Diels

HERMANN DIELS

 

DIE FRAGMENTE DER VORSPKRATIKER

4. PYTHAGORE.

 

3. Anaximène - 5. Cercops

 

PYTHAGORE

 

 

 

4. PYTHAGORAS

 

 

1. HEROD. II, 123

Πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοί εἰσι οἱ εἰπόντες ὡς ἀνθρώπου ψυχὴ ἀθάνατός ἐστι, τοῦ σώματος δὲ καταφθίνοντος ἐς ἄλλο ζῶιον αἰεὶ γινόμενον ἐσδύεται, ἐπεὰν δὲ πάντα περιέλθηι τὰ χερσαῖα καὶ τὰ θαλάσσια καὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γινόμενον ἐσδύνειν, τὴν περιήλυσιν δὲ αὐτῆι γίνεσθαι ἐν τρισχιλίοισι ἔτεσι. Τούτωι τῶι λόγωι εἰσὶ οἳ ῾Ελλήνων ἐχρήσαντο, οἱ μὲν πρότερον οἱ δὲ ὕστερον, ὡς ἰδίωι ἑωυτῶν ἐόντι· τῶν ἐγὼ εἰδὼς τὰ οὐνόματα οὐ γράφω.

II, 81

Οὐ μέντοι ἔς γε τὰ ἱρὰ ἐσφέρεται εἰρίνεα οὐδὲ συγκαταθάπτεταί σφι· οὐ γὰρ ὅσιον· ὁμολογέουσι δὲ ταῦτα τοῖσι ᾿Ορφικοῖσι καλεομένοισι καὶ Βακχικοῖσι, ἐοῦσι δὲ Αἰγυπτίοισι, καὶ Πυθαγορείοισι· οὐδὲ γὰρ τούτων τῶν ὀργίων μετέχοντα ὅσιόν ἐστι ἐν εἰρινέοισι εἵμασι θαφθῆναι. Ἔστι δὲ περὶ αὐτῶν ἱρὸς λόγος λεγόμενος.

 2. IV, 95

Ὡς δὲ ἐγὼ πυνθάνομαι τῶν τὸν ῾Ελλήσποντον οἰκεόντων ῾Ελλήνων καὶ Πόντον, τὸν Σάλμοξιν τοῦτον ἐόντα ἄνθρωπον δουλεῦσαι ἐν Σάμωι, δουλεῦσαι δὲ Πυθαγόρηι τῶι Μνησάρχου. Ἐνθεῦτεν δὲ αὐτὸν γενόμενον ἐλεύθερον χρήματα κτήσασθαι συχνά, κτησάμενον δὲ ἀπελθεῖν ἐς τὴν ἑωυτοῦ. Ἅτε δὲ κακοβίων τε ἐόντων τῶν Θρηίκων καὶ ὑπαφρονεστέρων, τὸν Σάλμοξιν τοῦτον ἐπιστάμενον δίαιτάν τε ᾿Ιάδα καὶ ἤθεα βαθύτερα ἢ κατὰ Θρήικας, οἷα ῞Ελλησί τε ὁμιλήσαντα καὶ ῾Ελλήνων οὐ τῶι ἀσθενεστάτωι σοφιστῆι Πυθαγόρηι, κατασκευάσασθαι ἀνδρεῶνα, ἐς τὸν πανδοκεύοντα τῶν ἀστῶν τοῦς πρώτους καὶ εὐωχέοντα ἀναδιδάσκειν, ὡς οὔτε αὐτὸς οὔτε οἱ συμπόται αὐτοῦ οὔτε οἱ ἐκ τούτων αἰεὶ γινόμενοι ἀποθανέονται, ἀλλ᾿ ἥξουσι ἐς χῶρον τοῦτον, ἵνα αἰεὶ περιεόντες ἕξουσι (τὰ) πάντα ἀγαθά. Ἐν ὧι δὲ ἐποίει τὰ καταλεχθέντα καὶ ἔλεγε ταῦτα, ἐν τούτωι κατάγεον οἴκημα ἐποιεῖτο. Ὡς δὲ οἱ παντελέως εἶχε τὸ οἴκημα, ἐκ μὲν τῶν Θρηίκων ἠφανίσθη, καταβὰς δὲ κάτω ἐς τὸ κατάγεον οἴκημα διαιτᾶτο ἐπ᾿ ἔτεα τρία· οἱ δέ μιν ἐπόθεόν τε καὶ ἐπένθεον ὡς τεθνεῶτα. Τετάρτωι δὲ ἔτει ἐφάνη τοῖσι Θρήιξι καὶ οὕτω πιθανά σφι ἐγένετο, τὰ ἔλεγε ὁ Σάλμοξις. Ταῦτά φασί μιν ποιῆσαι. Ἐγὼ δὲ περὶ μὲν τούτου καὶ τοῦ καταγέου οἰκήματος οὔτε ἀπιστέω οὔτ᾿ ὦν πιστεύω τι λίην, δοκέω δὲ πολλοῖσι ἔτεσι πρότερον τὸν Σάλμοξιν τοῦτον γενέσθαι Πυθαγόρεω.

3. DIOG., VIII, 8.

Φησὶ δὲ καὶ ᾿Αριστόξενος (FHG II, 272, fr 2) τὰ πλεῖστα τῶν ἠθικῶν δογμάτων λαβεῖν τὸν Πυθαγόραν παρὰ Θεμιστοκλείας τῆς ἐν Δελφοῖς.

4. ISOC., Bus. 28

Πυθαγόρας ὁ Σάμιος .. ἀφικόμενος εἰς Αἴγυπτον καὶ μαθητὴς ἐκείνων (d. Âgypter) γενόμενος τήν τ᾿ ἄλλην φιλοσοφίαν πρῶτος εἰς τοὺς ῞Ελληνας ἐκόμισε καὶ τὰ περὶ τὰς θυσίας καὶ τὰς ἁγιστείας τὰς ἐν τοῖς ἱεροῖς ἐπιφανέστερον τῶν ἄλλων ἐσπούδασεν ἡγούμενος, εἰ καὶ μηδὲν αὐτῶι διὰ ταῦτα πλέον γίγνοιτο παρὰ τῶν θεῶν, ἀλλ᾿ οὖν παρά γε τοῖς ἀνθρώποις ἐκ τούτων μάλιστ᾿ εὐδοκιμήσειν. (29) Ὅπερ αὐτῶι καὶ συνέβη. Τοσοῦτον γὰρ εὐδοξίαι τοὺς ἄλλους ὑπερέβαλεν, ὥστε καὶ τοὺς νεωτέρους ἅπαντας ἐπιθυμεῖν αὐτοῦ μαθητὰς εἶναι, καὶ τοὺς πρεσβυτέρους ἥδιον ὁρᾶν τοὺς παῖδας τοὺς αὑτῶν ἐκείνωι συγγιγνομένους ἢ τῶν οἰκείων ἐπιμελουμένους. Καὶ τούτοις οὐχ οἷόν τ᾿ ἀπιστεῖν· ἔτι γὰρ καὶ νῦν τοὺς προσποιουμένους ἐκείνου μαθητὰς εἶναι μᾶλλον σιγῶντας θαυμάζουσιν ἢ τοὺς ἐπὶ τῶι λέγειν μεγίστην δόξαν ἔχοντας.

5.  DIOG. VIII, 56 (O. A. II, 156b6 Sauppe)

᾿Αλκιδάμας δ᾿ ἐν τῶι Φυσικῶι (vgl. 21 A 1. 56) φησι ... τὸν δὲ [Empedokles] ᾿Αναξαγόρου διακοῦσαι καὶ Πυθαγόρου καὶ τοῦ μὲν τὴν σεμνότητα ζηλῶσαι τοῦ τε βίου καὶ τοῦ σχήματος, τοῦ δὲ τὴν φυσιολογίαν.

ARIST., Rhet. II, 23; p. 1398b 9

Καὶ ὡς ᾿Αλκιδάμας, ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν. Πάριοι γοῦν ᾿Αρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασι ... καὶ ᾿Ιταλιῶται Πυθαγόραν καὶ Λαμψακηνοὶ ᾿Αναξαγόραν ξένον ὄντα ἔθαψαν καὶ τιμῶσιν ἔτι καὶ νῦν.

6. DIOG., IX, 38

Δοκεῖ δέ (Demokrit), φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται θαυμάζων αὐτὸν ἐν τῶι ὁμωνύμωι συγγράμματι (nämlich Πυθαγόρης § 46; vgl. 55 A 133. B I, 1). Πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ᾿ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. Πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ ῾Ρηγῖνος κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῶι γεγονώς.

Porph., V. P. 3

Δοῦρις δ᾿ ὁ Σάμιος ἐν δευτέρωι τῶν ῞Ωρων (FHG II, 482 fr 56) παῖδά τ᾿ αὐτοῦ ἀναγράφει ᾿Αρίμνηστον καὶ διδάσκαλόν φησι γενέσθαι Δημοκρίτου. Τὸν δ᾿ ᾿Αρίμνηστον κατελθόντ᾿ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῶι ἱερῶι τῆς ῞Ηρας ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὗ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε·

Πυθαγόρεω φίλος υἱὸς ᾿Αρίμνηστός μ᾿ ἀνέθηκε
πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.

Über diese Fälschung s.c. 43, 2.

6a. PROC., In Eucl.. 65, 11 Fr. (aus Eundem fr. 84; nach 1 A 11)

Μετὰ δὲ τοῦτον Μάμερκος ὁ Στησιχόρου τοῦ ποιητοῦ ἀδελφὸς ὡς ἐφαψάμενος τῆς περὶ γεωμετρίαν σπουδῆς μνημονεύεται ... ἐπὶ δὲ τούτοις Πυθαγόρας τὴν περὶ αὐτὴν φιλοσοφίαν εἰς σχῆμα παιδείας ἐλευθέρου μετέστησεν ἄνωθεν τὰς ἀρχὰς αὐτῆς ἐπισκοπούμενος καὶ ἀύλως καὶ νοερῶς τὰ θεωρήματα διερευνώμενος, ὃς δὴ καὶ τὴν τῶν ἀνὰ λόγον πραγματείαν καὶ τὴν τῶν κοσμικῶν σχημάτων σύστασιν ἀνεῦρεν.

7. ARISTOT, Metaph. I, 5; p. 986a29

Καὶ γὰρ ἐγένετο τὴν ἡλικίαν ᾿Αλκμαίων (νέος) ἐπὶ γέροντι Πυθαγόραι.

Aus Aristoteles' Buch Περὶ τῶν Πυθαγορείων [Rose fr. 191) stammt die erste Aufzeichnung der Pythagoraslegende.  Excerpt bei APOLL. mir. 6 τούτοις (Epimenides, Aristeas, Hermontimos, Abaris, Pherekydes) , δὲ ἐπιγενόμενος Πυθαγόρας Μνησάρχου υἱὸς τὸ μὲν πρῶτον διεπονεῖτο περὶ τὰ μαθήματα καὶ τοὺς ἀριθμούς, ὕστερον δέ ποτε καὶ τῆς Φερεκύδου τερατοποιίας οὐκ ἀπέστη. Καὶ γὰρ ἐν Μεταποντίωι πλοίου εἰσερχομένου φορτίον ἔχοντος καὶ τῶν παρατυχόντων εὐχομένων σωστὸν κατελθεῖν διὰ τὸν φόρτον, ἐφεστῶτα τοῦτον εἰπεῖν ᾿νεκρὸν τοίνυν φανήσεται ὑμῖν σῶμα ἄγον τὸ πλοῖον τοῦτο᾿.

(vgl Andron den Theopomp ausschreibt. b. Eus. P. E. X, 3, 6)

Πάλιν δ᾿ ἐν Καυλωνίαι, ὥς φησιν ᾿Αριστοτέλης <προυσήμηνε τὴν λευκὴν ἄρκτον. Καὶ ὁ αὐτὸς ᾿Αριστοτέλης> γράφων περὶ αὐτοῦ πολλὰ μὲν καὶ ἄλλα λέγει καὶ ᾿τὸν ἐν Τυρρηνίαι, φησίν, δάκνοντα θανάσιμον ὄφιν αὐτὸς δάκνων ἀπέκτεινεν᾿. Καὶ τὴν γινομένην δὲ στάσιν τοῖς Πυθαγορείοις προειπεῖν. Διὸ καὶ εἰς Μεταπόντιον ἀπῆρεν ὑπὸ μηδενὸς θεωρηθείς, καὶ ὑπὸ τοῦ Κάσα ποταμοῦ διαβαίνων σὺν ἄλλοις ἤκουσε φωνὴν μεγάλην ὑπὲρ ἄνθρωπον· ᾿Πυθαγόρα, χαῖρε᾿.Ττοὺς δὲ παρόντας περιδεεῖς γενέσθαι. Ἐφάνη δέ ποτε καὶ ἐν Κρότωνι καὶ ἐν Μεταποντίωι τῆι αὐτῆι ἡμέραι καὶ ὥραι. Ἐν θεάτρωι δὲ καθήμενός ποτε ἐξανίστατο, ὥς φησιν ᾿Αριστοτέλης, καὶ τὸν ἴδιον μηρὸν παρέφηνε τοῖς καθημένοις ὡς χρυσοῦν.

IAMBL. V. P. 31 (Ar. fr. 192)

Ἱστορεῖ δὲ καὶ ᾿Αριστοτέλης ἐν τοῖς Περὶ τῆς Πυθαγορικῆς φιλοσοφίας (fr. 192) διαίρεσίν τινα τοιάνδε ὑπὸ τῶν ἀνδρῶν ἐν τοῖς πάνυ ἀπορρήτοις διαφυλάττεσθαι· τοῦ λογικοῦ ζώιου τὸ μέν ἐστι θεός, τὸ δὲ ἄνθρωπος, τὸ δὲ οἶον Πυθαγόρας.

8. CLEM. AL., Strom. I, 62

Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν ῾Ιππόβοτος, ὡς δὲ ᾿Αριστόξενος ἐν τῶι Πυθαγόρου βίωι (FHG II, 272, fr. 1) καὶ ᾿Αρίσταρχος (᾿Αριστοτέλης Preller, fr. 190 Rose) καὶ Θεόπομπος (FHG. I, 287, fr. 67) Τυρρηνὸς ἦν, ὡς δὲ Νεάνθης (FGH III 5 fr. 17) Σύριος ἢ Τύριος. Ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος.

DIOG., VIII, 1

Ὡς ᾿Αριστόξενος, Τυρρηνὸς ἀπὸ μιᾶς τῶν νήσων ἃς ἔσχον ᾿Αθηναῖοι Τυρρηνοὺς ἐκβαλόντες.(Lemnos, vgl. Neanthes b. Porph. V. P. 2)

DIOG.,  I, 118

᾿Αριστόξενος δ᾿ ἐν τῶι Περὶ Πυθαγόρου καὶ τῶν γνωρίμων αὐτοῦ (a. O. fr. 3) φησι νοσήσαντα αὐτὸν (Pherekydés S 71 A 1) ὑπὸ Πυθαγόρου ταφῆναι ἐν Δήλωι.

PIORPHYR, V. P. 9

Γεγονότα δ᾿ ἐτῶν τεσσαράκοντά φησιν ὁ ᾿Αριστόξενος a, O, (fr. 4) καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραννίδα συντονωτέραν οὖσαν, ὥστε καλῶς ἔχειν ἐλευθέρωι ἀνδρὶ τὴν ἐπιστασίαν τε καὶ δεσποτείαν (μὴ) ὑπομένειν, οὕτως δὴ τὴν εἰς ᾿Ιταλίαν ἄπαρσιν ποιήσασθαι.

THEOL. ARITHM (aus Anatoliosà p. 40 Ast.

᾿Ανδροκύδης δὲ ὁ Πυθαγορικὸς ὁ Περὶ τῶν συμβόλων γράψας καὶ Εὐβουλίδης ὁ Πυθαγορικὸς καὶ ᾿Αριστόξενος καὶ ῾Ιππόβοτος καὶ Νεάνθης οἱ <τὰ> κατὰ τὸν ἄνδρα ἀναγράψαντες σις ἔτεσι τὰς μετεμψυχώσεις τὰς αὐτῶι συμβεβηκυίας ἔφασαν γεγονέναι. (207 Jahre Diog. VIII 14, 462 Jahre Comm. Lucan. Bern. 289, 12, Us , vgl 11 A 10).

DIOG. VIII, 4

Τοῦτόν (Pÿthagoras) φησιν ῾Ηρακλείδης ὁ Ποντικὸς (fr. 37 Voss, cfr. Ferekýdés B 8) περὶ αὑτοῦ τάδε λέγειν, ὡς εἴη ποτὲ γεγονὼς Αἰθαλίδης καὶ ῾Ερμοῦ υἱὸς νομισθείη· τὸν δὲ ῾Ερμῆν εἰπεῖν αὐτῶι ἑλέσθαι ὅ τι ἂν βούληται πλὴν ἀθανασίας. Αἰτήσασθαι οὖν ζῶντα καὶ τελευτῶντα μνήμην ἔχειν τῶν συμβαινόντων. Ἐν μὲν οὖν τῆι ζωῆι πάντων διαμνημονεῦσαι· ἐπεὶ δὲ ἀποθάνοι, τηρῆσαι τὴν αὐτὴν μνήμην. Χρόνωι δ᾿ ὕστερον εἰς Εὔφορβον ἐλθεῖν καὶ ὑπὸ Μενέλεω τρωθῆναι. Ὁ δ᾿ Εὔφορβος ἔλεγεν, ὡς Αἰθαλίδης ποτὲ γεγόνοι, καὶ ὅτι παρ᾿ ῾Ερμοῦ τὸ δῶρον λάβοι καὶ τὴν τῆς ψυχῆς περιπόλησιν, ὡς περιεπολήθη καὶ εἰς ὅσα φυτὰ καὶ ζῶια παρεγένετο καὶ ὅσα ἡ ψυχὴ ἐν τῶι ῞Αιδηι ἔπαθε καὶ αἱ λοιπαὶ τίνα ὑπομένουσιν. (5) Ἐπειδὴ δὲ Εὔφορβος ἀποθάνοι, μεταβῆναι τὴν ψυχὴν αὐτοῦ εἰς ῾Ερμότιμον, ὃς καὶ αὐτὸς πίστιν θέλων δοῦναι ἐπανῆλθεν εἰς Βραγχίδας καὶ εἰσελθὼν εἰς τὸ τοῦ ᾿Απόλλωνος ἱερὸν ἐπέδειξεν ἣν Μενέλαος ἀνέθηκεν ἀσπίδα (ἔφη γὰρ αὐτόν, ὅτ᾿ ἀπέπλει ἐκ Τροίας, ἀναθεῖναι τῶι ᾿Απόλλωνι τὴν ἀσπίδα) διασεσηπυῖαν ἤδη, μόνον δὲ διαμένον τὸ ἐλεφάντινον πρόσωπον. Ἐπειδὴ δὲ ῾Ερμότιμος ἀπέθανε, γενέσθαι Πύρρον τὸν Δήλιον ἁλιέα· καὶ πάντα πάλιν μνημονεύειν, πῶς πρόσθεν Αἰθαλίδης, εἶτ᾿ Εὔφορβος, εἶτα ῾Ερμότιμος, εἶτα Πύρρος γένοιτο. Ἐπειδὴ δὲ Πύρρος ἀπέθανε, γενέσθαι Πυθαγόραν καὶ πάντων τῶν εἰρημένων μεμνῆσθαι.

9. POPRH., V. P. 7

Πλὴν τοσαύτηι γε ἁγνείαι φησὶν Εὔδοξος ἐν τῆι ἑβδόμηι τῆς Γῆς περιόδου κεχρῆσθαι καὶ τῆι περὶ τοὺς φόνους φυγῆι καὶ τῶν φονευόντων, ὡς μὴ μόνον τῶν ἐμψύχων ἀπέχεσθαι, ἀλλὰ καὶ μαγείροις καὶ θηράτορσι μηδέποτε πλησιάζειν.

STRABO, XV, 716 (aus Onesikritos fr. 10 Müll.)

Εἰπόντος δ᾿ (Kalanos)  ὅτι καὶ Πυθαγόρας τοιαῦτα (Askese) λέγοι κελεύοι τε ἐμψύχων ἀπέχεσθαι, ἀλλὰ καὶ μαγείροις καὶ θηράτορσι μηδέποτε πλησιάζειν.

DIOG. VIII, 20

Θυσίαις τε ἐχρῆτο ἀψύχοις, οἱ δέ φασιν, ὅτι ἀλέκτορσι μόνον καὶ ἐρίφοις [καὶ] γαλαθηνοῖς καὶ τοῖς λεγομένοις ἁπαλίαις, ἥκιστα δὲ ἀρνάσιν. Ὅ γε μὴν ᾿Αριστόξενος (FHG II, 273, fr 7) πάντα μὲν τὰ ἄλλα συγχωρεῖν αὐτὸν ἐσθίειν ἔμψυχα, μόνον δ᾿ ἀπέχεσθαι βοὸς ἀροτῆρος καὶ κριοῦ.

GELL. IV, 11, 1

(1) Opinio vetus falsa occupavit et convaluit Pythagoram philosophum non esitavisse ex animalibus, item abstinuisse fabulo quem Graeci κυάμον appellant. (2) ex hac opinione Callimachus poeta scripsit (fr. 128)

καὶ κυάμων ἄπο χεῖρας ἔχειν, ἀνιῶντος ἐδεστοῦ,
κἀγώ, Πυθαγόρας ὡς ἐκέλευε, λέγω.

... (4) Sed Aristoxenus musicus, vir litterarum veterum diligentissimus, Aristoteli philosophi auditor, in libro quem de Pythagora reliquit, nullo saepius legumento Pythagoram dicit usum quam fabis, quoniam is cibus et subduceret sensim alvum et levigaret. (5) verba ipsa Aristoxeni (fr. 7; FHG II, 273) subscripsi: Πυθαγόρας δὲ τῶν ὀσπρίων μάλιστα τὸν κύαμον ἐδοκίμασεν· λειαντικόν τε γὰρ εἶναι καὶ ιαχωρητικόν· διὸ καὶ μάλιστα κέχρηται αὐτῶι. (6) porculis quoque minusculis et haedis tenerioribus victitasse idem Aristoxenus refert. (7) quam rem videtur cognovisse e Xenophilo Pythagorico familiari suo et ex quibusdam aliis natu maioribus, qui ab aetate Pythagorae <haud tantum aberant> ...

(9) videtur autem de κυάμωι non esitato causam erroris fuisse, quia in Empedocli carmine qui disciplinas Pythagorae secutus est, versus hic invenitur

Δειλοί, πάνδειλοι, κυάμων ἄπο χεῖρας ἔχεσθαι.

(10) opinati enim sunt plerique κυάμους legumentum dici ut a vulgo dicitur. sed qui diligentius scitiusque carmina Empedocli arbitrati sunt, κυάμους hoc in loco testiculos significare dicunt eosque more Pythagorae operte atque symbolice κυάμους appellatos, quod sint αἴτιοι τοῦ κυεῖν et geniturae humanae vim praebeant idcircoque Empedoclen versu isto non a fabulo edendo, sed a rei veneriae proluvio voluisse homines deducere. ...

(12) ᾿Αριστοτέλης (fr. 194) δὲ μήτρας καὶ καρδίας καὶ ἀκαλήφης καὶ τοιούτων τινῶν ἄλλων ἀπέχεσθαί φησιν τοὺς Πυθαγορικούς, χρῆσθαι δὲ τοῖς ἄλλοις. Vgl. c. 39.

10.  PLAT.resp. X, 600a

Ἀλλὰ δὴ εἰ μὴ δημοσίαι, ἰδίαι τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται ῞Ομηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίαι καὶ τοῖς ὑστέροις ὁδόν τινα παρέδοσαν βίου ῾Ομηρικήν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτωι ἠγαπήθη, καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν τοῖς ἄλλοις; vgl. c. 39.

DIOG., VIII,45.

Ἥκμαζε δὲ (Pýthagoras) καὶ κατὰ τὴν ἑξηκοστὴν ὀλυμπιάδα (540-537), καὶ αὐτοῦ τὸ σύστημα διέμενε μέχρι γενεῶν ἐννέα ἢ καὶ δέκα. (46) Τελευταῖοι γὰρ ἐγένοντο τῶν Πυθαγορείων, οὓς καὶ ᾿Αριστόξενος εἶδε, Ξενόφιλός τε ὁ Χαλκιδεὺς ἀπὸ Θράικης καὶ Φάντων ὁ Φλιάσιος καὶ ᾿Εχεκράτης καὶ Διοκλῆς καὶ Πολύμναστος Φλιάσιοι καὶ αὐτοί. Ἦσαν δ᾿ ἀκροαταὶ Φιλολάου καὶ Εὐρύτου τῶν Ταραντίνων.

11.  HIPPOL., Ref. I, 2, 12 (Dox. 557)

Διόδωρος δὲ ὁ ᾿Ερετριεὺς καὶ ᾿Αριστόξενος ὁ μουσικός φασι πρὸς Ζαράταν τὸν Χαλδαῖον ἐληλυθέναι Πυθαγόραν.

12. DIOG. VIII, 14

Καὶ πρῶτον (Pyth.) εἰς τοὺς ῞Ελληνας μέτρα καὶ σταθμὰ εἰσηγήσασθαι, καθά φησιν ᾿Αριστόξενος ὁ μουσικός (FGH II, 274, fr. 10).

Porph. V. P. 22

Προσῆλθον δ᾿ αὐτῶι, ὥς φησιν ᾿Αριστόξενος (FHG II 273, fr. 5), καὶ Λευκανοὶ καὶ Μεσσάπιοι καὶ Πευκέτιοι καὶ ῾Ρωμαῖοι. Vgl. Iambl. V. P. 241.

13. PORPH., V. P. 4

Τίμαιος (FHG I, 211, fr. 78) δ᾿ ἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναικῶν. Τὴν δ᾿ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν Μουσεῖον.

Vgl. DIOG. VIII, 15. Iambl., V. P. 170

Γήμαντα δὲ τὴν γεννηθεῖσαν αὐτῶι θυγατέρα, μετὰ ταῦτα δὲ Μένωνι [Μίλωνι Menage aus § 267) τῶι Κροτωνιάτηι συνοικήσασαν, ἀγαγεῖν οὕτως ὥστε παρθένον μὲν οὖσαν ἡγεῖσθαι τῶν χορῶν, γυναῖκα δὲ γενομένην πρώτην προσιέναι τοῖς βωμοῖς: τοὺς δὲ Μεταποντίνους διὰ μνήμης ἔχοντας ἔτι τὸν Πυθαγόραν καὶ μετὰ τοὺς αὐτοῦ χρόνους τὴν μὲν οἰκίαν αὐτοῦ Δήμητρος ἱερὸν τελέσαι, τὸν δὲ στενωπὸν Μουσεῖον.

IUSTIN. 20, 4

Pythagoras cum annos viginti Crotonae egisset, Metapontum emigravit ibique decessit: cuius tanta admiratio fuit ut ex domo eius templum facerent. Vgl. Cic. d. fin. v 2, 4

14 . DIOD. XII, 9, 2 ff.

Γενόμενος δὲ παρ᾿ αὐτοῖς (Sybariten) δημαγωγὸς Τῆλυς καὶ κατηγορῶν τῶν μεγίστων ἀνδρῶν ἔπεισε τοὺς Συβαρίτας φυγαδεῦσαι τοὺς εὐπορωτάτους τῶν πολιτῶν πεντακοσίους καὶ τὰς οὐσίας αὐτῶν δημεῦσαι. (3) Τῶν δὲ φυγάδων παρελθόντων εἰς Κρότωνα καὶ καταφυγόντων ἐπὶ τοὺς εἰς τὴν ἀγορὰν βωμούς, ὁ μὲν Τῆλυς ἐξέπεμψε πρεσβευτὰς πρὸς τοὺς Κροτωνιάτας, οἷς ἦν προστεταγμένον ἢ τοὺς φυγάδας ἐκδοῦναι ἢ πόλεμον προσδέχεσθαι. (4) Συναχθείσης δὲ ἐκκλησίας καὶ προτεθείσης βουλῆς, πότερον χρὴ τοὺς ἱκέτας ἐκδοῦναι τοῖς Συβαρίταις ἢ πόλεμον ὑπομεῖναι πρὸς δυνατωτέρους, ἀπορουμένης τε τῆς συγκλήτου καὶ τοῦ δήμου, τὸ μὲν πρῶτον ἔρρεπε ταῖς γνώμαις τὸ πλῆθος πρὸς τὴν ἀπόδοσιν τῶν ἱκετῶν διὰ τὸν πόλεμον. Μετὰ δὲ ταῦτα Πυθαγόρου τοῦ φιλοσόφου συμβουλεύσαντος σώιζειν τοὺς ἱκέτας, μετέπεσον ταῖς γνώμαις καὶ τὸν πόλεμον ὑπὲρ τῆς τῶν ἱκετῶν σωτηρίας ἀνείλοντο. (5) Στρατευσάντων δ᾿ ἐπ᾿ αὐτοὺς τῶν Συβαριτῶν τριάκοντα μυριάσιν ἀντετάχθησαν οἱ Κροτωνιᾶται δέκα μυριάσι Μίλωνος τοῦ ἀθλητοῦ ἡγουμένου καὶ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ σώματος ῥώμης πρώτου τρεψαμένου τοὺς καθ᾿ αὑτὸν τεταγμένους. (6) Ὁ γὰρ ἀνὴρ οὗτος ἑξάκις ᾿Ολύμπια νενικηκὼς καὶ τὴν ἀλκὴν ἀκόλουθον ἔχων τῆι κατὰ τὸ σῶμα φύσει λέγεται πρὸς τὴν μάχην ἀπαντῆσαι κατεστεφανωμένος μὲν τοῖς ᾿Ολυμπικοῖς στεφάνοις, διεσκευασμένος δὲ εἰς ῾Ηρακλέους σκευὴν λεοντῆι καὶ ῥοπάλωι· αἴτιον δὲ γενόμενον τῆς νίκης θαυμασθῆναι παρὰ τοῖς πολίταις... (10) Τῶν δὲ Κροτωνιατῶν διὰ τὴν ὀργὴν ζωγρεῖν μὲν μηδένα βουληθέντων, πάντας δὲ κατὰ τὴν φυγὴν τοὺς ὑποπεσόντας ἀποκτεινόντων οἱ πλείους κατεκόπησαν· τὴν δὲ πόλιν διήρπασαν καὶ παντελῶς ἔρημον ἐποίησαν.

Vgl. Iambl., V. P. 260:

Τοὺς τριάκοντα μυριάδων περὶ τὸν Τετράεντα περιγενομένους.

15 . DIOG. II, 46

Τούτωι (Sokrates) τις, καθά φησιν ᾿Αριστοτέλης ἐν τρίτωι Περὶ ποιητικῆς (fr. 75), ἐφιλονίκει ᾿Αντίλοχος Λήμνιος καὶ ᾿Αντιφῶν ὁ τερατοσκόπος (80 A 1.5), ὡς Πυθαγόραι Κύλων Κροτωνιάτης·

16. IAMBL. V. P. 248

Ὅτι μὲν οὖν ἀπόντος Πυθαγόρου ἐγένετο ἡ ἐπιβουλή, πάντες συνομολογοῦσι, διαφέρονται δὲ περὶ τῆς τότε ἀποδημίας, οἱ μὲν πρὸς Φερεκύδην τὸν Σύριον, οἱ δὲ εἰς Μεταπόντιον λέγοντες ἀποδεδημηκέναι τὸν Πυθαγόραν. Αἱ δὲ αἰτίαι τῆς ἐπιβουλῆς πλείονες λέγονται, μία μὲν ὑπὸ τῶν Κυλωνείων λεγομένων ἀνδρῶν τοιάδε γενομένη. Κύλων ἀνὴρ Κροτωνιάτης γένει μὲν καὶ δόξηι καὶ πλούτωι πρωτεύων τῶν πολιτῶν, ἄλλως δὲ χαλεπός τις καὶ βίαιος καὶ θορυβώδης καὶ τυραννικὸς τὸ ἦθος πᾶσαν προθυμίαν παρασχόμενος πρὸς τὸ κοινωνῆσαι τοῦ Πυθαγορείου βίου καὶ προσελθὼν πρὸς αὐτὸν τὸν Πυθαγόραν ἤδη πρεσβύτην ὄντα ἀπεδοκιμάσθη διὰ τὰς προειρημένας αἰτίας. (249) Γενομένου δὲ τούτου πόλεμον ἰσχυρὸν ἤρατο καὶ αὐτὸς καὶ οἱ φίλοι αὐτοῦ πρὸς αὐτόν τε τὸν Πυθαγόραν καὶ τοὺς ἑταίρους, καὶ οὕτω σφοδρά τις ἐγένετο καὶ ἄκρατος ἡ φιλοτιμία αὐτοῦ τε τοῦ Κύλωνος καὶ τῶν μετ᾿ ἐκείνου τεταγμένων, ὥστε διατεῖναι μέχρι τῶν τελευταίων Πυθαγορείων. Ὁ μὲν οὖν Πυθαγόρας διὰ ταύτην τὴν αἰτίαν ἀπῆλθεν εἰς τὸ Μεταπόντιον κἀκεῖ λέγεται καταστρέψαι τὸν βίον. Οἱ δὲ Κυλώνειοι λεγόμενοι διετέλουν πρὸς Πυθαγορείους στασιάζοντες καὶ πᾶσαν ἐνδεικνύμενοι δυσμένειαν. Ἀλλ᾿ ὅμως ἐπεκράτει μέχρι τινὸς ἡ τῶν Πυθαγορείων καλοκαγαθία καὶ ἡ τῶν πόλεων αὐτῶν βούλησις, ὥστε ὑπ᾿ ἐκείνων οἰκονομεῖσθαι βούλεσθαι τὰ περὶ τὰς πολιτείας. Τέλος δὲ εἰς τοσοῦτον ἐπεβούλευσαν τοῖς ἀνδράσιν, ὥστε ἐν τῆι Μίλωνος οἰκίαι ἐν Κρότωνι συνεδρευόντων τῶν Πυθαγορείων καὶ βουλευομένων περὶ πολιτικῶν πραγμάτων ὑφάψαντες τὴν οἰκίαν κατέκαυσαν τοὺς ἄνδρας πλὴν δυεῖν, ᾿Αρχίππου τε καὶ Λύσιδος· οὗτοι δὲ νεώτατοι ὄντες καὶ εὐρωστότατοι διεξεπαίσαντο ἔξω πως. (250) Γενομένου δὲ τούτου καὶ λόγον οὐδένα ποιησαμένων τῶν πόλεων περὶ τοῦ συμβάντος πάθους ἐπαύσαντο τῆς ἐπιμελείας οἱ Πυθαγόρειοι. Συνέβη δὲ τοῦτο δι᾿ ἀμφοτέρας τὰς αἰτίας, διά τε τὴν ὀλιγωρίαν τῶν πόλεων (τοῦ τοιούτου γὰρ καὶ τηλικούτου γενομένου πάθους οὐδεμίαν ἐπιστροφὴν ἐποιήσαντο) διά τε τὴν ἀπώλειαν τῶν ἡγεμονικωτάτων ἀνδρῶν. Τῶν δὲ δύο τῶν περισωθέντων ἀμφοτέρων Ταραντίνων ὄντων ὁ μὲν ῎Αρχιππος ἀνεχώρησεν εἰς Τάραντα, ὁ δὲ Λῦσις μισήσας τὴν ὀλιγωρίαν ἀπῆρεν εἰς τὴν ῾Ελλάδα καὶ ἐν ᾿Αχαΐαι διέτριβε τῆι Πελοποννησιακῆι, ἔπειτα εἰς Θήβας μετωικίσατο σπουδῆς τινος γενομένης· οὗπερ ἐγένετο ᾿Επαμεινώνδας ἀκροατὴς καὶ πατέρα τὸν Λῦσιν ἐκάλεσεν. Ὦδε καὶ τὸν βίον κατέστρεψεν. (251) Οἱ δὲ λοιποὶ τῶν Πυθαγορείων ἀθροισθέντες εἰς τὸ ῾Ρήγιον ἐκεῖ διέτριβον μετ᾿ ἀλλήλων. Προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν πολιτευμάτων ἐπὶ τὸ χεῖρον προβαινόντων ἀπέστησαν τῆς ᾿Ιταλίας πλὴν ᾿Αρχίππου τοῦ Ταραντίνου. Ἦσαν δὲ οἱ σπουδαιότατοι Φάντων τε καὶ ᾿Εχεκράτης καὶ Πολύμναστος καὶ Διοκλῆς Φλιάσιοι, Ξενόφιλος δὲ Χαλκιδεὺς τῶν ἀπὸ Θράικης Χαλκιδέων. Ἐφύλαξαν μὲν οὖν τὰ ἐξ ἀρχῆς ἤθη καὶ τὰ μαθήματα καίτοι ἐκλιπούσης τῆς αἱρέσεως, ἕως εὐγενῶς ἠφανίσθησαν. Ταῦτα μὲν οὖν ᾿Αριστόξενος (FHG II  274, fr. 11) διηγεῖται. Νικόμαχος δὲ τὰ μὲν ἄλλα συνομολογεῖ τούτοις, παρὰ δὲ τὴν ἀποδημίαν Πυθαγόρου φησὶ γεγονέναι τὴν ἐπιβουλὴν ταύτην... (Vgl. 32 A 4a 34)

PORPHYR, V. P. 56

Δικαίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶν παρεῖναι τῆι ἐπιβουλῆι.

POLYB II, 38, 10

Τὰ μὲν οὖν τῆς προαιρέσεως καὶ τὸ τῆς πολιτείας ἰδίωμα τὸ νῦν εἰρημένον καὶ πρότερον ὑπῆρχε παρὰ τοῖς ᾿Αχαιοῖς ...

39, 1

Καθ᾿ οὓς γὰρ καιροὺς ἐν τοῖς κατὰ τὴν ᾿Ιταλίαν τόποις κατὰ τὴν μεγάλην ῾Ελλάδα τότε προσαγορευομένην ἐνέπρησαν τὰ συνέδρια τῶν Πυθαγορείων, (2) μετὰ ταῦτα γινομένου κινήματος ὁλοσχεροῦς περὶ τὰς πολιτείας (ὅπερ εἰκός, ὡς ἂν τῶν πρώτων ἀνδρῶν ἐξ ἑκάστης πόλεως οὕτω παραλόγως διαφθαρέντων) (3) συνέβη τὰς κατ᾿ ἐκείνους τοὺς τόπους ῾Ελληνικὰς πόλεις ἀναπλησθῆναι φόνου καὶ στάσεως καὶ παντοδαπῆς ταραχῆς. (4) Ἐν οἷς καιροῖς, ἀπὸ τῶν πλείστων μερῶν τῆς ῾Ελλάδος πρεσβευόντων ἐπὶ τὰς διαλύσεις, ᾿Αχαιοῖς καὶ τῆι τούτων πίστει συνεχρήσαντο πρὸς τὴν τῶν παρόντων κακῶν ἐξαγωγήν.

SCHRIFTEN

17. PHILOD, de piet.; S. 66, 4b3 Gomp

Πυθαγόρου δ᾿ αὐτοῦ γε οὐδέν φασί τινες εἶναι τῶν ἀναφερομένων παρὰ <τὰ τρία ἐκεῖνα βιβλία?>.

IAMBL. V. P. 199

(verm. aus Aristoxenos) Θαυμάζεται δὲ καὶ ἡ τῆς φυλακῆς ἀκρίβεια· ἐν γὰρ τοσαύταις γενεαῖς ἐτῶν οὐθεὶς οὐδενὶ φαίνεται τῶν Πυθαγορείων ὑπομνημάτων περιτετευχὼς πρὸ τῆς Φιλολάου ἡλικίας, ἀλλ᾿ οὗτος πρῶτος ἐξήνεγκε τὰ θρυλούμενα ταῦτα τρία βιβλία, ἃ λέγεται Δίων ὁ Συρακούσιος ἑκατὸν μνῶν πρίασθαι Πλάτωνος κελεύσαντος, εἰς πενίαν τινὰ μεγάλην τε καὶ ἰσχυρὰν ἀφικομένου τοῦ Φιλολάου, ἐπειδὴ καὶ αὐτὸς ἦν ἀπὸ συγγενείας τῶν Πυθαγορείων, καὶ διὰ τοῦτο μετέλαβε τῶν βιβλίων. Vgl. c. 32 A 1 (§ 85). c. 8, 4.

18. JOSEPH. c. Ap. I, 163

Αὐτοῦ (Pyth.) μὲν οὖν οὐδὲν ὁμολογεῖται σύγγραμμα, πολλοὶ δὲ τὰ περὶ αὐτὸν ἱστορήκασι, καὶ τούτων ἐπισημότατός ἐστιν ῞Ερμιππος.

PLUT. Alex. fort. I, 4; p. 328

Οὐδὲ Πυθαγόρας ἔγραψεν οὐδὲν οὐδὲ Σωκράτης οὐδὲ ᾿Αρκεσίλαος οὔτε Καρνεάδης.

GAL, de plac.Hipp. et Plat. 459. Müll.

Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησίν, αὐτοῦ μὲν τοῦ Πυθαγόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασωιζομένου, τεκμαιρόμενος δὲ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. Vgl. in Hipp. de nat. hom. xv 37 k

19.  DIOG.VIII, 6

(6) Ἔνιοι μὲν οὖν Πυθαγόραν μηδὲ ἓν καταλιπεῖν σύγγραμμά φασι (διαπαίζοντες. ῾Ηράκλειτος γοῦν ὁ φυσικὸς (12 B 129) μονονουχὶ κέκραγε καί φησι· ᾿Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα πάντων. Καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑαυτοῦ σοφίην, πολυμαθείην, κακοτεχνίην.᾿ Οὕτω δ᾿ εἶπεν, ἐπειδήπερ ἐναρχόμενος ὁ Πυθαγόρας τοῦ Φυσικοῦ συγγράμματος λέγει ὧδε· ᾿οὐ μὰ τὸν ἀέρα, τὸν ἀναπνέω, οὐ μὰ τὸ ὕδωρ, τὸ πίνω, οὔ κοτ᾿ οἴσω ψόγον περὶ τοῦ λόγου τοῦδε.᾿ Γέγραπται δὲ τῶι Πυθαγόραι συγγράμματα τρία, Παιδευτικόν, Πολιτικόν, Φυσικόν·) (7) τὸ δὲ φερόμενον ὡς Πυθαγόρου Λύσιδός ἐστι τοῦ Ταραντίνου Πυθαγορικοῦ φυγόντος εἰς Θήβας καὶ ᾿Επαμεινώνδα καθηγησαμένου. Φησὶ δ᾿ ῾Ηρακλείδης ὁ τοῦ Σαραπίωνος ἐν τῆι Σωτίωνος ἐπιτομῆι (fr. 9; FHG III, 169) γεγραφέναι αὐτὸν καὶ Περὶ τοῦ ὅλου ἐν ἔπεσιν, δεύτερον τὸν ῾Ιερὸν λόγον, οὗ ἡ ἀρχή·

᾿Ὦ νέοι, ἀλλὰ σέβεσθε μεθ᾿ ἡσυχίας τάδε πάντα,᾿

τρίτον Περὶ ψυχῆς, τέταρτον Περὶ εὐσεβείας, πέμπτον ῾Ηλοθαλῆ τὸν ᾿Επιχάρμου τοῦ Κώου πατέρα (vgl. 13 A 3. 8), ἕκτον Κρότωνα καὶ ἄλλους. Τὸν δὲ Μυστικὸν λόγον ῾Ιππάσου φησὶν εἶναι, γεγραμμένον ἐπὶ διαβολῆι Πυθαγόρου (vgl. c.8.). Πολλοὺς δὲ καὶ ὑπὸ ῎Αστωνος τοῦ Κροτωνιάτου γραφέντας ἀνατεθῆναι Πυθαγόραι.