Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSPKRATIKER

3 ANAXIMENE.

 

2. Anaximandre - 4. Pythagore

 

ANAXIMENES

 

 

 

ANAXIMENES

 

1. DIOG. II 3.

Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἤκουσεν Ἀναξιμάνδρου, (ἔνιοι δὲ καὶ Παρμενίδου φασὶν ἀκοῦσαι αὐτόν). οὗτος ἀρχήν ἀέρα εἶπεν καὶ τὸ
ἄπειρον. κινεῖσθαι δὲ τὰ ἄστρα οὐχ υπὸ γῆν, ἀλλά περὶ γῆν.

Κέχρηταί τε λέξει Ἰάδι ἁπλήι καὶ ἀπερίττωι. Καὶ γεγένηται μὲν, καθά φησιν Ἀπολλόδωρος [F GrHist. 244 F 66 II 1039], περὶ τὴν Σάρδεων ἅλωσιν, ἐτελεύτησε δὲ τῆι ἑξηκοστήι τρίτηι ὀλυμπιάδι [528/5].

Γεγόνασι δὲ καὶ ἄλλοι δύο Λαμψακηνοὶ, ῥήτωρ καὶ ἱστορικός, ὃς ἀδελφής ὑιός ἣν τοῦ ῥήτορος τοῦ τὰς Ἀλεξάνδρου πράξεις γεγραφότος. Folgen zwei gefälschtr Briefe an Pythagoras.

2. SUIDAS

Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος φιλόσοφος, μαθητὴς καὶ διάδοχος Ἀναξιμάνδρου τοῦ Μιλησίου, οἱ δὲ καὶ Παρμενίδου ἔφασαν. γέγονεν (ἐν
τῆι <νε> ὀλυμπιάδι [560/57]) ἐν τῆι Σάρδεων ἁλώσει, ὅτε Κύρος ὁ Πέρσης Κροῖσον καθεῖλεν [546/5].

3. EUSEB. Chron.

Ἀναξιμένης φυσικὸς ἐγνωρίζετο ol. 55, 4 [557/6, 55, 1 nach Hier. AP : Kyros' Regierungsantritt.].

4. ARIST. Metaphys. A 3. 984a 5

Ἀ. δὲ ἀέρα καὶ Διογένης πρότερον ὕδατος καὶ μάλιστ' ἀρχήν τιθέασι τῶν ἁπλῶν σωμάτων. Vgl. Aët. I, 3, 4 (3 B 2).

5. SIMPL. Phys. 24, 26. (Theoph. Phys. Opin. fr. 2. D. 476)

Ἀ. δέ Εὐρυστράτου Μιλήσιος, ἑταῖρος γεγονὼς Ἀναξιμάνδρου, μίαν μὲν καὶ αὐτὸς τὴν ὑποκειμένην φύσιν καὶ ἀπειρόν φησιν ὥσπερ ἐκεῖνος, οὐκ ἀόριστον δὲ ὣσπερ ἐκεῖνος, ἀλλὰ ὡρισμένην, ἀέρα λέγων αὐτὴν· διαφέρειν δὲ μανότητι καὶ πυκνότητι κατὰ τὰς οὐσίας. καὶ ἀραιούμενον μὲν πῦρ γίνεσθαι, πυκνούμενον δὲ ἄνεμον, εἶτα νέφος, ἔτι δὲ μᾶλλον ὕδωρ, εἶτα γῆν, εἶτα λίθους, τὰ δὲ ἄλλα ἐκ τούτων. κίνησιν δὲ καὶ οὗτος ἀίδιον ποιεῖ, δι' ἣν καὶ τὴν μεταβολὴν γίνεσθαι. 22, 9 ἐπιστήσαι δὲ χρῆ, ὅτι ἄλλο μέν ἐστι τὸ κατὰ πλῆθος ἄπειρον καὶ πεπερασμένον, ὁ τοῖς πολλὰς λέγουσι τὰς ἀρχάς οἰκείον ἦν, ἄλλο δὲ τὸ κατὰ μέγεθος ἄπειρον ἢ πεπερασμένον, ὅπερ ... καὶ πρὸς Ἀναξίμανδρον καὶ Ἀναξιμένην ἁρμόζει, ἐν μὲν ἄπειρον δὲ τῶι μεγέθει τὸ στοιχεῖον ὑποθεμένους. 149, 32 Ἐπί γὰρ τούτου μόνου Θεόφραστος ἐν τῆι Ἰστορίαι [fr. 2. Dox. 477] τὴν μάνωσιν εἴρηκε καὶ πύκνωσιν, δῆλον δὲ ὡς καὶ οἱ ἄλλοι τῆι μανότητι καὶ πυκνότητι ἐχρώντο.

6. [PLUT.] Strom. 3 (D. 579).

 Ἀναξιμένην δέ φασι τὴν τῶν ὅλων ἀρχήν τὸν  ἀέρα εἰπεῖν καὶ τούτον εἶναι τῆι μὲν μεγέθει ἄπειρον, ταῖς δὲ περὶ αὐτὸν ποιότησιν ὡρισμένον: γεννάσθαί τε πάντα κατά τινα πύκνωσιν τούτου καὶ πάλιν ἀραίωσιν. Τήν γε μὴν κίνησιν ἐξ αἰῶνος ὑπάρχειν· πιλουμένου δὲ τοῦ ἀέρος πρώτην γεγενῆσθαι λέγει τὴν γῆν πλατείαν μάλα· διὸ καὶ κατὰ λόγον αὐτήν <ἐποχεῖσθαι> τῶι ἀέρι· καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὴν ἀρχὴν τῆς γενέσεως ἔχειν ἐκ γῆς. ἀποφαίνεται γοῦν τὸν ἥλιον γῆν, διὸ δὲ τὴν ὀξείαν κίνησιν καὶ μάλ' ἱκανῶς θερμὴν ταύτην καῦσιν λαβεῖν.

7. HIPPOL. Ref. I 7 (D. 560).

(1) Ἀ. δὲ καὶ αυτός ὢν Μιλήσιος, ὑιὸς δ' Εὐρυστράτου, ἀέρα ἄπειρον ἔφη τὴν ἀρχήν εἶναι, ἐξ οὗ τὰ γινόμενα καὶ τὰ γεγονότα καὶ τὰ ἐσόμενα καὶ θεοὺς καὶ θεῖα γίνεσθαι, τὰ δὲ λοιπὰ ἐκ τῶν τούτου ἀπογόνων. (2) Τό δὲ εἶδος τοῦ ἀέρος τοιοῦτον· ὅταν μὲν ὁμαλώτατος ἧι, ὄψει ἄδηλον, δηλοῦσθαι δὲ τῶι ψυχρῶι καὶ τῶι θερμῶι καὶ τῶι νοτερῶι καὶ τῶι κινουμένωι. Κινεῖσθαι δὲ ἀεί· οὐ γὰρ μεταβάλλειν ὅσα μεταβάλλει, εἰ μί κινοῖτο. (3) Πυκνούμενον γὰρ καὶ ἀραιούμενον διάφορον φαίνεσθαι· Ὅταν γὰρ εἰς τὸ ἀραιότερον διαχυθῆι, πῦρ γίνεσθαι, ἀνέμους δὲ πάλιν εἶναι ἀέρα πυκνούμενον, ἐξ ἀέρος <δὲ> νέφος ἀποτελεῖσθαι κατὰ τὴν πίλησιν, ἔτι δὲ μᾶλλον ὕδωρ, ἐπὶ πλεῖον πυκνωθέντα γῆν καὶ εἰς τὸ μάλιστα πυκνότατον λίθους. Ὥστε τὰ κυριώτατα τῆς γενέσεως ἐναντία εἶναι, θερμόν τε καὶ ψυχρόν. (4) Υήν δὲ γῆν πλατείαν εἶναι ἐπ' ἀέρος ὀχουμένην, ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα πάντα πύρινα ὄντα <ἐποχεῖσθαι> τῶι ἀέρι διὰ πλάτος. (5) Γεγονέναι δὲ τὰ ἄστρα ἐκ γῆς διὰ τὸ τὴν ἰκμάδα ἐκ ταύτης ἀνίστασθαι, ἧς ἀραιουμένης τὸ πῦρ γίνεσθαι, ἐκ δὲ τοῦ πυρός μετεωριζομένου τοὺς ἀστέρας συνίστασθαι. Είἶαι δὲ καὶ γεώδεις φύσεις ἐν τῦι
τόπωι τῶν ἀστέρων συμπεριφερομένας ἐκείνοις. (6) Ου κινεῖσθαι δὲ ὑπὸ γῆν τὰ ἄτρα λέγει, καθὼς ἕτεροι ὑπειλήφασιν, ἀλλά περὶ γῆν, ὡσπερεί περὶ τὴν ἡμετέραν κεφαλὴν στρέφεται τό <πιλίον>. κρύπτεσθαί τε τόν ἥλιον οὐχ ὑπὸ γῆν γενόμενον, ἀλλ' ὑπὸ τῶν τῆς γῆς ὑψηλοτέρων μερῶν σκεπόμενον καὶ διὰ τὴν πλείονα ἡμῶν αὐτού γενομένην ἀπόστασιν. Τὰ δὰ ἄστρα· μὴ θερμαίνειν διὰ τὸ μῆκος τῆς ἀποστάσεως. (7) Ἀνέμους δὲ γεννᾶσθαι, ὅταν ἦι πεπυκνωμένος ὁ ἀὴρ καὶ ὠσθεὶς φέρηται· συνελθόντα δὲ καὶ ἐπὶ πλεῖον παχυνθέντα νέφη γεννᾶσθαι καὶ οὕτως εἰς ὕδωρ μεταβάλλειν. Χάλαζαν δὲ γίνεσθαι, ὅταν ἀπὸ τῶν νεφῶν τὸ ὕδωρ καταφερόμενον παγῆι: χιόνα δὲ, ὅταν αὐτά ταῦτα ἐνυγρότερα ὄντα πήξιν λάβηι. (8) Ἀστραπήν δ' ὅταν τὰ νέφη διιστήται βίαι πνευμάτων· τούτων γὰρ διισταμένων λαμπρὸν καὶ πυρώδη γίνεσθαι τὴν αὐγήν. Ἶριν δὲ γεννᾶσθαι τῶν ἡλιακῶν αὐγῶν εἰς ἀέρα συνεστώτα πιπτουσῶν. Σεισμὸν δὲ τῆς γῆς ἐπὶ πλεῖον ἀλλοιουμένης ὑπὸ θερμασίας καὶ ψύξεως. (9) Ταύτα μὲν οὖν Ἀναξιμένης. Οὗτος ἤκμασε περὶ ἔτος πρῶτον τῆς πεντηκοστῆς ὀγδόης ὀλυμπιάδος (548/7] .

8. HERMIAS Irris. 7 (D. 653)

Ἐπειδὰν δὲ ἡγήσωμαι δόγμα ἔχειν ἀκίνητον, Ἀ. ὑπολαβών ἀντικέκραγεν· ἀλλ' ἐγώ σοί φημι· τὸ πᾶν ἔστιν ὁ ἀήρ, καί οὗτος πυκνούμενος καὶ συνιστάμενος ὕδωρ καὶ γῆ γίνεται, ἀραιούμενος δὲ καὶ διαχεόμενος αἰθὴρ καὶ πῦρ, εἰς δὲ τὴν αὐτού φύσιν ἐπανιών ἀὴρ· ἀραιωθεὶς δὲ καὶ πυκνωθείς, φησίν, ἐξαλλάσσεται.

9. CIC. Acad. II 37, 118 (nach Anaximanser)

post eius auditor Anaximenes infinitum aera, sed ea, quae ex eo orerentur, definita: gigni autem terram, aquam, ignem, tum ex iis omnia.

10. — de nat. d. I 10, 26

post A. aera deum statuit eumque gigni esseque immensum et infinitum et semper in motu, quasi aut aer sine ulla forma  deus esse possit, cum praesertim deum non modo aliqua, sed pulcherrima specie deceat esse, aut non omne quod ortum sit mortalitas consequatur. (Folgt 46 A 48.)

