somniavit, ita narravit ‘visus Homerus adesse poeta’ (Ann. 7) idemque in Epicharmo

nam videbar somniare med ego esse mortuum.

48. (5) PRIC.  I, 341 H. (mentis = mens)

terra corpus est, at mentis ignis est.

49. (3)

eius (agriculturae) principia sunt eadem, quae mundi esse Ennius scribit, aqua terra anima et sol.

50. (6, 52)

itaque Epicharmus dicit de mente humana. ait:
istic est de sole sumptus ignis.

50a. (6, 58)

idem solem:
isque totus mentis est,
ut humores frigidae sunt humi, ut supra ostendi. 60. quibus iunctis caelum et terra omnia exgenuerunt, quod per hos natura

51. (2)

frigori miscet calorem atque humori aritudinem.

(52) (4, 48. 49)

dicitur Ops mater quod terra mater. haec enim
terris gentis omnis peperit et resumit penuo
quae ...... dat cibaria,
ut ait Ennius. quae

52a. (4, 50)

quod gerit fruges, Ceres.
antiquis enim, quod nunc item hi dei Caelum et Terra Iupiter et Iuno, quod ut ait Ennius

53. (7)

istic est is Iupiter quem dico, quem Graeci vocant
aerem qui ventus est et nubes, imber postea,
atque ex imbre frigus, ventus post fit, aer denuo.
haece propter Iupiter sunt ista quae dico tibi,
quia mortalis <is> atque urbes beluasque omnis iuvat.

54. (8) -- . 68

hinc Epicharmus Enni Proserpinam quoque (sc. lunam) appellat quod solet esse sub terris dicta Proserpina, quod serpens modo in dexteram modo in sinisteram partem late movetur.

 

ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ

 

Unecht, vgl. A 10

55. (289) TERTULL. de anima 46 (p. 377, 8 Wiss.)

ceterum Epicharmos etiam summum apicem inter divinationes somniis extulit cum Philochoro Atheniensi. (47) porro quia non est ex arbitrio somniare (nam et Epicharmos ita sentit), quomodo ipsa erit sibi causa alicuius visionis?

 

ΧΡΥΣΟΓΟΝΟΥ ΠΟΛΙΤΕΙΑ

Unecht, vgl. A 10

56.  (255) CLEM. Strom. V, 119

Ὅ τε κωμικὸς ᾿Επίχαρμοσ σαφῶς περὶ τοῦ λόγου ἐν τῆι Πολιτείαι λέγει ὧδέ πως·

ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν (δὲ) ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.

57. (256. 247)

Εἶτα διαρρήδην ἐπιφέρει·

Ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει τ᾿ ἀεί.
Ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος·
ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου,
<καὶ> φέρει <πόρους ἑκάστωι> περὶ βίου καὶ τᾶς τροφᾶς.
Ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος,
ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
Οὐ γὰρ ἄνθρωπος τέχναν τιν᾿ εὗρεν, ὁ δὲ θεὸς τοπάν.

 

ΧΙΡΩΝ

 

58. (290) ATHEN. XIV, 648d (vgl. S 88, 38)

Καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.

58a (291) ANECD. Bekk. Antiattic. 98, 32

Ἡμιλίτριον· ᾿Επίχαρμος Χίρωνι.

59. (248) CENSORIN, VII, 6 (= D. 195)

contra eum ferme omnes Epicharmum secuti octava mense nasci negaverunt.

60. (29) COLUMELL. VII, 3, 6

Epicharmos autem Syracusanus, qui pecudum medicinas diligentissime conscripsit, affirmat pugnacem arietem mitigari terebra secundum auriculas foratis cornibus, qua curvantur in flexu.

61. (293).  PLIN.  N.. H.. XX, 89

Epicharmos testium et genitalium malis hanc (sc. brassicam) utilissime inponi etc.

62.(294) -- --  94

Epicharmos satis esse eam (sc. brassicam silvestrem) contra canis rabiosi morsum imponi, melius si cum lasere et aceto acri, necari quoque canes ea si detur ex carne

 

ΟΨΟΠΟΙΙΑ

 

63. (290) ANECG. Bekk. Antiattic. 99, 1

Ἡμίνα· ἐν τῆι ἀναφερομένηι εἰς ᾿Επίχαρμον ᾿Οψοποιίαι  (= B 58? vgl. B 58a)

 

ΕΠΙΓΡΑΜΜΑ

 

64 . (296). Schol. BT zu C, 414

Ἔστι δὲ καὶ ἐπίγραμμα ὃ εἰς ᾿Επίχαρμον ἀναφέρεται·
εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δ᾿ ἡ κόπρος ἐστίν·
εἰ δ᾿ ἡ γῆ θεός ἐστ᾿, οὐ νεκρός, ἀλλὰ θεός.

 

ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ

 

65 (295) PLUT. Num. 8

Πυθαγόραν τῆι πολιτείαι ῾Ρωμαῖοι προσέγραψαν, ὡς ἱστόρηκεν ᾿Επίχαρμος ὁ κωμικὸς ἔν τινι λόγωι πρὸς ᾿Αντήνορα γεγραμμένωι, παλαιὸς ἀνὴρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς.