BROTINOS
AELTERE PYTHAGOREER
7. BROTINOS
1. IAMBL. V. P. 267; p. 189, 5 Nauck Μεταποντῖνοι Βροντῖνος ... 194, 2 Θεανὼ γυνὴ τοῦ Μεταποντίνου Βροτίνου. 132 Πρὸς Δεινωνὼ γὰρ τὴν Βροντίνου γυναῖκα, τῶν Πυθαγορείων ἑνός, οὖσαν σοφήν τε καὶ περιττὴν τὴν ψυχήν, ἧς ἐστι καὶ τὸ καλὸν καὶ περιβόητον ῥῆμα τὸ τὴν γυναῖκα δεῖν θύειν αὐθημερὸν ἀνισταμένην ἀπὸ τοῦ ἑαυτῆς ἀνδρός, ὅ τινες εἰς Θεανὼ ἀναφέρουσι, πρὸς δὴ ταύτην παρελθούσας τὰς τῶν Κροτωνιατῶν γυναῖκας παρακαλέσαι περὶ τοῦ συμπεῖσαι τὸν Πυθαγόραν διαλεχθῆναι περὶ τῆς πρὸς αὐτὰς σωφροσύνης τοῖς ἀνδράσιν αὐτῶν ... DIOG. VIII, 42 Ἦν δὲ τῶι Πυθαγόραι καὶ γυνή, Θεανὼ ὄνομα, Βροντίνου τοῦ Κροτωνιάτου θυγάτηρ· οἱ δέ, γυναῖκα μὲν εἶναι Βροντίνου, μαθήτριαν δὲ Πυθαγόρου. Ἦν αὐτῶι καὶ θυγάτηρ Δαμώ, ὥς φησι Λῦσις ἐν ἐπιστολῆι τῆι πρὸς ῞Ιππασον. DIOG. VIII, 83 Alkmaion beginnt seine Schrift (14 B 1) ᾿Αλκμαίων Κροτωνιήτης τάδε ἔλεξε Πειρίθου υἱὸς Βροτίνωι καὶ Λέοντι καὶ Βαθύλλωι· περὶ τῶν ἀφανέων ... VIII, 55 Τὴν γὰρ περιφερομένην ὡς Τηλαύγους ἐπιστολήν, ὅτι τε μετέσχεν (Empedokles) ῾Ιππάσου καὶ Βροτίνου, μὴ εἶναι ἀξιόπιστον. 4. SUID. s. v. ᾿Ορφεύς Πέπλον καὶ Δίκτυον· καὶ ταῦτα Ζωπύρου τοῦ ῾Ηρακλεώτου, οἱ δὲ Βροτίνου (so) ... καὶ Φυσικά, ἃ Βροτίνου φασίν. CLEM. Strom.I, 131 397 P (vgl. S. 28, 16) Τὸν δὲ Πέπλον καὶ τὰ Φυσικὰ Βροντίνου. (Schriften des Orpheus) 5. IAMBL. d. comm. math. sc. 8, 61-73; p. 34 Festa. Διόπερ καὶ Βροτῖνος ἐν τῶι Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ᾿ ἀλλήλων τάδε λέγει· ἁ δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι, καὶ τὸ διανοατὸν τῶ νοατῶ· ὁ μὲν γὰρ νόος ἐστὶ τό τε ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον (τοιοῦτον δ᾿ ἐστὶ τὸ εἶδοςῥ καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρᾶτόν ἐστι τῶν ἄλλων), ἁ δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον νοέον (ἐπιστάμαν γὰρ καὶ λόγον (τὸν) προσείληφε)· παραπλησίως δὲ καὶ τὰ διανοητάῥ ταῦτα δ᾿ ἐντὶ τὰ ἐπιστατὰ καὶ τὰ ἀποδεικτὰ καὶ τὰ καθόλω τὰ ὑπὸ τῶ νόω διὰ τῶ λόγω καταλαμβανόμενα. Zizate aus der gefälschten Schrift auc Syrian. Metaph. p. 926a2 und öfters [Ps. Alex. Met. 821, 34 Hayd.]; Stob. b. Phot. bibl. 114a29. |