 AUGUSTIN. C. D. VIII 2

iste [Anaximanser] Anaximenen  discipulum et successorem reliquit, qui omnes rerum causas aeri infinito  dedit, nec deos negavit aut tacuit non tamen ab ipsis aerem factum, sed ipsos ex aere ortos credidit.

AET. I 7, 13 (D. 302)

Ἀ. τὸν ἀέρα (näml. θεὸν εἶναι)· δεῖ δ' ὐπακούειν ἐπί τῶν οὓτως λεγομένων τὰς ἐνδιηκούσας τοῖς στοιχείοις ἢ τοῖς σώμασι δυνάμεις. Vgl. II 1, 3 (S. 15, 29).

11. SIMPL. Phys. 1121, 12

Γενητόν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν, ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεὶ, ἀλλά ἄλλοτε ἄλλον γινόμενον κατά τινας χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς.(s. oben 2, 17, S. 15, 34)12.

12. AET. II 2, 4 (D. 329b not.)

Καί οἱ μὲν μυλοειδως, ο δἓ τροχού δίκην περιδινείσθαι (Anaximander s. 2, 21à, nämlich τὸν κόσμον.

13. — II 11, 1 (D. 339)

Ἀ. καὶ Παρμενίδης [28 A 37] τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς εἶναι τὸν οὐρανόν. Vgl. II, 7, 1 Ende (18 A 37).

14. II 13, 10 (D. 342)

Ἀ. πυρίνην μὲν τὴν φύσιν τῶν ἄστρων, περιέχειν δέ τινα καὶ γεώδη σώματα συμπεριφερόμενα τούτοις ἀόρατα.

Ebenda 14, 3 (D. 344)

Ἀ. ἤλων δίκην καταπεπηγέναι τὰ ἄστρα τῶι κρυσταλλοειδεί. Ἔνιοι [?] δὲ πέταλα εἶναι πύρινα ὥσπερ ζωγραφήματα.

16, 6 (D. 346)

Ἀ. οὐχ ὑπὸ γῆν, ἀλλά περὶ αὐτὴν στρέφεσθαι τοὺς ἀστέρας.

ARIST. Meteor. B 1. 354a 28

Πολλοὺς πεισθῆναι τῶν ἀρχαίων μετεωρολόγων τὸν ἥλιον μὴ φέρεσθαι ὑπὸ γῆν, ἀλλὰ περὶ τὴν γῆν καὶ τὸν τόπον τοῦτον, αφανίζεσθαι δὲ καὶ ποιεῦν νύκτα διὰ τὸ ὑψηλὴν εἶναι πρὸς ἄρκτον τὴν γῆν.

AET. II 19, 1. 2 (D. 347)

Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμερινὰς κατὰ τὰς τῶν ἂστρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι. Ἀ. δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον.

14a. PLIN. N. H. II 186

Sic fit ut vario lucis incremento in Meroe longissimus dies XII horas aequinoctialis et octo partis unius horae colligat, Alexandriae vero XIIII horas, in Italia XV, in Britannia XVII ... 187 umbrarum hanc rationem et quam vocant gnomonicen invenit A. Milesius, Anaximandri, de quo diximus (12 A 5), discipulus, primusque horologium quod appellant sciothericon Lacedaemone ostendit.

15. AET. II 20, 2 (D. 348)

Ἀ. πύρινον ὑπάρχειν τὸν ἥλιον ἀπεφήνατο.

22, 1 (D. 352)

Ἀ πλατὺν <ὡς πέταλον> τὸν ἥλιον.

23, 1 (D. 352)

Ἀ. ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθούμενα τὰ ἄστρα τὰς τροπὰς ποιεῖσθαι.

16. THEO SMYRN. p. 198, 14 Hill.

Εὐδημος ἱστορεῖ ἐν ταῖς Ἀστρολογίαις [fr. 94 Sp.], ὅτι Οἰνοπίδης [c. 41, 7] εὖρε πρῶτος ...., Ἀναξιμένης δὲ ὅτι ἡ σελήνη ἐκ τοῦ ἡλίου ἔχει ὸό φῶς καὶ τίνα ἐκλείπει τρόπον.

AET. II 25, 2 (D. 356)

Ἀ. πυρίνην τὴν σελήνην.

17. AET. III 3, 2 (D. 368, nach Anaximand. 2, 23)

Ἀναξιμένης ταυτὰ  τούτωι (περὶ βροντῶν κτλ.) προστιθεὶς τὸ ἐπὶ τῆς θαλάσσης, ἥτις σχιζομένη ταῖς κώπαις παραστίλβει.

4, 1 (D. 370)

Ἀ. νέφη μὲν γίνεσθαι παχυνθέντος ἐπὶ πλεῖον τοῦ ἀέρος, μᾶλλον δ' ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὀμβρους, χάλαζαν δὲ, ἐπειδὰν
τὸ καταφερόμενον ὕδωρ παγῆι, χιόνα δ' ὅταν συμπεριληφθῆι τι τῶι ὑγρῶι πνευματικόν.

18. — III 5, 10 (D. 373)

Ἀ. ἶριν γίνεσθαι κατ' αυγασμὸν ἡλίου πρὸς νέφει πυκνῶι καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῶι.

 SCHOL. ARAT. p. 515, 27 M. (aus Poseidonios)

Τήν ἶριν Ἀ. φησί γίνεσθαι, ἡνίκα ἂν ἐπιπέσωσιν αἱ τοῦ ἡλίου αὐγαὶ εἰς παχὺν καὶ πυκνὸν τὸν ἀέρα. Ὃθεν τὸ μέν πρότερον αὐτοῦ τοῦ ἡλίου φοινικοῦν φαίνεται, διακαιόμενον ὑπὸ τῶν ἀκτίνων, τὸ δὲ μέλαν, κατακρατοῦμενον ὑπὸ τῆς ὑγρότητος. Καὶ νυκτὸς δέ φησι γίνεσθαι τὴν ἶριν ἀπὸ τῆς σελήνης, ἀλλ' οὐ πολλάκις διὰ τὸ μὴ πανσέληνον εἶναι διὰ παντὸς καὶ ἀσθενέστερον αὐτήν φῶς ἔχειν τοῦ ἡλίου.

19. GALEN. in Hipp. de hum. III XVI 395 K. (mittelbar aus Poseidonios)

Ἀ. δὲ ἐξ ὕδατος καὶ ἀέρος γίνεσθαι τοὺς ἀνέμους βούλεται καί [τῆι] ῥύμηι τινὶ ἀγνώστωι βιαίως φέρεσθαι καὶ τάχιστα ὡς τὰ πτηνὰ πέτεσθαι.

20. AET. III 10, 3 (D. 377)

Ἀ. τραπεζοειδή. (nämlich τὴν γῆν)

21. ARISTOT. de  caelo B 13. 294 b 13

Ἀ. δὲ καὶ Ἀναξαγόρας καὶ Δημόκριτος τὸ πλάτος αἰτιον εἶναί φασι τοῦ μένειν αὐτὴν· οὐ γὰρ τέμνειν, ἀλλ' ἐπιπωματίζειν τὸν ἀέρα τὸν κάτωθεν,
ὅπερ φαίνεται τὸ πλάτος ἔχοντα τῶν σωμάτων ποιεῖν· ταῦτα γὰρ καὶ πρὸς τοὺς ἀνέμους ἔχει δυσκινήτως διὰ τὴν ἀντέρεισιν. Ταυτὸ δὴ τοῦτο ποιεῖν τῶι πλάτει φασί τὴν γῆν πρὸς τὸν ὑποκείμενον ἀέρα. Τόν δ' οὐκ ἔχοντα τοῦ μεταστῆναι τόπον ἱκανὸν ἀθρόον τῶι κάτωθεν ἡρεμεῖν, ὥσπερ τὸ ἐν ταῖς κλεψύδραις ὕδωρ.

AET. III 15, 8 (D. 380)

Ἀ. διὰ τὸ πλάτος <ἐποχεῖσθαι> τῶι ἀέρι.

21. ARISTOT. Meteor. B 7. 365b 6

Ἀ. δέ φησι βρεχομένην τὴν γῆν καὶ ξηραινομένην ῥήγνυσθαι καὶ ὑπὸ τούτων τῶν ἀπορρηγνυμένων κολωνών ἐμπιπτόντων σείεσθαι· διὸ καὶ γίγνεσθαι τοὺς σεισμοὺς ἔν τε τοῖς αὐχμοῖς καὶ πάλιν ἐν ταῖς ὑπερομβρίαις· ἔν τε γὰρ τοῖς αὐχμοῖς, ὥσπερ εἴρηται, ξηραινομένην ῥήγνυσθαι καὶ ὑπὸ τῶν ὑδάτων ὑπερυγραινομένην διαπίπτειν. Vgl. Aët. III, 15, 3 (D. 379).

22. GALEN. in Hipp. d. nat. h. XV 25 K. aus Sabinos

Ούτε γὰρ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον ὥσπερ Ἀ. ...

23. PHILOPON. de anima 9, 9 Hayd.

οἱ δὲ ἀερίαν [nämlich τὴν ψυχήν] ὡς Ἀ. καί τινες τῶν Στωικῶν. Vgl. 87, 2 aus Ar. d. an. A 2. 405a21.  Vgl. fr. 2; Aët. IV, 3,2; Plato Phaedon. p. 96 B.

B.  FRAGMENTE.

1. PLUT, de prim. fri. 7, p. 947f

ἢ καθάπερ ᾿Αναξιμένης ὁ παλαιὸς ὤιετο, μήτε τὸ ψυχρὸν ἐν οὐσίαι μήτε τὸ θερμὸν ἀπολείπωμεν, ἀλλὰ πάθη κοινὰ τῆς ὕλης ἐπιγιγνόμενα ταῖς μεταβολαῖς· τὸ γὰρ συστελλόμενον αὐτῆς καὶ πυκνούμενον ψυχρὸν εἶναί φησι, τὸ δ᾿ ἀραιὸν καὶ τὸ χαλαρὸν (οὕτω πως ὀνομάσας καὶ τῶι ῥήματι) θερμόν. ὅθεν οὐκ ἀπεικότως λέγεσθαι τὸ καὶ θερμὰ τὸν ἄνθρωπον ἐκ τοῦ στόματος καὶ ψυχρὰ μεθιέναι· ψύχεται γὰρ ἡ πνοὴ πιεσθεῖσα καὶ πυκνωθεῖσα τοῖς χείλεσιν, ἀνειμένου δὲ τοῦ στόματος ἐκπίπτουσα γίγνεται θερμὸν ὑπὸ μανότητος. τοῦτο μὲν οὖν ἀγνόημα ποιεῖται τοῦ ἀνδρὸς ὁ ᾿Αριστοτέλης (Probl. 34, 7; p. 964a10?) ἀνειμένου γὰρ τοῦ στόματος ἐκπνεῖσθαι τὸ θερμὸν ἐξ ἡμῶν αὐτῶν, ὅταν δὲ συστρέψαντες τὰ χείλη φυσήσωμεν, οὐ τὸν ἐξ ἡμῶν, ἀλλὰ τὸν ἀέρα τὸν πρὸ τοῦ στόματος ὠθεῖσθαι ψυχρὸν ὄντα καὶ προσεμπίπτειν.

2.  AËT. I, 3, 4 (D. 278)

᾿Αναξιμένης Εὐρυστράτου Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι.

οἶον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς,
καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει

(λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα).

ἁμαρτάνει δὲ καὶ οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῶια· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι, ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι· οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ἦι, τουτέστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου. καὶ τῆς ἄλλης ὕλης.

GAFÄLSCHTES.

3. OLYPIODOR, de arte sacra lapidis philosophorum c. 25 (Berthelot, Coll. Alchym. gr. I, 2, p. 83, 7)

μίαν δὲ κινουμένην ἄπειρον ἀρχὴν πάντων τῶν ὄντων δοξάζει ᾿Αναξιμένης τὸν ἀέρα. λέγει γὰρ οὕτως·

ἐγγύς ἐστιν ὁ ἀὴρ τοῦ ἀσωμάτου·
καὶ ὅτι κατ᾿ ἔκροιαν τούτου γινόμεθα,
ἀνάγκη αὐτὸν καὶ ἄπειρον εἶναι
καὶ πλούσιον διὰ τὸ μηδέποτε ἐκλείπειν.